Migne Reading Room

PG 31 · cols. 1136–1145 · Read from the page

Rules treated more briefly

Rules treated more briefly

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1136Read from the page
αἴτιος γενέσθαι τινὶ ἁμαρτίας οὐ δύναται· τοῖς δὲ ἐνυπάρχουσι ποτὲ μὲν φυσικοῖς κινήμασι, ποτὲ δὲ καὶ ἀπηγορευμένοις πάθεσι συγχρώμενος, δι' αὐτῶν καὶ ἐπὶ τὰ οἰκεῖα τῶν παθῶν ἀπάγειν ἐπιχειρεῖ τοὺς μὴ νήφοντας. Συγκέχρηται δὲ τοῖς μὲν φυσικοῖς, ὡς ἐπὶ τοῦ Κυρίου ποιῆσαι ἐπειράθη, ἡνίκα ᾔσθετο αὐτοῦ πεινάσαντος, εἰπών· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται· πάθεσι δὲ ἀπηγορευμένοις, ὡς ἐπὶ τοῦ Ἰούδα, ὃν ἐπειδὴ φιλαργυρίαν νοσοῦντα κατέμαθε, τούτῳ συγχρησάμενος τῷ πάθει, καὶ εἰς τὸ τῆς προδοσίας πτῶμα τὸν φιλάργυρον διὰ τῶν τριάκοντα ἀργυρίων κατηκόντισεν. Ὅτι δὲ καὶ τὰ κακὰ ἐξ ἡμῶν αὐτῶν ἀναφύεται, δείκνυσι σαφῶς ὁ Κύριος· Ἐκ γὰρ τῆς καρδίας, ψησὶν, ἐξέρχονται οἱ διαλογισμοὶ οἱ πονηροί. Συμβαίνει δὲ τοῦτο τοῖς ἐξ ἀμελείας ἀγεώργητα καταλιποῦσι τὰ φυσικὰ τῶν ἀγαθῶν σπέρματα, ὡς κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν. Ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται, καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελειμμένος. Τῇ δὲ ἐκ τῆς τοιαύτης ἀμελείας κεχερσωμένῃ καὶ ἐκλελειμμένῃ ψυχῇ ἀκόλουθον ἐξ ἀνάγκης τὸ ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν, καὶ πάσχειν ἐκεῖνο τὸ εἰρημένον· Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Περὶ ἧς ψυχῆς προείρηται· Καὶ ἐφύτευσα ἄμπελον Σωρὴχ, ὃ ἑρμηνεύεται ἐκλεκτή. Τὸ παραπλήσιον δὲ τούτῳ καὶ παρὰ τῷ Ἱερεμίᾳ εὕροι τις ἂν ἐκ προσώπου τοῦ Θεοῦ λέγοντι· Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
cannot become for anyone the author of sin; yet making joint use at times of the natural movements implanted within, and at times also of forbidden passions, through them he attempts to lead away those who are not sober towards the deeds proper to the passions. Now he has made joint use of natural movements, as he attempted to do in the case of the Lord, when he perceived Him hungering, and said: If you are the Son of God, speak so that these stones may become loaves of bread; and of forbidden passions, as in the case of Judas, whom, once he perceived him to be diseased with avarice, making joint use of this passion, he hurled the covetous man down even into the fall of betrayal by means of the thirty pieces of silver. And that evils also spring up from within ourselves, the Lord clearly shows: For out of the heart, He says, come forth evil thoughts. Now this happens to those who out of negligence leave uncultivated the natural seeds of good things, even as according to what is said in Proverbs: Like a tilled field is a foolish man, and like a vineyard a man lacking understanding. If you leave him alone, he will lie waste and run wholly to weeds, and becomes forsaken. And for the soul laid waste and forsaken through such negligence, it follows of necessity that it brings forth thorns and thistles, and suffers that saying: I waited for it to produce grapes, and it produced thorns. Concerning which soul it was said beforehand: And I planted a vine of Sorech, which is interpreted choice. And something akin to this one might find in Jeremiah also, speaking in the person of God: I planted a fruit-bearing vine, wholly true: how have you turned into bitterness, O strange vine?
ΕΡΩΤΗΣΙΣ ΟϚʹ.
Question LXXVI.
Εἰ χρὴ οἰκονομίᾳ δῆθεν χρησίμου τινὸς ψεύδεσθαι.
Whether one ought to tell a lie by way of dispensation, supposedly for something advantageous.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἡ ἀπόφασις τοῦ Κυρίου τοῦτο οὐ συγχωρεῖ, ἅπαξ εἰπόντος, ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστί· διαφορὰν δὲ ψεύδους οὐδεμίαν ἐμφήναντος. Καὶ ὁ Ἀπόστολος δὲ μαρτυρεῖ γράψας· Κἂν ἀθλῇ τις, οὐ στεφπνοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
The pronouncement of the Lord does not permit this, since He once for all said that falsehood is from the devil, and indicated no distinction in falsehood. And the Apostle also bears witness, having written: Even if anyone competes as an athlete, he is not crowned unless he competes lawfully.
ΕΡΩΤΗΣΙΣ ΟΖʹ.
Question LXXVII.
Τί ἐστι δόλος, καὶ τί ἐστι κακοήθεια.
What is guile, and what is malice.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Κακοήθεια μέν ἐστιν, ὡς λογίζομαι, αὐτὴ ἡ πρώτη καὶ κεκρυμμένη κακία τοῦ ἤθους· δόλος δὲ τὸ πρὸς ἐπιβουλὴν περίεργον, ὅταν τις, ἀγαθόν τι σχη-
Malice, indeed, is, as I reckon, the very primary and hidden wickedness of character; guile, however, is meddlesome contrivance towards a plot, when someone, feigning something good in outward
Notes, col. 1136

On the reading

Printed ψησὶν, for φησὶν.

Printed στεφπνοῦται, for στεφανοῦται.

PG 31:1137Read from the page
ματισάμενος, καὶ τοῦτο, ὥσπερ δέλεαρ, τινὶ προθεὶς, δι' αὐτοῦ τὰ τῆς ἐπιβουλῆς κατεργάσηται
appearance, and setting this forward, like a bait, before someone, accomplishes through it the designs of his plot
ΕΡΩΤΗΣΙΣ ΟΗʹ.
Question LXXVIII.
Ἐφευρεται κακῶν τίνες εἰσίν.
Who are inventors of evils.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Οἱ παρὰ τὰ συνήθη τοῖς πολλοῖς καὶ γνώριμα κακὰ ἄλλα τινὰ προσεπινοοῦντες καὶ ἐξευρίσκοντες.
Those who beyond the evils customary and familiar to the many devise in addition and invent certain other ones.
ΕΡΩΤΗΣΙΣ ΟΘʹ.
Question LXXIX.
Ἐάν τις συνεχῶς ἑαυτοῦ ἐπιλαμβάνηται, ὅτι σκληρῶς προσφέρεται τῷ ἀδελφῷ, πῶς διορθωθήσεται.
If someone continually reproaches himself because he behaves harshly towards his brother, how shall he be corrected.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
⟨Τ⟩ὸ μὲν πρᾶγμα συμβαίνει, ὡς ἐξ αὐτοῦ στοχάζομαι, ἢ ἀπὸ φρονήματος ὑπεροχὴν φανταζομένου, ἢ ἀπὸ λύπης τῆς ἐπὶ ἐλαττώμασι τῶν κατορθοῦν ὀφειλόντων. Τὸ γὰρ ἐξ ἀγαθοῦ τινος ἐλπισθέντος ἐναντίον καὶ λυπηρὸν ἀπαντῆσαν καὶ σφοδρότερόν πως τῆς ψυχῆς καθάπτεται. Ἐπιμελείας δὲ χρεία περισσοτέρας, ἵνα, εἰ μὲν τὸ πρῶτον εἴη, κολάσωμεν τῆς ὑπερηφανίας τὸ πάθος, εἰ δὲ τὸ δεύτερον, πρὸ τῆς ἀγανακτήσεως ἐν παρακλήσει καὶ νουθεσίᾳ τὴν εὐσπλαγχνίαν ἐπιδειξώμεθα. Ἐὰν δὲ ἄρα ὁ τρόπος οὗτος τῆς θεραπείας ἀνενέργητος φανῇ διὰ τὴν τοῦ ὑποκειμένου πάθους κακίαν τότε λοιπὸν καὶ τῇ σφοδρότητι τῆς ἀγανακτήσεως μετὰ συμπαθείας ἐπ' ὠφελείᾳ καὶ διορθώσει τοῦ ἁμαρτήσαντος εὐκαίρως καὶ μετὰ λόγου χρησώμεθα.
The thing happens, so far as I conjecture from the matter itself, either from a mindset imagining superiority, or from grief over the failings of those who ought to act rightly. For when from some hoped-for good something contrary and grievous meets us, it lays hold of the soul somewhat more vehemently. Now there is need of greater care, so that, if it be the first, we may chastise the passion of pride, whereas if the second, before indignation we may display compassion in exhortation and admonition. Yet if indeed this manner of healing should prove ineffectual on account of the malignancy of the underlying passion, then finally let us also employ the vehemence of indignation, with sympathy, seasonably and with reason, for the benefit and correction of him who has sinned.
ΕΡΩΤΗΣΙΣ Πʹ.
Question LXXX.
Πόθεν συμβαίνει τὸ ὥσπερ τῇ διανοίᾳ ἐπιλείπειν λογισμοὺς ἀγαθοὺς καὶ μερίμνας ἀρεσκούσας τῷ Θεῷ, καὶ πῶς, ἵνα μὴ τοῦτο πάσχωμεν.
Whence does it happen that good thoughts and cares pleasing to God fail, as it were, the mind, and how [shall we act] lest we suffer this.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦ Δαβιδ εἰπόντος, Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, εὔδηλον, ὅτι τὸ τοιοῦτον ἀπὸ νυσταγμοῦ τῆς ψυχῆς καὶ ἀναισθησίας συμβαίνει. Γρηγορούσῃ γὰρ τῇ ψυχῇ καὶ νηφούσῃ οὐχὶ μέριμνα Θεῷ ἀρέσκουσα καὶ λογισμὸς ἀγαθὸς ἐπιλείπει, ἀλλ' ἑαυτὴν τούτοις ἐπιλείπουσαν ἐπιβλέπει. Εἰ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς οὔτε ἀρκεῖ πρὸς θεωρίαν καὶ ὀλίγων τινῶν τοῦ Θεοῦ δημιουργημάτων, οὔτε ἅπαξ τι θεασάμενος κόρον ἔσχεν, ἀλλὰ καὶ ἀεὶ τὸ αὐτὸ θεωρῶν, οὐ παύεται ὅμως τοῦ βλέπειν· πόσῳ μᾶλλον ὁ τῆς ψυχῆς ὀφθαλμὸς, ἐὰν ἐγρηγορὼς ᾖ καὶ νήφων, οὐκ ἐξαρκεῖ πρὸς θεωρίαν τῶν τοῦ Θεοῦ θαυμασίων καὶ κριμάτων; Τὰ κρίματα γάρ σου, φησὶν, ἄβυσσος πολλή· καὶ ἀλλαχοῦ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη. οὐ μὴ δύνωμαι πρὸς αὐτήν· καὶ πολλὰ τοιαῦτα. Εἰ δὲ ἐπιλεί-
Since David said, My soul slumbered from listlessness, it is quite clear that such a state comes about from slumber and insensibility of the soul. For when the soul is awake and sober, care pleasing to God and good thought do not fail it, but rather it perceives itself falling short of these. For if the eye of the body neither suffices for the contemplation of even some few of God's handiworks, nor upon beholding something once has had its fill, but even though always contemplating the same object nevertheless does not cease from looking: how much more does the eye of the soul, if it be awake and sober, not suffice for the contemplation of God's wonders and judgements? For Thy judgements, he says, are a great abyss; and elsewhere: Thy knowledge is made wonderful from me; it has grown strong, I shall by no means be able [to attain] unto it; and many such things. But if there fails
Notes, col. 1137

On the reading

Printed Ἐφευρεται, for Ἐφευρεταὶ.

Printed Δαβιδ, for Δαβὶδ.

Printed ἐκραταιώθη., for ἐκραταιώθη,.

PG 31:1140Read from the page
πει τῇ ψυχῇ λογισμὸς ἀγαθὸς, δηλονότι ἔτι ἐπιλείπει αὐτῇ φωτισμός· οὐ παρὰ τὸ ἐπιλείπειν τὸ φωτίζον, ἀλλὰ παρὰ τὸ νυστάζειν τὸ φωτισθῆναι ὀφεῖλον.
the soul a good thought, clearly illumination is still wanting to it: not because that which illuminates fails, but because that which ought to be illuminated is slumbering.
ΕΡΩΤΗΣΙΣ ΠΑʹ.
Question LXXXI.
Εἰ χρὴ ἴσως ἐπιτιμᾷν τοῖς εὐλαβέσι καὶ τοῖς ἀδιαφόροις, ὅταν ἐν τῷ αὐτῷ ἁμαρτήματι εὑρίσκωνται ἀμφότεροι.
Whether one ought to rebuke equally the devout and the indifferent, when both are found in the same sin.
ΑΠΟΚΡΙΣΙΣ
Answer
Ἐὰν ἀπίδωμεν εἰς τὴν διάθεσιν τοῦ ἁμαρτανοντος καὶ τὸν τρόπον τοῦ ἁμαρτήματος, γνωσόμεθα καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως. Κἆν γὰρ τὸ αὐτὸ ἁμάρτημα εἶναι δοκῇ τό τε τοῦ ἀδιαφόρου καὶ τὸ τοῦ εὐλαβοῦς, ἀλλὰ πολλὴ μεταξὺ αὐτῶν ἡ διαφορά. Ὁ μὲν γὰρ εὐλαβὴς, εὐλαβὴς ὢν ἀγωνιῶν τε ἅμα καὶ ἀγωνιζόμενος περὶ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, κατὰ περίστασίν τινα καὶ σχεδὸν ὡς οὐκ ἤθελεν ἐσφάλη καὶ ὤλισθεν· ὁ δὲ ἀδιάφορος, οὐδένα λόγον οὐδὲ ἑαυτοῦ οὐδὲ τοῦ Θεοῦ ποιούμενος, καὶ οὐδεμίαν διαφορὰν τοῦ τε ἁμαρτάνειν καὶ τοῦ κατορθοῦν τιθέμενος, ὡς αὐτὸ δηλοῖ τὸ ὄνομα, τὰ πρῶτα καὶ μεγάλα κακὰ νοσεῖ· ἢ καταφρόνησιν Θεοῦ, ἢ ἀπιστίαν τοῦ εἶναι Θεόν. Δύο γὰρ ταῦτα αἴτια τῇ ψυχῇ τοῦ ἁμαρτάνειν γίνεται, ὡς ἡ Γραφὴ μαρτυρεῖ λέγουσα ποτὲ μέν· Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· ποτὲ δέ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ὥστε ἢ καταπεφρόνηκε, καὶ διὰ τοῦτο ἁμαρτάνει, ἢ αὐτὸ τὸ εἶναι τὸν Θεὸν ἀρνεῖται, καὶ διὰ τοῦτο ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρεται, κἂν ὁμολογεῖν δοκῇ. Θεὸν γὰρ, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ὧν οὕτως ἐχόντων, καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως λογίζομαι εἶναι δεῖν ἐπὶ τῶν τοιούτων διάφορον. Ὁ μὲν γὰρ εὐλαβὴς οἱονεὶ τοπικοῦ τινος χρήζει τοῦ βοηθήματος, καὶ περὶ αὐτὸ τὸ πρᾶγμα, εἰς ὃ ἐσφάλη, τὴν ἐπιτίμησιν ὑποστῆναι ὀφείλει· ὁ δὲ ἀδιάφορος, ὅλον ὁμοῦ τὸ ψυχῆς καλὸν διαφθείρας, καὶ αὐτὰ τὰ τῶν κακῶν καθολικώτερα νοσῶν, ἢ ὡς καταφρονητὴς, ὥσπερ εἶπον, ἢ ὡς ἄπιστος, καὶ πενθεῖσθαι, καὶ νουθετεῖσθαι, καὶ ἐπιτιμᾶσθαι ὀφείλει, μέχρις ἂν πληροφορηθῆναι δυνηθῇ, ἢ ὅτι ὁ Θεὸς κριτὴς δίκαιος, καὶ φοβηθῇ, ἢ ὅτι ὅλως ἔστι Θεὸς, καὶ καταπλαγῇ. Κἀκεῖνο δὲ εἰδέναι χρὴ, ὅτι τὰ ἐλαττώματα τῶν εὐλαβῶν γίνεται πολλάκις καὶ κατ' οἰκονομίαν πρὸς τὸ συμφέρον· τοῦ Θεοῦ συγχωροῦντος ἐνίοτε ὀλισθῆναι εἰς θεραπείαν ἐπάρσεως προλαβούσης, οἷόν ἐστι τὸ ὑπὸ τοῦ Πέτρου εἰρημένον, καὶ ἐπ' αὐτοῦ γεγενημένον.
If we look to the disposition of the sinner and the manner of the sin, we shall know also the manner of the rebuke. For even though the sin both of the indifferent man and of the devout man may seem to be the same, yet great is the difference between them. For the devout man, being devout and at once anxious and struggling earnestly concerning what is well-pleasing to God, through some circumstance and almost unwillingly stumbled and slipped; whereas the indifferent man, taking no account either of himself or of God, and making no distinction between sinning and acting rightly, as the name itself shows, is diseased with the primary and great evils: either contempt of God, or unbelief that God exists. For these two become causes of sinning to the soul, as Scripture bears witness, saying at one time: The transgressor says within himself so as to sin: there is no fear of God before his eyes; and at another time: The fool said in his heart: There is no God; they have become corrupted and abominable in their practices. So that either he has despised [God], and on this account sins, or he denies the very existence of God, and on this account is corrupted in his practices, even though he may seem to profess [Him]. For they profess, it says, to know God, but by their works they deny [Him]. Since these things are so, I reckon that the manner of rebuke also ought to be different in the case of such men. For the devout man stands in need, so to speak, of some local remedy, and ought to undergo rebuke with respect to the very matter wherein he stumbled; whereas the indifferent man, having destroyed all at once the whole good of the soul, and being diseased with the very more general of evils, either as a despiser, just as I said, or as an unbeliever, ought both to be mourned over, and admonished, and rebuked, until he can be fully assured either that God is a righteous judge, and so fear, or that God exists at all, and so be struck with awe. And one must know that thing also, that the failings of the devout often come to pass even by way of dispensation for their benefit, God at times permitting [them] to slip for the healing of a preceding elation, such as is that which was spoken by Peter, and came to pass in his own case.
Notes, col. 1140

On the reading

Printed ἁμαρτανοντος, for ἁμαρτάνοντος.

Printed Κἆν, for Κἂν.

PG 31:1141Read from the page
ΕΡΩΤΗΣΙΣ ΠΒʹ.
Question LXXXII.
Ἐπειδὴ γέγραπται, « Πρεσβυτέρας ὡς μητέρας, » ἐὰν συμβῇ τὴν πρεσβυτέραν ἁμαρτῆσαι τὸ αὐτὸ τῇ νεωτέρᾳ, εἰ τῷ αὐτῷ ὑπόκειται ἐπιτιμίῳ.
Since it is written, "Older women as mothers," if it happen that an older woman commits the same sin as a younger woman, whether she is subject to the same penalty.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὁ μὲν Ἀπόστολος πρεσβυτέρας ὡς μητέρας τιμᾷν, ὡς οὐκ ἐπιτιμήσεως ἄξιόν τι ποιούσας, ἐδίδαξεν· εἰ δὲ συμβαίη ποτὲ τὴν πρεσβυτέραν τὸ αὐτὸ ἁμαρτῆσαι τῇ νεωτέρᾳ, καταμανθάνειν δεῖ πρῶτον μὲν τὰ φυσικὰ, ἵνα οὕτως εἴπω, τῆς ἡλικίας ἐλαττώματα· καὶ οὕτω τὸ προσῆκον ἑκατέρᾳ τῇ ἡλικίᾳ μέτρον τῆς ἐπιτιμήσεως ὁρίζειν. Οἷον φυσικόν ἐστι σχεδὸν τῷ γήρᾳ ὁ ὄκνος, οὐχὶ δὲ καὶ τῇ νεότητι· ὥσπερ ὁ μετεωρισμὸς, καὶ ὁ τάραχος, καὶ ἡ θρασύτης, καὶ ὅσα τοιαῦτα, τῇ νεότητι, οὐχὶ δὲ καὶ τῷ γήρᾳ· καὶ δοκεῖ βοηθεῖσθαι ὑπὸ τῆς ἐν τῇ νεότητι φυσικῆς θερμότητος. Ὥστε τὸ αὐτὸ ἁμάρτημα, ὁ ὄκνος, εἰ τύχοι, βαρυτέρων ἐγκλημάτων ἄξιον τῇ νεωτέρᾳ γίνεται, οὐδὲν ὑπὸ παραιτουμένης τῆς ἡλικίας. Καὶ τὸ αὐτὸ ἁμάρτημα, ὁ μετεωρισμὸς, ἢ τὸ θράσος, ἢ ὁ τάραχος μείζονος ἀξίαν καταγνώσεως τὴν πρεσβυτέραν ποιεῖ, βοηθουμένην καὶ ὑπ' αὐτῆς τῆς ἡλικίας πρὸς τὸ πρᾶον καὶ ἤρεμον. Πρὸς δὲ τούτοις καὶ τὸν τρόπον τοῦ ἁμαρτήματος χρὴ ἐξετάζειν ἐφ' ἑκατέρου προσώπου, καὶ οὕτω τὸν ἁρμόζοντα τρόπον τῆς θεραπείας διὰ τοῦ οἰκείου ἐπιτιμίου προσάγειν.
The Apostle taught us to honour older women as mothers, as doing nothing worthy of rebuke; yet if it should ever happen that an older woman commits the same sin as a younger woman, one must first observe closely what are, so to speak, the natural failings of each age, and thus determine the measure of rebuke fitting for either age. For instance, sluggishness is almost natural to old age, though not so to youth; just as distraction of mind, agitation, rashness, and all such things belong to youth, though not so to old age, and seem to be abetted by the natural heat in youth. Consequently the very same sin, sluggishness for example, becomes worthy of heavier charges in the younger woman, since her age offers no excuse at all. And the very same sin—distraction of mind, boldness, or agitation—renders the older woman worthy of greater condemnation, since she is aided even by her age itself towards gentleness and calm. Besides these things, one must also examine the manner of the sin in the case of either person, and so apply the fitting manner of healing through the appropriate penalty.
ΕΡΩΤΗΣΙΣ ΠΓʹ.
Question LXXXIII.
Ἐάν τις, τὰ πολλὰ κατορθῶν, ἐν ἑνὶ μόνῳ διαπταίῃ, πῶς αὐτὸν παρέλθωμεν.
If someone, while succeeding rightly in most things, stumbles in one thing alone, how should we deal with him?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὡς τὸν Πέτρον ὁ Κύριος.
As the Lord dealt with Peter.
ΕΡΩΤΗΣΙΣ ΠΔʹ.
Question LXXXIV.
Ἐάν τις, ἦθος ἔχων θορυβοποιὸν καὶ ταραχῶδες, καὶ ἐπὶ τούτῳ καταγινωσκόμενος, λέγῃ, ὅτι ὁ Θεὸς ἐποίησε τοὺς μὲν καλοὺς, τοὺς δὲ κακοὺς, εἰ καλῶς λέγει.
If someone, having an uproarious and turbulent disposition and being condemned on this account, says that God made some people good and others bad, whether he speaks rightly.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦτο τὸ φρόνημα πάλαι ὡς αἱρετικὸν κατεγνώσθη· καὶ γὰρ βλάσφημόν ἐστι καὶ ἀσεβὲς, καὶ πρὸς ἁμαρτίαν εὐόλισθον τὴν ψυχὴν ἀπεργάζεται. Ὥστε ἢ διορθωθήτω, ἢ ἐξαρθήτω ἐκ μέσου, ἵνα μὴ γένηται· Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ.
This mindset was condemned long ago as heretical; for indeed it is blasphemous and impious, and renders the soul prone to slip into sin. Therefore let him either be corrected or be removed from the midst, lest there come to pass: "A little leaven corrupts the whole lump."
PG 31:1144Read from the page
ΕΡΩΤΗΣΙΣ ΠΕ.
Question LXXXV.
Εἰ χρὴ ἔχειν τι ἴδιον ἐν ἀδελφότητι.
Whether one ought to have anything as private property in the brotherhood.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦτο ἐναντίον ἐστὶ τῆς ἐν ταῖς Πράξεσι περὶ τῶν πιστευσάντων μαρτυρίας, ἐν αἷς γέγραπται· Καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Ὁ οὖν λέγων ἴδιόν τι εἶναι, ἑαυτὸν ἀλλότριον τῆς τοῦ Θεοῦ Ἐκκλησίας κατέστησε, καὶ τῆς τοῦ Κυρίου ἀγάπης, τοῦ διδάξαντος καὶ λόγῳ καὶ ἔργῳ τὴν ψυχὴν ἑαυτοῦ τιθέναι ὑπὲρ τῶν φίλων, οὐχ ὅτι γε τὰ ἐκτός.
This is contrary to the testimony in Acts concerning those who believed, wherein it is written: "And not one said that any of the possessions belonging to him was his own." Therefore he who says that anything is his own has made himself a stranger to the Church of God and to the love of the Lord, Who taught both in word and in deed to lay down one's own life for one's friends, to say nothing of external things.
ΕΡΩΤΗΣΙΣ ΠϚʹ
Question LXXXVI
Ἐὰν δὲ λέγῃ τις, ὅτι Οὔτε λαμβάνω παρὰ τῆς ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς ἀρκοῦμαι, τί πρὸς τοῦτον παραφυλάξομεν.
And if someone says, "I neither receive from the brotherhood nor give to it, but am content with my own things," what rule shall we observe towards this man?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Εἰ μὴ ἀνέχοιτο τῆς τοῦ Κυρίου διδασκαλίας εἰπόντος, Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἀνασχώμεθα τοῦ Ἀποστόλου εἰπόντος· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· ἵνα μὴ γένηται τὸ, Μικρὰ ζύμη ὅλον φύραμα δολοῖ.
If he will not abide by the teaching of the Lord, Who said, "Love one another, just as I have loved you," let us hold to the Apostle, who said: "Remove the wicked man from among yourselves," lest there come to pass that saying, "A little leaven corrupts a whole lump."
ΕΡΩΤΗΣΙΣ ΠΖʹ.
Question LXXXVII.
Εἰ ἔξεστιν ἑκάστῳ τὸ παλαιὸν ἱμάτιον αὐτοῦ ἢ ὑπόδημα δοῦναι ὅπου θέλει, εἰς ἐντολήν
Whether it is lawful for each one to give his old cloak or sandal wherever he wishes, in fulfilment of the commandment
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
⟨Τ⟩ὸ διδόναι ἢ λαμβάνειν, εἰ καὶ κατ' ἐντολὴν, οὐ παντός ἐστιν, ἀλλὰ τοῦ μετὰ δοκιμασίας πεπιστευμένου τὴν οἰκονομίαν. Ὥστε εἴτε παλαιὸν εἴτε καινὸν, οὗτος, κατὰ τὸν ἴδιον ἑκάστου καιρὸν, καὶ δώσει, καὶ ὑποδέξεται.
To give or to receive, even if in accordance with a commandment, does not belong to everyone, but to him who after testing has been entrusted with the stewardship. Consequently, whether old or new, this man, according to the proper season of each, will both give and receive.
ΕΡΩΤΗΣΙΣ ΠΗʹ
Question LXXXVIII
Τίς ἡ μέριμνα ἡ βιωτική
What worldly anxiety is
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Πᾶσα μέριμνα, κἂν μηδὲν ἔχειν δοκῇ τῶν ἀπηγορευμένων, μὴ συντελῇ δὲ πρὸς θεοσέβειαν, βιωτική ἐστιν.
Every anxiety, even though it seem to contain nothing of the things forbidden, yet does not contribute towards godliness, is worldly.
ΕΡΩΤΗΣΙΣ ΠΘʹ
Question LXXXIX
Ἐπειδὴ γέγραπται, « Λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος, » ἡμῖν δὲ οὐ προεχώρησε τοῦτο· τί ποιήσομεν.
Since it is written, "The ransom of a man's soul is his own wealth," yet for us this has not been possible, what shall we do?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Εἰ μὲν σπουδάσαντες οὐκ ἠδυνήθημεν, μνημονεύσωμεν τῆς ἀποκρίσεως τοῦ Κυρίου πρὸς τὸν Πέτρον ἐπὶ τῷ τοιούτῳ ἀγωνιάσαντα καὶ εἰπόντα· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ἀποκρίνεται δὲ αὐτῷ οὕτως· Πᾶς ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγε
If indeed, though having been earnest for this, we were unable to do it, let us remember the answer of the Lord to Peter when he was anxious over such a matter and said: "Behold, we have left all things, and have followed Thee; what then shall there be for us?" And He answers him thus: "Everyone who has left house, or brothers, or sisters, or father, or mother, or wife, or children, or lands, for my sake and that of the Gos-
PG 31:1145Read from the page
λίου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα. Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα. Εἰ μηκέτι ἐστὶ μήτε καιρὸς μήτε δύναμις, παραμυθείσθω ἡμᾶς ὁ Ἀπόστολος λέγων· Οὐ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς.
pel, shall receive a hundredfold, and shall inherit eternal life." Yet if through negligence we failed to do this, let us display earnestness now. Yet if through negligence we failed to do this, let us display earnestness now. If there is no longer either opportunity or ability, let the Apostle console us when he says: "I seek not yours, but you."
ΕΡΩΤΗΣΙΣ Ϟʹ.
Question XC.
Εἰ ἔξεστι νυκτερινὸν ἱμάτιον ἔχειν, εἴτε τρίχινον ἴτε ἀλλοῖον.
Whether it is lawful to have a night garment, whether of haircloth or of another kind.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἡ μὲν τοῦ τριχίνου χρῆσις καιροὺς ἔχει ἰδίους. Οὐ γὰρ χρείας σωματικῆς ἕνεκέν ἐστιν ἡ τούτων χρῆσις, ἀλλὰ κακουχίας καὶ ταπεινώσεως ψυχῆς. Τῆς δὲ τῶν δύο κτήσεως ἀπαγορευθείσης, εἰ δύναται ἡ χρῆσις παραληφθῆναι ἄνευ τῆς προειρημένης αἰτίας, ἕκαστος ἑαυτῷ λογιζέσθω.
The use of haircloth has its own proper times; for the use of these things is not for the sake of bodily need, but for affliction and humbling of the soul. Yet since the possession of two garments is forbidden, let each one reckon for himself whether this use can be adopted apart from the aforesaid cause.
ΕΡΩΤΗΣΙΣ ϞΑʹ
Question XCI
Ἐὰν ἀδελφὸς, ἴδιον οὐκ ἔχων οὐδὲν, αἰτηθῇ παρά τινος αὐτὸ ὃ φορεῖ, τί ὀφείλει ποιῆσαι, μάλιστα δὲ ἐὰν γυμνὸς ᾖ ὁ αἰτήσας.
If a brother, having nothing as his own, is asked by someone for the very garment that he wears, what ought he to do, and especially if he who asked is naked?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Εἴτε γυμνὸς, εἴτε πονηρὸς, καὶ εἴτε κατὰ χρείαν, εἴτε κατὰ πλεονεξίαν αἰτῇ, ἅπαξ ἐῤῥήθη, ὅτι τὸ διδόναι ἢ λαμβάνειν οὐ παντός ἐστιν, ἀλλὰ τοῦ ἐγκεχειρισμένου μετὰ δοκιμασίας τὴν τοιαύτην οἰκονομίαν. Καὶ φυλασσέσθω τὸ, Ἕκαστος, ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω.
Whether naked or wicked, and whether he asks out of need or out of covetousness, it has been stated once for all that giving or receiving does not belong to everyone, but to him who after testing has been entrusted with such stewardship. And let that precept be kept: "Let each one remain in that calling in which he was called."
ΕΡΩΤΗΣΙΣ ϞΒʹ.
Question XCII.
Τοῦ Κυρίου προστάσσοντος πωλεῖν τὰ ὑπάρχοντα, τί διανοούμενον χρὴ τοῦτο ποιεῖν· ὡς αὐτῶν τῶν ὑπαρχόντων φυσικῶς βλαπτόντων, ἢ διὰ τὸν συμβαίνοντα ἐξ αὐτῶν περισπασμὸν τῇ ψυχῇ.
When the Lord commands us to sell our possessions, with what thought in mind ought one to do this: as though the possessions themselves are harmful by nature, or because of the distraction to the soul arising from them?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Πρὸς τοῦτο πρῶτον μὲν ἐκεῖνό ἐστιν εἰπεῖν, ὅτι τῶν ὑπαρχόντων ἕκαστον, εἰ ἦν αὐτὸ καθ' ἑαυτὸ κακὸν, οὐδ' ἂν ἦν κτίσμα Θεοῦ· Πᾶν γὰρ κτίσμα Θεοῦ, φησὶ, καλὸν, καὶ οὐδὲν ἀπόβλητον· ἔπειτα δὲ, ὅτι ἡ ἐντολὴ τοῦ Κυρίου οὐχὶ ῥίπτειν ὡς κακὰ τὰ ὑπάρχοντα καὶ φεύγειν, ἀλλὰ οἰκονομεῖν ἐπαίδευε. Καὶ κατακρίνεταί τις, οὐχ ὅτι ἔσχεν ὅλως, ἀλλ' ὅτι κακῶς ἐφρόνησε περὶ αὐτῶν, ἢ ὅτι μὴ καλῶς ἐχρήσατο αὐτοῖς. Ἡ γὰρ ἀπροσπαθὴς καὶ ὑγιὴς περὶ αὐτὰ διάθεσις, καὶ ἡ κατ' ἐντολὴν αὐτῶν οἰκονομία πρός τε πολλὰ καὶ ἀναγκαιότατα ἡμῖν συμβάλλεται· ποτὲ μὲν πρὸς καθαρισμὸν τῶν οἰκείων ἁμαρτημάτων, διὸ γέγραπται· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστι· ποτὲ δὲ πρὸς κληρονομίαν βασιλείας οὐρανῶν, καὶ κτῆσιν θησαυροῦ ἀνεκλείπτου, κατὰ τὸ ἐν ἄλλῳ τόπῳ εἰρημένον· Μὴ φοβοῦ, τὸ μικρὸν
To this it must first be said that each of our possessions, if it were evil in and of itself, would not be a creature of God; "For every creature of God," he says, "is good, and nothing is to be rejected;" and next, that the commandment of the Lord taught us not to cast away our possessions as evil things and flee from them, but to administer them as stewards. And a person is condemned, not because he possessed them at all, but because he thought wrongly about them or did not use them well. For a detached and sound disposition regarding them, and the stewardship of them in accordance with the commandment, contributes to many most necessary ends for us: sometimes towards the cleansing of our own sins, wherefore it is written: "Nevertheless give what you have within as alms, and behold, all things are clean to you;" and sometimes towards the inheritance of the kingdom of the heavens and the acquisition of an unfailing treasure, according to what is said in another place: "Fear not, little
Notes, col. 1145

On the reading

Printed Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα. Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα., for Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα..

Printed ἴτε, for εἴτε.