6. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπειδὴ οἱ ζητοῦντες τὴν ψυχήν μου, εὗρον αὐτὴν, εἶθ' εὑρόντες κατέπαιζον, ἐπέβησαν δὲ ἐπιτωθάζοντες τοῖς ἐμοῖς κακοῖς· εἶτα ἐλάλουν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν. Ἐπὶ τούτοις ἐγὼ ἔρημος γεγονὼς τῶν ἐμαυτοῦ φίλων, οὐδὲν εἶχον λέγειν, αἰσχύνης πεπληρωμένος· διὸ ὡσεὶ κωφὸς οὐκ ἤκουον· ἀλλ' ὁ πάλαι λογιώτατος, καὶ τῇ παρούσῃ σοφίᾳ σεσοφισμένος γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Οὐδεὶς γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν· οὐδ' εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ' αὐτῶν νενικημένος· ἀλλ ἤμην Ὡς ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἠλεγχόμην γὰρ αὐτὸς, ἀλλ' οὐκ ἤλεγχον, οὐδὲ εἶχον παῤῥησίαν, αἰσχύνῃ κεκαλυμμένος. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Τὰ δὴ συμβεβηκότα μοι ταῦτα. Διὸ γέγυνα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἔχων ἐλεγμούς· διὸ οὐδὲν πρὸς τυὺς ἐχθροὺς ἔλεγον, ὡς ἂν ὑπ' αὐτῶν νενικημένος. Οὐ μὴν διὰ τοῦτο ἀπέγνων ἐμαυτοῦ· συνῆγον δὲ πάλιν ἐμαυτὸν, τῆς μὲν ἁμαρτίας ὡς θανάτου ἀποπηδήσας, τοῖς δὲ τῆς ἐξομολογήσεως φαρμάκοις τὸ ἐμαυτοῦ ἕλκος ἰώμενος. Καὶ τοὺς προσοζέσαντάς μοι μώλωπας ἀπὸ τῆς ἀφροσύνης μου, θεραπείας τυχεῖν ἀξιῶ. Διὸ Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· οὐ γὰρ ἐμαυτῷ θαῤῥῶν, οὐδὲ ἄλλην τινὰ ἐλπίδα θέμενος πρὸ ὀφθαλμῶν ἢ σὲ, τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ. Ἐπειδὴ οὖν ἤλπισα, Κύριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο οἰσάκουσον, ὅτι θελητὴς ἐλέους ει σὺ, καὶ οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διότι ἤλπισα ἐπὶ σὲ, ἱκετεύω τῆς παρὰ σοῦ βοηθείας ἐπιτυχεῖν, Μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου. Οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν· ἐπιχαροῦνται δὲ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους· ἀλλ' ἵνα μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ σαλευθῆναι πόδας μου μεγαλοῤῥημονήσαντες, ἐπὶ σὲ γατέφυγον, καί φημι· Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδέ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. Καὶ πάλιν φημί· Πρὸς σὲ, Κύριε, κεκράξομαι, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μή ποτε παρασιωπήσῃς ἄπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Καὶ τὰ λοιπὰ ἐν τοῖς ἑτέροις
6. But I, as a deaf man, did not hear, and was as a mute man not opening his mouth; and I became as a man who does not hear, and who does not have reproofs in his mouth. Since those who sought my soul found it, and then having found it mocked, and set upon me jeering at my calamities, and then spoke vanities and deceits all the day long; upon these things I, having become bereft of my own friends, had nothing to say, being filled with shame; therefore as a deaf man I did not hear; rather, I who of old was most eloquent, and made wise with the wisdom that was present with me, have become as a deaf man not hearing, and as a mute man not opening his mouth. For I had no word towards a defence; nor had I anything to address to my enemies, having once been overcome by them; but I was As a man who does not hear, and who does not have reproofs in his mouth. For I myself was reproved, and did not reprove, nor did I have boldness of speech, being covered with shame. For in Thee, O Lord, have I hoped; Thou wilt hearken, O Lord my God. For I said, lest ever my enemies rejoice over me; and when my feet were shaken, they spoke boastfully against me. Such indeed are the things that have befallen me. Therefore I have become as a deaf man not hearing, and as a mute man not opening his mouth, and as a man not having reproofs; therefore I said nothing towards my enemies, as one overcome by them. Yet not on this account did I despair of myself; rather, I collected myself again, leaping away from sin as from death, and healing my own wound with the remedies of confession. And the bruises on me that grew noisome from the face of my folly I ask to obtain healing. Therefore In Thee, O Lord, have I hoped; for not trusting in myself, nor setting before my eyes any other hope than Thee, did I prescribe for myself the means of healing. Since therefore I have hoped, O Lord, and hope does not put to shame, on this account hearken, because Thou art a lover of mercy, and dost not will the death of the sinner, so much as his repentance. Because I have hoped in Thee, I entreat that I may obtain help from Thee, Lest ever my enemies rejoice over me. For not yet have they rejoiced altogether; yet they will rejoice over me, unless I obtain Thy mercy; but that my enemies may not rejoice over me, who already even before, when my feet were shaken, spoke boastfully, I have fled for refuge to Thee, and I say: Let me never be put to shame for ever, nor let my enemies laugh me to scorn. And again I say: Unto Thee, O Lord, will I cry; pass me not by in silence, lest ever Thou pass me by in silence, and I become like those who go down into the pit. And the rest of the things in the other