Migne Reading Room

PG 30 · cols. 708–721 · Read from the page

Book on virginity

Book on virginity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:708Read from the page
Μεριμνᾷ γὰρ πῶς ἀρέσῃ τῷ Κυρίῳ. Ἀρέσκει δὲ τοιαύτη οἵαν αὐτὸς αὐτὴν πλάσαι ἠθέλησεν.
For she cares how she may please the Lord. And she pleases Him as such a one as He Himself willed to fashion her.
18. Οὐ μόνον οὖν οὐ δεῖ καλλωπίζεσθαι τὴν παρθένον, οὐδὲ ἥδυσμα ἡδονῆς βλέμματος ἀκολάστου τὴν ἐπίνοιαν τῆς μορφῆς ἐργάζεσθαι· ἀλλὰ καὶ τὸ φυσικὸν τοῦ σώματος κάλλος συσκιάζειν ὡς οἷόν τε ταῖς ἐπινοίαις. Ἐπειδὴ γὰρ, κατὰ τὸν ἀνωτέρω λόγον, μάλαγμα ἡδονῆς τῷ ἄῤῥενι τὸ θῆλύ ἐστι, καὶ βλέμματι ὑγροτέρῳ τοῦ ἄῤῥενος πρὸς ἐναγωγὴν ὄψεως πεπλασμένον, καὶ φωνῇ λιγυρᾷ εἰς θέλγητρον ὀργανωθὲν ἀκοῆς, καὶ τῇ ἐμφαινομένῃ τῶν μελῶν μαλακότητι, καὶ συνόλως παντὶ τῷ τοῦ σώματος σχήματί τε καὶ κινήματι πρὸς ἀπάτην τῆς ἡδονῆς μορφωθὲν καὶ οὐ λαλοῦσα γυνὴ μόνον καὶ ὁρῶσα, ἀλλὰ καὶ καθημένη πῶς καὶ βαδίζουσα, διὰ τὴν ἐνοῦσαν κατὰ τοῦ ἄῤῥενος αὐτῇ φυσικὴν δυναστείαν, ὡς σίδηρον, φημὶ, πόῤῥωθεν μαγνῆτις, τοῦτον πρὸς ἑαυτὴν μαγγανεύει· διὰ τοῦτο δεῖ τὴν παρθένον, τῷ μηδενὶ τρόπῳ τοῖς τῆς ἡδονῆς δικτύοις ἐμπλακῆναι φυλαττομένην, ἀῤῥενωπὸν τὸ ὄμμα, καὶ στεῤῥὰν ποιεῖν τὴν φωνὴν, τῷ δὲ βαδίσματι καὶ συνόλως παντὶ κινήματι τῷ τοῦ σώματος, συνέχειν τῆς ἡδονῆς τὰ δελέατα· οὐχ ἁλῶσαν, φημὶ, ἔτι μᾶλλον ταῖς ἐπινοίαις πρὸς ἡδονὴν ξαυτὴν, καὶ παγίδα ἑτέροις τε ὁμοῦ, καὶ τῇ ἑαυτῆς ψυχῇ τὸ οἰκεῖον σῶμα ἀρτύουσαν, πρὸς τὸ σύντονον δὲ τῆς ἀρετῆς εἶδος ἑαυτὴν σώφροσι κινήμασιν ἐνδρείως ὀρθοῦσαν.
18. Not only, therefore, ought the virgin not to deck herself out, nor make the artifice of her form a seasoning of pleasure for a licentious gaze; she must also overshadow the natural beauty of her body so far as possible by her contrivances. For since, according to the account given above, the female is a soft fomentation of pleasure to the male, both fashioned with a moister glance than the male for drawing on the sight, and fitted out with a clear-toned voice for enchanting the hearing, and shaped in the visible softness of her members and, in a word, in every posture and movement of the body for the deceit of pleasure, and a woman not only when speaking and looking, but also in some manner when sitting and walking, through the natural sway over the male residing in her, charms him towards herself from afar, I say, like a magnet drawing iron: on this account the virgin, guarding against being entangled in any way at all in the nets of pleasure, must make her eye manly in aspect and her voice firm, and in her gait and, in a word, in every movement of her body must hold in check the baits of pleasure; not caught herself, I say, still more by contrivances towards pleasure, and preparing her own body as a snare at once for others and for her own soul, but manfully setting herself upright by temperate movements towards the strenuous form of virtue.
19. Οὕτως δὲ τὴν τοῦ θήλεος ἡδονὴν ἐν ἑαυτῇ ἀναιροῦσα, καὶ τὴν πρὸς τοῦτο σχέσιν τοῦ ἄῤῥενος ἀποκόπτουσα, παρθένους ἑαυτῆς καὶ τὰς προόδους ποιήσεται, οὐν ἀκολασταίνουσα ταῖς συνεχέσι προόδοις, οὐδέ παρὰ τὴν ἐπιβάλλουσαν παρθένῳ χρείαν ταῖς οἰκίαις ἑαυτὴν ἐπιῤῥίπτουσα· ἁπάσης δὲ πρόοδου καιρὸν, τῆς ὀφειλομένης ἀρετῆς ἐντολὴν ποιουμένη· καὶ ἡνίοχον μὲν τῆς προόδου, τὴν ἐντολὴν ἔλουσα τοῦ Κυρίου, τοὺς δὲ καιροὺς τούτων, κατὰ τὸ εὐπρεπὲς μέρος τῆς ἡμέρας ἐγκρίνουσα. Οὐ γὰρ ἁπλῶς διὰ τὸν εἰπόντα, Ἀσθενὴς ἤμην, καὶ οὐκ ἐπεσκέψασθέ με, καὶ τὰ λοιπὰ. ὕλην χυδιασμοῦ τε καὶ ψόγου τὴν ἐντολὴν τοῦ Κυρίου ποιήσεται. Κατὰ πᾶσαν μὲν ⟨…⟩ραν, καὶ παρὰ τὸ πρέπον τῶν προόδων κατατολμῶσα, ἐν ἀκαιρίᾳ κατὰ πάντα στενωπὸν τοῖς πολλοῖς φαινομένη, οὐδὲ τὸ καλὸν μὲν τῆς τοῦ Θεοῦ ἐντολῆς, ἐπιδεξίως αὐτῇ μὴ κεχρημένη, εἰς διαβολὴν ἑαυτῆς κακῶς περιτρέψει, ἀβασάνιστον δὲ τὴν ἡλικίαν ἑαυτῆς ἁπλῶς ἐπὶ τὰς προόδους ἀφήσει, ἀλλὰ νέαν μὲν ἔτι ἄγουσα ἡλικίαν, ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ μόνον, καὶ οὐ μόνη ἁπλῶς προελεύσεται· Ἐντολῆς δὲ τοῦ Κυρίου ἑτέρωθι ἀπαραιτήτως ἀγούσης, ἀξιόπιστον τὴν ἑαυτῆς πορείαν ταῖς μεθ' ὧν βαδίζουσα ὁρᾶται, ποιήσεται.
19. And thus destroying within herself the pleasure of the female, and cutting off the relation of the male towards this, she will make her goings abroad virgin as well, not playing the wanton in continual goings abroad, nor flinging herself into houses beyond the need befitting a virgin, but making the commandment of due virtue the season of every going abroad; and having the commandment of the Lord as charioteer of her going abroad, while approving the seasons for these according to the seemly part of the day. For she will not simply, on account of Him Who said, I was sick, and you did not visit Me, and the rest, make the commandment of the Lord matter for vulgarity and reproach. Venturing rashly upon goings abroad at every hour and contrary to what is fitting, showing herself unseasonably to the multitude in every lane, she will neither wickedly turn round the good of God's commandment to her own slander through having failed to use it skilfully, nor let her own age go forth untested simply upon goings abroad; rather, while still passing through youthful age, she will go forth unto the house of God alone, and not simply alone; and when a commandment of the Lord indispensably leads her elsewhere, she will make her journeying trustworthy through the women in whose company she is seen walking.
Notes, col. 708

On the reading

Printed ξαυτὴν, for ἑαυτὴν.

Printed ἐνδρείως, for ἀνδρείως.

Printed οὐν, for οὐκ.

Printed οὐδέ, for οὐδὲ.

Printed πρόοδου, for προόδου.

Printed ἔλουσα, for ἔχουσα.

PG 30:709Read from the page
Οὐ γὰρ ἁπλως ἀγελαίαν δεῖ τὴν παρθένον, ἀποστραφεῖσαν τὰ γάμων δεσμὰ, ἁπανταχοῦ μετὰ αὐθεντίας σοβεῖσθαι· ὥσπερ διὰ τοῦτο ἀποφυγοῦσαν τὸν γάμον, οὐχ ἵνα τῷ κρείττονι νυμφίῳ ἀεὶ παρεδρεύῃ, ἀλλ' ἵνα ἐπ' ἐξουσίᾳ ἔχῃ φοιτᾷν ὅπη βούλεται. Οὐδὲ γὰρ ὡς ἂν μὴ μαρτυρα ἢ κριτὴν ἔχῃ τοῦ βίου τὴν πρὸς ἄνδρα κοινωνίαν ἀπέφυγεν· οὐδ' ἵνα ἐλευθέρα ζηλοτυπίας ὑπάρχουσα ἐγκαλινδῆται ἐπ' ἐξουσίας οἷς ἂν ἐθέλῃ, μηδένα ἔχουσα τὸν ἐξετάσοντα αὐτῆς τὰ κινήματα· ἀλλ' ἵνα τὰς σαρκὸς ἡδονὰς, καὶ τόκων ὠδῖνας, καὶ τὴν πολύμοχθον τῶν βιωτικῶν μεριμνῶν ἀλγεινὴν φυγοῦσα φροντίδα, ὑπὸ μάρτυρι καὶ ζηλοτύπῳ ἀρετῆς Θεῷ, τὸν ἑαυτῆς πρὸς ἀφθαρσίαν βίον οἰκονομήσῃ. Θεὸς γάρ εἰμι, φησὶ, ζηλωτὴς, ζηλῶν τὸν ἐπὶ φθορᾷ τὸ ἐμὸν ἐν ὑμῖν κάλλος μοιχεύοντα. Ἐπεὶ εἰ μέλλοι τὸν πρὸς ἄνδρα ζυγὸν ἀποῤῥίψασα, ἄχρηστος καὶ τῷ βίῳ, πρὸς ὃν εἰς οἰκουρίαν καὶ τεκνογονίαν ἐπλάσθη, καὶ τῇ ἐπαγγελλομένῃ παρθενίᾳ ἐπίψογος γίνεσθαι, τὸ ὅλον ζημία. Καὶ τὴν ψυχὴν ἀπαιδεύτοις ἐννοίαις, καὶ τὸ σῶμα ἀνέτοις σκιρτήμασι φθείρουσαν, πολλῷ αἱρετώτερον ἀνδρὶ συναφθεῖσαν, τούτῳ πρὸς τὸν βίον ἡνιοχεῖσθαι, τότε χρειῶδες εἰς βοήθειαν κατὰ τὸν οἶκον ἀμοιβὴν τῆς προστασίας αὐτῷ ἀντεκτιννῦσαν, καὶ γηροκόμους παῖδας εἰς διαδοχὴν τοῦ γένους ἀγαθοὺς παριστῶσαν· καὶ ἑνὶ γοῦν μέρει ταῖς τοῦ ἀνδρὸς ζηλοτυπίαις, ὡς οἷόν τε, τῷ Θεῷ παρθενεύουσαν, ὡς ὁ τῆς ἀληθείας λόγος τὰς τοῖς στενωποῖς, καὶ ταῖς οἰκίαις ἀπαιδεύτως ἐπιπολαζούσας, οὐδὲ παρθένους γνωρίζει. Ἀργαὶ γὰρ μανθάνουσι περιερχόμεναι τὸς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
For the virgin, having turned away from the bonds of marriage, must not simply gad about everywhere at random in high-handed fashion, as though she had fled marriage on this account, not that she may sit ever beside the better Bridegroom, but that she may have it in her power to roam wheresoever she wills. For neither did she flee partnership with a man so that she might have no witness or judge of her life; nor so that, being free of jealousy, she might wallow at will among whomsoever she wishes, having no one to scrutinize her movements; rather, it was so that, having fled the pleasures of the flesh and the pangs of childbirth and the painful, toil-laden care of worldly anxieties, under God the Witness and jealous Guardian of virtue she might order her own life towards incorruption. For I am a jealous God, He says, jealous against him who unto corruption commits adultery with My beauty in you. Since if, after casting off the yoke that binds to a husband, she is going to become both useless to the common life, for which she was fashioned unto keeping house and bearing children, and blameworthy to the virginity she professes, the whole is pure loss. And for one who corrupts her soul with undisciplined thoughts and her body with unbridled leapings, it were far preferable, joined to a husband, to be guided by him as charioteer for life, paying him back in return for his protection both what is serviceable for help about the house and presenting good children to tend old age for the succession of the family; and in one part at least, through her husband's jealousies, keeping virginity so far as possible unto God, seeing that the word of truth does not even recognize as virgins those who undisciplinedly haunt the lanes and houses. For being idle they learn to go round the houses; and not only idle, but also tattlers and busybodies, speaking things they ought not.
20. Εἰ δὲ χήραν ἀνδρὸς ἤδη πεῖραν λαβοῦσαν, καὶ ὀφθαλμοῖς ἀνδρῶν ὁμιλεῖν γυμνασθεῖσαν, οὐ δεῖ ἀναίδην καὶ γλῶσσαν καὶ πόδας πρὸς τοὺς τυχόντας κινεῖν, ἵνα μὴ τοῖς προειρημένοις ἐγκλήμασιν ὑποπέσῃ· πόσῳ μᾶλλον δεῖ τὴν παρθένον, τὸν τῆς αἰδοῦς πρὸς ἄνδρα μηδέποτε ἀπαμφιεσαμένην χιτῶνα, σεμνὴν μὲν καὶ παρθένον φυλάττειν τὴν γλῶσσαν, ἀκριβὲς δὲ τὸ βῆμα πρὸς τὸ ἀναγκαῖον τῆς χρείας προάγειν; Ἐκεῖνα γὰρ μόνον τῇ παρθένῳ ῥητέον, ὅσα τε ἀκουσθέντα τὸν νοῦν ὠφελήσει τῶν ἀκουόντων, καὶ διὰ τῆς εὐστόχου πρὸς αὐτὴν ἀποκρίσεως, πρὸς σύνεσιν τῶν θείων αὐτῆς τὴν ψυχὴν ἔτι μᾶλλον κοσμήσει. Τὸ γὰρ διὰ τῆς γλώσσης φερόμενον ἔξω ῥεῖθρον τοῦ λόγου, τῆς πηγῆς ὅθεν ῥεῖ μαρτύριον γίνεται. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, καὶ τὰ ἑξῆς· ἀφ' ὧν καρπῶν τὸ δένδρον γινώσκεται. Καὶ ἡ ἀληθῶς παρθένος, ὥσπερ ἀπὸ καθαρᾶς πηγῆς τῆς καθαρότητος τῶν ἠθῶν, ἀθόλωτον πάντων μολυσμάτων δεῖ προχεῖσθαι
20. Now if a widow who has already had experience of a husband, and has been practised in conversing before the eyes of men, must not shamelessly ply both tongue and feet towards chance comers, lest she fall under the aforesaid charges, how much more must the virgin, who has never put off the tunic of modesty towards a man, guard her tongue reverent and virgin, and advance her step strictly according to the necessity of need? For those things alone are to be spoken by the virgin which both, when heard, will benefit the intellect of the hearers and, through the apt reply made to her, will adorn her soul still more unto understanding of divine things. For the stream of speech borne outward through the tongue becomes a testimony of the fountain whence it flows. For out of the heart come forth evil thoughts, murders, adulteries, and what follows: from which fruits the tree is known. And the true virgin, as if from a pure fountain of purity of morals, must pour forth unclouded by all defilements
Notes, col. 709

On the reading

Printed ἁπλως, for ἁπλῶς.

Printed μαρτυρα, for μάρτυρα.

Printed τότε, for τό τε.

Printed τὸς, for τὰς.

PG 30:712Read from the page
αὐτῆς ἡμέρα τὸν λόγον· μὴ μόνον μηδὲν ἐπιβλαβὲς καὶ δολερὸν πρὸς ἡδονὴν φέροντα τὸ νόημα, ἀλλ' οὐδὲ ἀργόν ποτε ἀπὸ λογικῆς ψυχῆς τοῦτο δεικνύντα. Πάντα γὰρ τὸν ἀπὸ παρθένου πηγῆς λόγον ἄφθορον ἀρυόμενον, καθάπερ ἀφθαρσίας πόματος, δεῖ τὸν νοῦν ἐμφορεῖσθαι, τοῖς ὁμοίοις μετ' αἰδοῦς ἐξ ἀμοιβῆς τὴν εὐεργέτιν ἀντιπροπίνοντα. Τοιαύτη μὲν ἔσται ἡ παρθένος λαλοῦσα, εἴποτε καὶ λαλεῖν ἀναγκαῖον. Ἀκριβωτέον γὰρ καὶ τίνι, καὶ πῶς, καὶ ποτε ταύτην λαλεῖν πρέπον ὁρᾶται. Οὐ γὰρ ἁπλῶς πρὸς τοὺς τυχόντας δεῖ φθείρεσθαι τῆς παρθένου τὸν λόγον, οὐδὲ πρὸς τοὺς αἰδοῦς ἀξίους πάλιν θρασέως ἀπογυμνοῦσθαι· οὐδὲ τὸ χρειῶδες οὐκ ἔχοντα παρὰ τὸ ἐπιβάλλον τῷ προσώπῳ τῆς παρθένου προχεῖσθαι· οὐδὲ τῆς χρείας τοῦτον ἐκ παρθενικοῦ στόματος ἀναγκαίως καλούσης, διὰ τῆς ἐμπεσούσης πρὸς τὴν χρείαν ἀφορμῆς, φιλοτιμότερον ὑπερβλυζειν. Ἀλλὰ πανταχοῦ καὶ τοῦ προσώπου καὶ τῆς χρείας καὶ τοῦ καιροῦ στοχαστέον, ὅταν ἀναγκάση ἡ χρεία λαλεῖν, πολλῷ ἐλάττονα ὧν ἐκούει λαλοῦσαν. Ἐπεὶ καὶ ἡ φύσις τὸ χρειῶδες τοῦ λόγου πρὸς ἀκοὴν δι' ἀναλογίας μετροῦσα, δύο μὲν ὦτα, μίαν δὲ γλῶσσαν ἡμῖν ἐξειργάσατο· ὡς δέον, διπλασίονα εἰς παιδείαν ἀκούειν, ἡμιολίῳ δὲ πρὸς τὰ ἐρωτήματα συνεσταλμένον προάγειν τὸν λόγογ. Ὥστε καὶ κατὰ φύσιν πρὸς οὓς εὐκαίρως λαλεῖ ἡ παρθένος, πλεῖον ἀκούσεται πολλῷ μᾶλλον ἢ λαλήσει· καὶ πᾶς λόγος αὐτῆς οὐδὲν ἕτερον ἢ ὠφέλέιαν τοῖς ἀκούολσι φέρων τῶν χειλέων προελεύσεται, ἢ δι' ἐρωτήματος τῷ νῷ παιδείαν ἐμπορευόμενος, τοῦ στόματος ἐγκοσμίως προβήσεται. Τὰ δ' ἄλλα ἐντὸς μυχῶν ἡρεμήσει, πολλῷ πλέον τῶν ἄλλων διαπαντὸς εὐχομὲνη· Θεοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Καὶ οὕτω μὲν τὸ στόμα ἑαυτῆς μετ' εὐχῶν ἀσφαλίσεται. Οὐκ ἔλανττν δὲ τὴν ἀκοὴν, ὡς ἂν μηδὲν ἔξωθεν εἰς αὐτὴν ῥεύσειε φαῦλον. Καὶ τῷ νῷ πυλωρήσειεν ἐν ἡρεμίᾳ ἀκοῆς τε καὶ γλώσσης ἀεὶ δεομένη τοῦ Κυρίου. Μὴ ἐκκλίνης τὴν καρδίαν μου εἰς λόγοῦς πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
day [uttering] her speech; showing the thought not only bringing nothing harmful and deceitful towards pleasure, nor even ever [showing] this idle from a rational soul. For every incorrupt word drawn from a virgin spring, just as a draught of incorruption, ought to fill the mind, pledging its benefactress in return with like things in modesty. Such indeed shall the virgin be when speaking, if ever speaking is even necessary. For one must examine carefully both to whom, and how, and when it is seen to be fitting for her to speak. For the virgin's speech ought not simply to be squandered upon chance comers, nor again to be boldly laid bare before those worthy of reverence; nor, lacking usefulness, to pour forth beyond what befits the person of the virgin; nor, when need necessarily summons it from a virginal mouth, to bubble over too ambitiously by reason of the occasion that has arisen for the need. Rather, everywhere aim must be taken at the person and the need and the season, when need compels [her] to speak, speaking far fewer things than she hears. Since nature too, measuring by proportion the usefulness of speech in relation to hearing, fashioned for us two ears, indeed, and one tongue: since it is needful to hear double for instruction, and to put forth speech contracted by that ratio in reply to questions. So that even by nature, before those to whom the virgin seasonably speaks, she will listen much more than she will speak; and every word of hers will come forth from her lips bringing nothing else than benefit to those who hear, or, procuring instruction for the mind through a question, will proceed becomingly from her mouth. As for the rest, she will remain quiet within her chambers, praying continually far more than others: Set, O Lord, a guard upon my mouth, and a door of enclosure round about my lips (Ps. 140:3). And thus indeed she will secure her own mouth with prayers. And no less her hearing, so that nothing base from without may flow into it. And may she keep the gate for her mind in quietness both of hearing and of tongue, ever entreating the Lord: Incline Thou not my heart unto words of wickedness, to make excuses in sins (Ps. 140:4).
21. Ἐπίψογον δὲ πολλῶ πλέον τῶν εἰρημένων, καὶ τοῦ παρθενικοῦ ἤθους ἀλλότριον, τὸ μὴ μόνον ἐπιπολάζειν οἴκοις παρθένον, ἀλλὰ καὶ γάμου προμνήστριαν γίνεσθαι. Σίμιος μὲν γὰρ ὁ γάμος ἐν πᾶσιν, ἀλλ' ἄλλοις καὶ οὐ τῇ παρθένῳ προσῆκον. Καὶ οὐ δεῖ τῆς ἰδίας τρίβου ταύτην ἀναχωρήσασαν, ἐν τοῖς τριόδοις τοῦ βίου τῷ λοιπῷ πλήθει συναναφυρομένην εὑρίσκεσθαι Ἄλλη γὰρ ὁδὸς τῶν τοὺς γάμους κρατούν-
21. Yet blameworthy far more than the things already said, and foreign to the virginal character, is it for a virgin not only to haunt houses, but even to become a matchmaker of marriage. For marriage is honourable in all (Heb. 13:4), yet fitting for others and not for the virgin. And she ought not, having withdrawn from her own path, to be found mingling together with the rest of the multitude at the crossroads of life. For one is the way of those who hold to marriages
Notes, col. 712

On the reading

Printed ἡμέρα, for ἡμέρᾳ.

Printed ποτε ταύτην, for πότε ταύτην.

Printed ὑπερβλυζειν, for ὑπερβλύζειν.

Printed ἀναγκάση, for ἀναγκάσῃ.

Printed ἐκούει, for ἀκούει.

Printed λόγογ, for λόγον.

Printed ὠφέλέιαν, for ὠφέλειαν.

Printed ἀκούολσι, for ἀκούουσι.

Printed εὐχομὲνη, for εὐχομένη.

Printed Θεοῦ, for Θοῦ.

Printed ἔλανττν, for ἔλαττον.

Printed ἐκκλίνης, for ἐκκλίνῃς.

Printed λόγοῦς, for λόγους.

Printed πολλῶ, for πολλῷ.

Printed Σίμιος, for Τίμιος.

Printed εὑρίσκεσθαι Ἄλλη, for εὑρίσκεσθαι. Ἄλλη.

PG 30:713Read from the page
των, καὶ ἄλλη τρίβος, φημὶ, τῶν τὴν παρθενίαν τιμώντων. Καὶ μεμέρισται ἡ παρθένος καὶ ἡ γαμήσασα. Ἀναχωρητέον οὖν τῶν γαμικῶν ὑποθέσεων τῇ παρθένῳ· μᾶλλον δὲ μηδὲ παραβλητέον αὐτῇ τὴν ἀρχήν. Ἀλλ' αἱ μὲν λοιπαὶ, ὅσαις ἤρεσε τοὺς σαρκῶν περιέπειν νυμφίους, προμνηστευέτωσάν τε, ὡς δοκεῖ, τούτων τῶν γάμων, καὶ τὴν περὶ αὐτῶν σπουδὴν, εἰ ἡδὺ, ἐνδεικνύσθωσαν. Ἡ δὲ παρθένος τὸν ἑαυτῆς νυμφίον ἀεὶ περιέπουσα (εἴ δοκεῖ καὶ αὐτῇ ὅλως μνηστεύειν), τούτῳ μᾶλλον τὰς ἀχράντους νύμφας πρὸς ἀφθορίαν προμνηστευέσθω. Κακεῖναι μὲν περὶ τὸν θνητὸν πονείσθωσαν θάλαμον· αὕτη δὲ μετὰ τῶν φρονίμων ἡμμένῃ λαμπάδι περὶ τὸν Κύριον χορευέτω, ἢ ἑπομένη τῷ νυμφίῳ, ἢ τῷ οἰκείῳ φωτὶ τῆς παρθενίας καὶ ἑτέρας πρὸς παρθενίαν νυμφεύουσα. Αισχύνης γὰρ ὡς ἀληθῶς καὶ ὀνείδους μεστὸν τῇ παρθένῳ τὸ πρᾶγμα, ὅταν αἱ μὲν προληφθεῖσαι τοῖς γάμοις, ὥσπερ δι' ἀπειρίαν τῶν ἐν οἷς ἔμελλον γίνεσθαι ἐμπλακεῖσαι ταῖς ὀδύναις τῶν γάμων, τὰς ἄζυγας τῶν ὁμοίων ἀλγεινῶν πειραθῆναι εὐνοϊκῶς ἀποτρέπουσαι, καὶ τὸ ἄχραντον τοῦ τε νυμφίου καὶ τῶν ἐκείνῳ νυμφευομένων, κατά τε τὸν παρόντα καὶ μέλλοντα βίον, ὡς ἀληθῶς, μακαρίζουσαι, ἐπὶ παρθενίαν παρακαλῶσιν. Ἡ δὲ παρθένος προμνηστεύειν, φημὶ, σπεύση τοῖς γάμοις, τὸ ἐναντίον, οἶμαι, δι' ὧν πράττει ἐμφαίνουσα. Ὅτι προληφθεῖσα ἄρα τῇ ὑποσχέσει τῆς παρθενίας, δι' αἰδῶ λοιπὸν πρὸς ταύτην σχηματίζεσθαι ἀναγκάζεται. Ἀποδεχομένη δὲ τῇ διαθέσει τὸν γάμον, καὶ μεταμελομένη τάχα, οἵας ἀπεστέρηται ἡδονῆς, οἷς πράττει, ἣν περὶ αὐτὸν ἔχει ἐν ψυχῇ διαθέσιν οὐ μετρίως ἐμφαίνει. ὥσπερ γυμνῶς ταῖς γαμουμέναις ἐνδείξασθαι θέλουσα, ὅτι συνήδεται αὐταῖς, οἵας μέλλουσιν ἡδονῆς ἀπολαύειν. Μεμερισμένη γοῦν πρὸς τὴν ἔγγαμον ἡ παρθένος, τόν τε βίον, καὶ ὅλον τὸ ἦθος, τὰ ἐπιβάλλοντα ἔργα τῇ παρθένῳ ἐν παντὶ ἐπιγνώσε-
and another the path, I say, of those who honour virginity. Both the virgin and she who has married are divided (1 Cor. 7:34). The virgin must therefore withdraw from matrimonial affairs; or rather she must not even approach them at all. Let the rest, indeed, as many as have been pleased to tend bridegrooms of flesh, both act as matchmakers, as seems good, for these marriages, and display their zeal concerning them, if it is pleasant. But let the virgin, ever tending her own Bridegroom (if it seems good to her too to woo at all), rather woo immaculate brides unto incorruption for Him. And let those women toil about a mortal bridal chamber; but let this one dance with kindled lamp together with the wise [virgins] around the Lord (Matt. 25:1-10), either following the Bridegroom, or by her own light of virginity espousing others also unto virginity. For truly full of shame and reproach for the virgin is the matter, when those already preoccupied by marriages, entangled in the pains of marriage as though through inexperience of the things in which they were going to find themselves, kindly dissuading the unwedded from experiencing the like griefs, and truly calling blessed, in both the present and the coming life, the undefiled state both of the Bridegroom and of those espoused to Him, exhort [them] unto virginity; while the virgin hastens, I say, to act as matchmaker for marriages, manifesting the opposite, I think, through the things she does. For having been preoccupied, then, by the promise of virginity, out of shame thereafter she is compelled to fashion herself after it. Yet welcoming marriage in her disposition, and repenting perhaps of what pleasure she has been deprived, by the things she does she manifests in no small measure the disposition that she holds concerning it in her soul, wishing as though openly to show to the women being married that she rejoices with them over what pleasure they are about to enjoy. Divided, therefore, from the married woman both in life and in her whole character, the virgin will in everything recognize the works that befit the virgin
22. Ἀλλ' οὕτω μὲν ἀκριβὴς ἔσται, καὶ λαλοῦσα, καὶ σιωπῶσα, καὶ προϊοῦσα, ἡ ὄντως παρθένος. Δεῖ δὲ, ὅπερ ἔφην, μὴ ἁπλῶς καὶ ὡς ἔτυχε, μηδὲ μόνην, ἀλλὰ κατὰ τὸν προειρημένον σκοπὸν, μετὰ κοσμίων καὶ βίῳ καὶ ἡλικίᾳ γυναικῶν προϊοῦσαν, μηδαμοῦ μὲν ἐν ἀπρεπέσι στενωποῖς, ἢ ἀγοραῖς, ἔνθα ἀκόσμων ἀνθρώπων συμβαίγει τὰς διατριβὰς συγκροτεῖσθαι, ταύτην ὁρᾶσθαι· εὐστοχοῦσαν δὲ τοῦ καιροῦ τῆς προελεύσεως, τοιαύτην καὶ σχήματι καὶ βαδίσματι, καὶ ὅλῳ τῷ κινήματι παρὰ τῶν ἐντυγχανόντων ὁρᾶσθαι, ὡς πάντας τοὺς ἀπαντῶντας, καθάπερ ἄγαλμα Θεοῦ προσιδόντας, πλήττεσθτι μὲν πρὸς αἰδῶ πάντως τὴν ὄψιν, σωφρονίζεσθαι δὲ τὸν νοῦν τῇ τοῦ καλοῦ ὑπομνήσει, σέβειν δὲ τὴν θέαν, καὶ ὡς
22. Thus exact indeed shall she who is truly a virgin be, whether speaking, or keeping silent, or going forth. And as I said, she ought not simply and at random, nor alone, but according to the aforesaid aim, going forth with women orderly both in life and in age, nowhere to be seen in unseemly alleys or market-places, where the haunts of disorderly men happen to gather together; but aiming well at the season of her going forth, to be seen by those who meet her as such in bearing and gait and her whole movement, that all who encounter her, looking upon [her] just as upon an image of God, are altogether struck with awe in their sight unto reverence, and sobered in mind by the remembrance of the good, and revere the spectacle, and as
Notes, col. 713

On the reading

Printed εἴ δοκεῖ, for εἰ δοκεῖ.

Printed Κακεῖναι, for Κἀκεῖναι.

Printed Αισχύνης, for Αἰσχύνης.

Printed σπεύση, for σπεύσῃ.

Printed ἐμφαίνει. ὥσπερ, for ἐμφαίνει, ὥσπερ.

Printed συμβαίγει, for συμβαίνει.

Printed πλήττεσθτι, for πλήττεσθαι.

PG 30:720Read from the page
Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ· ἡ δὲ γαμήσασα, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρὶ καὶ μεμέ-
of the Lord, how she may please the Lord; but she who has married cares for the things of the world, how she may please her husband, and divided
24. Οὐκοῦν πρὸς τὴν τὰ τοῦ κόσμου μεριμνῶσαν μερισαμένη τὴν μέριμναν, τὴν μὲν φθαρτῷ ἐζευγμένην ἀνδρὶ τὰς τοῦ κόσμου ὑπὲρ τῶν φθαρτῶν φροντίδας προσέῤῥιψεν, ἑαυτῇ δὲ τὰς ὑπὲρ τῶν ἀφθάρτων συγγενεῖς οὔσας τοῦ οἰκείου νυμφίου ἀνέθηκε. Διὸ οὐδὲν τῶν τοῦ κόσμου μεριμνῶσα εὑρίσκεται, ἵνα μὴ δόξῃ κοινοποιεῖν ἑαυτῇ πρὸς τὴν ἑτέραν τὴν μέριμναν· ἀλλὰ πασῶν τῶν κοσμικῶν φροντίδων καθαρῶς καθαρεύουσα, καθαρῷ καὶ ἀταράχῳ τῷ νῷ πρὸς τὸν νυμφίον ἐπέστραπται. Οὐδὲ γὰρ ἀπιστουσα τῇ ποριστικῇ δυνάμει τοῦ οἰκείου ἀνδρὸς, περὶ τὰ ἀναγκαῖα ὥσπερ ἐκείνη ταράσσεται· ἀλλὰ καὶ τῇ περὶ αὐτὴν ἀγάπῃ αὐτοῦ, καὶ τῇ εἰς πάντα διαρκεῖ δυνάμει θαῤῥοῦσα, οὐδὲν ἕτερον, ἢ πῶς ἀρέσαι αὐτῷ, φροντίζει, δι' αὐτοῦ τοῦ φροντίζειν πῶς ἀρέσῃ αὐτῷ, τὴν εὶς αὐτὴν εὔνοιαν αὐτοῦ ἐπὶ πλέον ἄγουσα. Τί δέ ἐστι τὸ ἀρέσκειν παρθένον Θεῷ, ἢ τὸ φυσικὸν αὐτῆς κάλλος ταῖς ἀρεταῖς ἀσλητικῶς ἀεὶ ἀναλάμπον δεικνύναι, καὶ ἄφθαρτον τοῦτο δι' ὅλου φυλάττειν; Ὥστε τὸ τῷ Θεῷ ἐξαρεσκεύεσθαι θέλειν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἑαυτὸν ἐπαινετόν τε καὶ μακάριον καὶ ὅμοιον αὐτῷ ἐξεργάζεσθαι. Καὶ εὑρέθη ἡ μεριμνῶσα πῶς ἀρέσῃ τῷ Κυρίῳ, οὐκ ἐκείνῳ ᾧ μεριμνᾷ ἀρέσκειν διὰ τῆς μερίμνης κέρδος πορίζουσα, ἀλλ' ἑαυτῇ, διὰ τῆς περὶ αὐτὸν μερίμνης κάλλος καὶ ἀφθαρσίαν συνάγουσα. Εἰ δὲ τοσοῦτον τῆς παρθένου τὸ κέρδος, καὶ δι' ὧν μεριμνᾷ πῶς ἀρέσῃ τῷ Κυρίῳ τὸ ὅλον ἑαυτὴν ὠφελεῖ, καὶ μακαρίαν ποιεῖ, οὐ δεῖ μεριμνῶσαν αὐτήν ποτε τὰ τοῦ κόσμου εὑρίσκεσθαι. Ἀνάγκη γὰρ ἐν ᾧ μεριμνᾷ τὰ τοῦ κόσμου, καὶ τῆς περὶ τὸν Κύριον μερίμνης ἀμελεῖν, καὶ ἑαυτὴν ἀπιστοῦσαν τῷ κηδεμόνι ἐλέγχειν. Οὐδὲ γὰρ ἐγχωρεῖ καὶ πιστεύειν αὐτῷ ὡς ἐπαρκειν ἅπαντα δυναμένῳ, καὶ περὶ τὴν τῶν κοσμικῶν ἐπτοῆσθαι φροντίδα. Ἀλλ' εἴ μεριμνᾷ πῶς ἀρέσῃ τῷ Κυρίῳ, εἰδέναι πάντως χρὴ, ὅτι καὶ αὐτὸς μεριμνᾷ πῶς ἀρέσῃ αὐτῇ, κατὰ μηδὲν ὑπόχρεως ὤν. Εἴ γὰρ θνητὸν ἄνδρα γυνὴ προστάτην τοῦ ἑαυτῆς βίου ποιησαμένη, τῆς περὶ αὐτὸν μερίμνης ἀμοιβὴν παρ' αὐτοῦ τὴν εἰς ἅπαντα κηδεμονίαν ἀντιλαμβάνει, πολλῷ μᾶλλον ἡ Θεῷ τὴν προστασίαν ἑαυτῆς ἐπιτρέψασα, κἀκείνῳ συμβιοῦν ἑλομένη, ἀφθονωτέραν τῆς περὶ αὐτὸν μερίμνης τὴν παρ' αὐτοῦ ἀμοιβὴν εἰς πάντα προνοοῦντος ἐκδέχεται. Ἔχεις δὲ τὸ ἐνέχυρον τῆς πίστεως, ἀπὸ τῆς προλαβούσης κηδεμονίας. Εἰ γὰρ μηδέπω μεριμνώσης ἀρέσκειν ἐφρόντισε, καὶ ἑαυτὸν ὑπὲρ αὐτῆς ἑτοίμως παρέδωκεν, ἵνα αὐτὴν τῷ ἑαυτοῦ αἵματι ἁγιάσῃ· πολλῷ μᾶλλον βουλομένης ἀρέσκείν φροντίσει, καὶ μετὰ τῶν λοιπῶν τῶν πρὸς τὴν ὄντως ζωὴν αὐτῇ συντει-
24. Having therefore divided her care over against her who cares for the things of the world, onto the woman yoked to a corruptible husband she cast the cares of the world over corruptible things, while to herself she dedicated those over incorruptible things, which are akin to her own Bridegroom. Wherefore she is found caring for none of the things of the world, lest she seem to make her care common to herself with the other woman; but being purely pure of all worldly cares, with a pure and untroubled mind she has turned towards the Bridegroom. For neither distrusting the providing power of her own Husband is she troubled like that woman about necessities; but confident both in His love towards her and in His power sufficient for all things, she takes thought for nothing else than how to please Him, drawing His goodwill towards her yet further through the very taking thought how she may please Him. And what is it for a virgin to please God, other than ever to show forth her natural beauty shining out through ascetical practice in the virtues, and to guard this incorrupt throughout? So that to wish to be well-pleasing to God is nothing else than to render oneself praiseworthy and blessed and like unto Him. And she who cares how she may please the Lord was found procuring gain through her care not for Him Whom she cares to please, but gathering beauty and incorruption for herself through her care concerning Him. Now if so great is the virgin's gain, and through the things wherein she cares how she may please the Lord she wholly benefits herself and makes herself blessed, she ought never to be found caring for the things of the world. For of necessity, while she cares for the things of the world, she both neglects the care concerning the Lord and convicts herself of distrusting her Guardian. For it is not possible both to trust Him as able to supply all things, and to be fluttered over the care of worldly things. But if she cares how she may please the Lord, one must altogether know that He Himself also cares how He may please her, though in nothing under obligation. For if a woman, having made a mortal man the protector of her own life, receives back from him care in all things as a recompense for her care concerning him, much more does she who has entrusted the protection of herself to God, and chosen to live with Him, receive a more abundant recompense for her care concerning Him from Him Who provides for all things. And you have the pledge of faith from His preceding care. For if when she did not yet care to please [Him] He took thought [for her], and readily gave Himself up on her behalf, that He might sanctify her by His own blood (Eph. 5:25-26), much more when she wishes to please [Him] will He take thought [for her], and together with the rest of the things that conduce for her unto true life
Notes, col. 720

On the reading

Printed ἀπιστουσα, for ἀπιστοῦσα.

Printed εὶς, for εἰς.

Printed ἀσλητικῶς, for ἀσκητικῶς.

Printed ἐπαρκειν, for ἐπαρκεῖν.

Printed εἴ μεριμνᾷ, for εἰ μεριμνᾷ.

Printed Εἴ γὰρ, for Εἰ γὰρ.

Printed ἀρέσκείν, for ἀρέσκειν.

PG 30:721Read from the page
25. Οὐ καταθρύψεται δὲ τοῦ Κυρίου, ὑπὲρ τὴν κατεπείγουσαν χρείαν, ὥσπερ φιλήδονος γυνὴ, τὰ περιττὰ ἀπαιτοῦσα. Οὔτε γὰρ ἐκείνῳ διδόναι ἁρμόττον, ἃ ἐγκόπτει ἐκείνης τὴν πρὸς τοῦτον ἀρέσκειαν πρὸς τὰ ἡδέα τοῦ σώματος στρεφομένης· οὔτε ταύτῃ συμφέρον ταῦτα λαμβάνειν, τὰ μετεωρίζοντα τῆς περὶ αὐτὸν ἀρεσκείας τὸν νοῦν ἀσχολίᾳ. Ἀλλ' ὅρον τῆς χρείας τὸ ἀναγκαῖον τῆς ἐν σώματι ζωῆς φρονίμως θεμένη, οὐδὲν μὲν πλέον τούτων αἰτήσει. Οὐδὲν δὲ καὶ θλιβομένη ἐν τῇ ἐνδείᾳ τῶν ἀναγκαίων, πολλάκις διὰ πεῖραν τῆς περὶ αὐτὸν ἀγάπης, μικροψύχως λυπηθήσεται, ἀλλὰ πάντα στέγουσα, πάντα ἐλπίζουσα, πάντα ὑπομένουσα, προσηλωμένη αὐτῷ ἀνυποκρίτῳ φίλτρῳ, τὴν ψυχὴν ἐν νεκρῷ καὶ ἀναισθήτῳ, τρόπον τινὰ, τῷ ἔξωθεν σώμντι ἀπερισπάστως τοῦ κάλλους αὐτοῦ ἐμφορηθήσεται. Ὡς γὰρ ὁ ἐπικαίρου κάλλους ἐρῶν, οὐ τὰ χρήματα μόνον καὶ πάντα τὸν πλοῦτον ἑαυτοῦ ὑπὲρ τοῦ ἔρωτος ἀφειδῶς ἀναλίσκει, ἀλλὰ καὶ τροφῆς καὶ ὕπνου καὶ ἐσθῆτος καὶ σχήματος καὶ ὑπολήψεως πάσης, ἔτι δὲ αὐτοῦ τοῦ σώματος καὶ τῆς ἐν τούτῳ ζωῆς καταφρονῶν ἕνεκεν τοῦ τυχεῖν τοῦ ἔρωτος μόνου, καὶ τείχη καὶ οἴκους καὶ τὰ ἐν μέσῳ τολμηρῶς ὑπεραλλόμενος ἅπαντα, κατὰ ξιφῶν μαινόμενος φέρεται, οὐδέν τι μᾶλλον, εἴ ἀποτυγχάνειν μέλλοι κατὰ τὸ σύνηθες βαδίζων ἐπὶ τὸν ἔρωτα, τούτου φροντίζων, ἢ εἰ δέοι μετασχηματισάμενον καὶ μετὰ ἀπρεποῦς σχήματος ἕρποντα τυχεῖν τούτου μεθ' ἡδονῆς ἀνεχόμενος· οὕτως ὁ ἐρῶν ὄντως Θεοῦ, καὶ μεριμνῶν πῶς τῷ ἐρωμένῳ ἀρέσῃ, οὐ χρημάτων μόνον καὶ πλούτου, ἕνεκα τοῦ πληροφορῆσαι τὸν ἐρώμενον διὰ τοῦ ὑπακοῦσαι αὐτοῦ τοῖς τῶν ἐντολῶν ἐπιτάγμασι, καταφρονεῖν ὀφείλει· ἀλλὰ καὶ ἀναγκαίας τροφῆς καὶ ὕπνου καὶ τοῦ ἔξωθεν σχήματος, καὶ τῆς ἐν τῷ κόσμῳ τούτῳ διεφθαρμένης ἀληθῶς ὑπολήψεως, ἔτι δὲ αὐτοῦ τοῦ σώματος καὶ τῆς ἐν τούτῳ ζωῆς ἀμελήσας ἕνεκα τοῦ ἐπιτυχεῖν τοῦ ἔρωτος τοῦ ἐπουρανίου, καὶ τείχη τῶν πρὸς αἷμα γενῶν, καὶ οἴκους πατέρων καὶ τὸν ἐν μέσῳ κόσμον ὑπεράλλεσθαι, καὶ κατὰ ξιφῶν τοῦ μαρτυρίου, ἂν ἀπαντήση, πηδῆσαι, εἴ μὴ μέλλοι ἐν τῷ συνήθει σχήματι ζῶν τυγχάνειν τοῦ ἔρωτος, καὶ τοῦ πενιχροῦ σχήματος καὶ τοῖς πολλοῖς ἐπονειδίστου βίου μεθ' ἡδονῆς ἀνέχεσθαι, ἵνα τὴν θείαν, ὡς ἄν τις εἴποι, μανίαν ὑπὲρ τῆς τοῦ καλοῦ ἀπολαύσεως ἐνθέσμως μανεὶς, τοῦ ὄντως ἐρασμίου, ὅσον βούλεται, ἀπολαύση. Τοῦτον τὸν ἐραστὴν πρὸς ἑαυτὸν ἐκ τῶν κατὰ γῆν παθῶν ἀνακαλῶν ὁ ἐρώμενος ἔλεγεν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἂν σοι δείξω. Ὁ δὲ, ὡς ἂν ὃ ἐπόθει ἰδὼν, προθύμως, τε εἴπετο, καὶ ἀλητεύειν ἕνεκα τοῦ ἔρωτος
25. Nor will she play the wanton towards the Lord, demanding superfluities beyond pressing need, like a pleasure-loving woman. For neither is it fitting for Him to give things that hinder her pleasing of Him when she turns towards the pleasures of the body; nor is it profitable for her to receive these things, which distract the mind with busyness from pleasing Him. Rather, prudently setting as the limit of need what is necessary for life in the body, she will ask for nothing more than these. Nor even when afflicted in the lack of necessities, oftentimes for the testing of her love towards Him, will she be faint-heartedly grieved, but bearing all things, hoping all things, enduring all things (1 Cor. 13:7), riveted to Him with unfeigned affection, in an outward body dead and insensible, so to speak, she will fill her soul undistractedly with His beauty. For just as he who loves a temporal beauty not only spends unsparingly his money and all his own wealth on behalf of his love, but even despising food and sleep and clothing and outward appearance and all reputation, and furthermore his very body and life in it, for the sake of attaining his love alone, boldly leaping over walls and houses and all things in between, rushes madly against swords, caring nothing the more for this if he should fail of his love when walking in his customary guise, or gladly enduring, if need be, to attain this by disguising himself and creeping along in an unseemly guise; so he who truly loves God, and cares how he may please the Beloved, ought not only to despise money and wealth for the sake of satisfying the Beloved through obeying the injunctions of His commandments, but also, having disregarded necessary food and sleep and outward guise, and the truly corrupt reputation in this world, and furthermore his very body and life in it, for the sake of attaining the heavenly love, to leap over both walls of blood kindred and houses of fathers and the world in between, and to leap against the swords of martyrdom, should it meet him, if living in his customary guise he should not attain his love, and gladly to endure a poor guise and a life reproachful in the eyes of the many, in order that, driven lawfully mad with a divine madness, as one might say, on behalf of the enjoyment of the Good, he may enjoy Him Who is truly lovely as much as he wills. Calling this lover up to Himself out of earthly passions, the Beloved said: Go forth out of your land, and out of your kindred, and out of the house of your father, and come into a land which I shall show you (Gen. 12:1). And he, as though having seen what he longed for, both eagerly followed, and to wander on account of his love
Notes, col. 721

On the reading

Printed σώμντι, for σώματι.

Printed εἴ ἀποτυγχάνειν, for εἰ ἀποτυγχάνειν.

Printed ἀπαντήση, for ἀπαντήσῃ.

Printed εἴ μὴ, for εἰ μὴ.

Printed ἀπολαύση, for ἀπολαύσῃ.

Printed ἂν σοι, for ἄν σοι.

Printed προθύμως, τε, for προθύμως τε.

Printed εἴπετο, for εἵπετο.