Migne Reading Room

PG 30 · cols. 684–693 · Read from the page

Book on virginity

Book on virginity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:684Read from the page
συνθεὶς ὁ Δημιουργὸς ὅλον τὸν ἄνθρωπον, τῷ ἀνθρωπομόρφῳ ἀπὸ κεφαλῆς ἕως στέρνων ἄνωθεν μέρει, τὸ ἀπὸ ὀμφαλοῦ καὶ ὀσφύος, καθάπερ ἵππου φύσιν, πρός τε τὰς γαστρὸς ἡδονὰς κτηνῶδες ὑπάρχον, καὶ πρὸς τὰς μίξεις ἀλόγως κινούμενον, κατώθεν φέρων προσήρμοσεν· οὐχ ὑπὸ τοῦ ἀλόγου μέρους τὸ λογικὸν ἐξαρπάζεσθαι βουληθεὶς, ἀλλὰ τῷ λογικῷ ὑποβεβλημένον ἔχοντι τὸ ἄλογον μέρος, ἡνιοχεῖσθαι πρὸς τὰς τῆς φύσεως ἀνάγκας πανσόφως ἐφείς. Διὰ γοῦν ταύτην τὴν δεδομένην αὐτῷ ἐξουσίαν, ὅταν μὴ ἄγῃ, ἀλλ' ἄγηται ὑπὸ τοῦ ἀλόγου τὸ λογικὸν, ἐπονειδίζων τῷ ἡνιόχῳ ὁ λόγος, ὡς ἂν πρὸς τὴν τοῦ ἀλόγου ἡδονῆν κακῶς ἄνωθεν κενωθέντι φησίν Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζε. Καὶ ἀλλαχοῦ ἀπ' ὀμφαλοῦ καὶ ὀσφύος τὸ ἄλογον κατὰ τῆς ψυχῆς δυναστεύειν ὑπαινισσόμενος· Ἰδοὺ ἡ ἰσχὺς αὐτοῦ, φησὶν, ἐπ' ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. Πιαινομένης γὰρ ταύτης ὑπὸ τῆς γεύσεως, ἀνάγκη τὰ ὑπ' αὐτὴν μόρια ὑπὸ τοῦ πλημμυροῦντος ὑγροῦ βρασσομένου ἐν βάθει, πρὸς τὰς φυσικὰς ἐνεργείας κινεῖσθαι. Χορηγεῖ μὲν γὰρ ἡ γαστὴρ ἐπικειμένη τούτοις πρὸς τὸν οἶστρον τὰ ὑπεκκαίοντα ταύτας· κατάποσις δὲ ἄνωθεν πηγάζει τὰς ὕλας. Πρώτης οὖν τῆς γεύσεως ἡ παρθένος κρατήσει, τὰς πηγὰς τῶν γαστρὸς ἡδονῶν, καὶ τῶν ἐντεῦθεν πρὸς ἀκολασίαν ῥεουσῶν ἀφορμῶν ἄνωθεν σωφρόνως ἡνιοχοῦσα· ἵνα μὴ παρθενεύειν προελομένη, εἶτα πρὸς τὴν γεῦσιν ἀφειδῶς ἐκπορνεύουσα, λάθῃ καθ' ἑτέραν ἀπολαύσεως ἡδονὴν τὴν παρθενίαν ἀλόγως ἀπεμπολοῦσα. Παρθένον γὰρ καὶ τὴν γεῦσιν εἶναι δεῖ τῆς παρθένου, ὑπὸ μηδεμιᾶς τοῦ ἤδοντος τὴν κατάποσιν κολακείας πρὸς ἡδονὴν φθειρομένην, ἀλλ' ἄφθορον μὲν κἀν τούτῳ ἑαυτὴ⟨ν⟩ φρονίμως φυλάττουσαν, πρὸς δὲ τὴν τῆς ψυχῆς εἰς τὰ ἐπιβάλλοντα ὑπηρεσίαν, τὸ σῶμα ἐμφρόνως ἡνιοχοῦσαν.
compounding the whole human being, the Creator brought and fitted beneath the human-shaped upper part from head down to breast the part from navel and loins, like the nature of a horse, being beastlike towards the pleasures of the belly, and irrationally moved towards sexual unions; not willing that the rational part should be snatched away by the irrational part, but most wisely permitting the rational part, having the irrational part subjected to it, to guide it as a charioteer towards the necessities of nature. Because of this authority given to it, therefore, whenever the rational part does not lead, but is led by the irrational, the word, reproaching the charioteer as having been wickedly emptied from above towards the pleasure of the irrational part, says: They became lustful stallions, each one neighed after his neighbour's wife. And elsewhere, hinting darkly that from navel and loins the irrational part holds dominion against the soul: Behold, it says, his strength is in his loins, and his power in the navel of his belly. For when this is fattened by taste, it is necessary that the parts beneath it be moved towards their natural activities by the overflowing moisture boiling in the depth. For the belly, lying above these parts, supplies for their frenzy the things that kindle those activities from beneath; while swallowing gushes forth the materials from above. First of all, therefore, the virgin will master taste, temperately guiding from above the springs of the pleasures of the belly, and of the occasions flowing thence towards licentiousness; lest, having chosen to live in virginity, and afterwards prostituting herself unsparingly towards taste, she unawares irrationally barter away her virginity according to another pleasure of indulgence. For the taste also of the virgin must be virgin, corrupted towards pleasure by no flattery of that which pleases swallowing, but prudently guarding herself incorrupt in this too, while sensibly guiding the body as a charioteer towards the service of the soul for its fitting duties.
8. Οὐδὲ γὰρ δεῖ φυλαττομένην ὑποπεσεῖν τῇ τῆς γεύσεως ἡδονῇ, καὶ τὰς πηγαζούσας ἐκ γαστρὸς ἡδονὰς διὰ τῆς πρὸς τὰ σῖτα ἐγκρατείας ἀναστέλλουσάν τε καὶ ἰσχναίνουσαν, εἰς τὸ ἐναντίον αὖθις περιτρέπειν τὴν τοῦ σώματος χρείαν. Μὴ ἐκκλίνῃς γὰρ, φησὶν, εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά. Ὡς γὰρ τὸ ἄνετον κατὰ πάντων ἁπλῶς ἐδεσμάτων ἀφιέναι τὴν γεῦσιν διὰ τὰ προειρημένα ὡς ἀληθῶς χαλεπόν· οὕτω τὸ ἀποκλεῖσαι ταύτην εἲς τὴν ἐξ ἀσθενείας τοῦ σώματος ἀχρηστίαν παντάπασιν ἀλογώτατον. Αἱ ἀκοότητες γὰρ ὄντως, ὡς ἔφη τις
8. For neither must she, while guarding against succumbing to the pleasure of taste, and both checking and thinning down the pleasures gushing from the belly through continence in food, turn the need of the body round again into the opposite extreme. For do not turn aside, it says, to the right hand or to the left. For just as letting taste go unrestrained over all foods indiscriminately is truly perilous on account of the things said before; so shutting it off unto the uselessness of the body arising out of weakness is altogether most irrational. For the extremes truly, as someone said
Notes, col. 684

On the reading

Printed ἡδονῆν, for ἡδονὴν.

Printed ἤδοντος, for ἥδοντος.

Printed εἲς, for εἰς.

Printed ἀκοότητες, for ἀκρότητες.

PG 30:685Read from the page
τῶν σοφῶν, καὶ κατὰ τοῦτο ἰσότητες. Ὡς γὰρ διὰ πλῆθος τροφῶν ἀποσκιρτῶν ἡμῶν ὁ ἵππος, φέρει κακῶς ὅπῃ βούλεται τὸν ἡνίοχον· οὕτω δι' ὑπερβάλλουσαν ἔνδειαν πρὸς τὴν προκειμένην τῆς ἀρετῆς ὁδὸν ἐμποδίζει. Καὶ ὥσπερ οὐ δεῖ ταῖς πολλαῖς τροφαῖς τοῦτον πιαίνοντα, ταῖς τῶν σκιρτημάτων αὐτοῦ ἀταξίαις κακοπαθεῖν τὸν ἡνίοχον, καὶ ἁπανταχου περιφέρεσθαι πρὸς τὴν ζέουσάν τε καὶ δύσκαμπτον αὐτοῦ δύναμιν παντελῶς οὐκ ἀντέχοντα· οὕτως οὐδὲ τὴν ἐπ' ἀρετὴν ὁδὸν σὺν τούτῳ ὁδεῦσαι προθέμενον, ὑπερβαλλούσῃ ἐνδείᾳ πρὸς τὸ ἀχρεῖον αὐτοῦ, φημὶ, τὴν δύναμιν καταβαλεῖν· ἵνα μὴ ἐξασθενήσαντι τούτῳ προσδεδεμένος, ἀνήνυτον ὑπὲρ αὐτοῦ ὑπομένῃ τὸν πόνον· μήτ' ἐγεῖραι ἔτι καταπεσόντα πρὸς τὸν δρόμον δυνάμενος, μήτ' ἀφεῖναι ὑπὸ τῆς πρὸς αὐτὸν φυσικῆς σχέσεως συγχωρούμενος· ἀλλ' ἀεὶ μὲν τούτῳ διὰ τὴν κοινωνίαν συσκένειν. καὶ περὶ τὴν ἐπιμέλειαν τῆς ὑγείας αὐτοῦ πονεῖσθαι ἀναγκαζόμενος· τῷ δὲ μὴ ἔχειν σθεναρὸν τὸν πρὸς τὴν γυμνασίαν τῶν ἐπιβαλλόντων τῷ δρόμῳ ὑπηρετούμενον, δι' ἀμελετησίαν λοιπὸν τὰ πολλὰ τῆς οἰκείας ἐπιστήμης ἑαυτοῦ ἐκβάλλων. Οὐκοῦν ἐπεὶ δεῖ τὸ συμφυὲς ἡμῖν ὄχημα, μήτε ἀνιέντας ἄγαν, μήτ' αὖ πάλιν σφοδρῶς ἐπιτείνοντας, πρὸς τὸν τῆς ἀρετῆς δρόμον προάγειν, διὰ τοῦτο προσήκει καὶ τὴν κατάστασιν, ὡς ἔχει, τοῦ σώματος, καὶ τὰς ποιότητας τῶν τροφῶν θεωρεῖν, καὶ ἀκμάζοντι μὲν τῷ σώματι καὶ θέρμης φυσικῆς πλεονάζοντι ἐκισχεῖν ἔτι, καὶ διὰ τῶν τροφῶν ἐξωθεῖν τὸ θερμὸν, ἵνα μὴ ἢ πολυχύμοις τροφαὶς τὴν οὖσαν ἐκ φύσεως πιμέλήν ἐκ προσθήκης αὐξήσαντες, ἢ τῇ τοῦ οἴνου ἔγχυσει ζέουσαν τοῦ σώματος τὴν ἀκμὴν ἔτι μᾶλλον ἐξάψαντες, κατὰ τὸν τῶν Ἑλλήνων σοφὸν, πῦρ ὄντως ἐπὶ πῦρ ὀχετεύωμεν· Ἀλλ' ἀκμάζοντι μὲν καὶ θέρμης φυσικῆς περιττεύοντι τὸ ἐκ πηγῶν καθαρὸν ῥεῖθρον σωφρόνως ἐποχετεύσωμεν, τὴν ἐν τῇ φύσει ζέουσαν φλόγα τῇ τοῦ ὕδατος ἀντιπαθεῖ δυνάμει καταμαραίνοντες, καὶ πρὸς τὸ ἥμερον τῷ ἐν ἡμῖν λόγῳ κιρνῶντες· παρηβῶντι δὲ καὶ μαραίνομένῳ τὴν ἐκ τῶν τροφῶν καὶ τοῦ πόματος βοήθειαν σύμμαχον ἐπεισάξωμεν· οὐ τὴν ποσότητα μόνον τῶν τροφφν ἁπανταχοῦ πρὸς τὴν δύναμιν φρονίμως μετροῦντες, ἀλλὰ καὶ τὴν ποιότητα μάλιστα σοφῶς ἐπικρίνοντες. Οὐδὲ γὰρ τῇ ἔξωθεν φαντασίᾳ τούτων μόνον προσέξομεν, ἀλλὰ καὶ τὴν ἐν τῷ βάθει δύναμιν τούτων μάλιστα σοφῶς κατοπτεύσομεν· ὅτι οὐ σπερμάτων μόνον τε, καὶ ὀσπρίων, ἀλλὰ καὶ τῶν λαχάνων ἐστὶν οὐκ ὀλίγα, ἃ οὐ κατὰ τὴν
of the wise, are in this respect too equalities. For just as our horse, skipping away through abundance of foods, carries the charioteer badly whithersoever it wishes; so through excessive want it hinders him towards the path of virtue set before him. And just as the charioteer must not, fattening this horse with many foods, suffer ill from the disorders of its skippings, and be carried round everywhere, altogether unable to hold out against its seething and unbending strength; so neither must one who has purposed to travel the road to virtue with it cast down its strength, I mean, by excessive want unto uselessness; lest, being bound fast to it when grown utterly weak, he endure fruitless toil on its behalf; neither being able any longer to raise it up for the course once fallen, nor being permitted to let it go by his natural bond towards it; but ever compelled both to groan together with this horse because of their fellowship, and to labour over the care of its health; and because he does not have his minister strong for the exercise of the duties belonging to the course, casting away thereafter from himself through lack of practice the greater part of his own skill. Therefore, since we must lead forward towards the course of virtue the vehicle congenital with us, neither slackening too much nor again tightening violently, on this account it is fitting to observe both the condition of the body, as it stands, and the qualities of foods, and when the body is in its prime and still abounding in natural heat, to hold it back, and through foods to drive out the heat, lest either by increasing through addition with rich-juiced foods the fatness existing by nature, or by kindling still more through the pouring in of wine the seething prime of the body, according to the wise man of the Greeks, we truly channel fire upon fire; rather, when it is in its prime and abounding in natural heat, let us temperately channel upon it the pure stream from springs, quenching down the flame seething in nature by the counteracting power of water, and tempering it towards gentleness by the reason within us; whereas when it is past its prime and withering away, let us bring in as an ally the aid from foods and drink; everywhere prudently measuring not only the quantity of foods according to strength, but also most wisely judging their quality. For neither shall we attend only to their outward appearance, but we shall also most wisely spy out their power in the depth; because not only among seeds and pulse, but also among pot-herbs there are not a few, which do not according to the
9. Διόπερ οὐδὲ τοῖς ἁλσὶν ἁπλῶς καὶ ἀδιαφόρως χρησόμεθα, ὥσπερ ἐνίους τῶν ἀσκήσει προσεχόντων
9. Wherefore neither shall we use salts simply and indifferently, just as some of those who apply themselves to asceticism
Notes, col. 685

On the reading

Printed ἁπανταχου, for ἁπανταχοῦ.

Printed συσκένειν, for συστένειν.

Printed ἐκισχεῖν, for ἐπισχεῖν.

Printed τροφαὶς, for τροφαῖς.

Printed πιμέλήν, for πιμελὴν.

Printed ἔγχυσει, for ἐγχύσει.

Printed μαραίνομένῳ, for μαραινομένῳ.

Printed τροφφν, for τροφῶν.

PG 30:688Read from the page
ἐθεασάμεθα, δι' ὑπερβολὴν ἐγκρατείας, ἅπαν μὲν παρωσαμένους προσέψημα, μόνους δὲ τούτους μετὰ τοῦ ἄρτου ἀντὶ παντὸς προσφερομένους ἡδύσματος. Οὐ συνιᾶσι δὲ ἄρα καὶ οὗτοι, ὅτι γόνιμοι κατὰ φύσιν ὑπάρχοντες καὶ ὀδαξησμοὺς τῷ σώματι ἐμποιοῦντες, μᾶλλον τῶν ἄλλων πρὸς τὰς μίξεις τὰ σώματι ἐριθίζουσιν. Εἰ δ' ἐν τούτοις δεῖ σοφῶς πρὸς τὴν προκειμένην χρείαν τὸν ἡνίοχον διαγίνεσθαι, πολλῷ πλέον τῶν ἀκροδρύων τὴν πρὸς τὰ ὁμολογουμένως βλάπτοντα συγγένειαν τῶν ποιοτήτων προσήκει φυλοκρινεῖν, ἁπανταχοῦ μὲν τὸ ἀναγκαῖον τῆς τροφῆς πρὸς ζωὴν μόνον φρονίμως ἐγκρίνοντας, τῶν δὲ προσεψημάτων τὴν ἐπινενοημένην κολακείαν πρὸς τὰ ἡδονῆς δελέατα ἀποπτύοντας. Εἰ γὰρ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, οὐ δεῖ πλέον τοῦ ἀναγκαίου τῆς τροφῆς τὸ προσέψημα ἀλόγως προσφέρεσθαι. Ἐπεὶ μηδὲ τοὺς ἅλας, ἥδυσμα τοῦ ἄρτου ὑπάρχοντας, ἴσους ποσότητι μετὰ τοῦ ἄρτου παραληψόμεθα. Εἰ δὲ οὐκ ἄν τις ἴσον τὸ ἄρτυμα τῷ οὗ παραλαμβάνεται ἄρτυμα προσενέγκοιτο, πῶς ἄν τις πλεονάζουσαν τὴν τῶν προσεψημάτων χρείαν, τῆς προηγουμένης τροφῆς παραλάβοι; Οὐκέτι γὰρ ἔσται ταῦτα τοῦ ἄρτου ἀληθῶς προσεψήματα, ἀλλὰ ὁ ἄρτος ἀνάπαλιν τούτων. Καὶ λήσεται πάλιν ἄλλῳ λόγῳ ἡ γεῦσις κατασοφισαμένη, διὰ τῆς ποικιλίας τῶν ὄψων, πρὸς ἡδονὴν τὸν ἡνίοχον· εἶτα ἐντεῦθεν εὑρεθήσεται, ὃ φεύγει διὰ τῆς ἀσκήσεως, πάλιν διώκων. Οὐκοῦν, ὥσπερ ἐν τετραχόρδῳ. συνελόντι φάναι, ἀγαθὴ ἁρμονία, ἐπειδὴ ἐκ τεττάρων, γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρὸς, συνέστηκεν ἡμῶν τὰ σώματα, τῷ μὲν ἐνδέοντι διὰ τῶν τροφῶν ἀεὶ βοηθήσει, τοῦ δὲ πλεονάζοντος τῇ ὑφαιρέσει, καὶ πρὸς τὰς γυμνασίας ἀγωγῇ, τὴν δυναστείαν μαλάξει· οὐ τὰς ποιότητας μόνον τοῦ ἐν ἡμῖν θερμοῦ τε καὶ ψυχροῦ, ἀλλὰ καὶ τὰς ποιότητας ξηροῦ τε καὶ ὑγροῦ δοκιμάζων. Καὶ ταῖς μὲν εἲς ποσότητα προστιθεὶς, τῶν δὲ ὑφαιρῶν, καὶ τῶν μὲν ἐπιτείνων, τῶν δὲ ἀνιεὶς διὰ τῆς ἀγωγῆς τὰς ποιότητας, καὶ τὰς μὲν ἐξαλλάσσων, τὰς δὲ κατὰ φύσιν τηρῶν, οὕτω πάσης ἀναρμοστίας ἀπηλλαγμένον, εὐάρμοστον, ὡς ἀληθῶς, τὸ τετράχορδον τοῦ σώματος ἡμῶν, φημὶ, πρὸς τὴν τοῦ καλοῦ μελῳδίαν, τῇ ψυχῇ εὐτρεπίσει. Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰς τὸν τῆς γεύσεως τρόπον, διὰ τοὺς εἰς τὸν ὑπὲρ παρθενίας δρόμον, μᾶλλον δὲ ὑπὲρ αὐτῆς ὅλης ἀρετῆς ἀσκουμένους, εἰρήσθω.
we have seen thrusting aside out of an excess of continence every relish, and taking these alone with bread instead of every seasoning. Yet these too do not understand, then, that being generative by nature and producing itchings in the body, they provoke bodies towards sexual unions more than other things. And if in these matters the charioteer must conduct himself wisely towards the need set before him, much more among tree-fruits is it fitting to distinguish the kinship of their qualities towards things admittedly harmful, everywhere prudently approving only what is necessary of food for life, while spitting out the contrived flattery of relishes towards the baits of pleasure. For if bread strengthens man's heart, one must not irrationally take relish in greater measure than necessary food. Since neither shall we take salts, which are a seasoning of bread, equal in quantity with bread. And if one would not take the seasoning in equal measure to that of which it is taken as a seasoning, how might one take the use of relishes in excess of the primary food? For these will no longer truly be relishes to bread, but conversely bread to these. And taste will unawares again by another reckoning outwit the charioteer towards pleasure through the variety of dishes; then from this he will be found pursuing again what he flees through asceticism. Therefore, just as in a tetrachord, to speak concisely, there is good harmony, since our bodies have been put together out of four elements, earth and water, air and fire, he will ever aid what is lacking through foods, while by subtraction of what is in excess, and by training in exercises, he will soften its dominion; testing not only the qualities of the hot and cold within us, but also the qualities of the dry and wet. And adding in quantity to some, while subtracting from others, and tightening the qualities of some through training, while slackening those of others, and altering some, while preserving others according to nature, thus freed from all disharmony, he will prepare for the soul the tetrachord of our body, I say, truly well-tuned towards the melody of the good. Let these things, however, have been said by us regarding the manner of taste, for the sake of those who train themselves for the course on behalf of virginity, or rather on behalf of the whole of virtue itself.
10. Ὑποδείκνυσι δ', ὅτι, ὡς ἡ τοῦ σώματος κατὰ τῆς ψυχῆς δυναστεία πρὸς τὴν τοῦ καλοῦ κτῆσιν ἐμπόδιος γίνεται· οὕτω ἀνάπαλιν ἡ ἀσθενεία, οὐ δυναμένου ὑπηρετεῖσθαι τοῦ σωματικοῦ ὀργάνου ταῖς τῆς ψυχῆς προθυμίαις, τὸν πρὸς τὰ καλὰ δρόμον ἐκκόπτει. Οὐδὲν γὰρ μᾶλλον ἡ μολιβδὶς τῶν σαρκῶν,
10. And he indicates that, just as the dominion of the body against the soul becomes a hindrance towards the acquisition of the good; so conversely weakness, when the bodily instrument is unable to minister to the eager desires of the soul, cuts off the course towards good things. For in no way more does the leaden weight of the flesh,
Notes, col. 688

On the reading

Printed σώματι, for σώματα.

Printed ἐριθίζουσιν, for ἐρεθίζουσιν.

Printed εἲς, for εἰς.

Printed ἀσθενεία, for ἀσθένεια.

PG 30:689Read from the page
τὸ τῆς ψυχῆς πτερὸν ἐπὶ τὰ κάτω καθέλκουσα, ἢ ἡ τοῦ σώματος ἀσθένεια περὶ αὐτὸ ἀσχολοῦσά τε τοῦτο καὶ θλίβουσα οὐκ ἐᾷ πρὸς τὰ οὐράνια, ὡς θέλει, ἀνίπτασθαι· οὐ τῆς τῶν καλῶν κτήσεως αὐτὴν δι' ἀδύναμίαν μόνον ἀποστεροῦσα τὴν παρουσίαν, ἀλλὰ καὶ τῶν κτηθέντων ἤδη, διὰ τὴν ἐκ τῆς ἀσθενείας ἀμελετησίαν, ἀποσυλῶσα τὸ κάλλος. Ὡς γὰρ παχεῖα γαστὴρ (οὐχὶ τῇ κατασκευῇ καὶ τῇ φύσει παχεῖα, ἀλλ' εἰς ἣν παχύτης τροφῶν διὰ γαστριμαργίαν ἀφθόνως ῥεῖ, ἐπιθολοῦσα τὸν νοῦν καὶ παχύνουσα) λεπτὸν οὐ τίκτει νόα· οὕτως ἡ ἄγαν λεπτὴ, δι' ἀτονίαν ἄπνοον τοῦτον ποιοῦσα, ἐν τῇ ἀσθενείᾳ τοῦ σώματος λαὶ τὺν λεπτὸν ἤδη τικτόμενον ἀποσβέννυσιν. Καὶ ὅτι οὐ καθάπαξ τὰς μὲν δεῖ τὰς τροφὰς ἀποστρέφεσθαι, τῶν δὲ ἁπλῶς ἐμφορεῖσθαι, ἀλλ' ὅτι προσήκει κἀν τούτοις μὴ μόνον τὴν ποσότητα σωφροσύνη μετρεῖσθαι, δυναμένην διὰ πλῆθος ταυτὸν τοῖς ἐκβεβλημένοις ἐργάζεσθαι· ἀλλὰ καὶ τὴν ποιότητα ἰσοδυναμοῦσαν πολλάκις τοῖς προφανῶς βλαβεροῖς ἐπικρίνειν, καὶ συνόλως, Δόγον σέβοντας, λόγῳ καὶ μὴ ἀλογίᾳ ἀσκεῖσθαι.
dragging downwards the wing of the soul, than the weakness of the body, both busying this wing about itself and oppressing it, suffer it not to fly up, as it wishes, towards heavenly things; not only depriving it through inability of the presence of the acquisition of good things, but also robbing away the beauty of the things already acquired, because of the lack of practice arising from weakness. For just as a gross belly (not gross by frame and by nature, but one into which grossness of foods flows abundantly because of gluttony, clouding and thickening the mind) does not beget a subtle mind; so one that is overly thin, making this mind breathless through lack of tone, extinguishes in the weakness of the body even the subtle mind already being begotten. And that one must not altogether turn away from some foods while simply stuffing oneself with others, but that it is fitting in these too not only that quantity be measured by temperance, since through abundance it is able to work the very same thing as rejected foods; but also to judge quality, which often has equal force with manifestly harmful things, and altogether, as those who revere the Word, to practise asceticism by reason and not by unreason.
11. Εἰ δὲ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, καὶ διὰ ταύτην τὴν ἐντολὴν τῷ εἰπόντι, Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με, πεινῶντα καὶ ἐθρέψατε, ἀσθενοῦντα καὶ ἐπεσκέψασθε, μετὰ σπουδῆς παριστάμεθα. Ὑποκρίνεται τὴν ἐντολὴν ὁ ἑτέρῳ μὲν παρίστασθαι προνοούμενος, ἑαυτὸν δὲ ἀσθενοῦντα ἀνηλεῶς λυμαινόμενος. Φανερὸν γὰρ, ὡς ἐσφαλμένως ἀγαπᾷ τὸν πλησίον, οὗ προνοεῖν προθυμεῖται, ὁ ἑκυτὸν μὴ εἰδὼς ἀγαπᾷν. Καὶ πῶς τὴν ἐντολὴν δικαίως πληροὶ ὁ τὴν πρὸς τὸ δοῦλον σῶμα δίκην ὑγιῶς μὴ δικάσας, ἀλλὰ προφάσει μὲν δουλαγωγίας ὑπωπιάζειν ἐπαγγειλάμενος, τῇ δὲ ἀκρίτῳ ὁρμῇ τοῦτο κακῶς ἀναλώσας; Πῶς γὰρ ἔτι δοῦλον ἔσται τοῦτο τοῦ δεσποτεύοντος, αὐτὸν τὸν δεσπότην εἲς ὑπηρεσίαν τῆς βίας, ἧς παρ' αὐτοῦ ὑπέμεινεν, εἰληφός; Πῶς δὲ δουλεύσει τῷ δεσπότῃ εἰς τὴν τῶν ἀδελφῶν εὐποιίαν, πάντας τοὺς εὖ ποιεῖν δυναμένους εἰς τὴν ἑαυτοῦ θεραπείαν δούλους παρειληφός; Οὐκέτι γὰρ πρὸς τὰ τῆς ἀρετῆς κινήματα τῷ δεσπότῃ ὑπηρετήσει· ἐν ἀσθενείᾳ δὲ κείμενον, τοῖς λοιποῖς ἅπασιν εὐποιίας ἔσται ὑπόθεσις· οἰκτιζόμενον τὸν δεσπότην ὑπὸ πάντων ἔχον, διὰ τὴν περὶ τοῦτο ταλαιπωρίαν, ἐλεούμενον δὲ τὸν δοῦλον, διὰ τὴν ἀνίατον τούτου αἰκίαν. Οὔτε γὰρ ὁ δεσπότης τῶν ἑαυτοῦ ἔργων ἐπιλαβέσθαι λοιπὸν, διὰ τὴν περὶ τοῦτο ἀσχολίαν, ἀλλ' οὔτε ἀναγκασθεὶς διὰ τῆς πρὸς αὐτὸ συνδέσεως, ἐλεύθερος ἀφεθῆναι ἐπίνοιαν ἔχει· οὔτε ὁ δοῦλος ἔτι ἐλέους τυχὼν, ἀνακτήσασθαι τὴν πρέπουσαν πρὸς τὸν δεσπότην δουλείαν· ἀλλ' ὁ ἕτερος τῷ ἑτέρῳ ὑπόθεσις ἀνιάτου κολαστηρίου γενόμενος, τὴν ἀλογίαν ἔχουσι, τοῦ εἰς τὸ δεσμωτήριον τοῦτο ἀμφο-
11. And if you shall love your neighbour as yourself, through this commandment also we earnestly stand by Him Who said, I was naked, and you clothed Me, hungry and you fed [Me], sick and you visited [Me]. He plays the hypocrite towards the commandment who takes forethought to stand by another, while mercilessly ruining himself when sick. For it is plain that he who does not know how to love himself loves mistakenly the neighbour for whom he is eager to take forethought. And how does he justly fulfil the commandment who has not soundly judged his suit towards the slave body, but having professed under pretext of subjection to buffet it, by an unjudging impulse has badly consumed it? For how will this body any longer be a slave of him who is master, having taken the master himself into the service of the violence which it endured from him? And how will it serve its master for doing good to the brethren, having taken all who are able to do good as slaves for the tending of itself? For no longer will it minister to its master towards the movements of virtue; rather, lying in weakness, it will be a matter of beneficence for all the rest; having its master pitied by all because of his wretchedness over it, and the slave shown mercy because of its incurable maltreatment. For neither has the master a way in thought either to lay hold any longer of his own works, because of his preoccupation over this body, or, constrained through his binding to it, to be let go free; nor the slave, even if obtaining mercy, any longer to recover its fitting servitude towards the master; but the one having become to the other a matter of an incurable place of torment, they have the unreason, of the one into this prison both-
Notes, col. 689

On the reading

Printed ἀδύναμίαν, for ἀδυναμίαν.

Printed λαὶ, for καὶ.

Printed τὺν, for τὸν.

Printed σωφροσύνη, for σωφροσύνῃ.

Printed Δόγον, for Λόγον.

Printed ἑκυτὸν, for ἑαυτὸν.

Printed πληροὶ, for πληροῖ.

Printed εἲς, for εἰς.

PG 30:692Read from the page
τέρους βαλόντος, καὶ παρὰ τοῦ ἀγωνοθέτου καὶ παρὰ τῶν θεατῶν στιζομένην· ὅτι πρὸς δρόμον οὐράνιον οὗτος ἀπογραψάμενος, ἔλαθε δι' ἀλογίαν, οὐ μόνον οὐδὲν τῶν πρὸς τὸ στάδιον φρονίμως ἀσκήσας, ἀλλὰ καὶ τὸν πρὸς δρόμον αὐτῷ δουλεῦσαι ὀφείλοντα ἀδίκως κκταβαλὼν, καὶ ἔτι ἑαυτὸν τούτῳ ἀνοήτως συγκαταστρέψας. Διὸ ἀναγκαίως τοῖς διὰ τὴν τοῦ καλοῦ κτῆσιν ὑπωπιάζοτσι τὸ σῶμα πάλιν ὑποφωνοῦμεν· Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά. Ὡς γὰρ τὸ εἲς γαστριμαργίαν ἐκκλῖναί ἐστι χαλεπὸν, οὕτω τὸ διὰ ἐπιτεταμένης κακουχίας εἰς ἀχρηστίαν δι' ἀσθενείας τὸ σῶμα καταβαλεῖν, ὡς ἀληθῶς ἀλογώτατον. Οὐ γὰρ δι' ἑαυτην ἡ ἀποχὴ τῶν τῆς γαστρὸς ἡδονῶν ἐστι καλὸν, ἀλλ' ὅτι πρὸς τὴν τοῦ καλοῦ κτῆσιν συμβάλλεται. Εἰ δὲ δι' ὃ τὴν ἀποχὴν τῶν βρωμάτων ἐγκρίνομεν, τούτου διὰ τῆς ἐπιτεταμένης ἀποχῆς ἀμελήσομεν, εἲς τὸ ἐναντίον ἡμῖν, ὑπὸ ἀλογίας, τῆς ἀγωγῆς ὁ τύπος περιτραπήσεται· οὐκέτι μὲν διὰ τὴν σύντηξιν καὶ παρατροπὴν τοῦ ὀργάνου δι' ἀναγνωσμάτων τε καὶ εὐχῶν ὁμιλεῖν τῷ Θεῷ δυναμένοις, οὔτε πρὸς τὴν τῶν ἀδελφῶν εὐποιίαν τῷ καλῷ ὑπακυύειν. Χρὴ οὖν καὶ σώματος ἐπιμέλειαν ποιεῖσθαι, οὐ διὰ τὸ σῶμα, ἀλλ' ὑπηρεσίαν, φημὶ, φιλοσοφία κτωμένους. Ἀδύνατον γὰρ τὴν ὑπηρεσίαν τοῦ σώματος εὐήνιον πρὸς φιλοσοφίαν μὴ ἔχοντας, ἢ ἀναγνώσμασι φιλοσόφοις ἀρκέσαι, ἢ τὸν νοῦν ἐνατονοῦντα τῷ σώματι πρὸς εὐχὴν δεόντως συντεῖναι, ἢ συνόλως τι τῶν φιλοσοφίᾳ ἐπιβαλλόντων εἰς ἑαυτοῦ καὶ τῶν κοινωνούντων τῷ βίῳ ὠφέλειαν ἐργάσασθαι. Διὸ Ὑπωπιάζω μου τὸ σῶμα, φησὶ, καὶ δουλαγωγῶ. Κατεξανίστασθαι γὰρ δι' ἀκμὴν τῶν σαρκῶν τοῦ δεσπότου βουλόμενον τοῖς τῆς ἐγκρατείας ὑπωπίοις δουλαγωγῶ, ἐπιγινώσκειν τὴν δεσποτείαν συναναγκάζων. Οὐ γὰρ οὕτως αὐτὸ παίω, φησὶν, ὥστε ταῖς ἀμέτροις πληγαῖς ἄχρηστον πρὸς τὴν δουλείαν ποιῆσαι, ἀλλ' ὁ σκοπός μοι τοῦ ὑπωπιάζειν ἐστὶν, ἵνα δουλαγωγήσω τοῦτο πρὸς ὀπηρεσίαν τῆς δεσποτείας. Ὁ δὲ εἲς τοσοῦτον τύπτων ταῖς ἐνδείαις τὸν δοῦλον, ὥστε μὴ μόνον ἄχρηστον πρὸς τὴν ὑπηρεσίαν τοῦ δεσπότου γενέσθαι, ἀλλὰ καὶ ἑαυτῷ ἀδυνατεῖν ἐπαρκεῖν, τί ἄλλο, ἢ δοῦλον ἑαυτὸν τοῦ δούλου πεποίηκεν; Ἀνάγκη γὰρ μηκέτι μὲν δυναμένου δουλεύειν τοῦ σώματος, ὑπ' ἀσθενείας δὲ παρειμένου, τὸν δεσπότην τούτῳ δουλεύειν, ἀεὶ περὶ τὴν ὑπηρεσίαν αὐτοῦ τῆς ἀσθενείας πονούμενον, καὶ οὐκέτι μὲν τῶν καθ' ἑαυτὸν ἔργων μνήμην ποιήσασθαι συγχωρούμενον, πάντα δὲ τὸν βίον τούτου προσδαπανῶντα.
of them having cast, branded both by the president of the games and by the spectators; because having enrolled himself for a heavenly course, through unreason he unawares not only practised prudently none of the things pertaining to the racecourse, but also unjustly struck down him who ought to have served him for the course, and further senselessly overturned himself together with this one. Wherefore of necessity to those who buffet the body for the acquisition of the good we again call out in reminder: Do not turn aside to the right hand or to the left. For just as turning aside unto gluttony is perilous, so casting down the body through strained ill-treatment unto uselessness through weakness is truly most irrational. For abstinence from the pleasures of the belly is not a good thing on its own account, but because it contributes towards the acquisition of the good. And if through strained abstinence we neglect that on account of which we approve abstinence from foods, the form of our training will be turned round for us, through unreason, unto the opposite; when through the wasting and derangement of the instrument we are no longer able to converse with God through readings and prayers, nor to obey the good for doing good to the brethren. One must therefore take care of the body also, not on account of the body, but acquiring, I say, service for philosophy. For it is impossible for those who do not have the service of the body obedient to the rein towards philosophy either to suffice for philosophical readings, or duly to stretch towards prayer the mind slackening in tone within the body, or altogether to work any of the things belonging to philosophy for the benefit of oneself and of those who share in one's life. Wherefore, I buffet my body, he says, and bring it into subjection. For when through the prime of the flesh it wishes to rise up against its master, I bring it into subjection by the bruises of continence, compelling it to recognize his lordship. For I do not strike it in such a way, he says, as by immoderate blows to make it useless towards servitude, rather my aim in buffeting is that I may bring this body into subjection for the service of lordship. Whereas he who beats the slave with privations to such a point that not only does it become useless towards the service of the master, but it is even unable to suffice for itself, what else has he done than made himself a slave of the slave? For when the body is no longer able to serve, and is paralysed by weakness, it is necessary that the master serve this one, ever toiling over the service of its weakness, and no longer permitted to make remembrance of his own proper works, while spending his whole life besides upon this one.
12. Τῆς οὖν σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι οὐχ ἁπλῶς ἀπεφήνατο· ἀλλ' εἰς ἐπιθυμίας, φησίν. Ὥστε τὸ μὲν ἐπιθυμητικὸν καὶ φιλήδονον τῶν σαρκῶν διὰ
12. Not to make provision for the flesh, therefore, he did not declare unconditionally; rather, for lusts, he says. So that what is desiderative and pleasure-loving of the flesh through
Notes, col. 692

On the reading

Printed κκταβαλὼν, for καταβαλὼν.

Printed ὑπωπιάζοτσι, for ὑπωπιάζουσι.

Printed εἲς, for εἰς.

Printed ἑαυτην, for ἑαυτὴν.

Printed εἲς, for εἰς.

Printed ὑπακυύειν, for ὑπακούειν.

Printed φιλοσοφία, for φιλοσοφίᾳ.

Printed ὀπηρεσίαν, for ὑπηρεσίαν.

Printed εἲς, for εἰς.

PG 30:693Read from the page
τῆς ἀσκήσεως δεῖ ὑποτέμνειν· τὸ δὲ χρειῶδες, εἰς τὴν τοῦ καλοῦ κτῆσιν προνοούμενον, συντηρεῖν. Βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ. Δι' ἃ καὶ ἡ τῶν βρωμάτων ἀποχὴ μετὰ λόγου παράλαμβάνεται. Ἐπεὶ αὐτὸ καθ' ἑαυτὸ τὴν ἀποχὴν τῶν βρωμάτων ἂν ἐξετάζῃς, φησίν· Οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν. Οὔτε γὰρ οἱ μὴ ἐσθίοντες πλέον τι ἔχουσι τῶν ἐσθιόντων ἐν ἀρετῇ, κατ' αὐτὸ μόνον τὸ μὴ ἐσθίειν· οὔτε οἱ ἐσθίοντες ἔλαττον τῶν μὴ ἐσθιόντων, κατ' αὐτὸ μόνον τὸ ἐσθίειν, ἐὰν ἡ ἔνδον αῦτῶν ἀρετὴ ἐξισάζηται. Οὐκοῦν πρὸς τὴν ἐν ψυχῇ ἀρετὴν ἀφορῶντας δεῖ τὰ περὶ σῶμα πάντα μετιέναι. Οὐ γὰρ ὄντα καλὰ καθ' ἑαυτὰ, διὰ τὴν τοῦ καλοῦ ὑπηρεσίαν καλὰ κοσμούμενα γίνεται. Ἵνα γοῦν μὴ ἐμποδίζηται ἡ πρὸς τὸ καλὸν ὑπηρεσία τῇ ἀσθενείᾳ τοῦ σώματος, Οἴνῳ, φησὶν, ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ὡς γὰρ ζέοντι δι' ἀκμὴν καὶ σφριγῶντι τῷ σώματι οὐ δεῖ, καθάπερ ἤδη προείρηται, πῦρ ἐπὶ πῦρ ὀχετεύειν· οὕτως οὔτε καταψυχομένῳ τῇ ἀσθενείᾳ, τὸ ψυχρὸν ἔτι καὶ μᾶλλον ἐπιβλαβῶς ἐπαντλεῖν. Ἀλλ' ὡς ἐκεῖ τὸ κατὰ φύσιν θερμὸν τῷ ὑφαιρεῖν τὰς ἔξωθεν ὕλας ἐκδαπανῶμεν, οὕτω δαπανηθὲν τοῦτο τοῖς πόνοις, καὶ λοιπὸν δι' ἡλικίαν ἢ νόσον σβεννύμενον, ἔξωθεν ἐναύσμασι βοηθοῦντες ἀναληψόμεθα. Εἰρήνης γὰρ δεῖ καὶ ἐν τῷ σώματι προνόεῖν τῷ ἀσθενοῦντι, τῶν τεττάρων μερῶν ἐξ ὧν ἡρμόσμεθα ἁπανταχοῦ παρισταμένων, ἵνα μὴ ἐκνικῆσάν ποτε τὸ ἐν ἡμῖν θερμὸν ἢ ψυχρὸν, ἢ ἓν ὅλως τι τῶν τεττάρων, πολέμου καὶ ἀναρμοστίας, καὶ τοῦ ἐξ ἀσθενείας οἴστρου τὴν ψυχὴν ἀναπλήσῃ. Ἀλλὰ ταῦτα μὲν εἰς τὴν μίαν τῶν αἰσθήσεων, τὴν γεῦσιν μόνον, ὑπὲρ τῆς κατὰ σῶμα παρθενίας, συμμέτρως εἰρήσθω. Μεταβατέον δὲ λοιπὸν καὶ ἐπὶ τὰς ἄλλας αἰσθήσεις, τὴν ἀληθῆ παρθένον ἰδεῖν προκείμενον ἔχοντας.
asceticism one must cut away from beneath; whereas what is needful, provided for towards the acquisition of the good, one must preserve. For food does not commend us to God. For the kingdom of God is not eating and drinking, but righteousness and peace and joy in the Holy Spirit. On account of which things abstinence from foods also is taken up with reason. Since if you examine abstinence from foods simply in itself, he says: Neither if we do not eat do we fall short, nor if we eat do we abound. For neither do those who do not eat have anything more in virtue than those who eat, merely by the very fact of not eating; nor do those who eat have less than those who do not eat, merely by the very fact of eating, if their inward virtue is equal. Looking therefore towards the virtue in the soul, one must pursue all the things concerning the body. For not being good in themselves, when ordered on account of the service of the good they become good. In order, then, that service towards the good may not be hindered by the weakness of the body, Use a little wine, he says, because of your stomach and your frequent infirmities. For just as when the body is seething through its prime and vigorous one must not, as has already been said before, channel fire upon fire; so neither when it is chilled down by weakness must one still even more harmfully pour cold in upon it. Rather, just as there we expend the natural heat by subtracting outward materials, so when this has been spent by toils, and is thereafter being extinguished through age or sickness, aiding it with kindlings from without we shall restore it. For one must provide for peace also in the weak body, since the four parts out of which we have been fitted together stand everywhere beside each other, lest at some time the hot or cold within us, or any one at all of the four, having prevailed over the rest, fill the soul with war and disharmony, and with the frenzy arising out of weakness. Let these things, however, have been said in due measure with respect to one of the senses, taste alone, on behalf of bodily virginity. Hereafter we must pass over to the other senses also, having it set before us to behold the true virgin.
13. Ἰστέον οὖν τοῖς τὴν θεράπαιναν τῆς ὄντως παρθενίας, διὰ τῆς ἀποχῆς τῶν τροφῶν, καὶ τῆς ἄλλης σκληραγωγίας παρθένον φυλάττουσιν, ὅτι δυνατὸν παρθένον ἔχοντα σῶμα, μὴ παρθένον ἒχειν τὴν ψυχήν. Ἱκανὸν γὰρ καὶ βλέμμα τύπους ἐμποιῆσαι τῶν αἰσχρῶν τῇ ψυχῇ, καὶ λόγος πεφαρμακωμένος πρὸς ἡδονὴν ἐμπεσὼν τῇ ἀκοῇ φθεῖραι πρὸς ἀκολασίαν τὸν νοῦν. Εὐλαβεῖται γοῦν ὁ νυμφαγωγὸς, μήπως φθαρῇ οὐ τὸ σῶμα, ἀλλὰ τὰ νοήματα τῶν νυμφευομένων Χριστῷ. Διὸ δεῖ τὴν παρθένον πρὸ τοῦ σώματος μάλιστα τηρεῖν τὴν ψυχὴν, οὐ τινὶ μὲν φυλακῇ ταύτην τηροῦσαν, τινὶ δὲ ἁπλῶς ἀφιεῖσαν,
13. Those, therefore, who guard as virgin the handmaid of true virginity through abstinence from foods and the rest of rigorous discipline must know that it is possible for one having a virgin body not to have a virgin soul. For even a glance is sufficient to imprint impressions of shameful things upon the soul, and a word drugged towards pleasure, falling into the hearing, to corrupt the mind towards licentiousness. At any rate, the bridesman is cautious lest not the body, but the thoughts of those betrothed to Christ should be corrupted. Wherefore the virgin must guard the soul above all before the body, not guarding it with some watchfulness, while in some part simply letting it go,
Notes, col. 693

On the reading

Printed παράλαμβάνεται, for παραλαμβάνεται.

Printed αῦτῶν, for αὐτῶν.

Printed προνόεῖν, for προνοεῖν.

Printed ἒχειν, for ἔχειν.