Migne Reading Room

PG 30 · cols. 760–769 · Read from the page

Book on virginity

Book on virginity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:760Read from the page
φαινομένας τὰς φλόγας· οὕτω τὸ θῆλυ σῶμα τοῦ ἄῤῥενος ἐφαπτόμενον οὐ χρείαν ἔχει πολλῆς ἐργωδίας, οὔτε τοῦ πρὸς τὴν μίξιν ἐμπνέοντος ἔρωτος· ἀλλὰ τὴν φυσικὴν ἔχοντα πρὸς ἄλληλα σχέσιν, ἅμα τε ἥψατο, καὶ εὐθέως ἔχει ἐντυφόμενον κατὰ τὸ λεληθὸς τῆς ἡδονῆς τὸν σπινθῆρα. Διὰ τοῦτο, φησὶν, Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως οὐκ ἀθωωθήσεται πᾶς ὁ ἁπτόμενος γυναικός. Εἰ δὲ ἑαυτὸν παρέδωκεν ὑπὲρ τῆς νύμφης ὁ Κύριος, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος, καὶ παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον ταύτην, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος καὶ σώματι καὶ πνεύματι· καὶ διὰ τοῦτο μεριμνᾷν ἡ παρθένος ὀφείλει, πῶς ἀρέσει τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι.
its flames shining forth; so too the female body touching the male has no need of much labour, nor of erotic passion blowing them towards union; rather, possessing their natural relation towards one another, no sooner have they touched than straightway they hold the spark of pleasure smouldering in secret. On this account he says: Will anyone bind fire in his bosom, and not burn his garments? Or will anyone walk upon coals of fire, and not burn his feet? So shall everyone who touches a woman not go unpunished. And if the Lord gave Himself up for the bride, that He might sanctify her, having cleansed her by the washing of water, and Himself present her glorious to Himself, having no spot or wrinkle or any such thing, but that she might be holy and blameless both in body and in spirit—on this account too the virgin ought to be anxious how she shall please the Lord, that she may be holy both in body and in spirit.
46. Οὐχὶ τάδε μὲν φυλάττεσθαι δεῖ, τῶν δὲ κατατολμᾷν ἀδιαφόρως ὀφείλει· ἀλλὰ πάσας ἁπαξαπλῶς τὰς σπιλούσας αὐτὴν ἢ ῥυτίδας ἐμποιούσας ἀφορμὰς πόῤῥωθεν ἀναστέλλειν, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι, μηδὲν ἀπὸ τούτου ἐπὶ τὴν ψυχὴν μόλυσμα φέρουσα, καὶ τῷ πνεύματι, μηδενὶ νοήματι τοῦτο θολοῦσα. Οὐ γὰρ ἀπὸ σώματος μόνον ἐπὶ ψυχὴν διαβαίνει τὰ πάθη, ἀλλὰ καὶ ἀπὸ ψυχῆρ ἀρχόμενα, καὶ μὴ δυναμένων, φημὶ, ἔσθ' ὅτε ὑπουργεῖν τῶν σωμάτων, κατὰ φαντασίαν, ὡς διὰ σωμάτων ἐνεργούμενα ἐν τῇ διανοίᾳ τελεσιουργεῖται. Ὡς γὰρ οἱ τὸ ὕδωρ μετὰ τοῦ ἐλαίου κυκῶντες, τὴν ἑκατέρου χάριν τῇ ἐπινοίᾳ βιαζόμενοι, ἀφανίζουσι τοῦ τε ἐλαίου τὸ φωτοειδὲς τῷ ἰλυώδει τοῦ ὕδατος συνταράσσοντες, καὶ τοῦ ὕδατος αὖθις τὴν φύσιν τῇ συμπλοκῇ τοῦ ἐλαίου θολοῦντες· οὕτως οἱ τὴν ψυχὴν τῷ σώματι διὰ τῶν παθῶν συγκυκῶντες, ἑκατέρου τὸ πρὸς τὸν βίον χρειῶδες κακῶς ἀφανίζουσι, τήν τε ψυχὴν φωτοειδῆ καὶ λαμπρὰν οὖσαν τῇ ἰλύϊ τῶν σαρκικῶν ἐξ ἡδονῆς παθῶν ὅλην θολοῦντες, καὶ τοῦ σώματος τὸ καθαρὸν καὶ διαυγὲς τῷ λόγῳ τούτῳ ἀναφύρουσιν, ἀχρεῖον πρὸς τὸν βίον δεικνύντες. Ἀλλ' ὥσπερ κυκώμενα μετ' ἀλλήλων ἐκεῖγα τὴν φυσικὴν χάριν ἀπόλλυσιν· ἀναχωρήσαντος δὲ αὐτῶν τοῦ ταράχου, ἡρεμίας μεταλαχόντα διίστανται μὲν ἀπ' ἀλλήλων, εἰς δὲ τὴν οἰκείαν ἑκάτερον φύσιν πρὸς ἑαυτὸ συναγόμενον ἀνατρέχει, τὸ μὲν ἔλαιον καθαρὸν τῷ ὕδατι ἐφιζάνον, τὸ δὲ ὕδωρ διειδὲς ὄχημα τούτου γινόμενον· οὕτω καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, κυκώμενα μὲν τοῖς ἐξ ἀλλήλων πάθεσι μετ' ἀλλήλων, τὴν οἰκείαν φύσιν ἑκάτερον παρὰ θατέρου θολούμενον διαφθείρει· ἡρεμίας δὲ ἀπολαύσαντα, εἰς τὴν οἰκείαν φύσιν χωρισθέντα διίστανται, ἡ μὲν ψυχὴ, καθάπερ ἡνίοχος, τὸ φωτοειδὲς ἑαυτῆς κάλλος ἄνωθεν ἐπιλάμπον τῷ σώματι φαίνουσα· τὸ δὲ σῶμα, ὡς ἂν βαρὺ ὑφιζάνον μὲν τῇ ταύτης ἀξίᾳ, ὄχημα δὲ αὐτῇ πρὸς τὴν ἐνταῦθα χρείαν γινόμενον.
46. Not that one must guard against some things while she may indifferently venture upon others; rather, she ought once for all to repel from afar every occasion that spots her or produces wrinkles, so that she may be holy both in body, bringing no defilement from it upon the soul, and in spirit, clouding it with no thought. For passions do not pass over from the body alone to the soul, but beginning from the soul as well, even when, I say, the bodies are at times unable to minister to them, they are brought to completion in the mind through imagination as though enacted through bodies. For just as those who stir up water with oil, doing violence by their contrivance to the grace of each, destroy the luminous quality of the oil by troubling it with the muddy sediment of the water, and in turn cloud the nature of the water by its commingling with the oil; so too those who churn the soul together with the body through the passions wickedly destroy the usefulness of each for life, wholly clouding the soul, which is luminous and radiant, with the mud of carnal passions sprung from pleasure, and mixing up by this means the pure and pellucid quality of the body, rendering it useless for life. Yet just as those liquids when churned together with one another lose their natural grace, whereas once their agitation has subsided and they have partaken of quiet, they separate from one another and each runs back, gathered into itself, to its own nature—the oil settling pure upon the water, and the water becoming a pellucid vehicle for it—so too both soul and body, when churned together with one another by the passions arising from each other, corrupt each its own nature through being clouded by the other; whereas when they enjoy quiet, they part and separate into their own nature, the soul, like a charioteer, shining forth its own luminous beauty gleaming from above upon the body, while the body, as being heavy, settles beneath her dignity and becomes a vehicle for her unto present need.
47. Οὐκοῦν τοιοῦτόν τι συμβαῖνον ἐν τῇ ἑαυτῆς φύσει ἡ παρθένος ἰδοῦοα, οὔτε τοῖς ἐκ σαρκὸς πάθεσι τὸ τῆς ψυχῆς φωτεινὸν συνταράξει, οὔτε τοῖς ἀπὸ
47. Seeing, therefore, something of this sort taking place in her own nature, the virgin will neither suffer the radiance of her soul to be troubled by the passions arising from the flesh, nor by those that from
Notes, col. 760

On the reading

Printed ψυχῆρ, for ψυχῆς.

Printed ἐκεῖγα, for ἐκεῖνα.

Printed ἰδοῦοα, for ἰδοῦσα.

PG 30:761Read from the page
ψυχῆς ἔχουσι τὴν ἀρχὴν συγχεῖν τὸ ἑαυτῆς κάλλος ἀνέξεται· ἀλλ' ἑκάτερον ἐν τῇ ἰδίᾳ χώρᾳ τε καὶ τάξει καὶ χρείᾳ καθ' ἡσυχίαν φυλάττουσα, εἰρήνην μὲν τοῖς μέρεσι μετὰ σοφίας βραβεύσει, ἐν ἡρεμίᾳ δὲ μένειν καὶ ψυχὴν καὶ σῶμα κατὰ φύσιν ἀσκήσασα, τὸ ἐξ ἀμφοῖν ἐναρμόνιον εἶδος καθαρὸν ἐπιδείξει, τὸ μὲν φωτοειδὲς τῆς ψυχῆς ἀκύμαντον τε καὶ ἀθόλωτον διόλου φυλάττουσα, τὸ δὲ τοῦ σώματος εἶδος παντὸς κινήμαεος τοῦ ἐξ ἡδονῶν βορβορώδους καθαρὸν ἀσκητικῶς συντηροῦσα. Σῶμα μὲν γὰρ γαστριμαργίαν καὶ μέθην καὶ τὰς πρὸς συνουσίαν ἡδονὰς βρασσόμενον, κατὰ τοῦ κάλλους τῆς ψυχῆς ἀναδίδωσι· ψυχὴ δὲ ζῆλόν τε καὶ ὀργὴν, ὑπόκρισίν τε καὶ ἔχθραν ὑπ' ἀφροσύνης κλονουμένη φέρει κατὰ τοῦ σώματος. Καὶ ἔστιν ὅτε φόβῳ τῶν ἐκ σαρκὸς παθῶν νηστείαις καὶ σκληραγωγίαις τὰ σώματα πρὸς ἴδια τὰ πάθη νεκρώσαντες, τὰ ψυχῆς ἴδια ἐν νεκρῷ σώματι περιφέρομεν, ὡς αὐτόθεν τὸ χωλεῦον πρὸς τελειότητα φαίνεσθαι, ὅτι τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου κατορθωθὲν, ἀτελὲς πρὸς τὴν ἀληθῆ ἀρετὴν τὸ ἔργον ἐλέγχει. Οὔτε γὰρ τὰ σώματος πάθη διὰ νηστειῶν ἐκτεμόντες, τὴν δὲ ψυχὴν τοῖς ἰδίοις ἐκ ζήλου καὶ ὑποκρίσεως καὶ τῶν ἄλλων παθῶν κινήμασι τεθολωμένην καταλιπόντες, χρήσιμον πρὸς ἀρετὴν τὴν τοῦ σώματος ἄσκησιν δείκνυμεν. Οὔτε τὴν ψυχὴν τῶν ἰδίων παθημάτων καθάραντες, τὸ δὲ σῶμα ἄφετον πρὸς τὰς σαρκὸς ἡδονὰς καὶ τὴν λοιπὴν θρύψιν ἀφέντες, κἂν μὴ παρῇ ἡ πρὸς πορνείαν ἀκολασία, τέλειον τὸν πρὸς ἀρετὴν βίον ἡμῶν δεῖξαι οὐ δυνάμεθα. Ἀλλὰ δεῖ τὸν μέλλοντα παντὸς μολυσμοῦ καθαρὸν τὸν τῆς ἀρετῆς δρόμον δεικνύναι, τῷ τε κατὰ ψυχὴν καλῷ προστιθέναι καὶ τὰ τοῦ σώματος ἀγαθὰ, καὶ τοῖς κατὰ τὸ σῶμα ἀσκητικῶς πονηθεῖσι τὰ τῆς ψυχῆς κατορθώματα συμφωνοῦντα δεικνύναι. Οὔτε γὰρ ἀνύπουλος καὶ ἀληθὴς ὁ βίος ἀναδειχθείη, ἁρμονίαν τῶν τῆς ψυχῆς τε καὶ σώματος μελῶν καὶ συμφωνίαν πρὸς ἄλληλα μὴ ἐχόντων. Ἐπειδὴ καὶ ἀμήχανον, οἶμαι, τά τε κατὰ ψυχὴν κατορθωθῆναι καλὰ, τῶν κατὰ σῶμα ἐμποδιζόντων· τά τε κατὰ σῶμα παρεῖναι καλὰ, μὴ προηγουμένην τῶν ἐτ ψυχῇ ἀγαθῶν. Ἀλλὰ δεῖ ψυχήν τε αὐτὴν πρὸς ἑαυτὴν συμφωνήσασαν, κοὶ σύμφωνον τὸ σῶμα πρὸς ἑαυτὴν λαβοῦσαν, οὕτω τέλειον ἐξ ἀμφοτέρων ψυχῆς τε καὶ σώματος πρὸς ἕνα δρόμον εὐπειθῶς κινουμένων, ἐπιδεῖξαι τὸν μακάριον βίον. Οὐκοῦν ἡ παρθένος, καθάπερ, ἔλαιον ὕδατι τὴν ψυχὴν τῷ σώματι καθαρὰν ἀεὶ ἐφιζάνουσαν ἔχουσα, καὶ τῷ φωτὶ ταύτης τὸ ὑποκείμενον σῶμα ἡνιοχοῦσα, ὥσπερ τῆς ἀπὸ σώματος ἰλύος τῶν παθῶν, οὐδὲν ἐξ ἡδονῆς θολερὸν τῷ τῆς ψυχῆς κάλλει ἐπιμίξει, διὰ νηστειῶν καὶ ἀσκήσεως τούς τε ἀναδιδομένους ἐξ αὐτοῦ βρασμοὺς καταστείλασα, καὶ τοῦ γεώδους αὐτοῦ τὸ πλεῖστον τοῖς τῆς ἐγκρατείας κατορθώμασιν ὀφαγνίσασα· οὕτως
the soul take their origin to confound its own beauty; rather, keeping each in stillness in its own place and order and function, she will with wisdom arbitrate peace among her parts, and having trained both soul and body to abide in quiet according to nature, she will display pure the harmonious form composed of both, keeping the luminous quality of the soul wholly unruffled and unclouded, and ascetically preserving the form of the body clean of every mire-like movement sprung from pleasures. For the body, boiling up, sends forth gluttony and drunkenness and the pleasures of sexual union against the beauty of the soul; while the soul, tossed by folly, brings jealousy and anger, hypocrisy and enmity against the body. And sometimes, out of fear of the passions of the flesh, having deadened our bodies towards their own passions by fastings and hardships, we carry about the passions proper to the soul in a deadened body, so that our halting short of perfection appears straightway from the fact that the one achieved apart from the other proves the work imperfect towards true virtue. For neither if we cut away the passions of the body through fastings, yet leave the soul clouded by its own movements of jealousy and hypocrisy and the remaining passions, do we show the ascetic training of the body useful towards virtue; nor if we cleanse the soul of its own passions, yet leave the body unrestrained towards the pleasures of the flesh and other luxury, even if licentiousness unto fornication be absent, are we able to show our life perfect towards virtue. Rather, whoever means to display the course of virtue pure of every defilement must both add the goods of the body to the good of the soul, and show the achievements of the soul in harmony with the ascetic labours of the body. For neither could life be shown unfeigned and true if the members of soul and body possess no harmony and concord with one another; since it is impossible, I think, either for the goods of the soul to be achieved while bodily things hinder them, or for the goods of the body to be present unless the goods in the soul lead the way. Rather, when the soul has come into concord with herself and taken the body into concord with herself, from both soul and body moving obediently towards a single course she must thus display the blessed life in perfection. Therefore the virgin, keeping her soul ever settling pure upon her body like oil upon water, and guiding the underlying body as a charioteer by her light, just as from the bodily mud of the passions she will mingle nothing turbid from pleasure with the beauty of her soul—having quelled through fastings and ascetic training the boilings sent up from it, and having purged away most of its earthly element by the achievements of self-control—so
Notes, col. 761

On the reading

Printed ἀκύμαντον τε, for ἀκύμαντόν τε.

Printed κινήμαεος, for κινήματος.

Printed προηγουμένην, for προηγουμένων.

Printed ἐτ, for ἐν.

Printed κοὶ, for καὶ.

Printed ὀφαγνίσασα, for ἀφαγνίσασα.

PG 30:764Read from the page
οὐδὲν τῶν ἀπὸ ψυχῆς ἐκ ζήλου καὶ ὑποκρίσεως παθῶν, οὐδὲν ἐξ ἀφροσύνης τεταραγμένον τῷ σώματι μεταδώσει, παντὸς θυμοῦ, καὶ ὀργῆς, καὶ ἐπιθυμίας πάσης ἀτόπου, τὸν νοῦν διειδῆ τε καὶ φωτεινὸν τῷ βίῳ δεικνῦσα. Εἰ δὲ ἀνεπίμικτον μὲν παθῶν τὸ ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπινον ὄργανον ἔχειν ὀφείλει, ἑκάτερον δὲ ἐν τῇ ἰδίᾳ φύσει ἠρεμοῦν τὴν ἰδίαν χρείαν δεικνύον, προσήκει αὐτὴν, ὥσπερ τοὺς εἰς σῶμα ῥέοντας διὰ γαστρὸς θολεροὺς ἀποκρούεται ὀχετοὺς, οὕτω καὶ τοὺς εἰς ψυχὴν ῥέοντας ἀποστρέφειν. Οὕτω γὰρ ἂν μένοι αὐτῇ ἑκάτερον ἐν τῇ φυσικῇ καταστάσει ἀθόλωτον· ὡς ἕως γε ἂν τὰ πάθη ἐνοχλῇ τῇ ψυχῇ, τοῦ παρθενικοῦ κάλλους οὐ δυναμένου ὃν δὴ τρόπον ἀχρόντου ὀφθῆναι· μᾶλλον δὲ μετὰ τοῦ
too she will impart to the body nothing of the passions arising from the soul out of jealousy and hypocrisy, nothing troubled out of folly, displaying to life a mind pellucid and radiant, clear of all wrath and anger and every perverse desire. And if she ought to keep the human instrument composed of soul and body unmixed with passions, each resting in its own nature and displaying its own proper function, it befits her, just as she repels the turbid streams flowing into the body through the belly, so also to turn away those flowing into the soul. For thus will each remain unclouded for her in its natural state; since, so long at least as the passions trouble the soul, virginal beauty cannot be seen undefiled in the manner that is fitting—nay rather, along with the
48. Ἐπεὶ ἐὰν τὸ ἀπὸ σώματος ἀναδιδόμενον εἰς ψυχὴν ἰλυῶδες, διὰ τῆς ἀσκήσεως, ὥσπερ εἰς ὑποστάθμην, τὴν ἀνάγκην τῆς φύσεως καταστείλασα, τοῖς ἐν τῇ ψυχῇ πάθεσι συνταράσσηται, οὐδὲν ὤνησεν ἡ τοῦ σώματος καθαρότης τοῦ νυμφίου μὴ δυναμένου διὰ τὸν τάραχον τῶν παθῶν ἐν τοιᾷδε ψυχῇ ἀναπαύεσθαι· μᾶλλον δὲ καὶ πολλῷ ἔβλαψεν ἑαυτὴν ἡ τοιαύτη, τὸ μὲν ἀληθῶς ἀρέσκον τῷ νυμφίῳ δι' ἀπαιδευσίαν μὴ ἀνιχνεύουσα, διὰ μοχθηρίαν δὲ λογισμοῦ καὶ τὸν ὑπὲρ σωματικῶν κατορθωμάτων μισθὸν ἑαυτὴν ζημιώσασα. Εἰ γὰρ διὰ τὸ τῆς ψυχῆς κάλλος τὴν τοῦ σώματος ἀφθορίαν ἀσκοῦμεν, περιττὴ ἡ δοκοῦσα ἀφθορία τοῦ σώματος, τῆς ψυχῆς μυρίοις πάθεσιν φθειρομένης. Ὧν μὲν γὰρ τὸ σῶμα ὄργανον ἁμαρτίας λαβὼν ὁ διάβολος, διὰ τούτου τῇ ψυχῇ ἐπιτίθεται. Ὧν δὲ τῆς σαρκὸς ἐπιβῆναι δι' ἐγκρατείας τε καὶ σκληραγωγίας οὐκ ἐπετράπη, τούτων πολλάκις, χωρὶς σώματος, τὴν ψυχὴν γυμνὴν εἰληφὼς, οἷς ἐν αὐτῇ ἐργάζεται πάθεσι, τὴν ἑαυτοῦ ἐπιθυμίαν ἀνύει. Τοιαῦται γάρ εἰσιν ὃσαι νηστείαις καὶ χαμευνίαις καὶ τῇ λοιπῇ ὑπερτόνῳ κατὰ σῶμα ἀσκήσει τῆς σαρκὸς τοῦτον ἀποδιώξασαι, τοῖς ὀργῆς και θυμοῦ καὶ ὑποκρίσεως ἢ ζήλου πάθεσιν αὐτὸν ἐν τῇ ψυχῇ περιέπουσιν. Ὅσῳ δὲ ἔλαττον ψυχῆς σῶμα τῇ ἀξίᾳ, τοσοῦτον ἔλαττον, οἶμαι, τὸ διὰ σώματος ἁμάρτημα τοῦ διὰ γυμνῆς τῆς ψυχῆς καταφαίνεται. Ὅτι ἐκεῖ μὲν φυσικὴ τροφή τε καὶ ὄρεξις πρὸς τὴν γαστριμαργίαν ἢ πορνείαυ τὸ σῶμα διὰ τῶν συντρόφων ἡδονῶν γαργαλίζεται· ἐνταῦθα δὲ ἄνευ τινὸς σωματικῆς ἡδονῆς μοχθηρία προαιρέσεως τὰ πάθη παρὰ φύσιν τῇ ψυχῇ ἐπεισάγει. Καὶ εἰ πάθος ψυχῆς ἡ τῆς παβθένου φθορὰ, πάθος ψυχῆς καὶ ὁ θυμὸς, καὶ ἡ ἔρις, καὶ τὰ ἄλλα πάντα ὅσα εἴρηκεν ὁ Ἀπόστολος, ἔτι δὲ μᾶλλον ὁ φθόνος. Ὁμοιοτάτην γοῦν ὅ τε ἐρῶν καὶ ὁ φθονῶν τὴν ὀδύνην ὑφίστανται. Ὡς
48. Since if, having through ascetic training quelled the muddy sediment sent up from the body into the soul—reducing the necessity of nature, as it were, to dregs—she is troubled by the passions within the soul, the purity of the body has profited nothing when the Bridegroom is unable on account of the turmoil of the passions to rest in such a soul; rather, such a woman has even greatly harmed herself, failing through want of instruction to trace out what truly pleases the Bridegroom, and through wickedness of reasoning forfeiting for herself even the reward for her bodily achievements. For if we practise incorruption of the body for the sake of the beauty of the soul, the seeming incorruption of the body is superfluous when the soul is being corrupted by countless passions. For in some, the devil, taking the body as an instrument of sin, attacks the soul through it; whereas in those whose flesh he was not permitted to mount because of self-control and hardship, oftentimes seizing the naked soul apart from the body, he accomplishes his own desire by the passions that he works within it. Such are all those women who, having driven him away from the flesh by fastings and sleeping on the ground and the rest of strained bodily asceticism, cherish him within the soul by the passions of anger and wrath and hypocrisy or jealousy. Now by so much as the body is inferior to the soul in dignity, by so much, I think, does a sin committed through the body appear lesser than one committed through the naked soul: because there natural nourishment and appetite tickle the body towards gluttony or fornication through congenital pleasures, whereas here, without any bodily pleasure, depravity of choice brings passions contrary to nature into the soul. And if the corruption of a virgin is a passion of the soul, wrath too is a passion of the soul, and strife, and all the other things that the Apostle named, and still more so envy. Indeed, the lover and the envious person undergo a very similar pain. For just as
Notes, col. 764

On the reading

Printed ἀχρόντου, for ἀχράντου.

Printed ὃσαι, for ὅσαι.

Printed και, for καὶ.

Printed πορνείαυ, for πορνείαν.

Printed παβθένου, for παρθένου.

PG 30:765Read from the page
γὰρ τοῦ ἐρῶντος τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀποτυγχάνοντος τῆς ἐπιθυμίας, τήκει ὁ ἔρως, οὕτω τοῦ φθονοῦντος καὶ ψυχὴν καὶ σῶμα ὁ φθόνος συντήκει. Οὐδὲν γὰρ μᾶλλον οἱ ἐρῶντες ἀποτυγχάνοντες τῆς ἐπιθυμίας ὑπὸ τοῦ ἔρωτος, ἢ οἱ φθονοῦντες ἀτυχοῦντες τῆς ἰδίας ἐπιθυμίας, ὑπὸ τοῦ φθόνου καὶ ψυχὴν καὶ σῶμα συντήκονται· τοιοῦτόν τι πάθος ἄντικρυς πάσχοντες, οἷον ἂν κήρινοι ἀνδριάντες ἐν νυκτὶ παρὰ τῶν κηροπλάστων μορφωθέντες, ἡλίου ἀνατείλαντος ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος κατατηκόμενοι πάθοιεν. Ἐκεῖνοί τε γὰρ, ἕως μὲν ἂν ἡ νὺξ αὐτοὺς καὶ τὸ σκότος κατέχῃ, πεπηγυῖαν ἐν τῇ σκιᾷ ὑπὸ τῆς νυκτερινῆς αὔρας τὴν μορρὴν, ὡς ἐπλάσθησαν, ἐν τῷ ἐμφαινομένῳ τοῖς πλάσμασι τόνῳ, καὶ στεῤῥὰν τέως δεικνύουσιν· ἐπιλάμψαντος δὲ τοῦ ἡλίου καὶ τὸν οἰκεῖον δρόμον ἀνύοντος, τὰ μὲν λοιπὰ ἅπαντα τρέφεται ὑπὸ τῆς ἡλιακῆς δυνάμεως, καὶ φωτὸς ἀπολαύει· οἱ δὲ συντακέντες, τάς τε μορφὰς καὶ τὰ σχήματα μετὰ τοῦ ἐμφαινομένου ἑκάστῳ τόνου συγχυθέντες, ἠφανίσθησαν. Οἵ τε φθονεροὶ, ἕως ἂν ἐν τῷ σκότῳ τοῦ διαβόλου, ὡς ἐν νυκτὶ, πρὸς τὰ τοῦ φθόνου ἔργα βουλεύονται, παγίας τέως δοκοῦσι τὰς ἐννοίας, καὶ τὰ σχήματα μετὰ τῶν μορφῶν, ὡς παρὰ τῷ φθόνῳ ἐπλάσθησαν, ἀλλήλοις δεικνύναι· ἐπειδὰν δὲ δίκην ἡλίου σπουδαῖος ἀνὴρ πρὸς τὰ τῆς ἀρετῆς ἔργα ἑωθινὸς ἀνατείλῃ, οἱ μὲν λοιποὶ ἅπαντες, ὅσοι τοῦ φιλοκάλου τε καὶ φιλοθέου βίου τὸν τρόπον θαυμάζουσι, τοῦ θείου ἔρωτος εἰς γνῶσιν παρ' αὐτοῦ λαμπρῶς ἐμφορούμενοι, τὰ τῆς ἀρετῆς σπέρματα τρέφουσιν· οἱ δὲ ἀχείρωτον μὲν αὐτὸν διὰ τὸ θεοφι-
love melts the soul and the body of the lover when he fails of his desire, so envy wastes away both soul and body of the envious man. For lovers failing of their desire are wasted away in both soul and body by love no more than envious men missing their own desire are wasted away by envy—suffering downright such an affection as waxen statues moulded at night by wax-modellers would suffer when, once the sun has risen, they are melted down beneath the sun's ray. For so long as night and darkness hold them, those statues display their form stiffened in the shade by the night breeze, just as they were moulded, in the tension appearing in the figures, and firm for a time; yet once the sun has shone upon them and accomplishes its proper course, while all other things are nourished by the sun's power and enjoy light, they melt away, confounded in their forms and shapes together with the tension appearing in each, and vanish. And so too the envious, so long as in the darkness of the devil, as at night, they plot towards the works of envy, seem for a time to display to one another fixed purposes, and shapes along with forms just as they were moulded beside envy; yet whenever, like the sun, a zealous man rises at dawn towards the works of virtue, all the rest, as many as admire the manner of a life loving beauty and loving God, being radiantly filled by him unto knowledge of divine love, nourish the seeds of virtue; whereas those men, seeing him unconquerable on account of his God-lov-
49. Γαληναίαν οὖν δεῖ τὴν τῆς παρθένου ψυχὴν, καὶ καθάπερ ἔκ τινος καθαρωτάτης πηγῆς τοῦ νοῦ ταῖς θείαις ἐννοίαις λιμνάζουσαν, ἀκύμαντον εἶναι, μήθ' ὑπὸ τῶν ἔξωθεν δι' ἀκοῆς βαλλομένων λόγων κυμαινομένην, μήθ' ὑπὸ τῶν ἐμπιπτουσῶν διὰ τῆς ὄψεως φαντασιῶν τὴν γαληναίαν κατάστασιν φρίσσουσαν· ἵν' ὡς ἐν καθαρωτάτῳ κατόπτρῳ, καὶ ἑαυτῆς τὴν ἰδέαν καὶ τοῦ νυμφίου τὸ κάλλος ὁρῶσα, τοῦ περὶ αὐτὸν ἔρωτος γνησιώτερον ἐμφορῆται. Διόπερ οὐ δεῖ οὔθ' ἑτέραν ὄψιν τῷ τοῦ ὕδατος τούτου κατόπτρῳ ἐγκύπτειν, ἵνα μὴ τὴν προϋποῦσαν ἐπισείουσα ἀφανίζῃ· οὔθ' ὑπὸ ὀργῆς ἢ λύπης ἤ τινων ἑτέρων παθῶν ὅλως κυμαίνεσθαι, ἵνα μὴ ἄλλοτε ἀλλοίας μορφὰς τῷ νῷ ἐν τῷ σάλῳ δτικνύῃ· ἀλλ' ἀεὶ ὡσαύτως καὶ ἐν τῇ κατὰ Θεὸν χαρᾷ κεχυμένην, ἀκύμαντον μὲν παθῶν διόλου φυλάττεσθαι, μηδενὸς δὲ ἑτέρου ἰδέαν ἐν ἑαυτῇ ἢ τοῦ νυμφίου δει-
49. Calm, therefore, must the virgin's soul be, and, pooling as though from some purest spring with the divine thoughts of the mind, unruffled—neither billowed by words cast at her from without through hearing, nor having her calm state rippled by imaginations falling upon her through sight—so that, as in a purest mirror, beholding both her own form and the beauty of the Bridegroom, she may be filled more genuinely with love for Him. Wherefore neither must any other countenance peer into the mirror of this water, lest by shaking it it efface the image already present; nor must she be billowed at all by anger or grief or any other passions, lest in the swell she show to the mind different forms at different times; rather, poured out ever uniformly and in joy according to God, she must be kept wholly unruffled by passions, and within herself show the form of none other than the Bridegroom
Notes, col. 765

On the reading

Printed μορρὴν, for μορφὴν.

Printed δτικνύῃ, for δεικνύῃ.

PG 30:768Read from the page
κνύναι· μόνου μὲν ἐκείνου ἀεὶ κατοπτριζομένου ἐν αὐτῇ τὸ ἴδιον κάλλος, μόνης δὲ τῆς ψυχῆς τὴν τούτου μορφὴν ἐν τῷ κατ' αὐτὴν κατόπτρῳ ἐχούσης ἐκλάμπουσαν, καὶ τῷ τῆς μορφῆς αὐτοῦ κάλλει κοσμεῖσθαι θελούσης. Διόπερ ἀσφαλιζόμενος αὐτῆς τὴν ψυχὴν ὁ σοφώτατος λόγος φησίν. Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· ἵνα μὴ ἀνελθούσης τῆς κατ' ἐξουσίαν ἐννοίας, ἡ φαντασία τόπον, ὥσπερ ἐν κατόπτρῳ, εὑροῦσα, καὶ μηδενὸς παρόντος ἐμφήνῃ τῆς ἁμαρτίας τὰ εἴδωλα. Ἀλλὰ πᾶς μὲν τόπος, φησὶν, ἐν τῇ ψυχῇ τῆς παρθένου τῆς ὄψεως Χριστοῦ πεπληρώσθω. Μηδεὶς δὲ τὸ σύνολον τόπος ἐν αὐτῇ σχολαζέτω, ἔνθα ἀναβᾶσα περίεργος ἔννοια εὕροι, ὅπου τὰ ἑαυτῆς κατοπτρίζεται. Μηδενὸς οὖν, συνελόντι φάναι, μὴ παρόντος, μὴ ἀπόντος ἀνθρώπου κάτοπτρον ἔστω ἡ τῆς παρθένου ψυχὴ, ἢ τοῦ ἁγίου αὐτῆς νυμφίου· μηδεμία δὲ ἄλλη μορφὴ ἐν ταύτῃ ὁράσθω, ἢ μόνη ἐκείνη· μηδννὶ δὲ ἑτέρῳ τὸ τῆς ψυχῆς ἔσοπτρον αὐτή φιλοκάλως σμηχέτω, ἢ ὥστε ἐκεῖνον ἐλλάμποντα τούτῳ τοῦ οἰκείου κάλλους τὴν ἰδέαν, μακαρίαν αὐτὴν ἀπεργάζεσθαι. Ἐὰν γὰρ τῶν θνητῶν τις τῷ κατόπτρῳ τούτῳ ἐγκύπτῃ, ἀνάγκη περὶ τὴν θέαν τῆς τούτου μορφῆς ἀσχολουμένην τὸν νοῦν, τὴν προτέραν τοῦ νυμφίου μορφὴν ἐπικεκρυμμένην ὑπεξελθοῦσαν λοιπὸν μηδαμοῦ θεωρεῖν. Ὡς δὲ ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, οὕτως ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι τούτῳ, τὰ μὲν σώματος πάθη κεκαθαρμένος, τὴν δὲ ψυχὴν εἰς τὸ αὐτὸ τῆς μορφῆς σφραγισάμενος κάλλος.
show; while He alone always mirrors His own beauty in her, and the soul alone holds His form shining forth in the mirror within herself, and wishes to be adorned with the beauty of His form. Wherefore, safeguarding her soul, the most wise word says: If the spirit of him who holds power rises up against you, do not leave your place; lest, when a thought exercising power has come up, fantasy, finding a place as in a mirror, even when no one is present, should display the idols of sin. Rather, let every place, it says, in the soul of the virgin be filled with the countenance of Christ. And let no place at all lie vacant in her, whither a meddlesome thought ascending might find somewhere to mirror its own things. Let the soul of the virgin, therefore, to speak concisely, be a mirror of no human being, neither present nor absent, save of her holy Bridegroom; and let no other form be seen in her save that form alone; and for no other let her lovingly polish the mirror of her soul, save so that He, shining upon it the form of His own beauty, may render her blessed. For if any of mortals peers into this mirror, it is necessary that she, having her mind occupied with gazing upon his form, should thereafter nowhere behold the former form of the Bridegroom, once it has been covered over and has slipped away. And just as he who joins himself to the harlot is one body, so he who joins himself to the Lord is one spirit with Him, purified as to the passions of the body, and having his soul stamped unto the very same beauty of form.
50. Καὶ οὐχὶ πρὸς την ὄντως παρθενίαν τὴν παρθένον ἀνάγοντες, διὰ τοῦ κατὰ τὸν νυμφίον ὑποδείγματος γαμικήν τινα ἔννοιαν αὐτῇ ἐμποιοῦμεν· ἀλλ' ἀπὸ τῆς κατὰ τὸν γάμον ἑνώσεως, τὴν πρὸς τὸν Θεὸν Λόγον τῆς λογικῆς ψυχῆς ἕνωσιν σοφῶς ὑποδείκνυμεν. Ὅτι ὡς τὰ σώματα τῇ γαμικῇ κοινωνίᾳ τῶν αὐτῶν ἡδονῶν καὶ παθῶν καὶ φθορᾶς κοινωνεῖ, ἐν τῇ ἡδονῇ καὶ τοῖς πάθεσι, καὶ τῇ τῆς μίξεως φθορᾷ, διὰ τῆς πρὸς τὴν πρᾶξιν συμπνοίας γινόμενα· οὕτω καὶ ἡ λογικὴ ψυχὴ, τῇ πρὸς τὸν Θεὸν Λόγον νυμφικῇ κοινωνίᾳ, ἀρετῆς καὶ ἀφθαρσίας καὶ ἀπαθείας τῆς ἀληθοῦς ἀπολαύσειεν ἐν Πνεύματι· ἵνα τῇ ἀπαθείᾳ καὶ τῇ ἀφθαρσίᾳ, διὰ τῆς ἐκ τοῦ Θεοῦ Λόγου πρὸς τὸν ἁγιασμὸν αὐτοῦ ἀνυποκρίτου συμπνοίας, καθαρὰ γένηται. Διὸ τὴν Χριστῷ διὰ τῆς κατὰ τὴν παρθενίαν ὑποσχέσεως ἁρμοσθεῖσαν, ὡς ἂν σοφίᾳ καὶ Δόγῳ ἑαυτὴν διὰ βίου νυμφεύουσαν, σοφὴν προσήκει καὶ ἔμφρονα εἶναι· πάσης μὲν ἀλογίας τε καὶ ἀφροσύνης τὸ αἶσχος διὰ συνεχοῦς τῆς ἐν τοῖς θείοις μελέτης ἐκβάλλουσαν, τῷ δὲ τῆς σοφίας κάλλει, ᾧ ἥνωται, τὸν νοῦν κοσμουμένην. Ἐπειδὴ εἴ τινι ἄλλῳ μακαρίῳ σπεύδοντι εἶναι, τῇ τοῦ Χριστοῦ μάλιστα νύμφῃ ἁρμόττει, τὰς διὰ τῶν αἰσθήσεων τῆς ψυχῆς ἐνεργείας ἀπὸ τῶν ἔξωθεν ἐπὶ τὰ ἔσω ὅλας συνήθως ἐπιστρέψασαν, τῷ μὲν νυμφίῳ ἐν ἀποῤῥήτοις κατὰ τὸν νοῦν παστοῖς, ὡς Θεῷ Λόγῳ ἀεὶ ὁμιλεῖν, ἐν δὲ τῷ
50. And in leading the virgin up towards true virginity, we do not implant in her some marital notion through the example concerning the bridegroom; rather, from the union in marriage, we wisely indicate the union of the rational soul with God the Word. For just as bodies by marital communion share in the same pleasures and passions and corruption, coming to be in pleasure and passions and the corruption of intercourse through their harmony towards the act, so too may the rational soul, by bridal communion with God the Word, enjoy virtue and incorruption and true impassibility in the Spirit, so that in impassibility and incorruption, through unfeigned harmony from God the Word towards His sanctification, she may become pure. Therefore it befits her who has been betrothed to Christ through the promise of virginity, inasmuch as she weds herself throughout life to wisdom and the Word, to be wise and prudent: casting out, on the one hand, the disgrace of all unreason and folly through continual meditation upon divine things, and adorning her mind, on the other hand, with the beauty of the wisdom to which she has been united. Since, if it befits anyone else who hastens to be blessed, it above all befits the bride of Christ, having customarily turned all the activities of the soul that operate through the senses away from outer things towards things within, to converse always with the Bridegroom, as with God the Word, in the ineffable bridal chambers of the mind, and in
Notes, col. 768

On the reading

Printed μηδννὶ, for μηδενὶ.

Printed αὐτή, for αὐτὴ.

Printed την, for τὴν.

Printed Δόγῳ, for Λόγῳ.

PG 30:769Read from the page
νόμῳ αὔτου μελετᾷν ἡμέρας καὶ νυκτός· καὶ τοῖς μὲν νυμφαγωγοῖς, νόμῳ τε, φημὶ, καὶ Εὐαγγελίῳ, καὶ εἴ τις τούτοις ἐστὶ σύμπνους, τὸ κάλλος τοῦ νυμφίου ἐκδιηγουμένοις εὐφραίνεσθαι· ταῖς δὲ τοῦ Λόγου ἁγίαις τῶν νοημάτων γοναῖς, λογικὴν καὶ σοφὴν ἀεὶ καὶ μᾶλλον εὑρίσκεσθαι, ἄχρις ἂν τῇ πρὸς τὴν σοφίαν ὅλῃ δι' ὅλου ἑνώσει, ἓν τούτῳ ᾧ κεκόλληται γινομένη, ἀπὸ μὲν φθαρτοῦ ἄφθαρτος, ἀπὸ δὲ ἀμαθοῦς ἔμφρων, τε, φημὶ, καὶ σοφὴ ὡς πλευρὰ τοῦ Λόγου ᾧ ἐκολλήθη, καὶ συνελόντι φάναι, ἀπὸ ἀνθρώπου Θεὸς ἀθάνατος, ὡς ἐκεῖνος ᾧ ἥνωται, τοῖς πᾶσιν ἀναδειχθῇ. Ὡς γὰρ ὁ νυμφίος αὐτῆς καταλιπὼν θρόνους καὶ κυριότητας κατὰ τὸ θνητὸν ἐκολλήθη, ἵνα ἐν αὐτῇ κατὰ συμπάθειαν γεγονὼς, εἰς ἀπάθειαν αὐτὴν τὴν ἑαυτοῦ μεταβάλῃ· οὕτω καὶ αὕτη τῷ δι' αὐτὴν ἀπεκδυσαμένῳ τὰς ἀρχὰς καὶ ἐξουσίας, καὶ ἑαυτὸν ἀπὸ μορφῆς Θεοῦ εἰς μορφὴν δούλου διὰ τὸ περὶ τὴν νύμφην φίλτρον κενώσαντι, κατὰ τὸ ἀθάνατον κεκολλῆσθαι ὀφείλει, ἵνα καὶ εἰς τὸν οὐράνιον παστὸν αὐτῷ πρὸς τὸν Ηατέρα ἀνιόντι συνανέλθῃ. Ἀντὶ τούτου γὰρ, φησὶ, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὅπερ ἑρμηνεύων ὁ εἰς ἀφθαρσίαν ἐπὶ καλῷ προμνηστευόμενος Χριστῷ τὴν νύμφην, φησί· Τὸ μυστήριον τοῦτο μέγα ἐστί· λέγω δὲ εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Οὐ γὰρ κατελήλυθεν ὁ Χριστὸς, ἵνα προσκολληθεὶς τῇ νύμφῃ εἰς γῆν ἀπομένῃ· ἀλλ' ἵνα παραλαβὼν καὶ μεταβαλὼν αὐτὴν, ἐκ γῆς εἰς οὐρανοὺς ἀναγάγῃ. Καὶ ἡ Χριστῷ νυμφευθεῖσα, οὐχὶ Ἰωάννην ἔχει αὐτῇ πρὸς τὰ νυμφικὰ λουτρὰ μόνον ὑπηρετούμενον, ἀλλὰ καὶ ἀγγέλους ἀνιούσῃ εἰς τὴν τοῦ Πατρὸς ἑστίαν τὸν ἐπιθαλάμιον ᾄδοντας. Ἄφθορος οὖν οὐ τῇ πρὸς τὸν ἄφθαρτον Λόγον ἑνώσει ἡ παρθένος μένει μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἕνωσιν γίνεται. Οὐ γὰρ ὡς ὁ τῶν σωμάτων νυμφίος τὴν ἄφθορον παρθένον τῇ νυμφεύσει φθείρων γυναῖκα ποιεῖ· οὕτω καὶ ὁ τῶν ψυχῶν ἡμῶν νυμφίος τὴν ἄφθορον ψυχὴν τῇ πρὸς αὐτὸν κοινωνίᾳ φθείρων νυμφεύεται. Ἀλλ' ἐφθαρμένην διὰ τῶν σαρκικῶν ἡδονῶν παρὰ διαβόλου λαβὼν, καὶ γυναῖκα αὐτοῦ διὰ τῆς φθορᾶς κακῶς γενομένην, τῇ πρὸς αὐτὸν κοινωνίᾳ ἄφθορον ἐκ γυναικὸς παρθένον ποιεῖ. Ταύτην γὰρ τὴν μυστικὴν νυμφαγωγίαν ἡμᾶς καὶ διὰ τοῦ προφήτου παιδεύων, πρὸς τὴν ἑαυτοῦ νύμφην φησίν. Οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου; Ὡσεὶ ἔλεγε, καὶ ἀρχηγὸν τῆς ἀφθορίας σου. Ὡς γὰρ ἀρχηγός τε καὶ ἄρχων τῆς κατὰ τὴν γαμετὴν φθορὰς ὃ ἀνὴρ, κύριος αὐτῆς διὰ τούτου γινόμενος οὕτως ἀρχηγός τε καὶ ἄρχων τῆς ἑκάστυυ ἡμῶν ἀφθορίας ἐστὶν ὁ Κύριος, διὰ τῆς ἀφθορίας τε Κύριος ἡμῶν καὶ τὴν ἀρχὴν ἀναδούμενος· ὃν καὶ οἶκον δεῖ τῆς ἀφθορίας ἡμῶν ἐπιγινώσκειν ἐν αὐτῷ μένοντας καὶ οἰκοῦντας, διοτι
His law to meditate day and night; and on the one hand to delight in the bridal attendants, namely the law, I say, and the Gospel, and whoever is in harmony with these as they recount the beauty of the Bridegroom; and on the other hand, by the holy offspring of thoughts from the Word, to be found ever more rational and wise, until by a wholly complete union with wisdom, becoming one with Him to Whom she has been joined—incorruptible from what was corruptible, prudent, I say, and wise from what was unlearned, as a rib of the Word to Whom she was joined, and, to speak concisely, an immortal god from a human being, like Him to Whom she has been united—she may be shown forth to all. For just as her Bridegroom, leaving behind thrones and dominions, was joined to her as to what was mortal, so that having come to be in her by sympathy, He might transform her into His own impassibility; so she too ought to be joined as to what is immortal to Him Who for her sake stripped off principalities and powers, and emptied Himself from the form of God into the form of a servant out of love for the bride, so that she too may ascend together into the heavenly bridal chamber with Him as He ascends to the Father. For this cause, it says, a man shall leave his father and mother, and shall be joined to his wife, and the two shall be one flesh. Expounding which, he who for a noble end betroths the bride in incorruption to Christ says: This mystery is great; but I speak in regard to Christ and in regard to the Church. For Christ did not come down in order that, having been joined to the bride, He might remain behind on earth; rather, that having taken her to Himself and transformed her, He might lead her up from earth into the heavens. And she who has been wedded to Christ has not only John ministering to her for the bridal baths, but also angels singing the bridal hymn for her as she ascends to the hearth of the Father. Incorrupt, therefore, the virgin not only remains in her union with the incorruptible Word, but also becomes so after the union. For not as the bridegroom of bodies, corrupting the incorrupt virgin by marriage, makes her a woman, does the Bridegroom of our souls likewise wed the incorrupt soul by corrupting her in communion with Himself. Rather, taking her when she had been corrupted through carnal pleasures by the devil, and had wickedly become his wife through corruption, by communion with Himself He makes her from a woman an incorrupt virgin. For teaching us this mystical bridal guidance through the prophet also, He says to His own bride: Did you not call Me as house and father and leader of your virginity? As though He were saying: and leader of your incorruption. For just as the husband is leader and ruler of the corruption pertaining to the wedded wife, becoming her lord through this, so the Lord is leader and ruler of the incorruption of each one of us, both being our Lord through incorruption and crowning Himself with sovereignty; Whom we also ought to recognize as the house of our incorruption, abiding and dwelling in Him, because
Notes, col. 769

On the reading

Printed αὔτου, for αὐτοῦ.

Printed Ηατέρα, for Πατέρα.

Printed φθορὰς, for φθορᾶς.

Printed ὃ, for ὁ.

Printed ἑκάστυυ, for ἑκάστου.

Printed διοτι, for διότι.