Migne Reading Room

PG 31 · cols. 1396–1405 · Read from the page

Monastic constitutions

Monastic constitutions

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1396Read from the page
κοῦ συνερχομενοι οὐκ ἂν δύναιντο παρὰ τὰ συμβαθέντα χωρίζεσθαι, ἢ ὁ τοῦτο ποιῶν ἔνοχος ἔσται τοῖς ὡρισμένοις ἐπιτιμίοις· πολλῷ μᾶλλον ὁ εἰς σύμβασιν ἐλθὼν πνευματικῆς συμβιώσεως τῆς ἄλυτον καὶ αἰώνιον τὴν συνάφειαν κεκτημένης οὐχ οἷός τ' ἂν εἴη μερίζειν καὶ ἀποκόπτειν ἑαυτὸν τούτων, οἷς συνεκράθη. Ἢ τοῦτο ποιῶν, βαρυτάτοις ἑαυτὸν τοῖς ἄνωθεν ἐπιτιμίοις ὑποβάλλει. Εἰ γὰρ γυνὴ, ἡ εἰς κοινωνίαν ἀνδρὸς ἀφιγμένη, καὶ σαρκικὴν ἔχουσα τὴν συνάφειαν αὐτοῦ, εἰ τούτῳ ἐπιβουλεύουσα φωραθείη, θανάτῳ καταδικάζεται· πόσῳ μᾶλλον ὁ πνευματικῇ κοινωνίᾳ συναρμοσθεὶς ὑπ' αὐτῷ μάρτυρι καὶ μεσίτῃ τῷ Πνεύματι ὑπόδικος ἐπὶ τῷ χωρισμῷ γίνεται;
material coming together could not separate contrary to the things agreed upon, or else he who does this will be liable to the appointed penalties; much more could he who has entered into an agreement of spiritual common life, which possesses an indissoluble and eternal union, not possibly divide and cut himself off from those with whom he was blended. Or else, doing this, he subjects himself to the heaviest penalties from above. For if a woman who has come into fellowship with a husband, and holds a fleshly union with him, if detected plotting against him, is condemned to death; how much more does he who has been joined in spiritual fellowship under the Spirit Himself as witness and mediator become liable to judgement over separation?
2. Ὥσπερ οὖν τὰ μέλη τοῦ σώματος, φύσεως συνηρτημένα δεσμῷ, οὐκ ἂν τοῦ σώματος ἀποῤῥήγνυσθαι δύναιτο, ἢ, εἰ ἀποῤῥαγείη, νεκρὸν τὸ ἀποῤῥηγνύμενον γένοιτ' ἂν· οὕτω καὶ ἀσκητὴς ἀδελφότητι συναπτόμενος, καὶ φύσεως ἰσχυροτέρῳ δεσμῷ τῇ τοῦ Πνεύματος ἁρμολογίᾳ κρατούμενος, οὐκ ἂν ἐξουσίαν ἔχοι τέμνεσθαι τούτων, οἷς συνηρμόσθη. Ἢ ποιῶν τοῦτο, νεκρός ἐστι τῇ ψυχῇ, καὶ ἐστερημένος τῆς τοῦ Πνεύματος χάριτος, οἷα δὴ τὴν ἐπ' αὐτοῦ σύμβασιν ἀθετήσας. Εἰ δὲ λέγοι τις, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν· οὐ γὰρ ἅπαντας αἰτιάσεται· οὐ γὰρ ἐπὶ κακίᾳ τὴν κοινωνίαν πεποίηνται, ὥστε πάντας συμφώνως εἶναι κακούς· εἰ οὖν λέγοι, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν, καὶ ἀφυλάκτως τὸ ἀγαθὸν παραλύοντες, καὶ τῆς κοσμιότητος ἀμελοῦντες, καὶ τὴν πρέπουσαν ἀσκηταῖς ἀκρίβειαν παρορῶντες, καὶ διὰ τοῦτο προσήκει τῶν τοιούτων χωρίζεσθαι, οὐκ ἀρκοῦσαν ἀπολογίαν τοῦ χωρισμοῦ ταύτην ἐπινενόηκεν. Οὐδὲ γὰρ Πέτρος, ἢ Ἀνδρέας, ἢ Ἰωάννης διὰ τὴν τοῦ Ἰούδα πονηρίαν ἀπεῤῥάγησαν τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ, οὐδὲ ἕτερός τις τῶν ἀποστόλων ταύτην ἀφορμὴν ἀποστάσεως ἐποιήσατο, οὐδέ τι πρὸς τὸ πείθεσθαι τῷ Χριστῷ ὑπὸ τῆς ἐκείνου μοχθηρίας ἐνεποδίσθη· ἀλλὰ τοῖς τοῦ Κυρίου πειθαρχοῦντες διδάγμασι, τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν ἐζήλουν, οὐ μὴν πρὸς τὴν ἐκείνου πονηρίαν ἐπιστρεφόμενοι. Οὕτως ὁ λέγων, ὅτι Διὰ τοὺς φαύλους χωρίζεσθαι πνευματικῆς ἀναγκάζομαι συναφείας, οὐκ εὔλογον πρόφασιν ἐξεῦρε τῆς οἰκείας ἀβεβαιότητος· ἀλλὰ ἔστι μὲν αὐτὸς γῆ πετρώδης, τὸν τῆς ἀληθείας λόγον ἐκθρέψαι διὰ γνώμης ἀβεβαιότητα μὴ δυνάμενος, ἀλλὰ διὰ μικροῦ πειρασμοῦ προσβολὴν, ἢ ἀκρασίαν παθῶν, τὴν σώφρονα πολιτείαν οὐχ ὑπομένων, εὐθύς τε ἀποξηραίνεται τῷ καύσωνι τῶν παθῶν τὸ τῆς διδασκαλίας ἀρτιφυὲς
2. Just as, therefore, the members of the body, bound together by the bond of nature, could not be torn away from the body, or, if torn away, that which is torn away would become dead; so too an ascetic joined to a brotherhood, and held fast by a bond stronger than nature, the compact of the Spirit, could not have authority to be severed from those to whom he was joined. Or else, doing this, he is dead in soul, and deprived of the grace of the Spirit, inasmuch as he has set at naught the agreement made before Him. And if someone should say that certain of the brethren are base—for he will not accuse them all; for they have not formed their fellowship for wickedness, so that all with one accord should be evil—if, then, he should say that certain of the brethren are base, and heedlessly undo the good, and neglect seemliness, and disregard the exactness befitting ascetics, and on this account it is fitting to separate from such men, he has devised this as no sufficient defence for separation. For neither were Peter, or Andrew, or John torn away from the rest of the choir of the apostles because of the wickedness of Judas, nor did any other of the apostles make this a pretext for defection, nor was he hindered in aught by that man's depravity from obeying Christ; rather, obeying the teachings of the Lord, they were zealous for piety and virtue, by no means turning their attention to that man's wickedness. Thus he who says, Because of base men I am compelled to separate from spiritual union, has found out no reasonable pretext for his own instability; rather, he is himself rocky ground, unable through instability of judgement to nourish the word of truth, and because of the assault of a slight temptation, or incontinence of passions, not enduring the temperate way of life, and straightway by the scorching heat of passions is withered up the newly sprouted
Notes, col. 1396

On the reading

Printed συνερχομενοι, for συνερχόμενοι.

PG 31:1397Read from the page
βλάστημα· προφάσεις δὲ εἰκαίας καὶ οὐκ ἀρκούσας πρὸς ἀπολογίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ κατὰ πληροφορίαν οἰκείαν ἐπινοῶν, καὶ ἑαυτὸν εὐκόλως παρακρουόμενος. Οὐδὲν γὰρ τοῦ ἑαυτὸν ἀπατᾷν εὐκολώτερον, ἐπειδὴ κριτὴς ἕκαστος ἑαυτῷ κεχαρισμένος γίνεται, τὰ ἡδέα κρίνων εἶναι συμφέροντα.
shoot of teaching; devising random pretexts, not sufficient for a defence before the judgement-seat of Christ, according to his own assurance, and easily deluding himself. For nothing is easier than to deceive oneself, since each man becomes an indulgent judge unto himself, judging pleasant things to be profitable.
3. Ἔστω τοίνυν ὁ τοιοῦτος κατακεκριμένος παρὰ ἀληθείᾳ δικαζούσῃ, ὡς σκανδάλων ὑπόθεσις πλείοσι καθιστάμενος, ἤτοι πονηρῷ ὑποδείγματι πρὸς ζῆλον τῶν ἴσων ἀτοπημάτων διερεθίζων ἀεὶ, καὶ τοῦ οὐαὶ κληρονόμος γενόμενος. Καὶ συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Ἐπὰν γὰρ ψυχὴ ἀπόστασιν ἐθισθείη, πολλῆς ἐμπίπλαται ἀκρασίας, πλεονεξίας τε καὶ γαστριμαργίας, ψεύδους τε καὶ πάσης κακοηθείας· καὶ τὸ τελευταῖον εἰς τὸν πυθμένα καταστρέφει τῆς πονηρίας τοῖς ἐσχάτοις ἐμπειρομένη κακοῖς. Ὁ τοίνυν τῶν τοιούτων ὁδηγὸς καθιστάμενος, σκοπείτω πόσων ψυχῶν ἀπωλείας ἔνοχος γίνεται· ὅ γε μηδὲ πρὸς τὰς εὐθύνας τῆς ἑαυτοῦ ψυχῆς ἀρκέσαι δυνάμενος. Τί γὰρ οὐχὶ μᾶλλον ὁ τοιοῦτος μιμεῖται τὸν μέγαν Πέτρον, καὶ ὑπόδειγμα βεβαίας πίστεως, καὶ τῆς περὶ τῶν καλῶν ἐνστάσεως τοῖς λοιποῖς γίνεται, ἵνα, λάμποντος τοῦ φωτὸς τῶν ἐκείνου κατορθωμάτων, καὶ οἱ ἐν σκότει τῆς πονηρίας διάγοντες ἐπὶ τὸ κρεῖττον ὁδηγηθῶσιν; Ἔπειτα δὲ Νῶε μὲν ὁ δικαίος οὐκ εἶπε πρὸς τὸν Θεὸν, ὅτι Δεῖ με ἐκβῆναι τοῦ κόσμου, ἐπειδὴ πάντες εἰσὶ πονηροὶ, ἀλλ' ἐκαρτέρησε μᾶλλον ἀθλητικῶς καὶ γενναίως, καὶ μεταξὺ ἀβύσσου πονηρίας τὴν εὐσέβειαν ἀχείμαστον διετήρησε, καὶ πρὸς τὸν Δεσπότην οὐδαμῶς ἐστασίασεν, ἀλλὰ ὑπομονῇ καὶ καρτερίᾳ μεταξὺ τῶν κυμάτων τῆς ἀσεβείας τὴν φορτίδα τῆς εὐσεβείας περιεσώσατο. Καὶ Λὼτ ἐν Σοδόμοις, μεταξὺ τοσαύτης ἀσεβείας καὶ παρανομίας καὶ ἀθεσμίας στρεφόμενος, τὴν ἀρετὴν ἀπαράφθορον διεφύλαξεν, οὐδαμοῦ κακαῖς ἑαλωκυῖαν ἐπιβουλαῖς· ἀλλὰ μεταξὺ ξενοκτόνων, καὶ ὕβρει πολλῇ καὶ ἀκολασίᾳ κατὰ τῶν τῆς φύσεως φερομένων θεσμῶν, τὴν ἁγιωσύνην ἀμίαντον αὐτός τε διέσωσε, καὶ τοῖς λοιποῖς, ὡς ἐνῆν, εισηγήσατο, πράξεσι πρὸ τῶν λόγων τὸ καλὸν ἐκπαιδεύων. Σὺ δὲ προφασίζῃ τὰς τῶν ἀδελφῶν ὀλιγωρίας ἢ οὔσας, ἢ παρὰ σοῦ πλαττομένας, τὴν ἀποστασίαν ἐννοῶν, καὶ τὴν αθέτησιν τοῦ ἁγίου Πνεύματος μηχανώμενος, καὶ τῆς ἑαυτοῦ πονηρίας καὶ τῶν πόνων τῶν ὑπὲρ
3. Let such a man, then, stand condemned before truth sitting in judgement, as becoming a ground of stumbling-blocks to many, constantly provoking others by an evil example to emulation of like absurdities, and becoming an heir of the woe. And it is profitable for him that a millstone turned by an ass be hanged about his neck, and that he be drowned in the depth of the sea. For whenever a soul has grown accustomed to defection, it is filled with much incontinence, covetousness and gluttony, falsehood and every malice; and at last it ends at the bottom of wickedness, pierced through with the worst evils. Let him, therefore, who makes himself a guide in such things consider of how many souls' destruction he becomes guilty—he who is unable to suffice even for the reckoning of his own soul. Why indeed does not such a man rather imitate great Peter, and become for the rest a pattern of firm faith and of steadfastness in noble things, so that, as the light of his right achievements shines forth, even those living in the darkness of wickedness may be guided towards what is better? Next, righteous Noah did not say to God, I must depart out of the world, since all men are wicked, but rather endured like an athlete and nobly, and amid an abyss of wickedness preserved his piety storm-free, and in no wise rebelled against the Master, but by patience and endurance amid the waves of ungodliness saved the merchant-ship of piety. And Lot in Sodom, moving amid so great ungodliness and lawlessness and licence, guarded his virtue uncorrupted, nowhere captured by evil plots; rather, amid slayers of strangers, and men borne along in great insolence and profligacy against the ordinances of nature, he both preserved holiness undefiled himself, and, so far as was possible, commended it to the rest, teaching what is noble by deeds before words. Yet you allege as a pretext the negligences of the brethren, either real or fabricated by yourself, meditating defection, and contriving the setting at naught of the Holy Spirit, and of your own wickedness and of the labours on behalf of
Notes, col. 1397

On the reading

Printed δικαίος, for δίκαιος.

Printed εισηγήσατο, for εἰσηγήσατο.

Printed αθέτησιν, for ἀθέτησιν.

PG 31:1400Read from the page
ἀρετῆς οκνηριας παραπέτασμα τὴν τῶν ἀδελφῶν ἐργάζῃ διαβολήν.
of virtue you make the slander of the brethren a cloak for sluggishness.
4. Ὥστε σωφρονισθεὶς ὁ τοιοῦτος τοῖς ὑποδείγμασι, στεργέτω τὴν ἁρμονίαν τοῦ Πνεύματος, ἣν ἑαυτῷ περὶ τὰς πρώτας σπαργανώσεις τῆς οὐρανίου κυήσεως συνηρμόσατο. Οὔτε γὰρ, εἰ συμβαίη ἐπὶ τῆς χειρὸς ἕνα τῶν δακτύλων παθεῖν τι τῶν ἀνιαρῶν, ἤδη καὶ ὁ ἕτερος ἐκτμηθῆναι φιλονεικήσει· ἀλλὰ φεύξεται μὲν πρῶτον τὸ ἀλγεινὸν τῆς τομῆς, ἔπειτα δὲ καὶ στεῤῥῶς παραμενεῖ, ὥστε καὶ τὴν τοῦ κινδυνεύοντος ἀντεισφέρειν χρείαν τῷ σώματι, καὶ μὴ πάντη τὴν χεῖρα τῶν φυσικῶν κλάδων ἀφαιρεθεῖσαν ἀποσυληθῆναι τοῦ οἰκείου κόσμου καὶ προσφυοῦς. Μετένεγκε τοίνυν ἐπὶ τὸν ἀσκητὴν τὸ ὑπόδειγμα, καὶ σκόπησον ὅσον ἄλγος καὶ ἀκοσμίαν ταῖς αἰσθητικαῖς ψυχαῖς τῇ ἀποκοπῇ κατεργάζεται, καὶ ὅπως ἑαυτὸν νεκρὸν καὶ ζωῆς ἀμέτοχον ἀποφαίνει. Ὅτι δὲ ὁ ἀφηγούμενος οὐκ ἂν ἕλοιτο τὸν αὐτῷ μαθητευόμενον πρὸς πονηρίαν ενάγειν, ὥστε τὴν πονηρὰν ἀγωγὴν τοῦ διδασκάλου πρόφασιν τῷ μαθητῇ χωρισμοῦ γενέσθαι καὶ ἀποστάσεως, οὕτως, εἰ δοκεῖ, σκεψώμεθα. Τί μὲν πατήρ; τί δὲ διδάσκαλος; Παιδοτρίβης ἑκάτερος. Ὁ μὲν γὰρ τῷ παιδὶ, ὁ δὲ τῷ μαθητῇ εὔχεσθαί τε τὰ κρείττονα καὶ βουλεύεσθαι διεσπούδακε. Φύσις μὲν γὰρ πατράσιν εὔχεσθαι τοὺς παῖδας ὡς βελτίστους καὶ φρονιμωτάτους γενέσθαι, κοσμιωτάτους τε καὶ μετριωτάτους, ἵνα οἱ μὲν παῖδες εὐδοκιμοῖεν, οἱ δὲ πατέρες εὐκλεέστεροι γένοιντο τῇ ἐπ' αὐτοὺς ἀναφορᾷ τῶν καλῶν τοῦ παιδός· σπουδὴ δὲ καὶ παιδοτρίβαις ἀλκιμωτάτους τε καὶ τεχνικωτάτους τοὺς ὑπ' αὐτῶν ἀσκουμένους γενέσθαι, ἵνα, ῥώμῃ καὶ ἐμπειρίᾳ περιδέξιον τὸ ἀγώνισμα ποιησάμενοι, λαμπροὶ νικηταὶ τῶν ἀντιπάλων ἀποδειχθῶσι, καὶ ἡ τούτων ἔννομος ἄθλησις τῶν καθηγουμένων σαφὴς ἔπαινος γένηται. Φύσις δὲ παντὶ τῷ διδάσκειν προῃρημένῳ τὸ θέλειν εἰς ἀκριβεστάτην κατάληψιν ἀφικέσθαι τῶν διδαγμάτων τοὺς μαθητάς. Τῆς τοίνυν τῶν πατέρων φύσεως τοῦτον ἐπεχούσης τὸν λόγον, πῶς οὐκ ἂν καὶ ὁ τῆς ὁσιότητος παιδευτὴς τὸν παρ' αὐτοῦ παιδευόμενον εὔξαιτο ἀκακώτατόν τε καὶ σωφρονέστατον τὴν πνευματικὴν σοφίαν ἀποδειχθῆναι; καίπερ σαφῶς ἐπιστάμενος, ὅτι, τοιούτου γενομένου τοῦ μαθητοῦ, καὶ παρὰ ἀνθρώποις εὐκλεὴς ἔσται, καὶ παρὰ τοῦ Χριστοῦ λαμπροὺς ὑποδέξεται τοὺς στεφάνους, ὡς τοὺς οἰκέτας αὐτοῦ, μᾶλλον δὲ εἰπεῖν, ἀδελφοὺς, ἐπειδὴ καὶ τοῦτο Χριστὸς εἵλετο, ἀξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως διὰ τῆς αὐτοῦ ἐπιμελείας ἀπεργασάμενος
4. Wherefore, chastened by these examples, let such a man be content with the harmony of the Spirit, which he fitted to himself around the first swaddlings of the heavenly birth. For neither, if one of the fingers on the hand should happen to suffer something painful, will the other straightway strive to be cut off as well; rather, it will first shun the pain of the cutting, and next it will also stand fast firmly, so as even to supply in turn to the body the service of the endangered member, and lest the hand, stripped altogether of its natural branches, be despoiled of its own and native ornament. Transfer the example, therefore, to the ascetic, and consider how great a pain and unseemliness he works upon sensitive souls by the severance, and how he renders himself dead and without share in life. And that he who leads would not choose to urge on towards wickedness the one being trained as his disciple, in such a way that the wicked guidance of the teacher should become for the disciple a pretext for separation and defection, let us examine thus, if it seems good. What is a father? and what is a teacher? Each is a trainer of youth. For the one has been earnest both to pray and to take counsel for what is better for his child, and the other for his disciple. For it is nature in fathers to pray that their children become the best and most prudent possible, both most orderly and most moderate, so that the children may win repute and the fathers may become more illustrious by the reference back to them of the child's noble deeds; and it is the zeal of athletic trainers also that those exercised under them become most valiant and most skilled, so that, having performed the contest with ambidextrous mastery through strength and experience, they may be shown forth glorious victors over their adversaries, and their lawful contest may become the clear praise of their leaders. And it is nature in everyone who has purposed to teach to wish that his disciples arrive at a most exact grasp of the teachings. Since, therefore, the nature of fathers holds this principle, how would the instructor in holiness not also pray that the one instructed by him be shown forth most guileless and most temperate in spiritual wisdom? even though knowing clearly that, if the disciple becomes such, he will both be illustrious among men and will receive bright crowns from Christ, as having through his own care rendered His household servants, or rather to say, brothers, since Christ chose this too, worthy of intimacy with Him
5. Καὶ ἕτερον δὲ σκοπῶμεν, ὡς, εἰ φαῦλος ὁ μαθητὴς γένοιτο παρὰ τὴν αὐτοῦ ἀγωγὴν, αἰσχύνην ἀπαρηγόρητον ἕξει ἐπὶ τῆς οἰκουμενικῆς κατὰ τὸν τῆς
5. And let us consider another thing also, that, if the disciple should turn out base owing to his guidance, he will have inconsolable shame at the universal, in the
Notes, col. 1400

On the reading

Printed οκνηριας, for ὀκνηρίας.

Printed ενάγειν, for ἐνάγειν.

PG 31:1401Read from the page
κρίσεως καιρον πανηγύρεως ὁ ὑφηγούμενος, καὶ ἐπὶ τοῦ πανδήμου τῶν οὐρανίων ἀθροίσματος οὐκ αἰσχυνεῖται μόνον, ἀλλὰ καὶ κολασθήσεται. Πόθεν οὖν ἐγγενήσεται τὸ μὴ οὐχὶ θελῆσαι τὸν καθηγούμενον κόσμιόν τε καὶ ἐπιεικῆ γενέσθαι τὸν οἰκεῖον ὁμιλητήν; Καὶ ἄλλως δὲ ἀλυσιτελὴς τῷ διδασκάλῳ ἡ τοῦ μαθητοῦ πονηρία. Ἐπειδὴ γὰρ τὴν πρὸς ἀλλήλους ἑκάτερος συμβίωσιν εἵλοντο, ἧς ἂν μετάσχῃ πονηρίας ὁ μαθητὴς, τῶν ταύτης καρπῶν πρῶτον μεταδίδωσι τῷ διδασκάλῳ· ὥσπερ τὰ ἰοβόλα τῶν ἑρπετῶν τοῖς θάλπουσι πρῶτον ἐνίησι τὸν ἰόν· ὡς εἶναι πάντοθεν δῆλον, ἔκ τε τῆς φύσεως τῶν πραγμάτων, ἔκ τε τοῦ λυσιτελοῦντος τῷ ἄγοντι, ὅτι εὔξεται, καὶ πάντα τρόπον σπουδάσει, ἐπιεικῆ τε καὶ κόσμιον τὸν ὑπ' αὐτῷ παιδευόμενον καταστῆναι. Εἰ μὲν γὰρ ἦν κακίας καὶ πονηρίας ἀλείπτης, πρὸς τοῦτο πάντως ἄγειν ἂν τὸ πέρας τοὺς παρ' αὐτοῦ ἀσκουμένους ἐσπούδακεν· εἰ δὲ ἀρετῆς καὶ δικαιοσύνης ἐστὶ παιδευτὴς, οὐκ ἂν ἐναντίον οἶμαι τοῖς οἰκείοις σπουδάσμασι τὸ πέρας ἐπὶ τὸν μαθητευόμενον ἐκβῆναι ἕλοιτο. Ἅπασα τοίνυν πρόφασις εὔλογος τῷ βουλομένῳ χωρίζεσθαι πνευματικοῦ συστήματος περιῄρηται. Αἰτία δὲ αὐτῷ ἀπεδείχθη τῆς τοιαύτης γνώμης ἡ τῶν παθῶν ἀκρασία, καὶ ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον. Οὐ γὰρ ἤκουσεν οὗτος παρὰ τοῦ προφήτου Δαβὶδ, ὅτι Μακάριοι οἱ φυλάσσοντες κρίσιν· οἱ φυλάσσοντες, οὐχὶ οἱ καταλύοντες. Οὗτοί εισιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου, τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χείμαῤῥος τῶν τοῦ πονηροῦ ἐφόδων, ὑφελκύσας τὴν ὑποβάθραν, διέλυσέ τε καὶ διεσκόρπισεν.
season of judgement, festal gathering—he who guides—and before the whole assembled multitude of the heavenly ones he will not only be put to shame, but will also be punished. Whence, then, shall it arise that the leader would not wish his own disciple to become both orderly and gentle? And otherwise too, the wickedness of the disciple is unprofitable to the teacher. For since each of the two chose life together with one another, of whatever wickedness the disciple partakes, of its fruits he imparts first to the teacher; just as venomous reptiles inject their venom first into those who warm them; so that it is evident from every side, both from the nature of things and from what is profitable to him who leads, that he will pray and be zealous in every way that the one instructed under him be rendered both gentle and orderly. For if indeed he were a trainer in vice and wickedness, towards that end altogether would he have striven to lead those exercised by him; if, however, he is an instructor in virtue and righteousness, he would not, I think, choose that the outcome for his disciple turn out contrary to his own earnest endeavours. Every specious pretext, therefore, has been stripped away from him who wishes to separate himself from a spiritual community. And the cause for him of such a resolve has been shown to be incontinence of the passions, and negligence regarding labours, and the unsoundness and instability of his judgement. For this man did not hear from the prophet David that Blessed are those who keep judgement: those who keep it, not those who overthrow it. These are those likened to the foolish, who lay upon the sand—the instability of their resolve—the foundation of their spiritual building, which a few drops of temptations and a brief torrent of the assaults of the evil one, drawing away the base from underneath, have both dissolved and scattered abroad.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Περὶ ὑπακοῆς πληρέστερον.
On obedience more fully.
1. Ὅπως μὲν οὖν προσήκει τὸν ἅπαξ ἑνωθέντα πνευματικῷ συστήματι φυλάττειν τὴν ἕνωσιν ἀδιάλυτον, κατὰ τὸ ἐνὸν ὑπεθέμεθα. Νῦν δ' αὖ πάλιν τὸν περὶ τῆς ὑπακοῆς λόγον γυμνάσωμεν· καὶ πρότερον μὲν διὰ βραχέων ἐπελθόντες, νῦν δὲ τελεώτερον ἐκτιθέμενοι· καὶ δείξωμεν, ὁπόσην ὁ ἀκριβὴς ἀπαιτεῖ λόγος παρὰ τῶν ἀσκητῶν τῷ προεστῶτι τὴν εὐπείθειαν. Ἐξ αὐτῆς γὰρ τῆς ἁγίας Γραφῆς πειράσομαι ταύτης τὸ μέτρον διασαφῆσαι. Παῦλος ὁ ἀπόστολος, Ῥωμαίοις ἐπιστέλλων, προστάσσει πάσαις ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, ἐξουσίαις ταῖς τοῦ
1. How, then, it befits one who has once been united to a spiritual community to keep that union indissoluble, we have set forth so far as lay in us. Now, however, let us once again exercise the discourse concerning obedience, having previously gone over it briefly, and now setting it forth more completely; and let us show how great a compliance exact reason demands from ascetics towards him who presides. For from Holy Scripture itself I shall endeavour to make plain its measure. Paul the apostle, writing to the Romans, enjoins submission to all governing authorities—the authorities of the
Notes, col. 1401

On the reading

Printed καιρον, for καιρὸν.

Printed εισιν, for εἰσιν.

PG 31:1404Read from the page
κόσμου, οὐ ταῖς πνευματικαῖς· καὶ τοῦτο ἐκ τῶν ἐπαγομένων ἐδήλωσεν, εἰπὼν περὶ φέρων καὶ τέλους, καὶ τὸν ἀντιτασσόμενον κατά γε τὸ σμικρότατον τῇ ἐξουσίᾳ τῷ Θεῷ ἀντιτάσσεσθαι ἀποφαίνεται. Εἰ τοίνυν τοῖς τοῦ κόσμου τούτου ἄρχουσι, τοῖς κατὰ νόμον ἀνθρώπινον τὴν ἀρχὴν εἰληφόσι, τοσαύτην ὑποταγὴν παρὰ τῶν εὐσεβούντων ὁ θεῖος νόμος ἀπένειμε, καὶ ταῦτα τηνικαῦτα ἐν ἀσεβείᾳ διαζῶσι· πόσην εὐπείθειαν ὀφείλει ὁ ἀσκητὴς τῷ παρὰ Θεοῦ καταστάντι ἄρχοντι, καὶ παρὰ τῶν νόμων ἐκείνου λαβόντι τὴν ἐξουσίαν, εἰσφέρειν; Πῶς δὲ οὐκ ἂν ἀντιτάξαιτο τῇ τοῦ Θεοῦ διαταγῇ ὁ τῷ καθηγουμένῳ ἀντιτασσόμενος; ἄλλως τε καὶ διαῤῥήδην τοῦ Ἀποστόλου κελεύοντος τοῖς πνευματικοῖς ἡγουμένοις ὑπείκειν ἐν πᾶσι. Πείθεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Εἰ οὖν τὸ μὴ πρὸς ἀκρίβειαν πείθεσθαι ἀλυσιτελὲς, προσήκει μεταδιώκειν ἡμᾶς τὸ λυσιτελέστερον. Τὸ γὰρ ἀλυσιτελὲς, οἶμαι, μεγάλης ζημίας καὶ μεταμελείας καὶ διορθώσεως ἔμφασιν ἐπιφέρεται.
world, not the spiritual ones; and he made this clear from what follows, speaking concerning tributes and custom, and he declares that he who resists the authority even in the slightest degree resists God. If, therefore, to the rulers of this world, who have received their rule according to human law, the divine law assigned so great a subjection from the pious, even though at that time they lived in ungodliness, how great a compliance ought the ascetic to render to the ruler appointed by God and having received his authority from His laws? And how would he who resists his leader not resist the ordinance of God? especially since the Apostle expressly commands us to yield to spiritual leaders in all things. For obey your leaders, he says, and yield to them. For they keep watch on behalf of your souls, as those who will render an account, so that they may do this with joy, and not groaning; for this is unprofitable for you. If, then, not obeying with exactness is unprofitable, it befits us to pursue what is more profitable. For the unprofitable, I think, carries with it the implication of great loss and repentance and correction.
2. Ζηλοῦν δὲ προσήκει μάλιστα τὴν τῶν ἁγίων εὐπείθειαν, ἣν περὶ τὸν Θεὸν ἐπεδείξαντο, εἴ γε μέλλοιμεν ἀρκοῦντι ὑποδείγματι περὶ τὴν ὑπόθεσιν χρώμενοι, καλῶς τὴν ὑπακοὴν ἀπεργάζεσθαι. Καὶ μηδεὶς οἰέσθω με κρατύνειν ἐθέλοντα τὴν περὶ τοὺς ἡγουμένους εὐπείθειαν, ὑπέρογκα παράγειν τὰ ὑποδείγματα, καὶ τῇ πρὸς τὸν Θεὸν ὑπακοῇ τολμᾷν αὐθαδῶς παρεικάζειν τὴν πρὸς τοὺς ἀνθρώπους εὐπείθειαν. Οὐ γὰρ οἴκοθεν ὁρμηθεὶς, ἀλλ' ἀπ' αὐτῶν τῶν θείων Γραφῶν, ταύτην τὴν εἰκασίαν πεποίημαι. Σκόπησον γὰρ τί ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ, τὴν περὶ τοὺς ἑαυτοῦ δούλους θεσπίζων ὑπακοήν· Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ πάλιν ἑτέρωθι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Ὅτι δὲ ὃ τοῖς ἀποστόλοις εἴρηκε, περὶ πάντων τῶν μετ' αὐτοὺς καθηγησομένων ἐνομοθέτησεν, ἐκ πολλῶν καὶ ἀναμφιλέκτων μαρτυριῶν τῆς θείας Γραφῆς καὶ τεκμηρίων ἐναργεστάτων ἐστι παραστῆσαι. Ὥστε ἀκολούθως καὶ ἡμεῖς τοῖς θείοις θεσπίσμασι τοὺς λόγους ἐποιησάμεθα, φήσαντες δεῖν τὴν τῶν ἁγίων περὶ τὸν Θεὸν εὐπείθειαν ὑπόδειγμα τῆς περὶ τοὺς προεστῶτας ὑπακοῆς ἑαυτοῖς προτιθέναι. Πῶς οὖν οἱ ἅγιοι τῷ Δεσπότῃ τὴν εὐπείθειαν ἐπεδείξαντο; Σκόπησόν μοι τὸν Ἀβραὰμ κελευόμενον καταλιμπάνειν οἶκον, πατρίδα, περιουσίαν, κτήματα, συγγενεῖς, φίλους καὶ ἐπὶ τούτοις διώκειν τὰ ἐναντία, τὴν ξένην, τὸ ἀνεπίγνωστον, τὴν πλάνην, τὴν πενίαν, τοὺς φόβους,
2. And it befits us above all to emulate the compliance of the saints which they displayed towards God, if indeed, using a sufficient example for our subject, we are to accomplish obedience well. And let no one suppose that I, wishing to strengthen compliance towards leaders, am adducing extravagant examples, and daring presumptuously to liken compliance towards men to obedience towards God. For not setting out from myself, but from the divine Scriptures themselves, have I made this comparison. For consider what the Lord says in the Gospels, ordaining obedience towards His own servants: He who receives you receives Me; and again elsewhere: He who hears you hears Me; and he who rejects you rejects Me. And that what He said to the apostles He legislated concerning all who should lead after them, it is possible to establish from many indisputable testimonies of divine Scripture and most evident proofs. Wherefore we too have framed our words conformably with the divine ordinances, saying that we must set before ourselves the compliance of the saints towards God as a pattern of obedience towards those who preside. How, then, did the saints display compliance to the Master? Consider for me Abraham, commanded to leave behind house, fatherland, substance, possessions, kinsfolk, friends and besides these to pursue their opposites, a strange land, the unknown, wandering, poverty, fears,
Notes, col. 1404

On the reading

Printed φέρων, for φόρων.

PG 31:1405Read from the page
τοὺς κινδύνους, καὶ ὅσα τοῖς ξενιτεύουσιν ἕπεται δυσχερῆ· καὶ ἀμελητὶ ὑπακούοντα, καὶ καταλιμπάνοντα μὲν τὴν οἴκοι εὐπραγίαν καὶ ἀνάπαυσιν, ἀνθαιρούμενον δὲ ταύτης τὴν ἐπὶ τῆς ἀλλοδαπῆς ταλαιπωρίαν καὶ ἄλην.
dangers, and all the hardships that attend those living as strangers abroad; and obeying without delay, and leaving behind prosperity and repose at home, while choosing in exchange for this distress and wandering in a foreign land.
3. Ὁρᾷς ἀσκητὴν ἀκριβέστατον, καὶ τῆς κοσμικῆς ἁπάσης εὐημερίας διὰ τὸν Θεὸν ὑπερόπτην; Ἀλλ' ἐπίωμεν τὰ ἑξῆς. Καταλαμβάνει μὲν τὴν Παλαιστίνην, τὸν παρὰ Θεοῦ ὑποδειχθέντα τόπον εἰς παροικίαν· λιμοῦ δὲ καταλαβόντος τὴν χώραν, εἰς Αἴγυπτον μετανίσταται, κἀκεῖ τῆς γυναικὸς ἀφαιρεθείσης, οὐ μικροψυχεῖ, οὐδὲ ταῖς οἰκονομίαις τοῦ Θεοῦ καταμέμφεται, ὡς τῆς εὐπειθείας τοιαύτας ἀντιδεχόμενος ἀμοιβάς· ἀλλὰ πράως καὶ τοῦτο ἤνεγκε τὸ πάντων βαρύτατον ἀδικημάτων ἀδίκημα, οὐχ ἅπαξ, ἀλλὰ γὰρ καὶ αὖθις ὑπὸ τοῦ Γεράρων βασιλέως γενόμενον. Κρίνας γὰρ ἅπαξ ὑπακούειν Θεῷ, οὐκ ἐσκόπει τί ἐπ' αὐτῷ οἰκονομεῖ ὁ Θεὸς, ἀλλ' ὅπως αὐτὸς ἀκριβεστάτην καὶ ἀνεπίληπτον τὴν ὑπακοὴν εἰσενέγκηται. Διά τοι τοῦτο καὶ τὸ τελευταῖον λαμβάνει μὲν τὸν παῖδα τὸν Ἰσαὰκ, μακρᾶς εὐχῆς καὶ πίστεως ἆθλον καὶ δώρημα· ἐπειδὴ δὲ ἑώρα αὐτὸν εἰς ὥραν ἡλικίας προβαίνοντα, καὶ ἐλπίδας ἀγαθὰς τοῖς γεγεννηκόσι παρέχοντα διαδοχῆς, καὶ τῆς μετέπειτα τοῦ γένους συστάσεως, τὸ τηνικαῦτα μετὰ τοσαύτας ἐλπίδας κελεύεται παρὰ τοῦ Θεοῦ ἀναγαγεῖν αὐτὸν εἰς ὄρος ὑψηλὸν, καὶ καταθύειν τῷ δεδωκότι. Δεξάμενος δὲ τὴν ἀπότημον ταύτην φωνὴν, καὶ τὴν φοβερὰν λειτουργίαν, καὶ τὸ τῆς φύσεως ἰσχυρότερον οὐκ ἐπίταγμα μόνον ἀλλὰ καὶ ἄκουσμα, ὅπως πράως ἤνεγκεν, ὅπως οὐκ ἐξέστη τὰς φρένας, ὅπως οὐ κατέπεσε τὴν ψυχὴν, ἀλλ' ὥσπερ ἄρνα τινὰ καταθύειν μέλλων, οὕτως ἠρεμαίῳ καὶ ἀταράχῳ φρονήματι τὸν ζυγὸν τῆς ὑπακοῆς ἐπιθέμενος, ᾔει σὺν τῷ παιδὶ, τὸ προσταχθὲν ἐκπληρώσων, οὐδὲν οὐδὲ ἐν τούτῳ πολυπραγμονῶν τὴν τοῦ Θεοῦ κρίσιν, οὐδὲ μεμφόμενος, ἀλλὰ τὸ οἰκεῖον σκοπῶν, ὅπως ἂν κατὰ μηδὲν τὴν ὑπακοὴν παραλύσειεν. Οὕτω τοι καὶ λαμπρὸν ἤρατο στέφανον, τῇ οἰκουμένῃ στήλη πίστεως καὶ ὑπακοῆς ἱδρυνθείς. Ἐνῆν μὲν οὖν καὶ τῶν λοιπῶν ἁγίων τῶν κατὰ παλαιὰν ἱστορίαν διαλαμψάντων τὴν εὐπείθειαν διελθεῖν, εἰς παίδευμα τῆς τῶν ἀσκητῶν ἀναμφιλέκτου ὑπακοῆς· ἀλλ' ἵνα μὴ μακρὸν τὸν λόγον ἀπεργασώμεθα, ἕκαστον τῶν παιδεύεσθαι βουλομένων τῇ ἀκροάσει τῶν ἁγίων Γραφῶν παραπέμψαντες, αὐτοὶ ἐπὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος τὸν λόγον τρεψόμεθα, δεικνύντες πῶς ὑπήκουον, καὶ πῶς ὑπετάσσοντο. Ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ἔτι
3. Do you see a most exact ascetic, and a despiser of all worldly prosperity for God's sake? But let us go over what follows. He reaches Palestine, the place pointed out by God for his sojourning; and when famine overtakes the land, he removes into Egypt, and there, when his wife is taken away, he does not lose heart, nor does he find fault with the dispensations of God, as receiving such requitals in return for his compliance; rather, meekly did he bear this too, the heaviest wrong of all wrongs, wrought not once, for indeed it happened a second time also at the hands of the king of Gerar. For having once judged to obey God, he did not examine what God was dispensing regarding him, save how he himself might render obedience most exact and blameless. On this account, therefore, at the last he receives his child Isaac, the prize and gift of long prayer and faith; and when he saw him advancing to the bloom of age, and affording his parents good hopes of succession and of the subsequent establishment of his race, at that very time after so great hopes he is commanded by God to lead him up to a high mountain and sacrifice him to Him Who had given him. And having received this stern voice, and the fearful ministry, and what was stronger than nature not only as a command but even to hear, how meekly he bore it, how he was not beside his wits, how he did not sink in soul, but as though about to sacrifice some lamb, placing upon himself with a calm and untroubled mind the yoke of obedience, he went with the child to fulfil what had been enjoined, busying himself not at all even in this over the judgement of God, nor finding fault, but looking to his own part, how in nothing he might relax his obedience. Thus indeed he also won a bright crown, established for the inhabited world as a pillar of faith and obedience. Now it would have been possible to go through the compliance of the rest of the saints also who shone forth in ancient history, for the instruction of the ascetics in indisputable obedience; but lest we make our discourse long, referring each of those who wish to be instructed to the hearing of the Holy Scriptures, we ourselves shall turn our discourse to the disciples of the Saviour, showing how they obeyed and how they submitted themselves. Jesus spoke to them while still
Notes, col. 1405

On the reading

Printed ἀπότημον, for ἀπότομον.