Migne Reading Room

PG 31 · cols. 1124–1133 · Read from the page

Rules treated more briefly

Rules treated more briefly

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1124Read from the page
ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· καὶ ἀλλαχοῦ λέγοντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, μετανοῆσαι ὀφείλει ὁ τοιοῦτος· πρῶτον μὲν, ὅτι ἀφ' ἑαυτοῦ τολμᾷ τι ὁρίζειν, οἷον ἂν ᾖ· οὐδὲ γὰρ αὐτὰ τὰ καλὰ ἐξ αὐθεντίας ποιεῖν χρή· ἔπειτα δὲ, καὶ σφοδρότερον, ὅτι παρὰ τὸ ἀρέσκον Θεῷ ὁρίσαι οὐκ ἐφηβήθη. Ὅτι δὲ ἀνατρέπειν χρὴ τὸ παρ' ἐντολὴν τοῦ Κυρίου κατὰ πρόλήψιν ὁρισθὲν, δείκνυται σαφῶς ἐπὶ τοῦ ἀποστόλου Πέτρου, ὁρισαμένου μὲν κατὰ πρόληψιν, ὅτι Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα· ἐπειδὴ δὲ ἤκουσε τοῦ Κυρίου ἀποφηναμένου· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, εὐθὺς μεταθεμένου, καὶ εἰπόντος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
which I speak to you, I speak not from myself; and when He says elsewhere, I have come down from heaven, not to do my own will, but the will of the Father Who sent me, such a man ought to repent: first indeed, because of himself he dares to determine anything, of whatever sort it may be—for not even good things themselves ought one to do of one's own authority; and next, and much more gravely, because he was not afraid to determine contrary to what is pleasing to God. And that one must overturn what has been determined through preconception contrary to the commandment of the Lord is clearly shown in the case of the apostle Peter, who determined indeed through preconception: Never shall you wash my feet unto the age; yet after he heard the Lord declare: Unless I wash you, you have no part with me, straightway changed his mind and said: Lord, not my feet only, but also my hands and my head.
ΕΡΩΤΗΣΙΣ ΞΑʹ.
Question 61.
Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς ψαλμοὺς μαθεῖν βούληται, τί χρὴ αὐτῷ ποιῆσαι.
If someone neither is able to work, nor is willing to learn the psalms, what ought one to do with him.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦ Κυρίου ἐν παραβολῇ εἰπόντος περὶ τῆς ἀκάρπου συκῆς· Ἔκκοψον αὐτὴν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; προσάγειν μὲν αὐτῷ τὴν ἐπιμέλειαν πᾶσαν ἀναγκαῖον· ἐὰν δὲ μὴ ἀνέχηται, τὸ προστεταγμένον περὶ τοῦ ἐπιμένοντος τῇ ἁμαρτίᾳ καὶ ἐπ' αὐτῷ παραφυλαχθῆναι χρή. Καὶ γὰρ ὁ ἀργὸς τοῦ καλοῦ μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ κρίνεται.
Since the Lord in a parable said concerning the fruitless fig-tree: Cut it down; why does it also make the ground useless? it is necessary indeed to apply all care to him; but if he refuses to endure it, what has been ordained concerning him who persists in sin must be observed in his case also. For indeed he who is idle in what is good is judged together with the devil and his angels.
ΕΡΩΤΗΣΙΣ ΞΒʹ.
Question 62.
Τί ἐὰν ποιήσῃ τις ὡς κρύψας τὸ τάλαντον, κατακρίνεται.
By doing what is someone condemned as having hidden the talent.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὁ οἱανδήποτε χάριν Θεοῦ παρακατασχὼν εἰς ἀπόλαυσιν ἑαυτοῦ, καὶ μὴ ἄλλους εὐεργετῶν, ὡς κρύπτων τὸ τάλαντον κατακρίνεται.
He who retains any grace whatsoever of God for his own enjoyment, and does not benefit others, is condemned as hiding the talent.
ΕΡΩΤΗΣΙΣ ΞΓʹ.
Question 63.
Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται, ὡς ἐκεῖνοι οἱ γογγύσαντες κατὰ τῶν ἐσχάτων.
By doing what is someone condemned like those who murmured against the last.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἕκαστος ἐπὶ τῷ ἰδίῳ ἁμαρτήματι κατακρίνεται· καὶ οἱ γογγύσαντες ἐπὶ τῷ γογγυσμῷ. Ἄλλοι δὲ πολλάκις δι' ἄλλην ὑπόθεσιν γογγύζουσιν. Οἱ μὲν γὰρ, ὅτι ἐπέλειψεν αὐτοῖς τὰ πρὸς χορτασίαν, ὡς γαστρίμαργοι καὶ θεοποιοῦντες τὴν κοιλίαν· οἱ δὲ, ὅτι τὰ ἴσα τοῖς ἐσχάτοις ἐτιμήθησαν, φθόνου διδόντες ἀπόδειξιν τοῦ συζύγου τῷ φόνῳ· καὶ ἄλλοι δι' ἄλλο τι.
Each one is condemned for his own sin, and those who murmured for their murmuring. Yet others often murmur on some other pretext: some indeed because things for their filling have failed them, as gluttons and making a god of their belly; others because they were honoured equally with the last, giving proof of envy, which is yoked with murder; and others on account of something else.
Notes, col. 1124

On the reading

Printed ἐφηβήθη, for ἐφοβήθη.

Printed πρόλήψιν, for πρόληψιν.

PG 31:1125Read from the page
ΕΡΩΤΗΣΙΣ ΞΔʹ
Question LXIV
Τοῦ Κυριου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, « Συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων· » τί ἐστι τὸ σκανδαλίσαι; ἢ πῶς αὐτὸ φυλαξώμεθα, ἵνα μὴ τὸ οὕτω φοβερὸν κρῖμα ἔλθῃ ἐφ' ἡμᾶς.
Since our Lord Jesus Christ says, "It is profitable for him that a millstone turned by an ass should be hung about his neck, and that he be cast into the sea, rather than that he should scandalize one of these little ones," what is it to scandalize? Or how shall we guard against it, lest so fearful a judgement come upon us?
ΑΠΟΚΡΙΣΙΣ
Answer
Σκανδαλίζει μέν τις, παρανομῶν λόγῳ ἢ ἔργῳ, καὶ ἕτερον πρὸς παρανομίαν ἐνάγων, ὡς ὁ ὄφις τὴν Εὔαν, καὶ ἡ Εὔα τὸν Ἀδάμ· ἢ κωλύων ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Πέτρος τὸν Κύριον, εἰπών· Ἴλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ ἀκούσας· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ἢ οἰκοδομῶν τὸ φρόνημα τοῦ ἀσθενοῦς εἴς τι τῶν ἀπηγορευμένων, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, εἰπόντι· Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; οἷς ἐπιφέρει· Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Γίνεται δὲ τὸ σκάνδαλον κατὰ πλείονας αἰτίας. Ἢ γὰρ παρὰ τὸν σκανδαλίζοντα τὸ σκάνδαλον γίνεται, ἢ παρὰ τὸν σκανδαλιζόμενον τὸ σκανδαλισθῆναι συμβαίνει. Καὶ ἐν τούτοις πάλιν διαφόρως· ποτὲ μὲν γὰρ κατὰ ἀπειρίαν ἢ τούτου, ἢ ἐκείνου. Ἔστι δὲ ὅτε ἐν τῇ ὀρθοτομίᾳ τοῦ λόγου ἡ τῶν σκανδαλιζομένων κακία ἐκδηλοτέρα γίνεται· καὶ ἐν τοῖς πράγμασι δὲ ὁμοίως. Ἢ γὰρ ἐντολὴν Θεοῦ ποιοῦντος, ἢ τοῖς ἐν ἐξουσίᾳ κειμένοις ἐπ' ἀδείας χρωμένου ὁ σκανδαλιζόμενος σκανδαλίζεται. Ὅταν μὲν οὖν τοῖς κατ' ἐντολὴν γινομένοις προσκόπτωσιν ἄνθρωποι, καὶ ἐπὶ τούτοις σκανδαλίζωνται (ὡς ἐν τῷ Εὐαγγελίῳ τινὲς ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου κατὰ τὸ θέλημα τοῦ Πατρὸς γινομένοις καὶ λεγομένοις), τότε χρὴ μνημονεύειν τοῦ Κυρίου περὶ τῶν τοιούτων ἀποκριναμένου, ἡνίκα προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Οἶδας, ὅτι οἱ Φαρισαῖοι, ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν; πρὸς οὕς φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Καὶ πολλὰ τοιαῦτα
Indeed, someone scandalizes when he transgresses the law in word or in deed, and leads another on towards transgression of the law, as the serpent [led] Eve, and Eve [led] Adam; or when he hinders the doing of the will of God, as Peter [hindered] the Lord, saying: Mercy on you, Lord, this shall by no means happen to you; and hearing: Get behind me, Satan, you are a stumbling-block to me, because you do not mind the things of God, but the things of men; or when he emboldens the mind of the weak towards something among the things forbidden, according to what is written in the Apostle, saying: For if anyone sees you, who have knowledge, reclining at table in an idol's temple, will not his conscience, since he is weak, be emboldened so as to eat the things sacrificed to idols? to which he adds: Wherefore if food scandalizes my brother, I will by no means eat flesh for ever, lest I scandalize my brother. Now scandal arises from several causes. For either the scandal arises on the part of him who scandalizes, or the being scandalized comes to pass on the part of him who is scandalized. And in these cases again in different ways: for at times [it happens] through the inexperience either of the one or of the other. And sometimes in the right handling of the word the malice of those who are scandalized becomes more manifest; and in actions likewise. For he who is scandalized is scandalized either when one fulfils a commandment of God, or when one freely uses the things that lie within one's lawful power. Whenever, therefore, men take offence at the things done according to commandment, and are scandalized at these (as in the Gospel certain men [were] at the things done and spoken by the Lord according to the will of the Father), then one must remember the Lord answering concerning such men, when the disciples came to Him and said: Do you know that the Pharisees, having heard the saying, were scandalized? to whom He says: Every plant which my heavenly Father did not plant shall be uprooted. Leave them alone: they are blind guides of the blind. And if a blind man guides a blind man, both will fall into a pit. And many such things
Notes, col. 1125

On the reading

Printed Κυριου, for Κυρίου.

PG 31:1128Read from the page
καὶ ἐν τοῖς Εὐαγγελίοις, καὶ παρὰ τῷ Ἀποστόλῳ εὕροι τις ἄν. Ὅταν δὲ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένοις προσκόπτῃ τις, ἢ σκανδαλίζηται, εἰς ἀνάμνησιν ἐλθεῖν δεῖ τότε τῶν τοῦ Κυρίου πρὸς τὸν Πέτρον ῥημάτων, εἰπόντος· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ· καὶ τῶν τοῦ Ἀποστόλου πρὸς Κορινθίους γραμμάτων, ἐν οἷς φησιν· Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· καὶ πάλιν· Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. Ὅπως δέ ἐστι φοβερὸν τὸ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κεῖσθαι δοκοῦσι περιορᾷν τὸν ἀδελφὸν σκανδαλιζόμενον ἐν τούτοις, δείκνυσι μὲν ἡ τοῦ Κυρίου παραγγελία, καθόλου πάντα σκανδαλισμοῦ τρόπον ἀπαγορεύοντος, καὶ λέγοντος· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς. Μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος λέγων ποτὲ μέν· Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον· ποτὲ δὲ διὰ περισσοτέρας κατασκευῆς σφοδρότερον ἀπαγορεύων τὸ ἄτοπον, δι' ὧν φησιν· Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι' ὃν Χριστὸς ἀπέθανεν. Οἷς ἐπιφέρει· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καὶ ἀλλαχοῦ, εἰπών· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; ἑξῆς ἐπιλέγει· Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὕτω δὲ φοβεροῦ δειχθέντος τοῦ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κειμένοις σκανδαλίζειν τὸν ἀδελφὸν, τί ἄν τις εἴποι περὶ τῶν ἐν τῷ τὰ ἀπηγορευμένα ποιεῖν ἢ λέγειν σκανδαλιζόντων; καὶ μάλιστα ὅταν ἢ γνῶσιν ἔχων περισσοτέραν φαίνηται ὁ σκανδαλίζων, ἢ ἐν βαθμῷ ἐξετάζηται ἱερατικῷ· ὃς, ὥσπερ κανὼν καὶ τύπος ὀφείλων προκεῖσθαι τοῖς ἄλλοις, κἂν βραχύ τι παρίδῃ τῶν γεγραμμένων, ἢ πράξας τὸ κεκωλυμένον, ἢ ἐλλιπὼν τὸ προστεταγμέ-
one might find both in the Gospels and in the Apostle. But whenever anyone takes offence or is scandalized at the things that lie within our lawful power, one must then call to remembrance the words of the Lord to Peter, when He said: Then indeed the sons are free; yet lest we scandalize them, go to the sea, cast a hook, and take up the first fish that comes up; and upon opening its mouth, you will find a stater; take that and give it to them for me and you; and the writings of the Apostle to the Corinthians, wherein he says: I will by no means eat flesh for ever, lest I scandalize my brother; and again: It is good neither to eat flesh, nor to drink wine, nor [anything] whereby your brother stumbles, or is scandalized, or is weak. And how fearful a thing it is, in matters that seem to lie within our lawful power, to overlook a brother's being scandalized therein, is shown indeed by the precept of the Lord, Who forbids altogether every manner of giving scandal, and says: See that you do not despise one of these little ones; for I say to you that their angels continually behold the face of my Father, Who is in heaven. And the Apostle also bears witness, saying at one time: But judge this rather, not to put a stumbling-block or a scandal in the brother's way; and at another time through more ample elaboration forbidding the outrage more vehemently, in the words wherein he says: For if anyone sees you, who have knowledge, reclining at table in an idol's temple, will not his conscience, since he is weak, be emboldened so as to eat the things sacrificed to idols? And the weak brother will perish by your knowledge, he for whose sake Christ died. To which he adds: And thus sinning against the brethren, and wounding their weak conscience, you sin against Christ. Wherefore if food scandalizes my brother, I will by no means eat flesh for ever, lest I scandalize my brother. And elsewhere, having said: Or have only I and Barnabas no right to refrain from working? he next subjoins: Nevertheless we did not use this right, but we endure all things, lest we put any hindrance in the way of the Gospel of Christ. Now since to scandalize one's brother in matters that lie within one's lawful power has been shown to be so fearful a thing, what could anyone say concerning those who scandalize by doing or saying things that are forbidden? And especially when he who scandalizes either appears to possess greater knowledge, or is counted in a priestly rank: who, whereas he ought to be set before others like a rule and pattern, even if he overlooks some slight part of the things written, either having done what is forbidden, or having fallen short of that which has been
PG 31:1129Read from the page
νον, ἢ ὅλως ἐφησυχάσας τινὶ τοιούτῳ, καὶ ἐν τούτῳ μόνῳ τοσοῦτον ἔχει τὸ κρῖμα, ὥστε τὸ αἷμα τοῦ ἁμαρτάνοντος, φησὶν, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται.
commanded, or having altogether acquiesced in anything of the sort, even on this score alone incurs so great a judgement that the blood of the sinner, it says, shall be required at his hands.
ΕΡΩΤΗΣΙΣ ΞΕʹ.
Question LXV.
Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει.
How someone holds down the truth in unrighteousness.
ΑΠΟΚΡΙΣΙΣ
Answer
Ὅταν τοῖς παρὰ τοῦ Θεοῦ δεδομένοις ἀγαθοῖς εἰς τὰ ἴδια θελήματα καταχρήσηται, ὅπερ ἀπηρνήσατο ὁ Ἀπόστολος εἰπών· Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν· Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων.
Whenever he misuses for his own desires the good gifts given by God, a thing which the Apostle disavowed, saying: For we are not, like the many, peddling the word of God; and again: For neither at any time did we come with speech of flattery, just as you know, nor with a pretext for covetousness, God is witness; nor seeking glory from men, neither from you, nor from others.
ΕΡΩΤΗΣΙΣ ΞϚʹ.
Question LXVI.
Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία.
What is strife, and what is contentiousness.
ΑΠΟΚΡΙΣΙΣ
Answer
Ἔρις μέν ἐστιν, ὅταν τις, ὑπὲρ τοῦ μὴ ἐλάττων φανῆναί τινος, σπουδάζῃ ποιεῖν τι· ἐριθεία δὲ τὸ ἐξ ὧν ποιεῖ τις ἐπιδεικτικῶς ἢ κενοδόξως προκαλεῖσθαι, καὶ ἐρεθίζειν ἄλλους εἰς τὰ ὅμοια. Καὶ γὰρ ὁ Ἀπόστολος, ποτὲ μὲν ἐριθείας μνημονεύων, τὴν κενοδοξίαν ἐπισυνάπτει, εἰπὼν, Μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν· ποτὲ δὲ κενοδοξίαν προτάξας, μετὰ ταύτης καὶ τὴν ἐριθείαν ἑτέρῳ ὀνόματι ἀπαγορεύει, λέγων· Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι.
Strife, indeed, is when someone, so as not to appear inferior to another, strives eagerly to do something; contentiousness, however, is by means of the things one does ostentatiously or vaingloriously to provoke and stir up others to the like. For indeed the Apostle, at one time making mention of contentiousness, joins vainglory to it, saying, Nothing by way of contentiousness or vainglory; and at another time having placed vainglory first, together with this forbids contentiousness also under another name, saying: Let us not become vainglorious, provoking one another.
ΕΡΩΤΗΣΙΣ ΞΖʹ.
Question LXVII.
Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια.
What is uncleanness, and what is licentiousness.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τὴν μὲν ἀκαθαρσίαν ὁ νόμος ἔδειξε, χρησάμενος τῷ ὀνόματι ἐπὶ τῶν ἀκουσίως ἐκ φυσικῆς ἀνάγκης συμβαινόντων· τὴν δὲ ἀσέλγειαν δοκεῖ μοι ἐμφαίνειν ὁ σοφώτατος Σολομὼν, ἡδὺν καὶ ἀνάλγητον ὀνομάσας· ὡς εἶναι τὴν ἀσέλγειαν διάθεσιν ψυχῆς μὴ ἔχουσαν ἢ μὴ φέρουσαν ἄλγος ἀθλητικόν· ὥσπερ καὶ ἀκρασία ἐστὶν ἡ μὴ σχοῦσα κράτος κατὰ τῶν ἐνοχλουσῶν ἡδονῶν
Uncleanness the law indicated, applying the name in the case of things that occur involuntarily out of natural necessity; licentiousness, however, the most wise Solomon seems to me to set forth when he named [a man] given to pleasure and insensible to pain: so that licentiousness is a disposition of soul neither possessing nor enduring the pain of athletic struggle, just as incontinence also is that which has not held mastery against harassing pleasures
ΕΡΩΤΗΣΙΣ ΞΗʹ.
Question LXVIII.
Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐλόγου, καὶ πῶς πολλάκις ἀπὸ ἀγανακτήσεως ἀρχόμενοι, εὑρισκόμεθα θυμούμενοι.
What is characteristic of wrath, and what is characteristic of reasonable indignation, and how, often beginning from indignation, we find ourselves enraged.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Θυμοῦ ἴδιον ὁρμὴ ψυχῆς ἐν μελέτῃ κακώσεως
Characteristic of wrath is an impulse of soul in the premeditation of inflicting harm
PG 31:1132Read from the page
κατὰ τοῦ παροξύναντος· ἀγανακτήσεως δὲ ἐπιστήμονος ἴδιον σκοπὸς διορθώσεως τοῦ ἡμαρτηκότος ἀπὸ διαθέσεως ἀπαρεσκομένης τῷ γενομένῳ. Τὸ δὲ ἀπὸ καλοῦ ἀρχομένην ψυχὴν ἐκπίπτειν εἰς κακὸν, οὐδὲν παράδοξον· πολλὰ γὰρ ἄν τις εὕροι τοιαῦτα. Διόπερ μνημονεύειν χρὴ τῆς θεοπνεύστου Γραφῆς λεγούσης· Ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι· καὶ πάλιν· Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ· καὶ φυλάσσεσθαι πανταχοῦ τήν τε ἀμετρίαν καὶ τὴν ἀκαιρίαν, καὶ τὴν ἀταξίαν. Παρὰ γὰρ τὴν αἰτίαν τῶν εἰρημένων ἕκαστον, καὶ τὸ δόξαν εἶναι καλὸν, πολλάκις εἰς κακὸν μετέπεσεν.
against the one who provoked it; whereas characteristic of prudent indignation is an aim for the correction of him who has sinned, out of a disposition displeased with what has been done. Now that a soul beginning from what is good should lapse into evil is nothing paradoxical; for one might find many such cases. Wherefore one must remember the divinely inspired Scripture saying: Close beside the path they set stumbling-blocks for me; and again: And even if anyone competes as an athlete, he is not crowned unless he competes lawfully; and everywhere guard against excess and unseasonableness and disorder. For on account of what has been mentioned, each thing, even what seemed to be good, has often turned into evil.
ΕΡΩΤΗΣΙΣ ΞΘʹ.
Question LXIX.
Τὸν μὴ ἔλαττον ἐσθίοντα τῶν λοιπῶν, μήτε σῶμα ἔχοντα κατεῤῥιμμένον, μήτε ἐμπαθῆ γνωριζόμενον, ἀδυναμίαν δὲ πρὸς τὸ ἔργον ὀδυρόμενον, πῶς δεῖ μετέρχεσθαι.
How one ought to deal with him who eats no less than the rest, neither having a prostrated body nor being recognized as afflicted by disease, yet bewailing weakness towards work.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Πᾶσα προφασις ἀργίας πρόφασίς ἐστιν ἁμαρτίας· τὴν γὰρ σπουδὴν μέχρι θανάτου, ὥσπερ καὶ τὴν ὑπομονὴν, ἐπιδείκνυσθαι χρή. Ὅτι δὲ ἡ ὀκνηρία τῇ πονηρίᾳ συνεζευγμένη κατακρίνει τὸν ὀκνηρὸν, ἐκ τῶν τοῦ Κυρίου ῥημάτων φανερὸν, εἰπόντος· Δοῦλε πονηρὲ καὶ ὀκνηρέ
Every pretext for idleness is a pretext for sin; for one must display diligence unto death, just as also endurance. And that sloth yoked together with wickedness condemns the slothful man is plain from the words of the Lord, Who said: Wicked and slothful servant
ΕΡΩΤΗΣΙΣ Οʹ.
Question LXX.
Τὸν παραχρώμενον τοῖς ἱματίοις ἢ τοῖς ὑποδήμασι πῶς δεῖ μετέρχεσθαι· ἐγκαλούμενος γὰρ, μικρολογίαν τοῦ ἐγκαλοῦντος καὶ γογγυσμὸν ὑποπτεύει. Εἰ δὲ μετὰ τὴν προσήκουσαν δευτέραν καὶ τρίτην παράκλησιν τοῖς αὐτοῖς ἐπιμένοι, τί χρὴ αὐτῷ ποιεῖν
How one ought to deal with him who misuses garments or shoes; for when reproved, he suspects pettiness and grumbling in the one who reproves him. And if after the fitting second and third admonition he persists in the same ways, what ought one to do with him
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἐκβάλλει τὴν παράχρησιν ὁ Ἀπόστολος εἰπών· Ὡς χρώμενοι τῷ κόσμῳ τούτῳ, καὶ μὴ παραχρώμενοι. Τῆς γὰρ χρήσεως τὸ μέτρον ἡ ἀπαραίτητος ἀνάγκη τῆς χρείας· ἡ δὲ ὑπὲρ τὴν χρείαν ἢ πλεονεξίας, ἢ φιληδονίας, ἢ κενοδοξίας ἔχει τὴν νόσον. Ὁ δὲ ἐπιμένων τῇ ἁμαρτίᾳ ἔχει τὸ κρῖμα τοῦ μὴ μετανοοῦντος.
The Apostle banishes misuse when he says: As using this world, and not misusing it. For the measure of use is the inescapable necessity of need; whereas [use] beyond need has the disease either of covetousness, or of love of pleasure, or of vainglory. And he who persists in sin incurs the judgement of the unrepentant.
ΕΡΩΤΗΣΙΣ ΟΑʹ.
Question LXXI.
Εἰσί τινες οἱ πρὸ πλείονος τὸ ἡδύτερον τῶν ἐδεσμάτων ἐπιζητοῦντες· ἄλλοι δὲ τὸ πλεῖον μᾶλλον ἢ τὸ ἡδὺ διὰ τὸν κόρον θέλουσιν· πῶς οὖν ἀμφοτέρους πληροφορεῖν χρή.
There are some who seek out the pleasanter of foods ahead of a larger quantity; while others desire the larger quantity rather than the pleasant for the sake of satiety: how then ought one to satisfy both with full assurance?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἀμφότεροι νοσοῦσιν· ὁ μὲν τὴν φιληδονίαν, ὁ δὲ τὴν πλεονεξίαν. Οὔτε δὲ ὁ φιλήδονος οὔτε ὁ πλεονέκτης ἐν οἱῳδήποτε πράγματι ἐκτὸς κατακρί-
Both are diseased: the one with love of pleasure, the other with covetousness. And neither the lover of pleasure nor the covetous man in any matter whatsoever is free from
Notes, col. 1132

On the reading

Printed προφασις, for πρόφασις.

PG 31:1133Read from the page
σεώς ἐστιν. Ἀμφοτέρων οὖν εὐσπλάγχνως ἐπιμεληθῆναι χρὴ πρὸς θεραπείαν τοῦ πάθους. Εἰ δὲ μὴ θεραπεύονται τὴν νόσον, φανερὸν τὸ κρῖμα τῶν μὴ μετανοούντων.
condemnation. One must therefore care compassionately for both towards the healing of the passion. But if they are not healed of the disease, the judgement of the unrepentant is manifest.
ΕΡΩΤΗΣΙΣ ΟΒʹ.
Question LXXII.
Ἐάν τις περὶ τὴν μετάληψιν ἐν ἀδελφότητι ἀσέμνως ἀναστρέφηται λαβρότερον ἐσθίων ἢ πίνων, εἰ δεῖ αὐτὸν ἐλέγχεσθαι.
If someone in the brotherhood conducts himself unseemly in partaking of food, eating or drinking too greedily, whether he ought to be reproved.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὁ τοιοῦτος οὐ φυλάσσει τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ πάλιν· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω· καὶ χρήζει διορθώσεως, πλὴν εἰ μή τις ἀνάγκη τοῦ κόπου ἢ τοῦ τάχους κατεπείγοι· ἀλλὰ καὶ τότε χρὴ τὸ ἀπρόσκοπον ἐσπουδασμένως φυλάττειν.
Such a man does not keep the precept of the Apostle who said: Whether you eat, or drink, or do anything, do all things for the glory of God; and again: Let all things be done becomingly and according to order; and he stands in need of correction, unless some necessity of labour or of haste should press upon him; yet even then one must earnestly guard against giving offence.
ΕΡΩΤΗΣΙΣ ΟΓʹ
Question LXXIII
Τὸν μὴ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως ἐλέγχοντα τὸν ἁμαρτάνοντα, ἀλλ' ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, πῶς χρὴ διορθοῦσθαι μετὰ πλείονα παράκλησιν τῷ αὐτῷ ἐπιμένοντα πάθει
How one ought to correct him who reproves a sinner not out of desire for the brother's correction, but in a passion of avenging himself, when after repeated admonition he persists in the same passion
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὡς φίλαυτος καὶ φίλαρχος γνωριζέσθω ὁ τοιοῦτος· καὶ ὁ τῆς διορθώσεως τρόπος αὐτῷ κατ' ἐπιστήμην τῆς θεοσεβείας φανερούσθω. Εἰ δὲ ἐπιμένοι τῇ κακίᾳ, δῆλον τὸ κρῖμα κατὰ τῶν μὴ μετανοούντων.
Let such a man be recognized as a lover of self and a lover of rule; and let the manner of correction be made plain to him according to the knowledge of godliness. But if he persists in malice, clear is the judgement against the unrepentant.
ΕΡΩΤΗΣΙΣ ΟΔʹ.
Question LXXIV.
Τοὺς ἐξερχομένους ἐκ τῆς ἀδελφότητος, καὶ βουλομένους μονήρη βίον ζῆν, ἢ μετὰ ὀλίγων τῷ αὐτῷ ἕπεσθαι σκοπῷ τῆς εὐσεβείας, εἰ χρὴ ἀφορίζειν, διδαχθῆναι ἀπὸ τῆς Γραφῆς δεόμεθα.
Whether one ought to excommunicate those who go out from the brotherhood and wish to live a solitary life, or with a few to follow the same aim of piety, we ask to be taught from Scripture.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Πολλάκις τοῦ Κυρίου εἰπόντος· Ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖ οὐδέν· καὶ ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος, Ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλωμεν, ταῦτα ποιῶμεν· πᾶν τὸ κατὰ τὸ ἴδιον θέλημα αἱρετὸν ἀλλότριον θεοσεβούντων. Πληρέστερον δὲ περὶ τῶν τοιούτων ἐν τοῖς κατὰ πλάτος εἰρημένοις ἀπεκρινάμεθα.
Since the Lord has often said: The Son does nothing of Himself; and: I have come down from heaven, not to do my own will, but the will of the Father Who sent me; and since the Apostle bears witness: That the flesh lusts against the spirit, and the spirit against the flesh; and these are opposed to one another, so that we may not do whatever things we wish: everything chosen according to self-will is foreign to the godly. More fully, however, concerning such matters we have answered in the Longer Rules.
ΕΡΩΤΗΣΙΣ ΟΕʹ.
Question LXXV.
Εἰ παντὸς ἁμαρτήματος. εἴτε κατὰ νοῦν, εἴτε κατὰ λόγον, εἴτε κατὰ πρᾶξιν, τὸν Σατανᾶν αἴτιον λέγειν ἀκόλουθον.
Whether it is consistent to call Satan the author of every sin, whether in thought, or in word, or in deed.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Καθόλου οἶμαι, ὅτι αὐτὸς καθ' ἑαυτὸν ὁ Σατανᾶς
On the whole I think that Satan himself by himself
Notes, col. 1133

On the reading

Printed ἁμαρτήματος., for ἁμαρτήματος,.