Migne Reading Room

PG 30 · cols. 696–705 · Read from the page

Book on virginity

Book on virginity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:696Read from the page
ἀλλὰ πάσῃ φυλακῇ νὴν ἑαυτῆς καρδίαν τηροῦσαν. ὡς ἂν μήτε διὰ φωνῆς ταύτης λόγος ῥυεὶς, πρὸς ἡδονὴν τὸν ἀκουστὴν τοῦ λόγου φαρμάξειε, μήτ' ἔξωθεν αὖθις διὰ τῆς ἀκοῆς λόγος παρά τινος ἐμπεσὼν, τὴν καρδίαν αὐτῆς πρὸς ἐπιθυμίαν κυμήνῃ. Οὕτω γὰρ καὶ ἐπὶ τοῦ βλέμματος προσήκει ποιεῖν, μήτ' ἐμβλέπουσαν μαλακῶς, ἵνα μὴ ἡδονῆς ἰνδάλματα διὰ τούτου τοῖς ὁρῶσι καθ' ἑαυτῆς ἀποστέλλῃ· μήτε τὸ ἔξωθεν πεμπόμενον βλέμμα ἅπτεσθαι αὐτῆς συγχωροῦσαν, ὡς ἂν μὴ καθάπερ τινὶ πεπυρακτωμένῳ βέλει τούτῳ τὴν καρδίαν βληθεῖσα, πρὸς τοὺς τῆς ἡδονῆς τύπους διακαιομένη ἀνάπτηται. Ἔσῃ γὰρ, φησὶν, ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ. Ἀλλὰ τὸ μὲν ἔξωθεν ἀντίτυπον τῇ παρ' ἑαυτῆς θέᾳ δεῖ τῆς ψυχῆς ἀποκρούεσθαι, τὸ δὲ αὐτῆς σωφροσύνης μήνυμα τοῖς ὁρῶσι παρέχειν. Ἱκανὸν γὰρ καὶ βλεφάρων περίεργος κίνησις, μυωπίσαι τε καὶ παροιστρῆσαι πρὸς ἡδονὴν, ὑφ' ἧς ταῦτα σοβεῖ τὴν ψυχήν. Ὅταν γὰρ τῷ τοῖς ὀφθαλμοῖς αὐτῆς ὀφθέντι καλῷ τὸ ὄμμα ἐμπαθῶς ἐπερείσασα, καθάπερ ἐν κηρῷ, τῇ ὑπὸ τῆς ἡδονῆς μαλαχθείσῃ ψυχῇ, τοὺς τύπους τῆς ὀφθείσης ἰδέας ἐν ἑαυτῇ ἀπομάξηται, ἀνακεχώρηκε μὲν, καὶ καθ' ἑαυτόν ἐστιν ὁ ποιήσας τοὺς τύπους, ἐναποσφραγισθεῖσα δὲ τῇ διανοίᾳ τοῦ ὀφθέντος ἡ ἰδέα, πρὸς τὰ ἑαυτῆς ἔργα ἐγκειμένη ἀεὶ φαντασιοῖ τὴν ψυχήν. Διὸ δεῖ μάλιστα μὲν τὴν ἀρχὴν, μηδενὶ ἀτενὲς τὴν παρθένον ἐπιβάλλειν τὸ ὄμμα, ἢ ἐπιβάλλουσαν, ἀντιτύπῳ δυνάμει τοὺς βιαζομένους ἐντυπωθῆναι χαρακτῆρας ἑαυτῆς ἀποκρούεσθαι, ὡς ἂν μηδεμίαν σωματικὴν ἰδέαν χρονίαις τῆς συνηθείας ἐπιβολαῖς ἐντυπώσηται. Ἐὰν δέ που συμβῇ λαθόντας τῶν σωματικῶν ἐγγενέσθαι τοὺς τύπους, ταῖς τῶν καλῶν συνεχέσι μνήμαις τούτους ἐξ αὐτῆς ἀφανίζειν· τοὺς μὲν παρὰ τῆς σωματικῆς ἰδέας ἐγγραφέντας, καθάπερ ἐν κηρῷ, τῇ ἐπὶ τὰ θεῖα μεταθέσει τοῦ νοῦ ἀπαλείφουσαν, τοὺς δὲ τῶν ἁγίων ταῖς περὶ αὐτὰ πεπονημέναις θεωρίαις ἐγγράφουσαν. Ἐὰν δὲ τοὺς ἐγγενομένους αὐτῇ τύπους ἐμμένειν ἀθραύστους καθάπερ ἐν σφραγῖδι τῇ διανοίᾳ ἐάσῃ, ἀνάγκη περὶ τὴν ἐκσφραγισθεῖσαν ἰδέαν τὸν νοῦν ἀσχολούμενον, τὰ μὲν ἄλλὰ πάντα καλὰ παρορᾷν, πρὸς δὲ τὴν τῆς ἐνούσης ἰδέας φαντασίαν ἐπτοημένον ἀεὶ, περὶ τὴν ἀπόλαυσιν αὐτοῦ ἐμπαθῶς καταγίνεσθαι. Καὶ οὐδὲν ὤνησε τὴν τοιαύτην, τὸ σῶμα ἀδιάφθορον ταῖς ἐπινοίαις φυλάσσουσαν, τὴν δὲ ψυχὴν πρὸς τὰς ἀποσταλείσας ἐπ' αὐτὴν διὰ τοῦ βλέμματος τοῦ σωματικοῦ ἔρωτος ἡδονὰς ἀεὶ φθειρομένην. Φόβῳ γὰρ ἢ αἰδοῖ τῆς προειληφυίας κατὰ τὴν ἔξωθεν παρθενίαν δόξης μεθ' ὑποκρίσεως ἐχομένη, καὶ τὸ γυμνω-
but guarding her own heart with every safeguard, so that neither may speech flowing through her voice drug the hearer of the speech towards pleasure, nor again from outside through the hearing may speech falling upon her from someone stir up her heart towards desire. For thus it is fitting to act also in the case of the gaze, neither looking softly, lest through this she send forth phantoms of pleasure against herself to those who behold her; nor allowing the gaze sent from outside to fasten upon her, lest, struck in the heart by this as if by some red-hot dart, she be kindled and burn thoroughly towards the impressions of pleasure. For you will be, it says, like a stag struck in the liver with an arrow. Rather, she must beat back from her soul the external counter-impression by the sight proceeding from herself, and present to those who behold her the token of her temperance. For even a curious movement of the eyelids is sufficient to spur and goad into frenzy towards pleasure, whereby these things agitate the soul. For whenever, having fixed her eye passionately upon the beauty seen by her eyes, she takes off within herself the impressions of the form that was seen, as if in wax, upon the soul softened by pleasure, he who made the impressions has indeed withdrawn and is by himself, yet the form of him who was seen, stamped into the mind and pressing constantly towards its own works, ever fills the soul with fantasies. Wherefore above all in the first place the virgin must cast a steady eye upon no one, or if she does cast it, must by a resistant power beat back from herself the characters that force their way to be imprinted, so that she may imprint no bodily form through prolonged applications of habit. And if perchance it happen that impressions of bodily things arise unawares within her, she must blot these out of herself by continual remembrances of noble things: wiping away, as if in wax, those inscribed by the bodily form through transferring the intellect unto divine things, and inscribing those of the saints through diligent contemplations concerning them. Yet if she suffer the impressions that have arisen in her to remain unbroken in the mind as if under a seal, of necessity the intellect, busying itself about the stamped-out form, overlooks all other noble things, and, ever fluttered towards the fantasy of the indwelling form, is passionately occupied about the enjoyment of him. And nothing has profited such a woman, guarding her body uncorrupted in her contrivances, while having her soul ever corrupted towards the pleasures of bodily love sent out upon her through the gaze. For clinging hypocritically, out of fear or shame, to the reputation that has already prevailed as regards outward virginity, and deeming the stripping
Notes, col. 696

On the reading

Printed νὴν, for τὴν.

Printed ἄλλὰ, for ἄλλα.

PG 30:697Read from the page
θῆναι ταύτης αἰσχύνης ἄξιον κρίνουσα, ταύτην μὲν ἀσκοῦσα διασυντηρεῖ, ἀσωμάτοις δὲ χερσὶ περιλαμβάνουσι κατὰ διάνοιαν τὸν ἐρώμενον ἐντετυπωμένον αὐτῇ, μεθ' ἑαυτῆς ἀεὶ περιφέρει, καὶ ἃ διὰ σώματος πράττειν, ἕνεκα τοῦ φωραθῆναι, αἰσχύνεται, ταῦτα ταῖς ἐννοίαις ποιεῖν οὐκ αἰδεῖται. Ἣν οὐκέτι λοιπὸν οὐδὲ σώματι ἄν τις ὑγιῶς λέγοι παρθένον. Ἀνάγκη γὰρ τοῦ ἐρωμένου ἀχωρίστως αὐτῇ μιγνυμένου κατὰ διάνοιαν, καὶ τὸ σῶμα τοῖς τῆς ψυχῆς πάθεσι συμμορφοῦσθαι, καὶ συνδιατιθέμενον τοῖς ἐν διανοίᾳ κινήμασι, φθειρομένῃ τῇ δεσποίνῃ συνδιαφθείρεσθαι, καὶ ὕπαρ καὶ κατὰ τοὺς ὕπνους τὰ ἐρωτικὰ ὀνειρωττούσῃ, καὶ αὐτὸ ταύτῃ συνονειρώττειν. Τοιούτου δὲ πάθους τὴν ψυχὴν κατασχόντος, περιττὴ λοιπὸν καὶ ἡ τῶν βρωμάτων ἐγκράτεια, καὶ ἡ λοιπὴ τοῦ σώματος σκληραγωγία· οὐ τοῦ ἵππου τὸν ἱππέα πρὸς τὰ ἑαυτοῦ σκιρτήματα φέροντος, αὐτοῦ δὲ τοῦ ἱππέως τῷ ἐνόντι πάθει κακῶς τὸν ἵππον οἰστροῦντος. Ὡς γὰρ ἐπί τινων ὑπὸ γήρως παρεθέντων τὸ σῶμα ὁ νοῦς, ἐκ τῆς προκατασχούσης ἀκολασίας νοσῶν, παρὰ δύναμιν πρὸς τὴν τῆς ἡδονῆς φαντασίαν μοχλεύει τὸ σῶμα· οὕτως ἐπὶ τῶν ἐμπαθῶς πρὸς ἔρωνα τὴν ψυχὴν γενομένων, καί παρειμένον τῇ ἀσλήσει τὸ σῶμα, πρὸς τὰς ἰδίας ἐπιθυμίας ἡ ψυχὴ ἐρεθίζει· οὐκ ἀπὸ τῆς τοῦ σώματος ἀκμῆς ἐπὶ
bare of this to be worthy of shame, she practises and preserves this indeed, yet with bodiless hands that embrace in mind the beloved imprinted within her, she carries him about with herself always, and what she is ashamed to do through the body for fear of being detected, these things she is not abashed to do in her thoughts. Her one could henceforth no longer soundly call a virgin even in body. For of necessity, when the beloved is inseparably mingled with her in mind, the body too is conformed to the passions of the soul, and, being disposed together with the movements in the mind, is corrupted together with its mistress as she is corrupted, and as both waking and in sleep she dreams amorous dreams, it too dreams together with her. And when such a passion has taken hold of the soul, superfluous henceforth is both continence in meats and the rest of the austere discipline of the body: since it is not the horse carrying away the rider towards its own leapings, but the rider himself by his indwelling passion wickedly goading the horse to frenzy. For just as in the case of certain men whose body has been slackened by old age, the intellect, diseased from the intemperance that previously held sway, levers up the body beyond its strength towards the fantasy of pleasure; so in the case of women whose soul has become passionately disposed towards love, even when the body has been slackened by ascetic discipline, the soul provokes it towards its own desires: not from the vigour of the body unto
14. Εἰ δὲ κατὰ τὸν ἀνωτέρω τῆς φύσεως λόγον ἁφή τίς ἐστιν ἡ τοῦ βλέμματος κατὰ τῶν σωματῶν ἐπιβολή· καὶ ὥσπερ τοῖς ὀφθαλμιῶσιν ἐπί πλέον ἐνατενίσαντες, τῆς νόσου μεταλαμβάνομεν, καὶ ἄλλοις φυσικῶς ὠφελοῦσιν ἐπιβάλλοντες τοὺς ὀφθαλμοὺς κατὰ τὸ λεληθὸς ὠφελούμεθα· καὶ τοῖς τῆς ἡδονῆς ἄρα συμβόλοις ἐπιβάλλοντες τοὺς ὀφθαλμοὺς, τῆς κατὰ τὴν ἡδονὴν νόσου τὸν νοῦν ἀναπίμπλαμεν, ὥσπερ οὖν καὶ τοῖς ὄντως καλοῖς ἐπιβάλλοντες τούτους, διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν τὴν ὠφέλειαν δεχόμεθα· καὶ ἄτοπον μετὰ τοῦ βλάπτεσθαι πρὸς νόσον διὰ τῶν ὀφθαλμῶν τὴν παρθένον, ὧν μὴ θαρσεῖ τῇ χειρί ποτε ἅψασθαι, τούτων τῇ τοῦ ὄμματος ἁφῇ ἀδιαφόρως ἐφάπτεσθαι. Προαγωγὸς γὰρ, ὡς ἂν εἴποι τις, καὶ προμνήστριτ ἡ μὲν διὰ τοῦ ὄμματος ἁφὴ, τῆς διὰ χειρῶν προλαμβάνουσα πόῤῥωθεν γίνεται. Αὐτὴ δὲ αὕτη, ἡ διὰ χειρῶν φημι, τῆς κατὰ τὴν συμπλοκὴν θερμοτέρα θεράπαινα· καὶ ἡ τὴν πρώτην ἁφὴν τοῦ ὄμματος μὴ φυγουσα, οὐκ ἂν τὸ ἐπ' αὐτῇ, οὐδὲ τὴν τῶν χειρῶν ἀποφύγοι. Ἡ δὲ τῇ τοιαύτῃ αὖθις ἐρωτικῶς ἐμπλακεῖσα, οὐκ ἂν μολυ-
14. And if, according to the account of nature given above, the casting of the gaze upon bodies is a certain touch; and just as when we gaze too long upon those suffering from ophthalmia we partake of the disease, and when we cast our eyes upon other things that naturally benefit us we are imperceptibly benefited; then also when we cast our eyes upon the tokens of pleasure we fill the intellect with the disease of pleasure, even as when we cast them upon things truly noble we receive benefit through the eyes into the soul: then it is absurd that, besides the virgin's being harmed unto disease through the eyes, she should indiscriminately lay hold by the touch of the eye upon those things which she never dares to touch with her hand. For the touch through the eye becomes, as one might say, a procurer and matchmaker, running ahead from afar of that through the hands. And this very one, I mean that through the hands, is a warmer handmaid of that in the embrace; and she who has not fled the first touch of the eye would not, so far as lies in her, escape that of the hands either. And she who again has been amorously entangled in such a touch could not from defile-
Notes, col. 697

On the reading

Printed ἔρωνα, for ἔρωτα.

Printed καί, for καὶ.

Printed ἀσλήσει, for ἀσκήσει.

Printed σωματῶν, for σωμάτων.

Printed ἐπί, for ἐπὶ.

Printed προμνήστριτ, for προμνήστρια.

Printed φυγουσα, for φυγοῦσα.

PG 30:700Read from the page
σμάτων καθαρὰ εὑρεθείη. Ὡς γὰρ τοῦ πυρὸς ἁπτόμενοι, τὰ σήμαντρσ τοῦ πυρὸς διὰ τῶν ἐγγινομένων ἡμῖν καυστήρων δεχόμεθα, καὶ ἀμήχανον χειρὶ πυρὸς ἐφαψάμενον, καθαρὰν τῆς καυστικῆς ἐνεργείας τούτου δεῖξαι τὴν χεῖρα, ἀλλ' ἢ φλυκτίδες τῇ ἁφῇ ἀθρόως ἐπαναστᾶσαι, καὶ ὀδυνηρὰ ζέουσαί τε καὶ σφύζουσαι, ἕλκη ῥαγῆναι εὐθὺς ἀπειλοῦσιν, ἢ ἤδη φθάσαντα ἐν τῇ χειρὶ πικρὰ ὁρᾶται τὰ ἕλκη· οὕτως ἀμήχανον ἐρωτικοῦ πυρὸς ἐφαψάμενον, καθαρὰν τῶν τούτου σημάντρων τὴν ἁφὴν ἐπιδεῖξαι· ἀλλ' ἢ κατὰ τὸ ὅμοιον τῆς κατὰ τὴν χεῖρα ἁφῆς, φλυκταῖναι τῇ καρδίᾳ λαθραίως ἐπαναστᾶσαι, τὰ πικρὰ τοῦ ἔρωτος πάθη, ζέουσί τε καὶ σφύζουσι, καὶ ἀσχέτοις παλμοῖς συνεχόμεναι, τὰ τῆς ἁμαρτίας ἕλκη ῥαγῆναι εὐθὺς ἀπειλοῦσιν, ἢ ἤδη ὅλην ἡλκωμένην ἐν βάθει τὴν καρδίαν δείκνυσι. Πῦρ γάρ ἐστι καιόμενον, φησὶν, ἐπὶ πάντων τῶν μελῶν· οὗ δ' ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. Ὥστε ἐπειδὴ ἐπὶ πάντων τῶν μελῶν ἐστι τὸ πῦρ τοῦτο καιόμενον, τοῖς προθεμένοις καθαρὸν καυτήρων τὸ σῶμα δεικνύναι φυλακτέον ἅπτεσθαι τινος τῶν μελῶν· ἵνα μὴ τὴν ἐπὶ μέλους καιομένην ἐνέργειαν τοῦ πυρὸς, διὰ τῆς ἁφῆς, οὐκ ἐπὶ τοῦ μέρους μόνον οὗ ἥψαντο, ἀλλ' εἰς ὅλον τὸ σῶμα, καὶ εἰς αὐτὴν τὴν ψυχὴν καταδέξωνται. Εἰ γὰρ τῆς οὐρᾶς τις μόνον τοῦ ὄφεως ἥψατο. καὶ τοσούτῳ μήκει ἐν μέσῳ τοῦ σώματος ἡ κεφαλὴ ἀφεστῶσα, ὅμως πρὸς τὴν ἐν τῇ οὐρᾷ γενομένην ἁφὴν εὐθὺς ἐπιστρέφεται· καὶ εἰ τοῦ ἐν τῷ ποδὶ ἡμῶν δακτύλου προσπταίσαντος, αἱ ἐν τῇ κεφαλῇ τρίλες ὀρθαὶ εὐθὺς ἐπανίστανται· καὶ ἡ ἐμπαθὴς πάντως ἁφὴ, κἂν ἐν τῇ χειρὶ γένηται μόνον, ἀπὸ κεφαλῆς ἕως ἄκρων ὀνύχωῦ, ὅμως πρὸς τὴν συναίσθησιν τῆς ἡδονῆς κατὰ τὸ τοῦ ἁψαμένου σύμβολον, συνέλκει τὸ σῶμα. Καὶ ὡς λίθου βολὴ, κατὰ τοῦ ἐν τῇ δεξαμενῇ ὕδατος γινομένη, οὐ τὸ παρακείμενον μέρος τοῦ ὕδατος καθ' ὃ πέπτωκεν ὁ λίθος μόνον κυμαίνει, ἀλλ' ἄλλους ἐπ' ἄλλοις κύκλους ἐπαναστήσατα, ἕως τῶν ἄκρων τούτους ἔσθ' ὅτε κυμαίνουσα ἄγει· οὕτως ἐρωτικὸν βλέμμα, ἢ λόγος ἡδονῆς τεθηλυμένος μειλίγμασιν,
ments be found pure. For just as when we touch fire we receive the marks of the fire through the burns engendered in us, and it is impossible for one who has laid hold of fire with his hand to show his hand pure of its burning operation, but either blisters rising up all at once at the touch, and painfully seething and throbbing, straightway threaten that sores will burst forth, or bitter sores are seen having already forestalled it upon the hand; so it is impossible for one who has laid hold of amorous fire to display his touch pure of its marks: but either, after the likeness of the touch with the hand, blisters rising up secretly in the heart, the bitter passions of love, seethe and throb and, held fast by ungovernable pulsations, straightway threaten that the sores of sin will burst forth, or already show the whole heart ulcerated in its depth. For it is a fire burning, it says, upon all the members; and wheresoever it comes upon them, it destroys from the roots. Therefore, since this fire is burning upon all the members, those who have purposed to show their body pure of scorchings must beware of touching any of the members, lest through the touch they admit the operation of the fire burning upon a member not upon the part alone which they touched, but into the whole body and into the very soul. For if someone has touched only the tail of a serpent, even though the head stands apart at so great a length of the body between, nevertheless it turns back straightway towards the touch made upon the tail; and if when the toe on our foot stumbles, the hairs on our head straightway stand upright; then surely the impassioned touch as well, even if it take place on the hand alone, nevertheless draws the body together from the head even to the tips of the nails into the shared sensation of pleasure according to the cue of him who touched. And as the cast of a stone made into the water in a cistern sets in wave not only the adjacent part of the water where the stone fell, but raising up circles upon circles, sometimes drives them surging even to the edges; so an amorous gaze, or speech softened with the blandishments of pleasure,
15. Διὸ δεῖ μάλιστα τήν παρθένον τάς τε διὰ τῶν βλεμμάτων καὶ τῆς φωνῆς κολακείας, τῆς φθειροποιοῦ ἡδονῆς φάρμακον οὔσας, τῶν ἰδίων αἰσθήσεων ὡς ποῤῥωτάτω ἐλαύνειν· τὴν μὲν ἀκοὴν ἔνδοθεν σώφρονι λογισμῷ ἀποφράττουσαν, τοὺς δὲ ὀφθαλμοὺς ἀποστρέφειν κατὰ φύσιν γινώσκουσαν. Ὅτι ἂν ἅπαξ δι' ὀφθαλμῶν καὶ ἀκοῆς ἐπὶ τὴν ψυχὴν πάροδον λάβωσι, καὶ τὴν ἑτέραν λοιπὸν διὰ τῆς χειρὸς κολακείαν συνέριθον προσλαβοῦσαι, τὰ ἑαυτῶν πάντως τῷ χρόνῳ ἐργάσονται. Ὡς γὰρ μετὰ τοῦ στρατιωτικοῦ τάγματος ἐπιστὰς τῇ πόλει ὁ στρατιώτης, οἰκίαν εἰς μονὴν ἑαυτῷ περιιὼν ἐν κύκλῳ ζητεῖ, καὶ ἢ ἀποκλει-
15. Wherefore the virgin must above all drive as far away as possible from her own senses the flatteries both through glances and through the voice, seeing that they are a drug of corrupting pleasure: stopping up her hearing from within by temperate reasoning, and knowing how to turn away her eyes in keeping with her nature. For if once through eyes and hearing they gain passage unto the soul, taking to themselves henceforth as fellow-worker the other flattery as well, that through the hand, they will assuredly accomplish their own works in time. For just as the soldier, arriving at the city with his military troop, goes round in a circle seeking a house as a lodging for himself, and either being shut
Notes, col. 700

On the reading

Printed σήμαντρσ, for σήμαντρα.

Printed ἅπτεσθαι, for ἅπτεσθαί.

Printed τρίλες, for τρίχες.

Printed ὀνύχωῦ, for ὀνύχων.

Printed ἐπαναστήσατα, for ἐπαναστήσασα.

Printed τήν, for τὴν.

PG 30:701Read from the page
σθεὶς βίᾳ τῆς θύρας, ἢ ἄλλῃ τινί τέχνῃ παρὰ τοῦ δεσπότου τῆς οἰκίας ἀπωσθεὶς, ἀλλαχόσε ἐτράπετο· ἢ φθάσας τὴν πρώτην εὐπετῆ ἐπὶ τὰ ἔσω πάροδεν σχεῖν, καὶ ἕν τι τῶν ὅπλων ἑαυτοῦ, λόγχην ἢ περικεφαλαίαν ἢ θυρεὸν καταθέσθαι, κἂν διὰ τοὺς ἑταίρους ἐξελθὼν ἔξω εἶναι δοκῇ, ἔνδον ἐστὶ τῇ δυνάμει διὰ τοῦ ὅπλου οὗ κατέθετο, ἰδίαν λοιπὸν τὴν οἰκίαν καὶ ἑαυτοῦ καὶ τῶν ἑταίρων, οὓς μεθ' ἑαυτοῦ οὐ μετὰ πολὺ εἰσῳκίσατο ποιησάμενος· οὕτως ὁ τῆς ἥδονῆς καὶ ἁμαρτίας δεινὸς στρατιώτης, οἰκίαν ἑαυτῷ ἐν κύκλῳ ζητῶν, ἢ τὴν πρώτην εἴσοδον ἀπεκλείσθη καὶ ἀλλαχόσε ἐτράπετο· ἢ φθάσας εὐπετῆ διὰ τῶν αἰσθήσεων τὴν πρώτην ἐπὶ τά ἔσω πάροδον σχεῖν, καὶ ἕν τι τῶν ὅπλων ἑαυτοῦ, τὴν τοῦ βλέμματος λόγχην φημὶ, διὰ τῶν ὀφθαλμῶν μακρόθεν τιτρώσκουσαν, ἢ τὸ κράνος τῆς ἡδονῆς τὸν γόητα λόγον διὰ τῆς ἀκοῆς, ἢ ὥσπερ τινὰ θυρεὸν, τὴν διὰ τῶν χειρῶν ὅλον τὸ σῶμα πρὸς ἡδονὴν συγκινοῦσαν ἀφὴν ἐν ψυχῇ καταθέσθαι, κἂν ἔξω δοκῇ εἶναι τῇ ἐργασίᾳ τῆς ἁμαρτίας μηδέπω φθείρας τὸ σῶμα, ἀλλ' ἔνδον ἐστὶ τῇ δυνάμει, διὰ τοῦ καταθέντος ὅπλου φθείρων τὸν νοῦν· καὶ τῆς ἰδίας λοιπὸν ἡδονῆς καὶ τῶν ἑταίρων αὐτοῦ παθῶν, οἰκίαν ἐξαίρετον τὴν δεξαμένην ἕν τι τούτων ψυχὴν ποιησάμενος. Ἀποκλειστέον οὖν τὴν πρώτην διὰ τῶν αἰσθήσεων πάροδον τῷ τῆς σαρκὸς στρατιώτῃ, καθάπερ θύρας ἢ θυρίδας, τὰς αἰσθήσεις πανταχόθεν τοῖς τῆς καρτερίας μοχλοῖς ἐπερειδουσαν· ἵνα μὴ διὰ μιᾶς γοῦν τινος τούτων πανουργότερον ἀναβὰς, σὺν ἑαυτῷ τὸν θάνατον ἑταῖρον ὄντα ἑαυτοῦ εἰσοικήσηται. Θάνατος γὰρ, φησὶν, ἀνέβη διὰ τῶν θυρίδων ὑμῶν. Θυρίδες γὰρ ὄντως τῆς ψυχῆς αἱ αἰσθήσεις, αἷς ἢ ὥσπερ σώφρων τις γυνὴ, τὸ ἔξωθεν τῶν αἰσθητῶν φῶς ἡ ψυχὴ εἰς κατανόησιν τοῦ ἐπιβάλλοντος ἔργου, ἠρέμα παρανοίγουσα αὐτὰς, ἐναυγάζεται, ἢ σεσοβημένη περὶ τὴν τῶν ἔξω περίεργον κατανόησιν, καθάπερ ἑταίρα τις ἀκόλαστος, ἐγκύπτει πρὸς τὰ τέρποντα, τὸν αὐχένα κακῶς περιστρέφουσα, καὶ πρὸς τὰ ἥδοντα διὰ τούτων ἐμπίπτουσα. Ἀπο γὰρ θυρίδων τῶν ἑαυτῆς οἴκων ἐγκύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον, ταῦτα λέγει οἷς ἤδη διὰ τὸ ἀνάγωγόν τε καὶ ῥεμβὸν τῶν αἰσθήσεων, ἑαυτὴν πρὸς ἀκολασίαν ὅλην ηὐτρέπισεν. Ἡ δὲ σώφρων ἔνδον, φημὶ, καθάπερ ἐπὶ ἑστίας, τῆς ἐν μέσῳ καρδίας, τὸν τῶν λογισμῶν τε καὶ αἰσθήσεων θρόνον καθίζουσα, εἴ τι μὲν χρειῶδες πρὸς ἀρετὴν, καθαρὸν παντὸς πάθους ῥέον, εἰσδέχεται· εἴ τι δ' ἀχρεῖον καὶ ἀλλότριον ταύτης, ἔξω τῶν θυρίδων ταῖς τῆς φρονήσεως χερσὶν αὐτὰς ἐπερείδουσα, συνετῶς ἀποκλείει. Οὐκοῦν οὐ δεῖ τὴν ἐκ τῆς συμπλοκῆς φεύ-
out by force from the door, or thrust away by some other craft by the master of the house, turns elsewhere; or else, anticipating him so as to win an easy first passage into the interior and lay down some one of his weapons, a spear or helmet or shield, even if he seem to be outside because he has gone out to fetch his comrades, he is inside in power through the weapon which he laid down, having henceforth made the house the own dwelling both of himself and of the comrades whom before long he has brought in to dwell with himself: so the dread soldier of pleasure and sin, going round in a circle seeking a house for himself, either is shut out at his first entrance and turns elsewhere; or else, anticipating so as to win an easy first passage through the senses into the interior, and to lay down in the soul some one of his weapons, I mean the spear of the gaze wounding from afar through the eyes, or the helmet of pleasure, beguiling speech through the hearing, or as it were a shield, the touch through the hands stirring the whole body together towards pleasure, even if he seem to be outside through having not yet corrupted the body by the working of sin, yet he is inside in power, corrupting the intellect through the weapon laid down; and having henceforth made the soul that received some one of these things a chosen house of his own pleasure and of the passions his comrades. One must therefore shut off the first passage through the senses against the soldier of the flesh, barring the senses on every side like doors or windows with the bolts of endurance, lest climbing up more craftily through even a single one of these, he bring in to dwell with himself death, who is his comrade. For death, it says, has come up through your windows. For truly the senses are the windows of the soul, whereby either, like some temperate woman, gently opening them ajar, the soul lets shine in the external light of sensible things for the apprehension of its fitting work, or else, fluttered about the curious observation of external things, like some licentious courtesan, she leans out towards things that delight, wickedly twisting her neck round and pitching forward through these towards things that please. For leaning out from the windows of her house, whomsoever among the foolish children she sees passing by, a young man void of understanding, she speaks those words wherewith already, through the undisciplined and roving habit of her senses, she has wholly prepared herself for licentiousness. Whereas the temperate soul within, I say, setting up the throne of both thoughts and senses upon the heart in the midst as if upon a hearth, if anything serviceable towards virtue flows in pure of every passion, admits it; while if anything is unprofitable and alien to virtue, bracing the windows fast with the hands of prudence, she wisely shuts it out beyond them. Therefore those who flee
Notes, col. 701

On the reading

Printed τινί, for τινὶ.

Printed πάροδεν, for πάροδον.

Printed ἥδονῆς, for ἡδονῆς.

Printed τά, for τὰ.

Printed ἀφὴν, for ἁφὴν.

Printed ἐπερειδουσαν, for ἐπερείδουσαν.

Printed Ἀπο, for Ἀπὸ.

PG 30:704Read from the page
γοντας ἁμαρτίαν τοῖς διὰ τούτων τε καὶ ἐν τούτοις σφαλεροῖς ὀλίσθοις ἐμπλέκεσθαι. Ὅτι ἡ μὲν διὰ φωνῆς καὶ βλεμμάτων ἁφὴ ἐπὶ τὴν τῶν χειρῶν λαθραίως ὁδεύει. Αὗται δὲ πᾶσαι, ὡς ἐν ἁλύσει ἀλλήλων ἐχόμεναι, τῆς κατὰ τὴν συμπλοκὴν ἁφῆς προμνήστριαι γίνονται. Οὐ μίαν οὖν τὴν κατὰ τὴν μίξιν ἁφὴν μόνον, ἀλλ' ὅλον τὸ γένος τῆς πολυμόρφου ἁφῆς, ἐξ ἧς τὸ πᾶν εἶδος διὰ τῶν αἰσθήσεων φύεται, τῇ παρθένῳ ἐπιμέλῶς ἄφθορον φυλακτέον· ἵνα τοὺς ἀπὸ ὀφθαλμῶν καὶ φωνῆς καὶ τῶν λοιπῶν πρὸς ἡδονὴν κινημάτων πόῤῥωθεν πεμπομένους σπινθῆρας σωφροσύνης ἀντιπνοίαις σβεννύουσα, καὶ τὴν ἐξ αὐτῶν ἀναπτομένην πυρκαϊὰν φρονίμως συναποσβέσῃ· μᾶλλον δὲ ἵνα μηδὲ τὴν ἀρχὴν παραδεξαμένη τῆς ἡδονῆς τὰ ἐναύσματα, μηδὲ ἔχῃ ὅλως ποτὲ
the sin that comes from the embrace must not become entangled in the slippery pitfalls both through these things and in these things. For the touch through voice and glances travels secretly towards that of the hands. And all these, holding on to one another as in a chain, become matchmakers for the touch in the embrace. Not solely the single touch in copulation, therefore, but the whole race of manifold touch, out of which every species grows up through the senses, must be diligently guarded incorrupt by the virgin; so that, quenching with the counter-blasts of temperance the sparks sent from afar from eyes and voice and the remaining movements towards pleasure, she may prudently extinguish along with them the conflagration kindled from them as well; or rather, so that having not even in the beginning admitted the tinder of pleasure, she may never at all have
16. Κοσμῆσαι δὲ της ἀληθῶς παρθένου δεῖ ὅλον τὸ κάλλος, ἵνα μήτε τῷ φυσικῷ κάλλει ἐμπομπεύειν σπουδάζῃ, μήτε ἀμοιροῦσα τούτου καλλωπίζεσθαι θέλῃ. Ἀπρεπὲς γὰρ ὡς ἀληθῶς τῇ παρθένῳ, καὶ τῆς ἐπαγγελλομένης ἀφθορίας ἀλλότριον, τὸ, ἢ ἐναβρυνομένην τοῖς δεδομένοις πρὸς εὐφυΐαν παρὰ τοῦ ποιητοῦ χαρακτῆρσι, καὶ ἐμπομπεύουσαν, ὥσπερ ἔφην, τῷ κάλλει, πλείονας ἐραστὰς τοῦ σώματος εἰς κοινὸν σπουδάζειν πτῶμα κινεῖν, ἢ μὴ εὐστοχήσασαν εὐειδείας, ἄρτυμα ἡδονῆς τοῖς ὁρῶσι τὴν ἐπίνοιαν τοῦ καλλωπισμοῦ πραγματεύεσθαι. Οὔτε γὰρ ἡ πρώτη σώφρονα δείκνυσι λογισμὸν, ἐπὶ τῷ τοῦ ποιητοῦ ἔργῳ ὡς ἐπὶ ἰδίῳ κατορθώματι θρυπτομένη, καὶ εἰς ὃν μὴ εἰσαχθῆναι ἀγῶνα, διὰ τῆς εὐχῆς τὸν ἀγωνοθέτην παρακαλεῖ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, δεομένη, εἰς τοῦτον δι' ὧν τοὺς ἐραστὰς ἐπισπᾶται, ἑαυτὴν προφανῶς συνωθοῦσα. Οὐδ' ἡ δευτέρα, ὃ μὴ ἔλαβε δέλεαρ ἐπὶ τῆς τοῦ σώματος ἡδονῆς, τοῦτο νόθοις μορφαῖς καθ' ἑαυτῆς μαγγανεύουσα. Λανθάνει δ' ἑκατέρα τὸ δοθὲν παρὰ τοῦ Θεοῦ καλὸν παρὰ τὸν προκείμενον σκοπὸν διαφθείρουσα. Καὶ ἡ εὐειδὴς τὸ τῆς ψυχῆς κάλλος διὰ τοῦ κατὰ σῶμα ἀτόπως λυμαινομένη, καὶ ἡ τὴν δοκοῦσαν τοῦ σώματος ἀμορφίαν ἐφόδιον φυλακῆς τῆς κατὰ τὴν παρθενίαν λαβοῦσα, εἰς ἐπιβουλὴν ἑαυτῆς ταύτην νόθους μορφαῖς κακῶς μεταπλάττουσα. Ἔδει δὲ τὸ ἀνάπαλιν, τὴν μὲν τοῦ προσκαίρου κάλλους καταφρονοῦσαν, μὴ ἐμπόδιον τὸ τοῦ σώματος κάλλος τοῦ τῆς ψυχῆς, ἀλλὰ συνεργὸν, ἂν οὕτω που συμβαίνῃ, ποιεῖσθαι, τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὴν ψυχὴν μεταφέρουσαν· τὴν δὲ μηδὲν ἔλαττον ἐν τοῖς ὄντως καλοῖς φερομένην, τὴν, διὰ τὴν νομιζομένην ἀειδίαν, ἀοχλησίαν τῶν πειρπσμῶν, γαλήνην ἀσκήσεως τοῦ ἀγήρω κάλλους
16. Moreover, the whole beauty of the true virgin must be adorned so that she neither studies to parade her natural beauty, nor, lacking this, wishes to deck herself out. For it is truly unseemly for the virgin, and alien to the incorruption she professes, either, priding herself upon the features given her for comeliness by the Creator and parading, as I said, her beauty, to study to stir up more lovers of her body unto a common fall, or else, having missed the mark of shapeliness, to contrive the artifice of embellishment as a seasoning of pleasure for those who behold her. For neither does the first show a temperate reasoning, giving herself airs over the work of the Creator as over her own achievement, and openly thrusting herself, by the means whereby she draws lovers to herself, into that contest into which through prayer she entreats the Master of the contest not to be brought, praying, Lead us not into temptation; nor does the second, conjuring up against herself by counterfeit forms that bait for bodily pleasure which she did not receive. And each of the two unawares corrupts contrary to its appointed aim the good given by God: both the shapely woman absurdly marring the beauty of her soul through that of the body, and she who received the seeming unshapeliness of her body as a provision for guarding her virginity wickedly remoulding this by counterfeit forms into a plot against herself. Whereas on the contrary, the one, despising transitory beauty, ought to make the beauty of the body not a hindrance to that of the soul, but a helper, if perchance it so turn out, transferring the lovers of her body unto her soul; while the other, winning no less in things truly noble, ought to take the freedom from the disturbance of temptations due to her supposed plainness as a calm for the ascetic cultivation of the ageless beauty,
Notes, col. 704

On the reading

Printed ἐπιμέλῶς, for ἐπιμελῶς.

Printed της, for τῆς.

Printed νόθους, for νόθοις.

Printed πειρπσμῶν, for πειρασμῶν.

PG 30:705Read from the page
λαμβάνειν, τοῖς μὲν ἀθανάτοις καλοῖς, ὡς ἰδίοις κατορθώμασιν, ἐντεῦθεν ἤδη πρὸς τὴν ἑτέραν ἁμιλλωμένην, τοῖς δὲ κατὰ σῶμα ὑπὸ τοῦ χρόνου δειχθησομένην, οὐδὲν ἐκείνης διάφορον ἔχουσαν.
vying already from here onwards against the other woman in immortal goods as her own achievements, while in bodily things destined to be shown by time as having nothing different from her.
17. Οὐδὲ γὰρ τίς ὁ σκοπὸς, δι' ὃν καλλωπίζονται συνιδεῖν ἔστι ταχέως. Εἰ μὲν γὰρ ἵνα τῷ τῆς παρθενίας σκοπῷ συνεργάσωνται, καὶ δὴ τὸ ἐναντίον οὗ ἐπαγγέλλονται πράττουσι, πλείονας πειρατὰς διὰ τοῦ καλλωπισμοῦ καθ' ἑαυτῶν ἀτόπως ἀλείφουσαι. Εἰ δὲ ἵνα αὐτὸ τοῦτο καλαὶ δόξωσι, φαίνεσθαι ἄλογον, εἰ μὴ μέλλοιεν παρ' ὧν τὴν δόξαν ἀποφέρεσθαι σπεύδουσι, τοῦ κατ' αὐτὰς νομιζομένου κάλλους ἐμφορεῖσθαι, τὴν περὶ τούτου φροντίδα ποιούμεναι. Εἰ δ' ἵνα καὶ τύχοιεν οἷς ἀρέσαι σπουδάζουσιν, εἰς τὸ ἐναντίον, φημὶ, ἑαυτὰς κατενεχθείσας γυμνῶς ἐπιδείξουσιν, ἑταῖραι ἀντὶ παρθένων ἁφθεῖσαι· ἐκτὸς εἰ μὴ πρὸς τὴν τῶν δύο ἐπιθυμίαν μεσολαβηθεῖσαι διέλκονται, καὶ τῶν ἔξωθεν ἐραστῶν ἐμφορεῖσθαι βουλόμεναι, διὰ δὲ τοῦτο τῆς κοινῆς ἐπιθυμίας τὴν ὄψιν ἥδυσμα γίνεσθαι σπουδάζουσαι, καὶ τῷ ἔνδον ἐραστῇ δι' αἰδῶ ἢ φόβον κρατούμεναι. Οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἀνύπουλον εἶναι τῶν τοιούτων τὴν γνώμην, καὶ τοὺς ἔξωθεν ἐπὶ τὸ σῶμα διὰ μηχανῆς ἐρεθίζουσαν, καὶ τῷ ἔνδον ἐξ ἡμισείας ἀρέσκειν ἐθέλουσαν. Καὶ οὐκέτι ἔσται λοιπὸν ἡ γνώμη ὁμαλῶς ἑαυτῇ συμφωνοῦσα· ἀλλ' ὥσπερ ἐν μεταιχμίῳ, πρός τε τὸν ἔνδον ἐραστὴν, καὶ τὸν ἔξω κακῶς σχιζομένη. Οὐδεὶς δὲ δύναται δυσὶ κυρίοις δουλεύειν. Ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ τοῦ ἑνὸς ἀνθέξεται, τοῦ ἔξω, καλλωπιζομένη πρὸς τοῦτον, καὶ τοῦ ἔνδον καταφρονήσει. Ἡ δὲ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὥσπερ οὖν ἡ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρὶ, καὶ μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἐπεὶ ἀμήχανον καὶ τῷ ἔνδον μεριμνᾶν ὅπως ἀρέσῃ, καὶ πρὸς τοὺς ἔξω θεατὰς, ὥσπερ ἐν σκηνῇ, καλλωπίζεσθαι. Ἀλλ' ὡς ὁ ὑφ' ἡλίῳ λαλῶν διδασκάλῳ, οὐδέν τι τῆς παρακολουθούσης σκιᾶς, τὰ κινήματα αὐτοῦ τῶν χειρῶν, καὶ τῆς ὅλης μορφῆς τοὺς τύπους μιμηλῶς δεικνύσης, φροντίσας, ὅλος πρὸς τὴν τοῦ καθηγητοῦ ὁμιλίαν συντέταται· οὕτω καὶ ἡ παρθένος, οὐδέν τι τῶν τοῦ σώματος εἰδώλων ἂν εὔμορφα ἢ δύσμορφα φαίνηται ταῦτα, καὶ τῶν περὶ αὐτὰ μωκῶν φροντίσασα, ὅλη πρὸς τὸν καθηγητὴν αὐτῆς καὶ νυμφίον ἐπέστραπται, τούτῳ διὰ βίου ἐν καθαρωτάτῳ φωτὶ συντόνως λαλοῦσα.
17. Nor indeed can one quickly perceive what the aim is for the sake of which they deck themselves out. For if it is in order that they may cooperate with the aim of virginity, why then they do the very opposite of what they profess, absurdly anointing more brigands for battle against themselves through their embellishment. And if it is merely for this very thing, that they may seem beautiful, it appears unreasonable that they take care about this unless those from whom they are eager to win praise are going to take their fill of the supposed beauty in them. And if it is so that they may also obtain those whom they study to please, they will nakedly display themselves, I say, as having plunged down into the opposite, caught as courtesans instead of virgins: unless, caught in the middle towards the desire of both, they are torn in two, both wishing to take their fill of external lovers, and on this account studying that their appearance become a seasoning of common desire, and held fast to the inner Lover through shame or fear. For neither is it possible for the mind of such women to be without festering guile, both provoking those outside towards her body through artifice, and wishing by halves to please Him Who is within. And henceforth her mind will no longer be evenly in harmony with itself, but as if on borderland between two armies will be wickedly rent between the inner Lover and the outer. Now no one can serve two masters. For either she will hate the one and love the other; or she will cleave to the one, the outer, decking herself out towards him, and will despise Him Who is within. Whereas the unmarried woman cares for the things of the Lord, how she shall please the Lord; just as the married woman cares for the things of the world, how she shall please her husband, and divided is both the wife and the virgin. Since it is impossible both to care how she may please Him Who is within, and to deck herself out towards external spectators as if upon a stage. Rather, just as one who speaks under the sun with a teacher, taking no thought at all for the accompanying shadow as it imitatively displays the movements of his hands and the outlines of his whole form, is wholly strained in attention towards the converse of his instructor; so too the virgin, taking no thought at all for the phantoms of the body, whether these appear shapely or unshapely, nor for the mockers concerned with them, has turned herself wholly towards her Instructor and Bridegroom, speaking intently with Him throughout life in purest light.