Migne Reading Room

PG 30 · cols. 672–681 · Read from the page

Book on virginity

Book on virginity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:672Read from the page
λογιζόμενοι. Ἐγὼ δέ σοι, ἐπισκόπων ὁμόψυχε Λητόϊε, οὐχὶ παρθενίας ὕμνον, οὐδὲ τῶν τὰ ὑπάρχοντα πιπρασκόντων ἐγκώμιον, ἢ τῶν νηστείαις κατατηκόντων τὰ σώματα ἔπαινον, ἀλλὰ τί τούτων ἕκαστον, καὶ πῶς κατορθούμενον πρὸς τὴν ὄντως ἀρετὴν συντελεῖ, ὥσπερ ἐν αἰθρίᾳ ἐπιδεῖξαι προεθυμήθην· οὐχ ἵνα σε προλαβόντα τούτων τὴν σύνεσιν, πρὸς τὴν τοῦ καλοῦ κατανόησιν ἐν τῇ θεωρίᾳ τῆς διαφορᾶς τῶν ἀρετῶν ἐπιστήσω· ἀλλ' ἵν' ἅμα σοι διαρθρῶν ἕκαστον, οἷόν τι τὴν φύσιν ἐστὶν, οὐ τοὺς ὑπὸ σοῦ μόνον ἔρωτα τοῦ καλοῦ λοιπὸν διὰ σὲ γνήσιον ἐν στέρνοις λαβόντας, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν ἐντυγχανόντων, καθάπερ ἐν πίνακι χρωματογραφηθὲν τῆς ὄντως παρθενίας τὸ κάλλος, πῶς καὶ πόθεν, καὶ ποίοις τισὶ χρώμασιν ἀρετῆς τοῦτο κοσμεῖται, ἀκριβῶς καταμαθεῖν παρασχὼν, ἀσφαλέστερον ἕκαστον μετιέναι τὸ σπουδαζόμενον καλὸν μετὰ τῆς ἐνούσης εὐνοίας διδάξω.
reckoning. But for my part, to you, Letoius, likeminded with me among bishops, I was eager to display as in clear light not a hymn of virginity, nor an encomium of those who sell their possessions, or praise of those who waste down their bodies with fastings, but what each of these things is, and how when rightly accomplished it contributes towards true virtue; not in order that I may bring you, who have already anticipated the understanding of these matters, to the comprehension of the good in the contemplation of the difference among virtues; but in order that, articulating each point together with you as to what sort of thing it is by nature, and enabling not only those ruled by you who because of you have henceforth conceived in their breasts a genuine love of the good, but also the rest of those who read this, to learn accurately, as if painted in colours upon a panel, the beauty of true virginity—how, and whence, and with what colours of virtue it is adorned—I may with the goodwill that is in me teach each one to pursue more safely the good that is earnestly sought.
2. Μέγα μὲν γὰρ, ὡς ἀληθῶς, παρθενία, τῷ ἀφθάρτῳ Θεῷ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἐξομοιοῦσα τὸν ἄνθρωπον. Οὐκ ἀπὸ σωμάτων δὲ ἄοα ἐπὶ ψυχὰς αὐτὴ ὁδεύει· ἀλλὰ ψυχῆς τῆς ἀσωμάτου οὖσα ἐξαίρετος, τῇ ταύτης θεοφιλεῖ παρθενίᾳ ἄφθορα φυλάττει τὰ σώματα. Τοῦ γὰρ ὄντως καλοῦ ἡ ψυχὴ φαντασίαν λαβοῦσα, καθάπερ τινὶ πτερῷ πρὸς αὐτὸ τῇ ἀφθαρσίᾳ πτερωθεῖσα, καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, τῇ ἐν αὐτῇ ἀφθαρσίᾳ φημὶ, τὸν ἄφθαρτον Θεὸν θεραπεύεσθαι μόνως πρὸς ἀξίαν ἀθροῦσα, τὴν τοῦ σώματος παρθενίαν, θεράπαιναν εἰς τὴν τοῦ καθ' ἑαυτὴν κάλλους θεραπείαν ἐπάγεται, καὶ πάρεδρον ἀοχλήτως πρὸς τὴν τοῦ Θεοῦ θεωρίαν ταύτην ἔχειν ἀεὶ βουλομένη, τὰς ἐνοχλούσας αὐτῇ τοῦ σώματος ἡδονὰς ὡς ποῤῥωτάτω ἐλαύνει. Τὴν μὲν τῶν ὑπὸ γαστέρα ἡδονῶν ἐγκράτειαν, τῆς σωματικῆς παρθενίας θεράπαιναν, αὐτὴν δὲ ταύτην τῆς καθ' ἑαυτὴν, ποιουμένη· ὡς τὰ ἄλλα μὲν ἅπαντα, καὶ τροφῶν ἐγκράτειαν, καὶ τὴν λοιπὴν σκληραγωγίαν, μαχομένην ταῖς ῥεούσαις κατὰ τῆς ἐν σώματι παρθενίας διὰ τῶν αἰσθήσεων ἡδοναῖς· ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ σώματος παρθενίαν, οὐ δι' ἕτερόν τι, ἢ δι' ἑαυτὴν φιλοκάλως ἀσκεῖσθαι, ἵνα τὴν ἑαυτῆς παρθενίαν ἄφθορον ἁπάσης μοχθηρᾶς ἐννοίας φυλάξασα, τὴν πρὸς τὸν ἄφθαρτον Θεὸν ἐξομοίωσιν, ὥσπερ ἐν ἀκηλιδώτῳ κατόπτρῳ λοιπὸν αὐτοῦ τὰς παρ' ἑαυτοῦ αὐτῇ ἐναυγάζοντος χάριτας, εἰς κάλλος ἑαυτῆς καὶ ἔπαινον κατορθωθεῖσαν κερδήσῃ. Ἐπειδὴ οὖν παρθενία μὲν, τὴν ὄντως φημὶ, ὡς ἤδη γε ἐν ὀλίγῳ
2. For a great thing, in truth, is virginity, making man like unto the incorruptible God, to speak summarily. Yet it does not travel from bodies to souls; rather, belonging pre-eminently to the incorporeal soul, by the soul's God-loving virginity it keeps bodies uncorrupted. For when the soul has conceived an image of the truly good, borne aloft towards it by incorruption as though by a wing, and beholding that like by like—I mean that the incorruptible God is worthily worshipped solely by the incorruption within itself—it brings in the virginity of the body as a handmaid for the service of its own proper beauty; and wishing always to have this standing beside it without disturbance for the contemplation of God, it drives away as far as possible the pleasures of the body that trouble it. Making continence from the pleasures beneath the belly a handmaid of bodily virginity, and bodily virginity itself a handmaid of its own virginity, it brings it about that all other practices—both continence in food and the rest of rigorous discipline, fighting against the pleasures that stream through the senses against virginity in the body—and even the virginity of the body itself are cultivated with love of beauty for no other reason than for the soul's own sake, so that, having kept its own virginity uncorrupted by every wicked thought, it may gain likeness to the incorruptible God, accomplished unto its own beauty and praise, while He henceforth shines forth into it as in a spotless mirror the graces that come from Himself. Since, therefore, virginity—I mean true virginity—as already in brief
Notes, col. 672

On the reading

Printed ἄοα, for ἄρα.

PG 30:673Read from the page
φθάσας ὁ λόγνς ὑπέδειξε, καὶ προϊὼν ἔτι σαφέστερον δείξει, τοῦ κατὰ ψυχὴν ἀφθόρου κάλλους (δι' ὃ καὶ τὰ σώματος ἐκπονεῖται καλὰ) ἐστὶν ἐξαίρετος· οἱ δὲ πολλοὶ τῷ ὀνόματι τῆς παρθενίας μόνῳ προσέχοντες, οὐδέν τι τῆς ἀληθοῦς παρθενίας φροντίζουσι· διὰ τουτ' ἀναγκαίως, οἶμαι, τοῖς τὸν ὑπὲρ παρθενίας στέφανον ποθοῦσι λαβεῖν, ὑποφωνῆσαι τὰ ἐνόντα σπουδάσω, ὡς ἂν μὴ δι' ἄγνοιαν ἀμελήσαντες τοῦ προηγουμένου καλοῦ, προσαναλώσωσι μὲν τῇ τῆς θεραπαίνης δουλείᾳ πάντα τὸν βίον, διὰ δὲ τὸ μηδέποτε τὴν δέσποιναν ταύτης θεραπεῦσαι, καὶ τὴν τοῦ σώματος παρθενίαν οὐ κοσμουμένην τῷ τῆς ἔνδοθεν κάλλει, μετὰ πολλοὺς ἱδρῶτας ζημιωθῶσιν. Ἵνα οὖν σαφῶς ἕκαστον τῶν συντεινόντων πρὸς τὸ τῆς ἀληθοῦς παρθενίας κάλλος ὀφθῇ, φέρε, πρὸς τίνα σκοπὸν ἡ παρθένος ἀφορῶσα, τὴν ἑαυτῆς παρθενίαν ἀσκεῖ, θεωρήσωμεν. Οὕτω γὰρ ἂν ἐφ' ἑκάστου κινήματος αὐτῆς, εἴτε πρὸς τὸν προκείμενον βάλλει σκοπὸν, εἴτ' ἄλλο προθεμένη, πρὸς ἄλλο δὲ ἀφιεῖσα, τοῦ καθ' ἑαυτὴν σκοποῦ ἀστοχεῖ, ὥσπερ ἐν αἰθρίᾳ ἰδόντες, τὴν ὡς ἀληθῶς παρθένον ἂν καταμάθοιμεν.
the preceding discourse has indicated, and as it proceeds will show still more clearly, belongs pre-eminently to the uncorrupted beauty in the soul (for the sake of which the good works of the body are also laboured out); whereas most people, attending to the name of virginity alone, take no care at all for true virginity; for this reason necessarily, I think, I shall endeavour so far as lies in me to offer counsel to those who long to receive the crown for virginity, lest through ignorance, neglecting the primary good, they expend their whole life in the service of the handmaid, and because they never tended her mistress, suffer the loss after many labours even of the virginity of the body, unadorned by the beauty from within. In order, therefore, that each of the things contributing towards the beauty of true virginity may be clearly seen, come, let us contemplate towards what mark the virgin looks in practising her own virginity. For thus, upon each movement of hers—whether she shoots towards the mark set before her, or, setting one thing before herself while letting fly towards another, misses her proper mark—seeing it as in clear light, we may discern her who is truly a virgin.
3. Ἄνωθεν δὲ, ὡς ἔχει φύσεως τὸ θῆλυ πρὸς τὸ ἄῤῥεν, εἰ βούλει, ἐπισκεψώμεθα, ἵνα καὶ τὸν τῆς παρθενίας σκοπὸν εὐκρινῶς ἀναφανέντα κατίδωμεν. Ἐξ ὀλίγων γὰρ τῶν πρώτων ζώων, καθάπερ ἔκ τινων πρωτοτύπων σπερμάτων, αὸν κόσμον ὁ Δημιουργὸς πληρῶσαι θελήσας, ἑκάστου μὲν εἴδους ζώων, καθάπερ τινὰ μίαν ῥίζαν, τὴν τοῦ σωματικοῦ ζώου ἰδέαν ἐξ ἀρχῆς κατεβάλετο. Ταύτην δὲ εἰς ἄῤῥεν τε καὶ θῆλυ, ἀπὸ τοῦ λογικοῦ ζώου ἕως ἐπὶ πᾶν εἶδος ἀλόγου, τεμὼν καὶ τὸ θῆλυ τμῆμα τοῦ ἄῤῥενος ἐργασάμενος, οἶστρον μὲν ἑκάστῳ τμήματι τῆς πρὸς ἄλληλα συμπλοκῆς ἄῤῥητον τῇ φύσει ἐνέθηκε. Τούτων δὲ τὰ ἀποσχισθέτα ἀλλήλων, ταῖς ἀσχέτοις τοῦ ἔρωτος μίξεσιν ἀλλήλοις συμπλέκων, ἐκ τῆς συμπλοκῆς, ἅπαν εἶδος ζώων ταῖς ἐκ τῶν προαγόντων βλαστάνον γοναῖς, δι' αἰῶνος πληθύνει, Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Οὕτω δὲ τὸν κόσμον, φημὶ, ἀφ' ἑνὸς τοῦ Ἀδὰμ ἀνθρώπων γένους, καθ' ἅπασαν γῆν, μυρίαις ἐθνῶν διαφοραῖς πεπληρωμένον ἀποδεῖσαι τροθέμενος· ἀφ' ἑνὸς δὲ ἑκάστου τῶν ἀλόγων εἴδους, κατὰ τὸν ὅμοιον τρόπον τετραπόδων τε καὶ ἑρπετῶν, ἔτι δὲ πτηνῶν τε καὶ νηκτῶν, καὶ συνόλως ἁπάντων ζώων, ἀμυθήτοις ἰδέαις πλημμυροῦντα ὀφθῆναι θελήσας, τῇ μὲν δυναστείᾳ τοῦ ἄῤῥενος ὑποτάττει τὸ θῆλυ, τῇ δὲ τοῦ θήλεος ἡδονῇ, τιθασσεύει τὸ ἄῤῥεν· τὸ μὲν ἀπὸ τῆς πλευρᾶς τοῦ ἄῤῥενος εἰλημμένον, ὡς
3. From the beginning, then, if you will, let us examine how the female stands by nature towards the male, so that we may also behold the mark of virginity distinctly brought to light. For when the Creator willed to fill the world from a few first living creatures, as though from certain primordial seeds, for each kind of living creatures He laid down from the beginning, like some single root, the form of the bodily creature. And having cloven this into male and female, from the rational creature down to every kind of irrational creature, and having fashioned the female as a segment of the male, He implanted by nature in each segment an ineffable sting for union with one another. And twining together with one another the parts sundered from one another through the irrepressible minglings of desire, out of that union He multiplies through the ages every kind of living creatures, sprouting forth by the generations coming from their predecessors, saying, Increase, and multiply, and fill the earth. Having purposed thus, I say, from the single race of men of Adam to render the world throughout the whole earth filled with myriad varieties of nations, and from each single kind of irrational creatures in like manner—quadrupeds and creeping things, and winged and swimming creatures as well, and in general all living creatures—having willed that it be seen overflowing with countless forms, He subjects the female to the dominion of the male, while by the charm of the female He tames the male; judging it right that the one, taken from the rib of the male, as
Notes, col. 673

On the reading

Printed λόγνς, for λόγος.

Printed τουτ', for τοῦτ'.

Printed αὸν, for τὸν.

Printed ἀποσχισθέτα, for ἀποσχισθέντα.

Printed ἀποδεῖσαι, for ἀποδεῖξαι.

Printed τροθέμενος, for προθέμενος.

PG 30:676Read from the page
ἂν μέρος ὅλῳ τῷ ἀφ' οὗ ἐλήφθη καταπειθὲς εἶναι πρὸς τὴν ἀρχὴν δικαιώσας· τὸ δὲ ἄῤῥεν ποθεῖν τὸ ἀπ' αὐτοῦ ληφθὲν, καὶ τὴν πρὸς αὐτὸ διῶκον συμπλοκὴν, εἰς ἑαυτὸ, διὰ τῆς μίξεως, τὸ οἰκεῖον μέλος ἀναλαμβάνειν ταῖς τῆς φύσεως ἀνάγκαις μηχανησάμενός· τοῦτον δὲ τὸν τρόπον, ἐξ ἑνὸς δύο, καὶ ἐκ δύο πάλιν ἓν, τό τε ἄῤῥεν καὶ τὸ θῆλυ σοφῶς ἀναδείξας. Καὶ οὐ τὴν πρὸς ἄλληλα συμπλοκὴν μόνον, διὰ τῶν προειρημένων τρύπων, ἡδεῖαν τυῖς σώμασιν αὐτῶν ἐργασάμενος, ἀλλὰ καὶ πρὸς τὸ ἐκ τῆς συμπλοκῆς ταῖς τοῦ ἔρωτος λαμπάσι δᾳδουχούμενον γένος, πολὺ τὸ φίλτρον ἐγκατασπείρας· ἐνεργητικὸν μὲν τὸ ἄῤῥεν, ὡς ἂν καὶ κατὰ τὴν δημιουργίαν πρωτεῦον· παθητικὸν δὲ τὸ θῆλυ, ὡς ἂν τῆς τοῦ ἄῤῥενος μοῖρας ἀποσπασθὲν, τὴν φύσιν ἐργάζεται. Καὶ ἵνα μὴ τῷ πρὸς τὴν τοῦ ὁμοίου γένους διαδοχὴν φίλτρῳ τὸ θῆλυ ἀγόμενον, ὡς ἂν παθητικὸν, ἀβοήθητον καταλείποιτο, ἡδονῆς ὅλον φάρμακον τῷ ἄῤῥενι τὸ θῆλυ κατασκευάσας, βιαίοις ὁλκαῖς, καὶ ἐπὶ τὴν καταβολὴν τῆς γονῆς, πρὸς αὐτὸ ἄγει τὸ αῤῥεν· οὐχὶ πρὸς τὸ ἄῤῥεν ἄγων τὸ θῆλυ, ἀλλὰ τῇ τοῦ θήλεος ἡδονῇ τὸ ἄῤῥεν πρὸς αὐτὸ αὶχμάλωτον ἄγων. Ὡς γὰρ ἡ μαγνῆτις λίθος ἄῤῥητόν τινα δύναμιν κατὰ τοῦ σιδήρου ἐν τῇ φύσει λαβοῦσα, οὐκ κύτὴ ἄγεται πρὸς τὸν σίδηρον, ἀλλὰ πόῤῥωθεν πρὸς ἑαυτὴν τὸν σίδηρον ἕλκει, οὕτω τὸ τοῦ θήλεος σῶμα, ἄφραστον κατὰ τοῦ ἄῤῥενος τὴν δύναμιν εἰληφὸς, καὶ μὴ εἰδυίας, ὡς ἂν εἴποι τις, τῆς ἐν αὐτῷ ψυχῆς, τὸ τοῦ ἄῤῥενος σῶμα πρὸς τὴν μίξιν αὐτόματον ἕλκει. Οὕτω τῷ ἀσθενεστέρῳ ζώῳ τοῦ Δημιουργοῦ βοηθῆσαι θελήσαντος, ἵνα τῇ ἐνούσῃ αὐτῷ ἡδονῇ μαγγανεῦον τὸ ἄῤῥεν, οὐ διὰ τὴν παιδοποιίαν μόνον, ἀλλὰ καὶ δι' αὐτὸν τὸν τῆς μίξεως οἶστρον, ὑπερμαχοῦν αὐτῷ ἔχῃ τὸ ἄῤῥεν. Ἀντὶ τούτου γοῦν, Καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα· οὐ τὸ θῆλυ, ἀλλ' ὁ ἄῤῥην, ὑπὸ τοῦ ἐγκειμένου οἴστρου πρὸς τὴν συνουσίαν τοῦ θήλεος ἐλαυνόμενος. Καὶ προσκολληθήσεται τῇ γυναικὶ, φησὶν, ὁ ἀνὴρ, οὐχ ἡ γυνὴ τῷ ἀνδρὶ, καὶ γενήσονται οἱ δύο εἰς σάρκα μίαν. Ταύτην δὲ τὴν δυναστείαν κατὰ τοῦ κρατοῦντος τῷ τοῦ θήλεος γένει ὁ Δημιουργὸς χαριζόμενος, καὶ αὐτὴν τὴν τοῦ σώματος πλάσιν τε καὶ ἰδέαν τοῦ θήλεος μαλακωτέραν εἰργάσατο, ἵνα καὶ ἁφῇ, καὶ βλέμματι, καὶ κινήματι, καὶ τῇ τῶν μελῶν συνόλως ἁβρότητι, καὶ
a part to the whole from which it was taken, should be obedient to rule; while contriving by the necessities of nature that the male should yearn for what was taken from it, and, pursuing union with it, take back into itself through mingling its own member; and in this way wisely displaying two out of one, and again one out of two, both male and female. And having wrought their union with one another not only to be sweet to their bodies through the aforesaid ways, but having also sown deep affection for the offspring kindled from that union by the torches of love, He fashions by nature the male as active, inasmuch as it also holds primacy in creation, and the female as passive, inasmuch as it was torn away from the portion of the male. And in order that the female, drawn by affection for the succession of like kind, might not be left unhelped as being passive, having fashioned the female as one whole charm of pleasure for the male, by forceful drawings He leads the male towards it even for the sowing of seed—not leading the female towards the male, but by the pleasure of the female leading the male captive towards it. For just as the lodestone, having received in its nature a certain ineffable power over iron, is not itself drawn towards the iron, but from afar draws the iron towards itself, so the body of the female, having received an unutterable power over the male, even without the soul within it knowing, as one might say, draws the body of the male of its own accord towards mingling. Thus did the Creator will to give aid to the weaker creature, so that, enchanting the male by the pleasure inherent in itself, it might have the male fighting in its defence not on account of childbearing alone, but also on account of the very sting of mingling. For this cause, at all events, A man shall leave his father and mother: not the female, but the male, driven by the implanted sting towards intercourse with the female. And the man, it says, shall cleave to his wife—not the wife to the husband—and the two shall become one flesh. And granting this dominion over the ruler to the female sex, the Creator wrought the very moulding and form of the female's body softer as well, in order that by touch, and glance, and movement, and by the delicacy of its limbs altogether, both
4. Ταύτης δὲ τῆς βίας ἐν τοῖς σώμασιν ἡμῶν διὰ τὴν προειρημένην αἰτίαν ἐνυπαρχούσης, ἡ παρθένος, ἴσην μὲν καὶ τὴν αὐτὴν τῇ οὐσίᾳ ψυχὴν, ναὶ ἀνδρὶ καὶ γυναικὶ ἐνυπάρχουσαν θεωροῦσα· τῇ δὲ πρὸς τὸ θῆλύ τε καὶ ἄῤῥεν τοῦ σώματος προσπαθείᾳ, τὴν μὲν θηλυνομένην, τὴν δὲ ἀῤῥενουμένην γινώσκουσα, ἔκ
4. Since this force inheres in our bodies for the aforesaid cause, the virgin, beholding an equal soul, and the very same in essence, inhering in both man and woman, yet recognizing that through passionate attachment towards the female and male of the body the one soul is made effeminate and the other made masculine, and that out
Notes, col. 676

On the reading

Printed μηχανησάμενός, for μηχανησάμενος.

Printed τρύπων, for τρόπων.

Printed τυῖς, for τοῖς.

Printed μοῖρας, for μοίρας.

Printed αῤῥεν, for ἄῤῥεν.

Printed αὶχμάλωτον, for αἰχμάλωτον.

Printed κύτὴ, for αὐτὴ.

Printed ναὶ, for καὶ.

PG 30:677Read from the page
τε τῆς τῶν σωμάτων, οἷς ἐνδέδενται, ερωτικῆς συμπλοκῆς, μυρίας ἀναδεχομένας παθῶν ἰδέας τὰς ψυχὰς καθορῶσα, ἀποστῆσαι μὲν τῆς πρὸς τὸ σῶμα προσπαθείας ταύτην ἀεὶ προθυμεῖται, διακόψαι δὲ τὴν πρὸς τὸ ἄῤῥεν σχέσιν τοῦ θήλεος, ταῖς ἀπὸ τοῦ σώματος πρὸς τὸ οἰκεῖον καλὸν ἀποστροφαῖς ἐπαγγέλλεται. Ταύτην δὲ τὴν ὁδὸν τῆς ἀρετῆς ὁδεῦσαι σπουδάζουσα. οηκ αὐτὴν τοῦ σώματος, ἥντινα πρὸς τὸ ἄῤῥεν ἔχει σχέσιν, λοιπὸν ἐννοεῖ, ἀλλὰ τὴν ἐν αὐτῷ ψυχὴν ἀσώματον οὖσαν, τίνα ἔχει πρὸς τὸν ἀσώματον Θεὸν οἰκειότητα, ὀξεῖ τῷ ὄμματι περισκέπτεται, καὶ τοῦ ἀσωμάτου ἔρωτος πολλῷ λαμπροτέραν ἀνάψασα τὴν λαμπάδα, τοῖς ὑπὲρ αὐτοῦ ἱδρῶσι, γυμνὴν καὶ ἀνεπαίσθητον τῶν ἐν ᾧ ζῇ σώματι ἡδονῶν ἑαυτὴν ἐπιδεῖξαι σπουδάζει. Ἐπειδὴ οὖν θεῖον ὄντως καὶ τῆς ἀχράντου ψυχῆς ἐξαίρετόν τι χρῆμα ἡ παρθενία ἐστὶ, τοιαύτη δὲ καὶ ἡ τῶν ἀῤῥένων τε καὶ θηλειῶν σωμάτων πρὸς ἄλληλα σχέσις, ἡ δὲ παρθένος οὐδὲν τῆς θήλεος ἡδονῆς ἐπιφερομένη ἐκ σώματος μόλυσμα, πάντα δὲ τὰ σαρκὸς πάθη ἐκδῦσα, καθαρὰν ἑαυτὴν τῷ Θεῷ, οὗ ἐρᾷν ἐπαγγέλλεται, παραστῆσαι φιλοτιμεῖται· δῆλοτ ὡς βιαστῶν ἆθλον εἶναι τὴν τῶν οὐρανῶν βασιλείαν γινώσκουσα βιάσασθαι πρὸς τὸν προκείμενον σκοπὸν τὴν ἑαυτῆς φύσιν ὀφείλει· οὐχὶ τῆς πρὸς τὸν γάμον ἐρεθιζούσης ἐν τῷ τοιῷδε πεπλασμένῳ σώματι ἡδονῆς μόνον κρατοῦσα, ἀλλὰ πρὸς πᾶν εἶδος ἡδονῆς καρτερῶς ἱσταμένη. Μία γὰρ οὖσα τῷ γένει ἡ ἡδονὴ, ὥσπερ πηγή τις ἀπὸ σαρκῶν ἀναβλύζει, καὶ καθάπερ εἰς πέντε ὀχετοὺς, τὰς πέντε αἰσθήσεις διαιρεθεῖσα, διὰ τούτων ἐπὶ τὰ αἰσθητὰ ἔνδοθεν ῥεῖ. Ὧν ἕκαστος, διὰ τῆς οἰκείας τῶν αἰσθητηρίων ὀπῆς, τὸ ἑαυτοῦ ῥεῖθρον τῷ καθ' ἑαυτὸν αἰσθητῷ σφοδρῶς ἐμβάλλων, πᾶν εἴ τι συγγενὲς ἀποκλύσας πρὸς ἑαυτὸν ἐπισύρεται· ἰλύος τε τῆς ἀπὸ σαρκῶν πληρωθεὶς, καὶ χειμάῤῥου τρόπον ἀντιστρόφως αὖθις ἀπὸ τῶν ἔξω διὰ τῶν αὐτῶν ὀπῶν εἰς τὰς σαρκὸς δίνας ὀξύτερον ῥέων, τὴν αὐτῆς ψυχὴν κυμαίνων τοῖς πάθεσιν ὑποβρύχιον φέρει. Διὸ ἀναγκαίως ἡ παρθένος ὀφείλει ταῖς τῶν αἰσθητηρίων ὀπαῖς τὸν λογισμὸν φρουρὸν ἐπιστήσασα, τήν τε ἐπὶ τὰ ἔξω τούτων φορὰν, οὐκ ἀνέτους ἁπαξαπλῶς αὐτοῖς ἐφιεῖσα τὰς διεξόδους, σύμμετρόν τε καὶ ἠρεμαῖον παρέχειν· ἵνα μὴ ἀκωλύτως πρὸς ἃ βούλονται ἐκχεόμενοι, ἐπινηχομένην αὐτοῖς ἔσθ' ὅτε τὴν ψυχὴν πρὸς τὰ οἰκεῖα κυμαίνοντες κατασύρωσι· καὶ τὸ ἔξωθεν ἐπ' αὐτὴν αὖθις αὐτῶν φερόμενον ῥεῦμα, θλίβουσα ταῖς ὀπαῖς διηθεῖν, καὶ παντὸς ῥύπου καθαρὸν εἰς αὐτὴν παραπέμπειν, ἵνα μὴ τῇ ἀπὸ σαρκῶν ἰλύϊ πλημμυροῦν, ἣν ἐμπαθῶς ἐπεσύρατο, ὅλην αὐτὴν τοῖς οἰκείοις μολύσμασι ταράσσον θολώσῃ.
of the amorous union of the bodies to which they have been bound, beholding souls taking on myriad forms of passions, she is ever eager to withdraw her soul from passionate attachment towards the body, and professes to sever the relation of the female towards the male by turnings away from the body towards her own proper good. And hastening to travel this road of virtue, she no longer considers that relation itself of the body which it has towards the male, but surveys with keen eye what kinship the soul within it, being incorporeal, has towards the incorporeal God; and having kindled a far brighter torch of incorporeal love, by her labours on its behalf she strives to show herself stripped and insensible of the pleasures of the body in which she lives. Since, therefore, virginity is truly divine and a pre-eminent possession of the undefiled soul, and such is the relation of male and female bodies towards one another, while the virgin, bringing upon herself from the body no defilement of female pleasure, and having put off all passions of the flesh, aspires to present herself pure to God, Whom she professes to love, it is plain that, knowing the kingdom of heaven to be the prize of the forceful, she ought to force her own nature towards the mark set before her; not mastering alone the pleasure that provokes towards marriage in a body so moulded, but standing firm with endurance against every form of pleasure. For pleasure, being one in kind, wells up like some spring from the flesh, and being divided as though into five channels, the five senses, flows forth from within through these upon sensible things. Each of these channels, casting its own stream violently through its proper aperture of the organs of sense upon its corresponding sensible object, washes off whatever is akin and drags it to itself; and filled with the mire that comes from the flesh, and in the manner of a winter torrent flowing back again in reverse more swiftly from outside through the same apertures into the eddies of the flesh, tossing its soul with passions it plunges it beneath the waves. Wherefore of necessity the virgin ought, having set reason as a guard over the apertures of the organs of sense, both to render their outward rush measured and calm, not simply granting them unchecked outlets—lest, pouring forth unhindered towards whatever they wish, they toss and drag down towards their own objects the soul at times floating upon them—and, pressing tight with the apertures the stream of theirs borne back again from outside upon her, to strain it through and transmit it into her pure of all filth, lest, overflowing with the mire from the flesh which it passionately dragged along, it trouble and befoul her whole self with its own defilements.
Notes, col. 677

On the reading

Printed ερωτικῆς, for ἐρωτικῆς.

Printed οηκ, for οὐκ.

Printed δῆλοτ, for δῆλον.

PG 30:680Read from the page
5. Οὐκοῦν οὔτε τοὺς ὀφθαλμοὺς πρὸς πᾶσαν ἁπλῶς τὴν τῶν ὁρατῶν θέαν ἀναπετάσει, ἵνα μὴ πᾶσαν ἀδιακρίτως χαρακτήρων τε καὶ μορφῶν ἰδέαν εἰσοικιζομένη, δι' αὐτῶν πρὸς τὰς ἐξ αὐτῶν φαντασίας ταράσσηται. Ἀλλὰ πρὸς μέν τινα καὶ ἀνεῳγότων, δι' ἀνάγκην τῆς πρὸς τὸν παρόντα βίον φωταγωγίας, τῶν τοῦ σώματος ὀφθαλμῶν, τοὺς τῆς ψυχῆς ἐπιμύσει· πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς καὶ τοῦ δι' αὐτοῦ δεικνυμένου κάλλους αὐτῇ κατανόησιν, καὶ μεμυκότας πρότερον σπουδαίως ἀνοίξει. Οὔτε τὴν ἀκοὴν παντὶ λόγῳ ἀνεξετάστως ὑφέξει, ἀλλὰ πρὸς μὲν τοὺς φαύλους τῶν λόγων, ὥσπερ πρός τινα δυσώδους γεύματος φορὰν αὐτὴν ὑποφράξει, τοῖς δὲ σπουδαίοις καθαρὸγ ῥέουσι τῆς ἀρετῆς τὸ νᾶμα, φιλομαθῶς ὑποθήσει. Καὶ τὴν μὲν γεῦσιν πρὸς τὰ ἥδοντα ἀεὶ κεχηνυῖαν ἐγχαλινώσει τῷ λόγῳ, πρὸς δὲ τὴν τῶν ἀναγκαίων μετάληψιν σωφρόνως ἡνιοχήσει. Τὴν δὲ ἁφὴν, ὡς ἂν ἀνδραποδεστάτην μὲν πασῶν αἰσθήσεων οὖσαν, πάσας δὲ τὰς λοιπὰς τῇ οἰκείᾳ λειότητι πρὸς ἡδονὴν μαγγανεύουσαν, ἀκηλίδωτον παθῶν ὡς μάλιστα διόλου φυλάξει. Ὅλῳ γὰρ τῷ σώματι αὕτη παρεκταθεῖσα, διὰ μὲν τῆς ὅλης ἐπιφανείας αὐτοῦ, οὐ τῆς φαινομένης ἔξωθεν μόνον, ἀλλὰ καὶ τῆς ἐν τῷ βάθει, πρὸς τὰς ἐμπαθεῖς ἁφὰς, κατὰ τῆς ψυχῆς δυναστεύει. Τῶν δὲ χειρῶν μάλιστα καταλαβοῦσα τὸ καιριώτατον, διὰ τούτων, ὥσπερ διά τινων θηράτρων, τοὺτ ἐμπεσόντας ἀγρεύει πάντας. Οὐ μὴν ἔρημον τῆς οἰκείας γοητείας καταλιμπάνει τὴν ὄψιν. Ἀλλὰ πρὸς μὲν τὰς συγκεχυμένας χρόας καὶ τοὺς τραχεῖς χαρακτῆρας τραχύνουσα ταύτην, ὁμοῦ καὶ συγχέουσα· πρὸς δὲ τοὺς λείους τε καὶ πρὸς εὐφυῗαν καὶ χρόᾳ καὶ σχήματι ἀπατηλῶς μορφωθέντας πόῤῥωθεν διαχέουσά τε αὐτὴν καὶ λεαίνουσα, τὴν ἑαυτῆς δυναστείαν, καὶ διὰ ταύτης ἱκανῶς ἐπιδείκνυται. Ἀλλὰ καὶ τὴν ἀκοὴν ταῖς μὲν τραχείαις τῶν φωνῶν φυγαδεύουσα, ταῖς δὲ μαλακαῖς διὰ τοῦ ἐμπνέοντος λείως ἀέρος ἐν βάθει χαλῶσα, τὸ καθ' ἑαυτὴν πρὸς ἡδονὴν ἔργον καὶ διὰ ταύτης ἀνύει. Ἐῶ γὰρ λέγειν τὴν γεῦσιν, ὡς τὸ ὅλον ταύτης σύντροφον οὖσαν. Πρὸς μὲν τοὺς ἄλλως ἔχοντας χυμοὺς ἐπιστύφεταί τε καὶ ἀηδίζεται· πρὸς δὲ τοὺς λείους τὰς ἑαυτῆς δεξαμενὰς ἀπληρώτους ἀνοίγει. Τί γὰρ ἄν τις εἴποι καὶ περὶ τῶν παιδογόνων μορίων;
5. Therefore neither will she open her eyes simply towards every spectacle of visible things, lest, taking in indiscriminately every form of impressions and shapes, she be troubled through them towards the fantasies arising out of them. Rather, towards some things, even when the eyes of the body are open through the necessity of illumination for the present life, she will close those of the soul; whereas towards the contemplation of the true light and of the beauty shown to her through it, she will earnestly open them even if closed before. Neither will she lend her hearing without examination to every word, but against base words, as against some rush of a foul-smelling taste, she will stop it up, whereas to earnest words flowing pure with the stream of virtue, she will submit it with a love of learning. And taste, ever gaping towards things that please, she will bridle with reason, while towards the partaking of necessary things she will guide it temperately as a charioteer. Touch, however, as being the most slavish of all the senses, and bewitching all the rest by its own smoothness towards pleasure, she will guard altogether unspotted from passions to the utmost. For being stretched out over the whole body, throughout its whole surface, not only that which appears outwardly, but also that in the depth, with respect to passionate touches, this sense tyrannizes against the soul. Seizing especially the most vital point of the hands, through these, as through certain hunting-nets, it captures all who fall into them. Yet neither does it leave sight destitute of its own sorcery. Rather, towards confused colours and rough impressions making it rough, and at once confounding it, whereas towards things that are smooth and towards those deceitfully fashioned for comeliness both in colour and in shape pouring it out from afar and smoothing it, it sufficiently displays its own dominion through this sense also. Moreover, putting hearing to flight by rough voices, while relaxing it in depth by soft ones through the air breathing smoothly in, it accomplishes through this sense also its own proper work towards pleasure. For I forbear to speak of taste, as being wholly bred together with it. Towards juices of a contrary character it grows astringent and feels disgust; whereas towards smooth ones it opens its own cisterns insatiably. For what might one say also concerning the generative parts?
Notes, col. 680

On the reading

Printed καθαρὸγ, for καθαρὸν.

Printed τοὺτ, for τοὺς.

Printed εὐφυῗαν, for εὐφυΐαν.

PG 30:681Read from the page
ὡς τὴν δεδομένην αὐτοῖς πρὸς τὴν τοῦ ὁμοιογενοῦς σπορὰν δύναμιν, εοῖς ἑαυτῆς τὸ ὅλον ἐγκαταδησαμένη φαρμάκοις, τῇ συναισθήσει τῆς κατὰ τὴν ἁφὴν τούτων λειότητος, αἰχμάλωτον διὰ τῆς κατ' αὐτὴν ἡδονῆς ἄγει τὸν ἄνθρωπον. Δι' ἁφῆς οὖν τινος ἐδείχθη, καὶ ὄψις τὴν ψυχὴν πρὸς ἡδονὴν ἀπατῶσα. Ταῖς γὰρ τῶν ὀμμάτων βολαῖς, καθάπερ ἀσωμάτοις χερσὶν, ὧν ἂν ἐθέλῃ πόῤῥωθεν ἁπτομένη, καὶ ὧν ταῖς τοῦ σώματος χερσὶν ἅψασθαι ἐπ' ἐξουσίας οὐκ ἔχει, ταῦτα ταῖς τῶν ὀμμάτων ἐπιβολαῖς ἐμπαθῶς περιπτύσσουσα, δι' ὧν ἀπεμάξατο τύπων, ὅλον πρὸς τὰς ἐγγινομένας φαντασίας τὸ σῶμα κυμαίνουσα. Καὶ ἀκοὴ τῶν λείων φωνῶν δι' ἁφῆς ἁπτομένη, διὰ ταύτης τὴν ψυχὴν γοητεύουσα. Καὶ συνελόντι φάναι, πᾶσα αἴσθησις, ὥσπερ τὸ σῶμα ἐν ᾧ δυναστεύει κοινὸν, οὕτω καὶ τὴν ἐν τούτῳ ἁφὴν κοινὴν εἰληφυῖα, διὰ ταύτης ἑκάστην τε αἴσθησιν πρὸς τὸ οἰκεῖον ἡδὺ, καὶ δι' ὅλων ὅλον ἐν ἁφῇ κείμενον ἡμῶν τὸ σῶμα πρὸς τὴν καθόλου ἡδονὴν ποικίλως μοχλεύουσα.
how, binding fast wholly in its own potions the power given to them towards the sowing of like kind, by the perception of their smoothness according to touch, through the pleasure in itself it leads the human being captive. Through a certain touch, therefore, sight also was shown to deceive the soul towards pleasure. For with the glances of the eyes, just as with bodiless hands, touching from afar whatever things it wishes, and passionately embracing by the projections of the eyes those things which it has not in its power to touch with the hands of the body, through the impressions which it moulded off, heaving the whole body like waves towards the fantasies engendered therein. And hearing, touching smooth voices through touch, bewitching the soul through this. And to speak concisely, every sense, just as the body in which it holds sway is common, so also having received the touch therein as common, through this both prying every single sense towards its own proper sweet thing, and variously levering our whole body, lying wholly throughout all its parts in touch, towards universal pleasure.
6. Ἐπειδὴ οὖν ἐν πάσαις μὲν ἡ ἁφὴ, μάλιστα δὲ ἐν γεύσει ναὶ τοῖς παιδογόνοις δυναστεύει μυρίοις, καὶ ἑτέρα τῆς ἑτέρας, ὥσπερ ἐν ἁλύσει, ἐξημμένη τε, καὶ πρατοῦσα ἁφὴ, ἡ μὲν διακονεῖται, ἡ δὲ διάκονος γίνεται, πὰσαι δέ γε ἐπὶ τὴν βασιλίδα ἑαυτῶν ἡδονὴν, τὴν τῶν αἰσθήσεων, δι' ἁφῆς, ἐνέργειαν παραπέμπουσαι, ἔτι καὶ μᾶλλον τοῖς πάθεσι τὴν ψυχὴν σωματοῦσι· πρόκειται δὲ τῇ παρθένῳ πάσης ἡδονῆς σωματικῆς καθαρὸν ἀποδεῖξαι τὸν νοῦν· διὰ τοῦτο τὴν μάλιστα σωματοῦσαν ἁφὴν δεῖ τῆς ψυχῆς ἀποκόπτειν, ὡς ἂν τὸ ὔχημα τῶν κατὰ τὰς ἄλλας αἰσθήσεις ἁφῶν ἀνελοῦσα, συνανέλοι ὡς ἔνι κἀκείνων πρὸς τὰ οἰκεῖα ἡδέα τὰς ὕλας. Τί οὖν μάλιστά ἐστιν ὃ σωματοῖ πρὸς ἁφὴν τὴν ψυχὴν, καὶ τὰς ἐν ταῖς ἄλλαις αἰσθήσεσιν ἡδονὰς πολυμόρφως βλαστάνει; Ἡ ἐν γεύσει τε, φημὶ, καὶ ἡ πρὸς τὰς συνουσίας τὸ σῶμα ἁφὴ ἐμπαθῶς γαργαλίζουσα. Τούτων δ' αὐτῶν ἡγεῖται μὲν ἡ τῆς γεύσεως, ἡ δὲ τῆς μίξεως ἕπεται· ὅτι διὰ τῆς ἐν τῇ γεύσει ἁφῆς, κολακευομένης πρὸς γαστριμαργίαν ἀεὶ τῆς καταπόσεως, πιαινόμενόν τα τὸ σῶμα καὶ ὑπὸ τῶν ἐν τῷ βάθει βρασσομένων λείων χυμῶν ἀσχέτως γαργαλιζόμενον, πρὸς τὴν τῆς μίξεως ἁφὴν οἰστρούμενον φέρεται.
6. Since, therefore, touch holds dominion in all of them, and especially in taste and in the generative parts, and one touch both hanging from another, as in a chain, and prevailing over it, the one is ministered unto while the other becomes a minister, and all of them, escorting the activity of the senses through touch unto their queen, pleasure, make the soul still even more corporeal by passions; and since it is set before the virgin to render the mind pure of every bodily pleasure; on this account she must cut off from the soul the touch that above all makes it corporeal, so that having destroyed the vehicle of the touches pertaining to the other senses, she might destroy together with it, so far as is possible, the materials of those senses also towards their own proper sweet things. What then above all is that which makes the soul corporeal towards touch, and puts forth in manifold forms the pleasures in the other senses? Both the touch in taste, I say, and that passionately tickling the body towards sexual unions. And of these very two, that of taste leads the way, while that of intercourse follows; because through the touch in taste, when swallowing is ever flattered towards gluttony, the body both growing fat and being uncontrollably tickled by the smooth humours boiling in the depth, is borne stung with frenzy towards the touch of intercourse.
7. Διὸ ἀναγκαῖον τὴν μέλλουσαν τῶν πρὸς τὰς μίξεις ἡδονῶν διὰ παρθενίας κρατεῖν, πολλῷ πλέον πρότερον τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς, ὡς ἐπαντλούσης ἐκείνη τὰς ὕλας, ἄρχουσαν δείκνυσθαι. Ἐκ λογικοῦ γὰρ καὶ ἀλόγου, κατὰ τὸ Ἑλληνικὸν πρὸς φυσιολογίαν πλάσμα, ὥσπερ τινὰ κένταυρον
7. Wherefore it is necessary that she who is about to master through virginity the pleasures pertaining to sexual unions be shown much more beforehand to rule over the pleasure pertaining to taste, as pumping in the materials for that one. For out of rational and irrational, according to the Greek fiction regarding natural philosophy, just like some centaur
Notes, col. 681

On the reading

Printed εοῖς, for τοῖς.

Printed ναὶ, for καὶ.

Printed μυρίοις, for μορίοις.

Printed πρατοῦσα, for κρατοῦσα.

Printed πὰσαι, for πᾶσαι.

Printed ὔχημα, for ὄχημα.

Printed τα, for τε.

Printed ἐκείνη, for ἐκείνῃ.