Migne Reading Room

PG 30 · cols. 621–632 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:621Read from the page
ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐλεπρώθη. Καὶ τότε τοίνυν ἀνατραπέντος τοῦ πονηροῦ, ἄρχοντος, καὶ τῶν μιασμάτων ἐλευθερωθείσης τῆς κατὰ τὸν νόμον λατρείας, τὰ τῆς θεολογίας μυστήρια φανεροῦται τῷ προφήτῃ. Καὶ ἐνταῦθα τοίνυν τὸν Ἀχὰζ οὐ σπουδαῖον ἄρχοντα ὁ λόγος ἀναγράφει ἀποθνήσκοντα. ἵνα δειχθῇ, ὅτι ἐν τῇ τοῦ χείρονος ὑποχωρήσει, τὸ ῥῆμα γίνεται πρὸς τοὺς ἀλλοφύλους παρὰ τοῦ εὐεργέτου Θεοῦ. Εὕραμεν γὰρ ἐν τῇ τετάρτῃ τῶν Βάσιλειῶν, ὅτι οὗτος ὁ Ἀχὰζ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου· καί γε υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν· καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. Οὗτος δὲ καὶ ἀπὸ τῶν θησαυρῶν τοῦ οἴκου Κυρίου χρυσίον καὶ ἀργύριον ἀπέστειλε τῷ βασιλεῖ τῶν Ἀσσυρίων, ἐν οἷς οὐ μικρὰ αὐτοῦ κατηγορεῖται ἡ ἀτέβεια περὶ τὰ ἱερὰ χρήματα. Πεσούσης οὖν τῆς πονηρᾶς δυναστείας, γίνεται τὸ κατὰ τῶν ἀλλοφύλων ῥῆμα. Ἀλλόφυλοι δὲ ἰδίως οἱ Φυλιστιαῖοι λέγονται, οὓς Παλαιστινοὺς Ἕλληνες ὀνομάζουσιν.
temple of the Lord to burn incense upon the altar, and was struck with leprosy. At that time too, accordingly, when the evil ruler had been overthrown, and the worship according to the law had been freed from pollutions, the mysteries of theology are manifested to the prophet. Here too, accordingly, the word records Achaz, no upright ruler, as dying, so that it might be shown that upon the withdrawal of the worse, the word comes against the foreigners from the beneficent God. For we found in the fourth book of Kingdoms that this Achaz did not do what was right in the eyes of the Lord; and indeed made his son pass through fire according to the abominations of the nations; and sacrificed and burned incense on the high places. And this man also took gold and silver from the treasures of the house of the Lord and sent them to the king of the Assyrians, wherein no small impiety concerning sacred moneys is charged against him. When the evil dynasty has fallen, therefore, the word against the foreigners comes to pass. Now the Philistines are properly called foreigners, whom the Greeks name Palestinians.
287. Ἰστέον δὲ, ὅτι καὶ ἐν τῇ ἑκάστου ἡμῶν ζωῇ, ἐπειδὰν ἡ βασιλεύουσα ἐν τῷ θνητῷ ἡμῶν σώματι ἁμαρτία ἀποθάνῃ, τότε γίνεται ὁ λόγος τοῦ Κυρίου ἐν ἡμῖν. Τάχα γὰρ ἑκάστη ἁμαρτία πρὸς ἕκαστον τῶν ἐν ταῖς Γραφαῖς κατηγορουμένων καὶ ὅλως ψεκτῶν βασιλέων ἀναλογίαν τινὰ ἔχει, ὧν πολλαχοῦ τὰ ὀνόματα δι' ὅλης τῆς Γραφῆς δηλοῦται· ὡς καὶ νῦν ἑρμηνεύεται ὁ Ἀχὰζ κατάσχεσις· σύμβολον ὧν προκαταλαβόντος καὶ κατέχοντος τὴν ψυχὴν ἡμῶν δόγματος πονηροῦ· οὗ ἀποθανόντος, ἡ ψυχὴ ἡμῶν ἐλευθερωθεῖσα ἀπὸ τοῦ κατέχοντος, ἱκανοῦται πρὸς τὸ θεωρῆσαι τὸ κατὰ τῶν ἀλλοφύλων ῥῆμα. Ὁ μὲν οὖν πρόχειρος νοῦς οὗτός ἐστι· Μὴ εὐφραίνεσθε, πάντες ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Μὴ νομίσητε, ὦ Φυλιστιαῖοι, ὅτι, ἀποθανόντος τοῦ Ἀχὰζ, ἐλεύθεροι γενήσεσθε τοῦ ἐπικειμένου ὑμῖν φόβου ἀπὸ τοῦ Ἰσραήλ· ὥστε μὴ εὐφραίνεσθε ἐπὶ τῷ πτώματι τοῦ βασιλέως. Εἰ γὰρ καὶ συνετρίβη ὁ ζυγὸς, τουτέστιν ἡ δουλεία, ἡ ἐπικειμένη ὑμῖν παρὰ τῶν καταπατούντων ὑμᾶς καὶ μαστιγούντων διὰ τῆς δυναστείας, ἀλλ' ὅμως ἐκ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων. Τὴν διαδοχὴν τοῦ Ἀχὰζ σημαίνει· ὅτι εἰ ὄφεως οὗτος εἶχε πικρίαν, καὶ διά τοῦτο ἐπιχαίρετε αὐτοῦ τῷ θανάτῳ· ἀναστήσεται ἐφ' ὑμᾶς ἐκ τοῦ σπέρματος τοῦ ὄφεως τούτου ἔκγονα ἀσπίδων, καὶ πάλιν τὰ ἐκείνων ἔκγονα ἐξελεύσεται. Τὸ πικρὸν τῆς διαδοχῆς τῶν ἐφεξῆς βασιλευόντων ὁ λόγος ἐκ τούτου παρίστησιν. Ἀσπίδες γὰρ ἔσονται, φησὶ, πετόμεναι, καὶ τὸ ἰοβόλον τῶν ἑρπετῶν ἔχουσαι καὶ τὸ ταχὺ τῶν πτηνῶν. Εἶτα ἐπειδὴ ἡ ἀκολουθία τῆς γενεαλογίας ἐπὶ τὸν Κύριον φέρει, διακόψας ὁ λόγος τὸ συνεχὲς, μεταβαίνει ἐπ'
287. And one must know that in the life of each one of us also, whenever the sin reigning in our mortal body dies, then the word of the Lord comes within us. For perhaps each sin bears a certain analogy to each of the kings accused in the Scriptures and altogether blameworthy, whose names are in many places made plain throughout the whole of Scripture; as now too Achaz is interpreted possession, being a symbol of an evil doctrine that has preoccupied and holds fast our soul; upon whose death, our soul, set free from him that held it fast, becomes sufficient to contemplate the word against the foreigners. Now the immediate sense is this: Rejoice not, all you foreigners; for the yoke of him who struck you has been shattered. Do not suppose, O Philistines, that now Achaz has died, you will become free from the fear lying upon you from Israel; therefore do not rejoice over the fall of the king. For even if the yoke has been shattered, that is, the slavery lying upon you from those trampling you down and scourging you through domination, nevertheless out of the seed of serpents shall come forth offspring of asps. It signifies the succession of Achaz: that if this man had a serpent's bitterness, and on this account you rejoice over his death, there shall rise up against you out of the seed of this serpent offspring of asps, and again the offspring of those shall come forth. From this the word sets forth the bitterness of the succession of those reigning hereafter. For they shall be flying asps, he says, possessing both the venom of creeping things and the swiftness of winged creatures. Then, since the sequence of the genealogy leads up to the Lord, the word, breaking off the continuity, passes over unto
Notes, col. 621

On the reading

Printed Βάσιλειῶν, for Βασιλειῶν.

Printed ἀτέβεια, for ἀσέβεια.

Printed ὧν, for ὢν.

Printed διά τοῦτο, for διὰ τοῦτο.

PG 30:624Read from the page
ἀγαθὴν ἐπαγγελίαν. Βοσκηθήσονται γὰρ, φησὶ, πτωχοὶ δι' αὐτοῦ. Τίς ἐστιν ὁ βόσκων πτωχοὺς, ἢ ὁ ποιμὴν τῶν προβάτων; Πτωχοὺς δὲ οὐ τοὺς κατὰ χρήματα ἐνδεεῖς λέγει, ἀλλὰ τοὺς τῇ διανοίᾳ ἠλαττωμένους. Οὗτοι δὲ οἱ πτωχοὶ, οἱ παρ' αὐτοῦ μακαριζόμενοι τοῦ Κυρίου (Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι), Ἐπ' εἰρήνης ἀναπαύσονται, ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου. Τῶν ἀλλοφύλων τὸ σπέρμα λιμῷ διαφθαρήσεται, καὶ τὸ κατάλειμμα αὐτῶν ἀναιρεθήσεται.
a good promise. For the poor, he says, shall be fed through Him. Who is He that feeds the poor, save the Shepherd of the sheep? And He calls poor not those needy in money, but those humbled in mind. Now these poor, who are pronounced blessed by the Lord Himself (for Blessed, He says, are the poor in spirit), Shall rest in peace, while He shall destroy your seed with famine. The seed of the foreigners shall perish by famine, and their remnant shall be taken away.
288. Οἱ ὑπὸ πονηρῶν τρεφόμενοι λόγων, ἐπ' ὠφελείᾳ τῶν ψυχῶν λιμῷ παραδίδονται. Ἡ γὰρ ἔνδεια τοῦ πρὸς τὸ κακὸν ἐφοδιάζοντος αὐτοὺς διδασκάλου ἀφορμὴ πρὸς εὐεξίαν τῶν ψυχῶν καὶ σωτηρίαν γίνεται. Οὕτω δὲ ἐκλαβεῖν τὴν ἔννοιαν τοῦ ῥητοῦ δυνατόν· μὴ εὐφραίνοιτο μηδεὶς ὁ συντρίβων τὸν ἐπικείμενον αὐτῷ ζυγὸν, τὸν ἐπιτεθέντα παρὰ τοῦ παίοντος αὐτόν. Πολλάκις γὰρ πρόφασις γίνεταί τινι πρὸς τὸ συντρίβειν τὸν τοῦ Χριστοῦ ζυγὸν, ἤδη κληθέντι ἐπὶ τὴν σωτηρίαν τὴν ἐν Χριστῷ, ἡ ἀπὸ τοῦ λόγου πληγὴ, καὶ ὁ ἀπ' αὐτοῦ ἔλεγχος, μαστίζων καὶ κολάζων ἐπὶ τοῖς ἡμαρτημένοις τὴν τοῦ ἐπταικότος συνείδησιν. Μὴ φέρων γάρ τις τὸν ἀπὸ τοῦ ἐλέγχου καὶ τῆς ἐπιπλήξεως πόνον, ἀφηνιαστὴς, τρόπον ἵππου καὶ ἡμιόνου, γενόμενος, καὶ ἐλευθερῶν μὲν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ, δουλῶν δὲ τῇ ἁμαρτίᾳ, ἀνάξιός ἐστι τῆς ἐν Θεῷ εὐφροσύνης. Πολλῷ οὖν βέλτιον, ἀνέχεσθαι λόγου παιδευτικοῦ, ἢ δυσανασχετοῦντα συντρίβειν τὸν ζυγὸν τοῦ παίοντος αὐτόν. Οἱ μέντοι μὴ συντρίψαντες, ἀλλ' ὑπομείναντες τὴν παιδευτικὴν ἐπίσκεψιν, οἱ διὰ τὴν ταπείνωσιν τῆς καρδίας καὶ πτωχοὶ χρηματίζοντες, βοσκηθήσονται δι' αὐτοῦ. Τέλος γὰρ ἀγαθῆς παιδεύσεως νομή ἐστιν ἐπηγγελμένη, περὶ ἧς φησιν ὁ Σωτὴρ, ὅτι Εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει· καὶ ὁ προφήτης δέ φησιν, ὅτι Ἐν νομῇ πίονι βοσκήσω αὐτούς. Ὥστε οἱ πτωχοὶ ἄνθρωποι ἐπ' εἰρήνης ἀναπαύσονται, ἐπὰν μὴ ὀλιγωρήσωσι παιδείας Κυρίου, μηδὲ ἐκλύωνται ὑπ' αὐτοῦ ἐλεγχόμενοι. Τὸ δὲ σπέρμα τῶν ἀλλοφύλων λιμῷ ἀναιρεθήσεται, δίκην τοῦ κατὰ τὸν ζυγὸν συντριμμοῦ ὑπέχον τὴν τῶν τροφῶν ἀπορίαν.
288. Those nourished by evil words are handed over to famine for the benefit of their souls. For the dearth of the teacher equipping them towards evil becomes an occasion towards the sound health and salvation of their souls. Yet one may also take the meaning of the text thus: let no one rejoice who shatters the yoke lying upon him, laid upon him by the one who strikes him. For oftentimes the blow from the word, and the reproof coming from it, scourging and chastising the conscience of him who has stumbled over the sins committed, becomes a pretext for someone already called unto the salvation that is in Christ to shatter the yoke of Christ. For someone not bearing the pain arising from reproof and rebuke, becoming refractory after the manner of horse and mule, and freeing himself indeed from God while enslaving himself to sin, is unworthy of the gladness that is in God. Much better, therefore, is it to endure a disciplinary word than in impatience to shatter the yoke of him who strikes one. Those, however, who have not shattered it, but have endured the disciplinary visitation, who through lowliness of heart are also titled poor, shall be fed through Him. For the end of good discipline is a promised pasture, concerning which the Saviour says, He shall go in, and shall go out, and shall find pasture; and the prophet too says, In a rich pasture I will feed them. So that poor men shall rest in peace, whenever they do not make light of the discipline of the Lord, nor faint when reproved by Him. Whereas the seed of the foreigners shall be taken away by famine, undergoing scarcity of nourishment as punishment for their shattering of the yoke.
289. Ὀλολύξατε, πύλαι πόλεων, καὶ κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες· ὅτι ἀπὸ βοῤῥᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι' αὐτοῦ
289. Wail, O gates of cities, and let troubled cities cry aloud, all the foreigners; because smoke comes from the north, and there is no subsisting. And what shall kings of nations answer? That the Lord has founded Sion, and through Him
PG 30:625Read from the page
σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Αἱ πύλαι των πόλεων, φησὶν, ὀλολύξατε. Ἔτι πρὸς τοὺς ἀλλοφύλους ἡ ἀπειλή. Καὶ κεκραγέτωσαν πόλεις τεταραγμέναι. Βοῆς ἐμπλησθήτωσαν, φησὶν, ἀπὸ τῆς ταραχῆς τῆς ἐκ τοῦ φόβου τοῖς οἰκοῦσιν ἐγγινομένης. Πύλαι μὲν ὀλολυζέτωσαν, διὰ τὴν προσαγομένην πολιορκίαν. Αἱ πόλεις δὲ κεκραγέτωσαν, τουτέστιν οἱ ἐν ταῖς πόλεσι κατοικοῦντες. Μὴ μέντοι μηδὲ οἱ κατὰ τὴν χώραν ἀλλόφυλοι ἡσυχαζέτωσαν. Ὁ γὰρ ἀπὸ βοῤῥᾶ καπνὸς πάντων ὁμοίως ἅψεται πόλεών τε καὶ ἐγχωρίων. Καπνὸς γὰρ ἔρχεται ἀπὸ βοῤῥᾶ. Τὸ ἀδρανὲς τῶν ἀλλοφύλων παρίστησιν, ὅτι καπνοῦ προσβολὴν οὐ φέρουσι· τοσοῦτον ἀπέχουσι τοῦ τὸ πῦρ τὸ ἀπὸ τῶν ἀλλοφύλων ἐκκαιόμενον ὑπομεῖναι. Καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται· καὶ οὐκ ἔστι τοῦ εἶναι. Οὐκ ἔστι, φησὶα, ἐν ὑποστάσει ἰδίᾳ, οὐδὲ οὐσιώδης αὐτοῦ καὶ σεσωματωμένη ἡ φύσις ἡ τοῦ καπνοῦ. Ἀτμὸς γάρ ἐστι δριμὺς, ὑπὸ τῆς τοῦ πυρὸς ἀναφορᾶς ἐκ τῶν ὑποτυφομένων ἀναπεμπόμενος. Τῶν ἀλλοφύλων ὑπὸ τοῦ καπνοῦ ταρασσομένων, ἥτις ἐστὶν ἀνυπόστατος φύσις, τί οἱ βασιλεῖς τῶν ἐθνῶν ἐροῦσιν, ἐν εἰρήνῃ τὸν τόπον Ἰσραὴλ ὁρῶντες; Τί ἄλλο γε, ἢ ὅτι Κύριος ἐθεμελίωσε τὴν Σιὼν, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ; Αὐτὸς τοὺς ἀσείστους θεμελίους τῆς Σιὼν ἐπήξατο· αὐτὸς γάρ ἐστι τεγνίτης καὶ δημιουργὸς ὁ Θεὸς τῆς ἄνω πόλεως. Σωθήσονται δὲ ἐν αὐτῇ οὐχ οἱ δυνατοὶ χρήμασιν, οὺδὲ οἱ ἰσχυροὶ τῷ σώματι, οὐδὲ οἱ τὰ πολεμικὰ μεμελετηκότες, ἀλλ' Οἱ ταπεινοὶ τοῦ λαοῦ, φησί· διότι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα ἐν αὐτοῖ⟨…⟩ συστήσῃ.
the humble of the people shall be saved. O gates of the cities, he says, wail. Still the threat is towards the foreigners. And let troubled cities cry aloud. Let them be filled with clamour, he says, from the turmoil arising out of fear among the inhabitants. Let gates indeed wail, because of the siege being brought against them. And let the cities cry aloud, that is, those dwelling in the cities. Yet neither let the foreigners throughout the countryside keep quiet. For the smoke from the north will lay hold of all alike, both cities and country-dwellers. For smoke comes from the north. It sets forth the feebleness of the foreigners, that they do not bear an assault of smoke; so far are they from enduring the fire kindled from the foreigners. Smoke comes from the north; and there is no subsisting. It is not, he says, in a subsistence of its own, nor is the nature of smoke substantial in itself and embodied. For it is a pungent vapour, sent up from smouldering matter by the rising of the fire. When the foreigners are troubled by smoke, which is an insubstantial nature, what will the kings of the nations say, seeing the place of Israel in peace? What else indeed, than that the Lord has founded Sion, and through Him the humble of the people shall be saved? He Himself fixed fast the unshaken foundations of Sion; for God Himself is artificer and framer of the city above. And there shall be saved in her not those mighty in riches, nor those strong in body, nor those practised in warfare, but The humble of the people, he says; because God chose the weak things of the world, that in ⟨…⟩ He might establish.
290. Πλὴν ἀλλ' ἵνα μήτε τῆς κατὰ θεωρίαν ἐξετάσεως τοῦ ῥητοῦ πάντη ἀπολιμπανώμεθα, φέρε, εἴ τινα δυνατὸν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας λαβεῖν ὁδηγίαν εἰς τὴν τῶν λεγομένων περίνοιαν, πειραθῶμεν. Τὸ Φυλιστιαῖον ὄνομα μεταλαμβανόμενον εὕρομεν εἰς τὴν Ἑλλάδα γλῶσσαν, πίπτοντες ποτήματι. Ὅρα οὖν εἰ δύνασαι τροπολογῶν, τοὺς μεθύσους καὶ πορνοκόπους, τοὺς εἰς τὰς φιαλας καὶ τὰ ποτήρια διδόντας τὴν ἑαυτῶν ψυχὴν, καὶ ὕστερον γυμνοτέρους ὑπέρου περιπατοῦντας, κατὰ τὴν παροιμίαν, τούτους ὀνομάσαι τοὺς πίπτοντας τῷ ποτήματι, τουτέστι τῇ ἀμετρίᾳ τοῦ πόματος. Πίπτουσι δὲ οὗτοι τῷ ποτήματι, διὰ τὸ μὴ δύνασθαι
290. Nevertheless, lest we be altogether left behind from the contemplative examination of the text as well, come, let us try whether it is possible from the interpretation of the names to obtain some guidance towards the comprehension of what is spoken. We found the Philistine name rendered into the Greek tongue as falling by a draught. See then whether in figuratively interpreting you can name drunkards and whoremongers, who give their own soul over to bowls and cups, and afterwards walk about more naked than a pestle, according to the proverb, those who fall by a draught, that is, by excess of drink. Now these fall by a draught, because of not being able
Notes, col. 625

On the reading

Printed των, for τῶν.

Printed φησὶα, for φησὶν.

Printed τεγνίτης, for τεχνίτης.

Printed οὺδὲ, for οὐδὲ.

Printed φιαλας, for φιάλας.

PG 30:628Read from the page
ἀναβῆναι εἰς τὸ ὕψος τῆς τοῦ Θεοῦ βασιλείας, διαῤῥήδην εἰπόντος Ηαύλου· Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Ηολλὰ γὰρ τὰ πτώματα, καὶ διάφοροι αἱ αἰτίαι τοῦ ἀπὸ τοῦ ὕψους ἡμᾶς καταπίπτειν, καὶ μὴ φθάνειν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως· μία δὲ και οὐκ ἐλαχίστη, ἡ περὶ τὸ πίνειν ἐπιθυμία τε καὶ σπουδή. Τούτων οὖν τῶν μεθυόντων αἱ πύλαι ὀλολύζειν προσετάχθησαν· πύλαι δι' ὧν ὁ ἄκρατος εἰσερχόμενος, τῶν κακῶν τὸν ἑσμὸν ἐπισύρεται. Τὰς οὖν ὁδοὺς, δι' ὧν ἡ ἁμαρτία ἐπιτελεῖται, ταύτας τρέπεσθαι εἰς ὀλολυγὴν ὁ λόγος προστάσσει, ὥστε διὰ στόματος στενάζειν τὸν τῷ στόματι ἐπιτελέσαντα τὴν ἁμαρτίαν τῆς μέθης. Πόλεις δὲ τούτων τῶν πολλῶν αὐτὰ τὰ τῆς ψυχῆς ἐστιν αἰσθητήρια, ἐν οἷς συστήματα πονηρῶν διαλογισμῶν καὶ πλῆθος ἐπιθυμιῶν καὶ κῶμοι καὶ μέθαι τὰς διατριβὰς ἔχουσιν, αἵτινες τεταραγμέναι καὶ τεθορυβημέναι ἐκ τῆς ὑπὸ τοῦ οἴνου ἐγγινομένης αὐτοῖς φαντασίας, τὴν μὲν εἰρήνην οὐκ ἔχουσι τὴν ὑπερέχουσαν πάντα νοῦν· ἀεὶ δὲ ἐν σάλῳ καὶ κλόνῳ τυγχάνουσι. Διὰ τοῦτο κεκράγασι. Ταύταις νῦν φέρει καπνὸν βορέας· περὶ οὗ εἶπεν ὁ Σολομὼν, ὅτι Βορέας σκληρὸς ἄνεμος· ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· τουτέστι, τὸ σκληρὸν πνεῦμα· Ὁ τραχηλιάσας ἐνώπιον τοῦ Παντοκράτορος, καὶ σκληρύνας ἑαυτοῦ τὴν καρδίαν, οὗτος φέρει αὐτοῖς καπνὸν, δκκρύων ὑπόθεσιν, ὃν καὶ ἐπιδέξιόν τινες ὀνομάζουσι. Τίνες δὲ, ἢ οἱ διεφθαρμένον τοῦ νοῦ τὸ κριτήριον ἔχοντες, καὶ ἐνηλλαγμένως τὰς περὶ τῶν πραγμάτων δόξας ἀποφαινόμενοι; οἱ φάσκοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν; οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς; Οὗτοι, ἀπατώμενοι ὑπὸ τοῦ μετασχηματιζομένου εἰς ἄγγελον φωτὸς, ἐπιδέξιον αὐτὸν λέγουσι τὸν σκαιὸν καὶ ἀπόπεμπτον. Ὅτι δὲ ὁ βοῤῥᾶς ἐπὶ τῆς ἀντικειμένης ἐνεργείας τέτακται, δῆλον ἐκ τοῦ· Ἀπὸ προσώπου βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακά· ὃ εἴρηται ἐν τῇ ὁράσει τοῦ λέβητος τοῦ ὑποκαιομένου. Οἱ δὲ τοιοῦτοι ἐξέπεσαν τοῦ ειναι. Ἐπειδὴ οὐκ ἔστιν ὁ ὄντως ὢν ἐν αὐτοῖς, διὰ τοῦτο εἴρηται· Καὶ οὐκ ἔστι τοῦ εἶναι.
ascend to the height of the kingdom of God, since Paul expressly says: Drunkards shall not inherit the kingdom of God. For many are the falls, and diverse the causes of our falling down from the height and failing to attain unto the prize of the upward calling; and one, and not the least, is the desire and eagerness for drinking. The gates of these drunkards, then, have been commanded to howl: gates through which unmixed wine, entering in, drags after it the swarm of evils. The ways, therefore, through which the sin is accomplished, the word commands to be turned into howling, so that he who accomplished the sin of drunkenness with the mouth may groan through the mouth. And the cities of these many gates are the very senses of the soul, in which bands of wicked thoughts and a multitude of desires and revels and drinking-bouts hold their haunts, which, being troubled and thrown into confusion by the fantasy engendered in them by wine, do not possess the peace that surpasses every mind, and are ever in tossing and turmoil. Wherefore they have cried aloud. To these the north wind now brings smoke, concerning which Solomon said that the north wind is a harsh wind, yet by name it is called auspicious; that is, the harsh spirit: He who has stiffened his neck before the Almighty, and hardened his own heart, he brings upon them smoke, a ground for tears, whom some also name auspicious. And who are they, save those who have the criterion of their mind corrupted, and pronounce judgements on things perversely? those who declare the bitter sweet, and the sweet bitter? those who put light for darkness, and darkness for light? These, being deceived by him who transforms himself into an angel of light, call him auspicious who is sinister and abominable. And that the north is set for the opposing power is plain from the saying: Out of the face of the north evils shall blaze forth; which is spoken in the vision of the cauldron burning from beneath. And such men have fallen away from being. Since He Who truly is is not in them, therefore it has been said: And there is no being.
291. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Ἐπεὶ οὖν οὐδείς ἐστι τῶν ἀλλοφύλων παρ' οἷς τὸ εἶναι, ἀλλὰ γεγόνασιν ὡς μὴ ὄντες διὰ τὴν ἑαυτῶν κακίαν· Ἐκλείποισαν γὰρ, φησὶν, ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ
291. And what will the kings of the nations answer? That the Lord has founded Sion, and through Him the humble of the people shall be saved. Since, then, there is none of the foreigners among whom being is found, but through their own wickedness they have become as though they were not—for Let sinners fail from the earth, it says, and
Notes, col. 628

On the reading

Printed Ηαύλου, for Παύλου.

Printed Ηολλὰ, for Πολλὰ.

Printed και, for καὶ.

Printed δκκρύων, for δακρύων.

Printed ειναι, for εἶναι.

PG 30:629Read from the page
ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς· οὐχ ὡς εἰς ἀφανισμὸν χωρῆσαι, ἀλλ' ὡς τῆς ἐπισκοπῆς τοῦ Θεοῦ χωρισθῆναι, ὅστις ἐστὶν ὁ ἀληθινῶς ὤν· τί ἐροῦσιν οἱ βασιλεῖς αὐτῶν, τοσαύτην διαφορὰν βλέποντες τῶν τε ἐθνῶν καὶ τῆς Σιών; Ἢ δηλονότι εἰς συναίσθησιν ἥξουσιν. ὅτι οἱ μὲν κατὰ τὰ ἔθνη περιπατοῦντες, ἐν σάλῳ εἰσὶ διὰ τὴν ἑαυτῶν κακίαν· οἱ δὲ τὸν νοῦν ἑαυτῶν κεκαθαρμένον ἔχοντες, ὃς ὀνομάζεται Σιών· ἐπειδὴ ἐκεῖθέν ἐστι τὸ σκοπευτήριον πάσης φύσεως. Οἷον γὰρ ἀπό τινος ἀκρωρείας τῆς τοῦ νοῦ ὑψηλότητος θεωρεῖται μὲν ὁ κόσμος, καὶ ἡ περὶ τὸν αὐτὸν εὐταξία, καὶ διὰ τούτων ὁ Θεός· θεωρεῖται δὲ τὰ τοῦ βίου πράγματα, καὶ ἡ ἐν τούτοις εὐτέλεια. Ὡς οὖν ὁ νοῦς ὁ βεβαπτισμένος τῷ οἴνῳ, καὶ τοῖς λοιποῖς πάθεσι, πίπτει ὑπὸ τῆς μέθης· οὕτως ὁ καθαρὸς ἔχει θεμελιωτὴν ἑαυτοῦ τὸν Θεόν. Καὶ δι' αὐτοῦ οἱ ταπεινεὶ τοῦ λαοῦ σωθήσονται. Μακά-
the lawless, so that they exist no more; not as passing into annihilation, but as being severed from the visitation of God, Who is He Who truly is—what will their kings say, beholding so great a difference between the nations and Sion? Surely they will come to the perception that those who walk after the manner of the nations are in tossing because of their own wickedness, whereas those who keep their own mind purified, which is named Sion—since from there is the watchtower of all nature. For as from some mountain ridge of the loftiness of the mind, both the world and the good order surrounding it are contemplated, and through these God; and the affairs of life and the paltriness therein are contemplated as well. Just as, then, the mind plunged in wine and the remaining passions falls through drunkenness, so the pure mind has God as its own founder. And through Him the humble of the people shall be saved. Bless-
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
292. Τὸ ῥῆμα τῆς Μωαβίτιδος. Συνάγαγε τὰ περὶ τοῦ Μωὰβ, ἵνα δυνηθῇς πάσης τῆς κατ' αὐτὸν προφητείας τὸν νοῦν ἐκλαβεῖν. Ἀπὸ μὲν τῆς Γενέσεως, τὰ περὶ Λὼτ, ἐκ τῆς θυγατρὸς τῆς πρεσβυτέρας γεννῶντος τὸν Μωὰβ πατέρα Μωάβιτῶν· ἀπὸ δὲ τῶν Ἀριθμῶν, τὰ μετὰ τῶν χαλκοῦν ὄφιν. Ἀπῆραν γὰρ οἱ υἱοὶ Ἰσραὴλ, και παρενέβαλον ἐν Ὠβώθ· καὶ ἐξάραντες ἐξ Ὠβὼθ, παρενέβαλον ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ. Ἔτι καὶ τὰ περὶ τοῦ Βαλὰκ, ὃς ἦν υἱὸς Σεπφὼρ, βασιλεὺς Μωάβ. Βουλόμενος διὰ τῆς κατάρας ἐξολοθρεῦσαι τὸν Ἰσραὴλ, ἐξαπέστειλε πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Παθουρᾶ, τὸν οιωνοσκόπον, τῆς πορνείας και ειδωλολατρείας σύμβουλον, δι' ὃν Ἐβεβηλώθη, φησὶν, ὁ λαὸς εἰς τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ θυσίαις τῶν ειδώλων αὐτῶν. Ἐξέτασον καὶ τὰ περὶ τῆς Ῥοὺθ τῆς ἐκ τοῦ Μωαβιτικοῦ σπέρματος προστιθεμένης τῷ Ἰσραὴλ, καὶ ἐπὶ τοσοῦτον ἐξευγενιζομένης, ὡς οὐ μόνον τὸν Δαβὶδ, ἀλλὰ καὶ τὸν Κύριον ἡμῶν ἀπ' αὐτῆς ἀνατεῖλαι. Καὶ πειράθητι πανταχόθεν εὑρεῖν τὸ ῥῆμα τῆς Μωαβίτιδος, ἐν ᾧ τὰ μὲν ἀπειλητικῶς, τὰ δὲ κατ' ἐπαγγελίαν ἐσχημάτισεν ὁ λόγος. Μετ' ἐπικαλύψεως δὲ εἴρηται πάντα, ἵνα τὸ κάλυμμα τὸ ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης κείμενον, ἐὰν λυπηθῶμεν ἀληθινῶς ἐπιστρεφόμενοι πρὸς Κύριον, περιαιρεθῇ ἡμῶν.
292. The word concerning Moabitis. Gather together the things concerning Moab, that you may be able to grasp the sense of the whole prophecy against him: from Genesis, on the one hand, the things concerning Lot begetting from his elder daughter Moab the father of the Moabites; and from Numbers, on the other, the events after the bronze serpent. For the sons of Israel set out and encamped in Oboth; and setting out from Oboth, they encamped in the wilderness that is before the face of Moab. Further, the things also concerning Balak, who was the son of Sepphor, king of Moab: wishing to destroy Israel utterly through the curse, he sent to Balaam the son of Beor of Pathura, the augur, the counsellor of fornication and idolatry, on whose account The people was profaned, it says, with the daughters of Moab, and they invited them to the sacrifices of their idols. Examine also the things concerning Ruth, who from the Moabite seed was joined to Israel and raised to such nobility that not only David, but also our Lord sprang from her. And endeavour from every quarter to find out the word concerning Moabitis, in which Scripture has framed some things by way of threat and others by way of promise. Yet all things have been spoken with a veil, in order that the veil lying upon the reading of the Old Covenant, if we grieve truly in turning back towards the Lord, may be taken away from around us.
Notes, col. 629

On the reading

Printed ταπεινεὶ, for ταπεινοὶ.

Printed Μωάβιτῶν, for Μωαβιτῶν.

Printed τῶν χαλκοῦν, for τὸν χαλκοῦν.

Printed και, for καὶ.

Printed οιωνοσκόπον, for οἰωνοσκόπον.

Printed ειδωλολατρείας, for εἰδωλολατρείας.

Printed ειδώλων, for εἰδώλων.

PG 30:632Read from the page
293. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Ηεκροτἔρα ἡ κόλασις ἡ ἐν νυκτὶ προσαγομένη. Ὁ μὲν γὰρ ἐν ἡμέρᾳ πάσχων τι τῶο περιστατικῶν, αὐτὸ τὸ φῶς ἔχει παραμυθίαν τῶν γινομένων· ἡ δὲ νὺξ καὶ καθ' ἑαυτὴν σκυθρωπόν τι πρᾶγμα· ἐὰν δὲ καὶ πάθη προσλάβῃ καὶ συμφορὰς, πολλὴν ποιεῖ τῶν ἀλγεινῶν τὴν ἐπίδοσιν. Νόησον οὖν μοι νυκτερινὴν ἔφοδον πολεμίων, ἀπροσδόκητον καταδρομὴν, γυναικῶν καὶ παίδων ἐξανδραποδισμὸν, χρημάτων διαρπαγὴν, φόνον τῶν εἰς χεῖρας ἀφικνουμένων, τείχους καταστροφὴν, ἐμπρησμὸν πόλεως. Νυκτὸς οὖν ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Τῆς γὰρ τῶν τειχῶν περιβολῆς ἐρημωθέντες, ἀναγκαίως καὶ οἱ τὴν ἀπ' αὐτῶν ἀσφάλειαν προβαλλόμενοὶ συναπολοῦνται. Λυπεῖσθε οὖν ἐφ' ἑαυτοῖς, φησίν· ἀπολεῖται γὰρ καὶ Δεηβὼν, οὐ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν. Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Μακάριος μὲν ὅστις καθαρὰν ἔχων τὴν ψυχὴν ἑαυτοῦ, μὴ ἔχει οἰκείαν ὑπόθεσιν λύπης· διὰ δὲ τὸ τὴν ἀγάπην μὴ ζητεῖν τὸ ἑαυτῆς, πάσχοντος μέλους, συμπάσχων καὶ αὐτὸς, καὶ συλλυπούμενος, καὶ κλαίων μετὰ κλαιόντων, κατὰ τὸν Ἀπόστολον. τὸν πενθοῦντα πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Ὅς πάλιν λέγει· Ὅτι λύπη μοί ἐστι μεγάλη, και ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου, κατὰ σάρκα. Ει δέ τις μὴ τοιοῦτός ἐστιν, ἀλλὰ ταῖς ἰδίαις ἁμαρτίαις ἐγκαλινδεῖται, οὗτος ἐφ' ἑαυτῷ λυπείσθω, νικωμένῳ ὑπὸ τοῦ ἐχθρού, πρὸς ὃν ἔστιν ἡ πάλη. Ἡ τούτου λύπη εὐφραίνει τὸν τοῖς διδασκαλικοῖς λόγοις ἐνάγοντα αὐτὸν εἰς συναίσθησιν. Ὡς γὰρ τὰ καίοντα καὶ κολάζοντα φάρμακα ἀνακαθαίρει τὰ ἕλκη, καὶ τὴν ἀπὸ τῶν πύων δυσωδίαν, καὶ τὰ διεφθαρμένα τραύματα, καὶ σώματα ἐπιτηδειότερα ποιεῖ πρὸς τὴν κατὰ τόπον συνούλωσιν· τοιοῦτον ἔχειν μοι δοκεῖ νοῦν τὸ, Λυπεῖσθε ἐφ' ἑαυτοῖς, λεγόμενον πρὸς τοὺς μέγα φρονοῦντας ἐπί τινι σοφίᾳ, ὁποῖοί εἰσιν οἱ τῶν αἱρέσεων προεστῶτες, οἱ νυκτὸς ἀπολλύμενοι, διότι Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Καὶ ἐπειδὴ ἐν νυκτὶ ὄντες, νυκτὸς ἀπολοῦνται, νυκτὸς αὐτῶν καὶ τὸ τεῖχος πίπτει· τουτέστι, τὰ σοφιστικὰ ὀχυρώματα, οἷς ὑποκαθήμενοι ἐδόκουν ἱκανὴν τὴν ἀπ' αὐτῶν ἀσφάλειαν προβεβλῆσθαι. Ἡ γὰρ διαλεκτικὴ τὰς αἱρέσεις τῆς ψευδωνύμου γνώσεως, ὥσπερ τεῖχος, συντηρεῖ· ἧς διαπεσούσης, ὀλολύζειν ἀνάγκη τοὺς ἑαλωκότας. Λυπεὶσθε, οὖν ἐφ' ἑαυτοῖς, ἐπείπερ ἀπώλοντο.
293. By night Moabitis shall perish; for by night the wall of Moabitis shall perish. More bitter is the punishment brought on by night. For he who suffers some adversity by day has the light itself as a solace for what occurs; whereas night even by itself is a gloomy thing, and if it also takes on sufferings and calamities, it produces a great increase of distresses. Picture to yourself, then, a nocturnal assault of enemies, an unexpected raid, the enslavement of women and children, the plundering of goods, the slaughter of those falling into their hands, the overthrow of a wall, the burning of a city. By night, therefore, the wall of Moabitis shall perish. For when stripped of the circuit of their walls, those too who put forward safety from them shall of necessity perish along with them. Grieve, therefore, over yourselves, it says; for Deebon also shall perish, where your altar is; there you shall go up to weep. Grieve over yourselves. Blessed indeed is whoever, keeping his own soul pure, has no ground of grief proper to himself; yet because love does not seek its own, when a member suffers, he himself also suffers with it, and grieves with it, and weeps with those who weep, according to the Apostle, who mourns over many of those who have sinned beforehand and have not repented; who again says: That I have great grief and unceasing pain in my heart for my brethren, my kinsmen according to the flesh. But if anyone is not such, and wallows in his own sins, let this man grieve over himself, as one conquered by the enemy against whom the wrestling is. The grief of this man gladdens him who leads him to perception by instructive words. For as burning and caustic medicines cleanse away sores, and the stench from pus, and corrupted wounds, and render bodies fitter for cicatrization in the spot, such a sense it seems to me the saying has, Grieve over yourselves, spoken towards those who think highly of themselves over some wisdom, such as are the leaders of the heresies, who perish by night, because Everyone who practises base things hates the light, and does not come to the light. And since, being in night, by night they shall perish, by night their wall also falls—that is, the sophistical strongholds under which they sat and supposed they had cast around themselves sufficient safety derived from them. For dialectic preserves the heresies of falsely-named knowledge like a wall; when this collapses, those who have been captured must needs howl. Grieve, therefore, over yourselves, seeing that they have perished.
Notes, col. 632

On the reading

Printed Ηεκροτἔρα, for Πικροτέρα.

Printed τῶο, for τῶν.

Printed προβαλλόμενοὶ, for προβαλλόμενοι.

Printed οὐ, for οὗ.

Printed και, for καὶ.

Printed Ει, for Εἰ.

Printed ἐχθρού, for ἐχθροῦ.

Printed Λυπεὶσθε, for Λυπεῖσθε.