Migne Reading Room

PG 30 · cols. 84–93 · Read from the page

— on psalm xxxvii

— on psalm xxxvii

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:84Read from the page
τολὰς τοῦ Κυρίου σπουδάσαι ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν, ποίᾳ ὥρᾳ ἢ ἡμέρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Τούτοις τοῖς ῥήμασι καὶ ταῖς συλλαβαῖς καὶ ὁ ἕκτος ψαλμὸς τούτῳ παραπλησίως ἄρχεται, καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προκειμένῳ φερομένοις συγγενῆ τυγχάνει· τεταπεινῶσθαι γὰρ αὐτοῦ τὰ ὀστᾶ καὶ τὴν ψυχὴν κεκοπιακέναι ἐν τῷ στεναγμῷ αὐτοῦ, ἔφασκεν ἐν τῷ ἕκτῳ, καὶ προστίθει λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, καὶ τὰ τούτοις συνημμένα. Παραπλήσια δ' ἂν εἴη ἐκείνοις καὶ τὰ ἐν τῷ προκειμένῳ, δι' ὧν εἴρηται· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, καὶ τὰ τούτοις δι' ὅλου τοῦ ψαλμοῦ ἐπαγόμενα. ἐν οἷς ἀποκλαίεται τὴν ἑαυτοῦ ταλαιπωρίαν. Ταύτῃ γὰρ καὶ αὐτὸς τῇ λέξει κέχρηται, εἰπών· Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους σφόδρα· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορεψόμην. Ἀλλ' ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν· Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαβίδ· ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδὲν, μόνον δέ· Ὁ ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν λέλεκται. Ἥ γε μὴν προσθήκη, εἰς ἀνάμνησιν, ἔοικεν ἀναπέμπειν ἡμᾶς τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι τὰ παρόντα· Ἐις τέλος, καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὺ, Εἰς ἀνάμνησιν. Ἀλλ' ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ ὑποπεσόντα, εἰς τὴν προγραφὴν εἰρήκαμεν, εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἐπὶ τοῦ παρόντος ἀπέλθωμεν. Δοκεῖ δέ μοι ὁ Δαβὶδ ἐν διαφόροις καὶ πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομολογησάμενος, ἰδίως τὴν παρόντα ψαλμὸν ἀφωρικέναι εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διαπαντὸς φέρειν αὐτὸν ἀνὰ στόμα· κεχρῆσθαι δὲ αὐτῷ ἀντ' ἐπῳδῆς, ἐπὶ θεραπείᾳ τῆς ἑαυτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ Θεῷ, δι' ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ' ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Λέγων δὲ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραιτεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· καὶ τὸ, Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, οὐ φεύγει τὸ παιδευθῆναι, δίχα
mandments of the Lord let us hasten with zeal, because we do not know in what hour or day our Lord comes: O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thine anger. With these same words and syllables the sixth psalm also begins in a manner closely resembling this one, and the remaining parts of the sixth are likewise akin to what is set forth in the present psalm; for he said in the sixth that his bones had been humbled and his soul worn out in his groaning, and he added, saying: Every night I will wash my bed, with my tears I will drench my couch, and what is joined to these words. Akin to those too would be what is in the present psalm, whereby it is said: There is no healing in my flesh, and there is no peace in my bones before the face of my sins; for mine iniquities have gone over my head, and what follows these words throughout the whole psalm, wherein he bewails his own misery. For he himself also has used this expression, saying: I became miserable and was bowed down utterly unto the end; all the day long I went about gloomily. Yet in the sixth the superscription had: Unto the end, among hymns, for the eighth, a Psalm for David; whereas in the present one none of these things is said, but only: A Psalm for David, for a remembrance. However, the addition, for a remembrance, seems to refer us back to the superscription in the sixth, so that the present words are: Unto the end, and among hymns, for the eighth. For the phrase, For a remembrance, would be expressive of all these things. Yet since, in going through the matters that came before us in the sixth, we spoke regarding the superscription, let us also for the present pass on to the remembrance of those things. Now it seems to me that David, having made confession in various and many places concerning the transgression committed by him, specially set apart the present psalm for a remembrance, so as always and continually to bear it upon his lips, and to use it like an incantation for the healing of his own soul. Accordingly he sends up a supplication to God, whereby he turns aside the anger that hangs over all who sin, and propitiates the good Lord with utterances of surpassing confession. And in saying, O Lord, rebuke me not in Thy wrath, he does not decline rebuke, but that which is with wrath; and in saying, Nor chasten me in Thine anger, he does not shun being chastened, but apart from
Notes, col. 84

On the reading

Printed ἐπαγόμενα. ἐν, for ἐπαγόμενα, ἐν.

Printed ἐπορεψόμην, for ἐπορευόμην.

Printed Ἐις, for Εἰς.

Printed τὺ, for τὸ.

Printed τὴν παρόντα, for τὸν παρόντα.

PG 30:85Read from the page
δὲ ὀργῆς τῆς παιδείας τυχεῖν ἀξιοῖ· ὡς εἰ καὶ ἰατρῷ τις, τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑποκειμένου, λέγοι· Μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πραοτέρων φαρμάκων· ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς τοῦ Θεοῦ λεγόμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, οὐ πάθη σημαίνει· παντὸς γὰρ πάθους ἀλλότριον τὸ θεῖον· κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομάζειν ὁ τῆς Γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς Θεοῦ, καὶ ὦτα, καὶ χεῖρας, καὶ δακτύλους, καὶ πόδας, καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονομεῖται, συγκατιὼν τῇ τῶν ἀκροωμένων ποιότητι. Οἴπως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρτάνουσι κατὰ Θεοῦ κρίσιν, σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν, ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. Τοῦτο δὲ διδάσκει καὶ ὁ ἱερὸς Ἀπόστολος, λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κυλάσεις, ὀργὴν καὶ θυμὸν ὀνομάζοι, οὐκ ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ἀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφότος. Ἤδη δὲ καὶ οἱ τὰς κολάσεις διακονοῦντες κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ, αἱ τοιαῦται καὶ ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. Οὕτω γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ' Αἰγυπτίων ἐπαχθείσης λόγῳ τὸ, Ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Οὕτως δεξιὰ λέλεκται τοῦ Θεοῦ, τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορηγούμενα. Ἰλετεύει τοίνυν ὁ Δαβὶδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι' ἀποστολῆς ἀγγέλων πονηρῶν παιδευθῆναι, διὰ λόγων δὲ σωτηρίων καὶ μαθημάτων ὠφελίμων. Καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ
anger he asks to obtain chastening; just as if someone were to say even to a physician who applies remedies by cautery and iron and bitter antidotes for the healing of an underlying ailment: Do not heal me by fire, nor by iron and incisions, but by gentle and milder medicines; for such a man does not refuse healing, but the painfulness of the remedies. Now it has often been said that what are called anger and wrath of God in the divinely inspired Scriptures do not signify passions—for the Divine is alien to all passion—but the word of Scripture is accustomed to name such things metaphorically, just as it also speaks of eyes of God, and ears, and hands, and fingers, and feet, and the remaining members; which things it dispenses beneficially in a human manner, condescending to the capacity of the hearers. Thus therefore it also sketches out the punishments brought upon sinners by the judgement of God, which are grim and painful to those who suffer them, as though brought on out of anger and wrath. And the sacred Apostle also teaches this, saying: But according to your hardness and unrepentant heart you store up for yourself anger in the day of anger and of revelation and of the righteous judgement of God, Who will render to each according to his works. Just as if someone should call the punishments hanging over a manslayer from the law anger and wrath—not that the law is truly wrathful and angry, but that the one punished supposes the retribution to be the anger of the law. Moreover, the evil demons too who minister punishments against the ungodly, and the ministering powers of God, such ones have also been named anger and wrath. So at any rate in the account concerning the ten plagues brought against the Egyptians there is said: He sent upon them anger and wrath, a mission by evil angels. In the same way the right hand of God is spoken of, meaning the things supplied to the worthy through right and good powers. David therefore supplicates not to be rebuked through evil powers, nor to be chastened through a mission of evil angels, but through saving words and profitable teachings. And otherwise too he entreats not
2. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὁ μὲν μέγας ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει πόθεν αὐτῷ τοῦτο ἐγένετο· διὸ ἔλεγε· Βέλη γὰρ Κυρίου
2. For Thine arrows have been fixed in me, and Thou hast made fast Thy hand upon me. There is no healing in my flesh before the face of Thine anger. There is no peace in my bones before the face of my sins. The great athlete Job, having endured temptations of every kind, was not ignorant whence this happened to him; wherefore he said: For the arrows of the Lord
Notes, col. 85

On the reading

Printed Οἴπως, for Οὕτως.

Printed κυλάσεις, for κολάσεις.

Printed ἀργὴν, for ὀργὴν.

Printed Ἰλετεύει, for Ἱκετεύει.

PG 30:88Read from the page
ἐν τῷ σώμμτί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ Δαβὶδ, οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰὼβ, αὐτὴν δὲ τὴν ψυχὴν καιρίαν τρωθεὶς, οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού εἰσιν· ἀλλ', Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ὁ δὲ Ἰὼβ μνημονεύει τῆς χειρὸς Κυρίου, λέγων· Χεὶρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου. Καὶ ὁ διάβολος τῷ Κυρίῳ λέγων, Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχει, ἔφασκε. Καὶ πάλιν· Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. Ἀλλ' ἑτέρα τις ἦν χεὶρ, καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ καθικνούμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων. Ἐνταῦθα δὲ, ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενοσήκει ὁ Δαβὶδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα ἧφθαι αἰτοῦ. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη, λογικὰ εἶναι, μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύττοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρουμένους καὶ κολάζοντας· ἐπεὶ τοσοῦτος ὢν ὁ ἀνὴρ, καὶ τοσούτων τετυχηκὼς ἀγαθῶν ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκε. Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον, καὶ τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, τὰ παθητικὰ καὶ ἐρωτικὰ, εἰς ἐπιθυμίαν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς, σημαίνει· περὶ ὧν καὶ ὁ Ἀπόστολος διδάσκει, λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἥλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ ὁ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη, τὴ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίγνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπών. Εέλη γάρ Κυρίου ἐν τῷ σώματί μού ἐσνιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δαβὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατρ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλεύθῶ εἰς τὸν αἰῶνα. Ἐπεὶ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος, μέγα ἐφ' ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν· Ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Οἱ δὲ λόγοι, τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ, καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλικοὶ,
are in my body, whose wrath drinks up my blood. David, however, not having been struck in the body like Job, but wounded with a mortal wound in his very soul, does not say like Job: For the arrows of the Lord are in my body; rather: For Thine arrows have been fixed in me, and Thou hast made fast Thy hand upon me. Now Job makes mention of the hand of the Lord, saying: It is the hand of the Lord that has touched me. And the devil, speaking to the Lord, said: Put forth Thy hand, and touch all that he has. And again: Put forth Thy hand, and touch his flesh and his bones. Yet that was another hand, and other arrows reaching his flesh and his bodily possessions. Here, however, since David had fallen sick in his very soul, he signifies that other arrows have reached him and another hand has touched him. And to me the arrows spoken of here seem to be rational ones, or rather the very words of God, pricking and wounding his soul, and punishing and chastising his conscience itself; since, being so great a man and having obtained so many good things from God, he gave himself over to a shameful deed. Or perhaps he also signifies the devil himself, and the fiery arrows of the evil one, passionate and erotic, which inflamed him to desire for the wife of Uriah; concerning which the Apostle also teaches, saying: Take up the whole armour of God, that you may be able to quench all the fiery arrows of the evil one; for since, having been found unguarded, he did not withstand the fiery arrows of the evil one, naturally, being wounded in soul, he was captured by desire. And just as Job named the arrows of the devil—the sores laid upon him in his body—arrows of the Lord, because they occurred by the permission of God, saying: For the arrows of the Lord are in my body, whose wrath drinks up my blood; so it is likely that David too here called them arrows of the Lord, since by the permission of the Lord the adversary campaigned against him, so that he might learn not to say: I shall never be shaken forever. For since, strengthened by the grace of God, he once thought highly of himself, so as to grow presumptuous and say: As for me, I said in my prosperity: I shall never be shaken forever; for this reason he was fittingly delivered to the tempter, who, laying hold of his soul, injured him more grievously than Job. And the words that remind of His righteous judgement and teach of the anger hanging over those who sin
Notes, col. 88

On the reading

Printed σώμμτί, for σώματί.

Printed αἰτοῦ, for αὐτοῦ.

Printed τὴ, for τὰ.

Printed Εέλη, for Βέλη.

Printed γάρ, for γὰρ.

Printed ἐσνιν, for ἐστιν.

Printed κατρ, for κατὰ.

Printed σαλεύθῶ, for σαλευθῶ.

PG 30:89Read from the page
βελῶν εἰσιν ὀξύτεροι, τὴν συνείδησιν νύττουτες, τιτρώσκοντές τε καὶ κεντοῦντες αὐτήν. Καὶ οὕτως εἴποις ἂν τὸν Δαβὶδ τοῖς ἱεροῖς τούτοις καὶ θείοις κεντούμενον, εὐλόγως παραιτεῖσθαι τὸν διὰ θυμοῦ ἔλεγχον, καὶ τὴν δι ὀργῆς τοῦ Θεοῦ παιδείαν. Μὴ γὰρ τῷ θυμῷ σου φησιν, ἐλέγξῃς με, Κύριε, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Διὰ τί; Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Ηροσλαβόντα γὰρ τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικόμενα βέλη ἱκανῶς με τιμω-
are sharper than arrows, pricking the conscience, both wounding and goading it. And thus you might say that David, goaded by these sacred and divine words, reasonably asks to be spared rebuke through wrath and chastening through the anger of God. For rebuke me not in Thy wrath, he says, O Lord, nor chasten me in Thine anger. Why? For Thine arrows have been fixed in me. For the arrows reaching me from Thee, having anticipated anger and wrath, sufficiently pun-
3. Καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Χεῖρα δὲ Κυρίου καθαψαμένην αὐτοῦ νόησον, καὶ τὴν ἐπὶ τοῦ Ἰὼβ δεδηλωμένην. Αὕτη δὲ ἡ χεὶρ τοῦ Κυριον πάντα τὸν οἶκον τοῦ Δαβὶδ ἐκ βάθρων ἔσεισε, τὸν μὲν πρωτότοκον αὐτοῦ τῶν παίδων τὸν Ἀμνὼν ἔρωτι τῆς ἀδελφῆς ἐκμήνασα, πυρώσασα δὲ τὸν Ἀβεσσαλὼμ τῇ κατὰ τυῦ ἀδελφοῦ ὀργῇ, ὥς ἀνελεῖν τὸν Ἀμνὼν, ἔπειτα καὶ αὐτῷ ἐπαναστῆναι τῷ πατρί· καὶ τὰ λοιπὰ δὲ πάντα διὰ τῆι ἱστορίας παριστάμενα, ἡ δηλωθεῖσα χείρ. Χείρ σου καθήψατό μου διὰ τῶν ἐπαλλήλων συμφορῶν. Ἱκετεύω, φησὶ, μὴ ἄλλῳ θυμῷ ἐλεγχθῆναι, μηδὲ χείρονι ὀργῇ παιδευθῆναι. Καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἐπιλεγόμενα, ἃ διδάσκει ἐξῆς λέγων· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκι μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνπ ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἐγὼ, φησὶ, προλαβὼν, οὐδὲ περιμείνας ⟨ἵ⟩να μού τις ἔξωθεν τὸ σῶμα κολάσῃ, ἕλκει πονηρῷ ἐμαυτὸν ἐτιμωρησάμην, καὶ τὴν σάρκα μου, δι' ἧς πέπρακταί μοι τὸ ἁμάρτημα, κολάσεσι παρέδωκα, τιμωρούμενος ἐμαυτὸν καὶ κολάζων παντοίαις κολάσεσι. Τοῦτο γὰρ ἐδήλου καὶ δι' ἑτέρων, λέγων· Ἐταπείνουν ἐν νηστείᾳ νὴν ψυχήν μου, καὶ ἡ σάρξ μου ἠλλοιωθη δι' ἔλαιον, καὶ ἐοελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὰ ὀστᾶ μου τῇ σαρκί μου. Καὶ, Λσύσω καθ' ἑκάστην τύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Οὕτως οὖν καὶ νῦν φησιν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκι μου ἀπὸ πμοσώου τῆς ὀργῆς σου. Ἀντὶ δὲ, τῆς ὀργῆς, συμφώνως ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀπὸ προσώπου ἐμβριμήσεώς σου, ἡρμήνενσαν, Ἀπήρκει γάρ μοι, φησὶν, ἡ ἀπὸ τῶν σῶν θείων Γραφῶν ἐμβρίμησις, καὶ ἡ διὰ τοῦ σοῦ προφήτου Νάθαν ἀπειλή. Διὸ ἀπὸ προσώπου τῆς ἐμβριμήσεώς σου ἐμαυτὸν οὕτως ἐτιμωρησάμην, ὡς κολάσαι τὴν ἐμαυτοῦ σάρκα, καὶ τὰ ὀστᾶ μου μὴ ἔχειν εἰρήνην Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἀνθ' οὗ ὁ Σύμμαχος, Διὰ τὰς ἁμαρ-
3. And Thou hast made fast Thy hand upon me. Understand the hand of the Lord that laid hold of him, even that which was declared in the case of Job. And this hand of the Lord shook the whole house of David from its foundations, driving Amnon, the firstborn of his children, mad with passion for his sister, and firing Absalom with anger against his brother so as to slay Amnon, and thereafter to rise up even against his father himself; and all the remaining things set forth through the history were the hand thus declared. Thy hand laid hold of me through the successive calamities. I supplicate, he says, not to be rebuked with another wrath, nor to be chastened with a worse anger. And not only these things, but also what is added next, which he teaches sequentially, saying: There is no healing in my flesh before the face of Thine anger; there is no peace in my bones before the face of my sins. Anticipating it myself, he says, and not waiting for someone from outside to chastise my body, I punished myself with a grievous sore, and handed over my flesh, through which the sin was committed by me, to punishments, avenging myself upon myself and chastising myself with punishments of every kind. For he made this plain through other words as well, saying: I humbled my soul in fasting, and my flesh was altered on account of oil, and I forgot to eat my bread; from the voice of my groaning my bones cleaved to my flesh. And: Every night I will wash my bed, with my tears I will drench my couch. Thus therefore now too he says: There is no healing in my flesh before the face of Thine anger. Instead of Thine anger, both Aquila and Symmachus in agreement translated before the face of Thine indignation: For sufficient for me, he says, was the indignation from Thy divine Scriptures, and the threat delivered through Thy prophet Nathan. Wherefore before the face of Thine indignation I punished myself in such a way as to chastise my own flesh, and so that my bones had no peace Before the face of my sins. Instead of which Symmachus rendered: Because of my
Notes, col. 89

On the reading

Printed νύττουτες, for νύττοντες.

Printed δι ὀργῆς, for δι' ὀργῆς.

Printed Ηροσλαβόντα, for Προσλαβόντα.

Printed Κυριον, for Κυρίου.

Printed τυῦ, for τοῦ.

Printed τῆι, for τῆς.

Printed ἐξῆς, for ἑξῆς.

Printed σαρκι, for σαρκί.

Printed εἰρήνπ, for εἰρήνη.

Printed νὴν, for τὴν.

Printed ἠλλοιωθη, for ἠλλοιώθη.

Printed ἐοελαθόμην, for ἐπελαθόμην.

Printed Λσύσω, for Λούσω.

Printed τύκτα, for νύκτα.

Printed πμοσώου, for προσώπου.

Printed ἡρμήνενσαν, for ἡρμήνευσαν.

PG 30:92Read from the page
τίας μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους σφόδρα. Ἐπειδὴ τάδε μοι, φησὶ, πέπρακται, διὰ τοῦτο Ἐταλαιπώρπσα, καὶ κατεκάμφθην ἕως τέλους, καὶ ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Διὰ τούτων δὲ παρίστησιν ἃ πέπονθε, καὶ ὅπως ἑαυτὸν ἐτιμωρεῖτο, οὐ μίαν ἑαττῷ κατηγορῶν ἁμαρτίαν, ἀλλ' ἀθρόως πολλὰς, καὶ τοσαύτας, ὡς μηδὲ ἔνδον κρύπτεσθαι ἐν τῇ ἑαυτοῦ ψυχῇ, μηδὲ, εἴσω τοῦ σώματος λανθάνειν, ἀλλ' ὑπερβεβηκέναι αὐτοῦ, ὥστε καὶ πᾶσιν αὐτὰς γνωρίζεσθαι. Αὐτὸς γοῦν ἦν κατήγορος ἑαυτοῦ ἐν πρωτολογίᾳ, καὶ παρὰ τοῖς πᾶσιν, ὡς ἂν πληρωθείη ἐπ' αὐτῷ· Δίκαιος ἑαυτοῦ κατήγορος, φθάνων πάντα ἄνθρωπον κασήγορον. Αὐτὸς μὲν ἑαυτὸν κατέκρινε, πᾶν δὲ ἐχθρῶν ἀπέφραττε στόμα, μὴ ἐχόντων ἕτερόν τι κατ' αὐτοῦ λέγειν. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδὲ, ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν, κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους. Ὥσπερ ἐπὶ τῶν πυρετῶν, εἴσω μὲν καὶ κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργάζεται, προκύψας δὲ τοὐμφανὲς, ἐλπίδα παρακμῆς ὑποφαίνει· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ Δαβὶδ, λέγων· Ὡσεὶ φορτίον βαρύ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ δι' εὐγένειαν καὶ εὐγνωμοσύνην ψυχῆς. Ὁ μὲν γὰρ ἀτεράμνων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα ἑαυτοῦ καὶ ἀμετανόητον καρδίαν, θησαυρίζει ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἐπισπώμενος ἁμαρτίαν ἐφ' ἁμαρτίας, αὔξων τὰ ἑαυτοῦ κακά· Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθος κακῶν, καταφρονεῖ· ὁ ⟨δ⟩ὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθας σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. Ἐκ περισσεύματος γοῦν καρδίας τὸ στόμα λαλεῖ. Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφηνε τὰ συνέχοντα αὐτὸν, λέγων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· δῆλον δὲ, ὅτι αἱ ἀνομίαι μου. Καὶ πάλιν· Ηροσώζεσαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἀφροσύνην δὲ ὀνομάζει τὴν ἄφρονα πρᾶξιν ἐξ ἀφροσύνης γενομένην. Ηᾶν γὰρ ἁμάρτημα κατὰ ἀφροσύνην γίνεται· ἀρετὴ δὲ οὖσα ἡ φρόνησις. πάντα τὰ καθ' ἑαυτὴν πραττόμενα ἐπαίνου καὶ ἀρετῆς ἄξια ἀποφαίνει. Ἀλλὰ καὶ ὑγείας ἐστὶ τῇ ψυχῇ ποιητικὰ τὰ κατὰ φρόνησιν γινόμενα· ἡ δὲ ἀφροσύνη τραύματα καὶ μώλωπας ἀπεργάζεται. Οἱ μὲν οὖν
sins. For mine iniquities have gone over my head, like a heavy burden they have weighed heavily upon me. My welts have grown foul and festered before the face of my folly. I became miserable, and was bowed down utterly unto the end. Since these things, he says, have been done by me, on this account I became miserable, and was bowed down unto the end, and all the day long I went about gloomily. Through these words he sets forth what he has suffered and how he punished himself, accusing himself not of a single sin, but all together of many, and ones so great that they are neither hidden within in his own soul, nor lie concealed inside his body, but have gone up above him, so that they become known to all as well. Accordingly he himself was his own accuser in the opening plea, and before all men, so that there might be fulfilled in his case: The righteous man is his own accuser at the outset, forestalling every human accuser. He himself condemned himself, and stopped every mouth of his enemies, since they had nothing else to say against him. And the word teaches us not to hide our own evils, nor, like some blackness and rot, to hold sins down in the depth of the soul, searing our conscience. Just as in fevers, when the fever advances inward and deep down it makes the illness greater, whereas when it comes out into the open it shows a hope of abatement; so too would it happen in the case of the soul. And David teaches something else too that happened with regard to himself, saying: Like a heavy burden they have weighed heavily upon me. For the things dared by him weighed upon his conscience, so that he was unable to bear them because of nobility and ingenuousness of soul. For the obdurate and hardened man, according to his hardness and unrepentant heart, stores up for himself anger in the day of anger, drawing sin upon sin, increasing his own evils; For when a sinner comes into a depth of evils, he despises; whereas the ingenuous man, even if once at some time he should slip through some sudden seizure of the devil, is grievously weighed down in conscience, so as not to be able to keep silent or to hide his own evil. Out of the abundance of the heart, at any rate, the mouth speaks. Hence, not bearing to keep silent, he disclosed the things distressing him, saying: Like a heavy burden they have weighed heavily upon me—plainly meaning mine iniquities. And again: My welts have grown foul before the face of my folly. By folly he names the foolish deed arising from folly. For every sin comes about through folly; whereas prudence, being a virtue, renders all things done in accordance with itself worthy of praise and virtue. Moreover, things done according to prudence are also productive of health for the soul; whereas folly produces wounds and welts. Those, therefore, who
Notes, col. 92

On the reading

Printed Ἐταλαιπώρπσα, for Ἐταλαιπώρησα.

Printed ἑαττῷ, for ἑαυτῷ.

Printed κασήγορον, for κατήγορον.

Printed βαρύ, for βαρὺ.

Printed δύνασθας, for δύνασθαι.

Printed Ηροσώζεσαν, for Προσώζεσαν.

Printed Ηᾶν, for Πᾶν.

Printed φρόνησις., for φρόνησις,.

PG 30:93Read from the page
ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ' αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομένοις βορβόρῳ· ὁ δὲ εἰς ἅπαξ ὀλισθήσας, ἔπειτα ἀναλαβὼν ἑαυτὸν, καὶ τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ Δαβὶδ, ὑπὸ συναισθήσεως ὑγιοῦς ὁμολογεῖ, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτερα γενόμενα ἐβαρύνθησαν ἐπ' ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν· τούτου χάριν ἰατρεύων ἐμαυτὸν, Ἐνταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους· καὶ οὐδὲ πρὸς μίαν ἡμέραν, οὐδὲ πρὸς βραχεῖαν ὥραν, ἀλλὰ Πᾶσαν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ἢ, κατὰ τὸν Συμμαχον, σκυθρωπὸς περιεπάτουν· οὐκ ἀδιαφορῶν ἐπὶ τῶν πεπραγμένων μοι, οὐδ' οἷα βασιλεὺς ἐπαιρόμενος, διὰ τὸ μηδλεὶ κριτῇ ὑποκεῖσθαι· διὰ δὲ τὸν σὸν φόβον καὶ τὴν σὴν ἐμβρίμησιν, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
persist in sins, rejoicing in them and taking pleasure in them, resemble swine wallowing in mire; whereas he who has slipped once, and thereafter recovered himself, abominates too that defiled deed as foul-smelling and unclean. Having experienced some such thing, David confesses out of sound awareness, saying: My welts have grown foul and festered before the face of my folly. Since, therefore, mine iniquities were lifted up high, having been multiplied, and, having risen above my head, weighed heavily upon me, and grew foul and festered; for this reason, healing myself, I became miserable and was bowed down unto the end; and not for a single day, nor for a brief hour, but All the day long I went about gloomily, or, according to Symmachus, I walked about gloomy; not being indifferent over the things done by me, nor lifting myself up as a king because of being subject to no judge; rather, because of the fear of Thee and Thine indignation, all the day long I went about gloomily.
4. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἀντὶ τοῦ, αἱ ψόαι μου ἐνεπλήσθησαν ἐμπαιγμάτων, ὁ Ἀκύλας, ὅτι ἐπληρώθησαν αἱ λαγόνες ἀτιμίας, ὁ δὲ Σόμματος, ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἀτιμίας, ἐκδεδώκασιν. Καὶ διὰ τοῦτο εἰς ὑπόμνησιν ἐλθὼν τῆς αἰσχρᾶς καὶ ἀτίμου πράξεως, τῷ ἐῤῥῶσθαι αὐτῷ τὸ τῆς ψυχῆς αἰσθητήριον, ταῦτα ἔλεγε· Προσώζεαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Διὰ τί δὲ προσώζεσαν, ἐπάγει, λέγων· Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, ἢ, αἱ λαγόνες μου ἀτιμίας· ᾐνίξατο δὲ διὰ τούτων τὸ εἶδος τῆς αἰσχρᾶς πράξεως. Εἶτα ἑαυτὸν ἀνακτώμενος ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, Ἐπειδὴ γὰρ αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, διὰ τοῦτο, φησὶν, εἰς μετάνοιαν τῶν πεπραγμένων ἐλθὼν, τὴν ἐμαυτοῦ σάρκα κολάζω καὶ τιμωροῦμαι· διό φημι· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ὡς ἂν δυνηθείη ποτὲ κατορθώσας εἰπεῖν· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται. Καὶ ἀνωτέρω δὲ ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου. Εἶτα ἐπαγει· Ἐκὸκώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Τοῦτο δὲ ἑτέρως ἐν τοῖς ἔμπροσθεν ἐδήλου, φήσας· Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους. Ἴδιον ἀνδρῶν συνετῶν, τὸ μὴ ἐπαίρεσθαι ἐπὶ τοῖς κατὰ πρόληψιν καὶ συναρπαγὴν ἁμαρτανομένοις, ἀλλ' αἰδεῖσθαι καὶ ἐρυθριᾷν, καὶ τὴν συνείδησιν πλήττεσθαι, καὶ ταπεινοῦσθαι. Ὁ μὲν γὰρ Δαβὶδ πρὸς τούτοις ἐπιλέγει·
4. For my loins have been filled with mockeries, and there is no healing in my flesh. I was afflicted and humbled exceedingly; I roared from the groaning of my heart. O Lord, before Thee is all my desire, and my groaning was not hidden from Thee. Instead of my loins have been filled with mockeries, Aquila rendered because the flanks have been filled with dishonour, and Symmachus because my loins have been filled with dishonour. And on this account, having come to remembrance of the shameful and dishonourable deed, because the faculty of perception of his soul was strong in him, he said these words: My welts have grown foul and festered before the face of my folly. And why they grew foul, he adds, saying: For my loins have been filled with mockeries, or, my flanks with dishonour; and through these words he hinted at the form of the shameful deed. Then, recovering himself, he said: There is no healing in my flesh; For since my loins have been filled with mockeries, on this account, he says, having come to repentance for the things done, I chastise and punish my own flesh; wherefore I say: There is no healing in my flesh; so that at some time, having set things right, he might be able to say: Even if our outer man is being corrupted, yet the inner man is being renewed. And earlier too he said: There is no healing in my flesh, and there is no peace in my bones. Then he adds: I was afflicted and humbled exceedingly. And this he made plain differently in what preceded, having said: I became miserable, and was bowed down unto the end. It is characteristic of prudent men not to lift themselves up over sins committed by surprise and sudden seizure, but to feel shame and blush, and to be stricken in conscience, and to be humbled. For David in addition to these words says further:
Notes, col. 93

On the reading

Printed Ἐνταλαιπώρησα, for Ἐταλαιπώρησα.

Printed Συμμαχον, for Σύμμαχον.

Printed μηδλεὶ, for μηδενὶ.

Printed Σόμματος, for Σύμμαχος.

Printed ψύαι, for ψόαι.

Printed Προσώζεαν, for Προσώζεσαν.

Printed ἐπαγει, for ἐπάγει.

Printed Ἐκὸκώθην, for Ἐκακώθην.