Migne Reading Room

PG 30 · cols. 609–620 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:609Read from the page
μεν ἱματίῳ την ἀνθρωπίνην φυσιν παρεικαζομένην ὑπ' αύτοῦ τοῦ προφήτου, λέγοντος πρὸς τοὺς πεπαλαιωμένους διὰ τῆς κακίας· ἰδοὺ πάντες ὑμεῖς, ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. Δεινὴ δὲ ἡ ἀπειλὴ, τὸ μηδὲ εἰς ὕστερον καθαρὸν ἔσεσθαι. Ὁ μὲν γὰρ ἐν ἁμαρτίᾳ τινὶ πεφυρμένος τὴν μὲν εἰς τὸ παρὸν καθαρότητα ἀποβάλλει, τῆς δὲ εἰς τὸ μέλλον ἐκ μετανοίας ἐλπιζομένης καθάρσεως οὐκ ἀποστερεῖται. Ἐνταῦθα δὲ ἀπόφασις παντελῶς, τὸ μηδὲ εἰς ὕστερον ἔσεσθαι καθαρὸν, ἐπειδὴ πέφυρται ἐν τῷ αἵματι τοῦ λαοῦ τοῦ Θεοῦ, ὃν ἐνέκρωσε διὰ τῆς παρακοῆς, ὑποσύρων αὐτὸν ἐπὶ τὴν κακίαν.
we [know] human nature likened to a garment by the same prophet, when he says to those grown old through wickedness: behold, all you shall grow old like a garment, and a moth shall devour you. Terrible indeed is the threat, that it shall not be clean even hereafter. For he who has been defiled in some sin casts away indeed his purity for the present, yet is not deprived of the cleansing hoped for in the future from repentance. Here, however, there is an absolute pronouncement, that he shall not even hereafter be clean, since he has been defiled in the blood of the people of God, whom he put to death through disobedience, dragging them down into wickedness.
279. Τάχα γὰρ, πρὸ τοῦ κτισθῆναι τὸν ἄνθρωπον, τόπος τις μετανοίας καὶ τῷ διαβόλῳ ὑπελείπετο, καὶ ἐδύνατο ὁ τῦφος, εἰ καὶ ἀρχαιότερον ἦν νόσημα, ὅμως διὰ μετανοίας ἑαυτὸν ἐξιασαμένου θεραπευθεὶς, ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ ἐξαρχῆς. Ἀφ' οὗ δὲ τοῦ κόσμου ἡ κατασκευὴ, καὶ παραδείσου φυτεία καὶ ἄνθρωπος ἐν αὐτῷ, καὶ ἐντολὴ Θεοῦ, καὶ φθόνος τοῦ διαβόλου, καὶ φόνος τοῦ τετιμημένου, ἀπεκλείσθη αὐτῷ καὶ ὁ τόπος τῆς μετανοίας. Εἰ γὰρ ᾿Πσαῦ μετανοίας τόπον οὐχ εὗρε, τὰ πρωτοτόκια ἀποδόμενος, τίς τόπος ὑπολείπεται μετανοίας τῷ τὸν πρωτόπλαστον ἀποκτείναντι ἄνθρωπον, καὶ δι' ἐκείνου τὸν θάνατον εἰσενεγκόντι; Φασὶ δὲ καὶ τὸν ἐκ τοῦ λύθρου τοῦ ἀνθρωπίνου ἐγγινόμενον σπῖλον τῷ ἱματίῳ, μηδενὶ τρόπῳ δύνασθαι ἀποπλύνασθαι, ἀλλὰ συγγηρᾷν αὐτῷ τὴν ἅπαξ ἐγγενομένην ἐν τῆς ἐν τῷ αἵματι βαφῆς ἀλλοίωσιν· οὐδὲ οὖν ἐκείνῳ δυνατὸν, ἀποθεμένῳ τὸν ἐκ τοῦ αἵματος σπῖλον, γενέσθαι καθαρόν. Τήρησον δὲ τὴν λέξιν ἐμφαντικῶς παριστῶσαν τὸν ἐκ τῆς μιαιφονίας ῥύπον. Οὐ γὰρ εἶπεν, Ἐν αἵματι βαφὲν, ἀλλὰ, Πεφυρμένον, ἵνα ἐνδείξηται αὐτὸν ἐγκυλιόμενον τῷ φόνῳ τῶν ἀναιρουμένων. Οὗτος τὴν γῆν ἀπώλεσε τοῦ Θεοῦ, καὶ τὸν λαὸν αὐτοῦ ἀνήρηκεν. Ὁ μὲν οὖν Ναβουχοδονόσορ ἠρήμωσε τὴν γῆν, ἐκτεμὼν αὐτῆς τὰ καρποφόρα φυτὰ, κώμας τῷ ἀφανισμῷ τοῦ ἐμπρησμοῦ παραδιδούς. Αὐτὸς καὶ τὸν λαὸν τοῦ Ἰσραὴλ, τὸν μὲν ἀπέκτεινεν ἐν μαχαίρᾳ, τὸν δὲ αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα. Ἤδη δὲ καὶ ὁ μυστικῶς ὀνομαζόμενος Βαβυβῶνος βασιλεὺς ὁ κοσμοκράτωρ τοῦ κόσμου τούτου ἐστίν. Οἰκείως γὰρ καὶ τὴν σύγχυσιν τοῦ κόσμου τούτου Βαβυλῶνα ἄν τις προσείποι. Αἰχμάλωτον γὰρ ἐποίησε τὸν λαὸν τοῦ Θεοῦ, ἀπὸ τῆς ζωῆς μεταστήσας εἰς θάνατον· ἠρήμωσε δὲ τὴν γῆν, τὴν ἑκάστου σάρκα διαφθείρας διὰ τῆς ἁμαρτίας, καθὼς γέγραπται, ὅτι Κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς.
279. For perhaps, before man was created, some place of repentance remained even for the devil, and pride, even if it was a very ancient disease, could nevertheless, once healed through repentance as he cured himself, restore him to his original state. But since the framing of the world, and the planting of paradise and man within it, and the commandment of God, and the envy of the devil, and the murder of the one who had been honoured, the place of repentance was shut off from him as well. For if Esau found no place of repentance, having sold his birthright, what place of repentance remains for him who slew the first-formed man, and through him brought in death? And they say also that the stain coming upon a garment from human gore can in no way be washed out, but that the alteration once produced from the dyeing in blood grows old together with it; neither, therefore, is it possible for that one, having put off the stain from blood, to become clean. And observe the expression emphatically setting forth the filth arising from blood-guiltiness. For he did not say, Dipped in blood, but, Defiled, so as to show him wallowing in the slaughter of those who are slain. This one destroyed the land of God, and has slain His people. Nabuchodonosor indeed laid waste the land, cutting down its fruit-bearing plants, handing villages over to the destruction of burning. He also as to the people of Israel slew part with the sword, and led part away captive to Babylon. Yet already he too who is mystically named king of Babylon is the world-ruler of this world. For fittingly might one also call the confusion of this world Babylon. For he made captive the people of God, removing them from life unto death; and he laid waste the land, corrupting the flesh of each through sin, just as it is written, that All flesh corrupted its way.
Notes, col. 609

On the reading

Printed την, for τὴν.

Printed φυσιν, for φύσιν.

Printed αύτοῦ, for αὐτοῦ.

Printed ᾿Πσαῦ, for Ἠσαῦ.

Printed ἐν τῆς, for ἐκ τῆς.

Printed Βαβυβῶνος, for Βαβυλῶνος.

PG 30:612Read from the page
280. Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι, καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Οὐ μόνον αὐτὸς οὐκ ἔσται καθαρὸς, ἀλλὰ καὶ ἡ διαδοχὴ τοῦ πονηροῦ συναφανισθήσεται αὐτῷ δι' ἀγαθότητα τοῦ φιλανθρώπου Θεοῦ συγχωροῦντος τὸν ἀφανισμὸν τῶν τέκνων, οὐ τοσοῦτον τῆς σαρκίνης τεκνογονίας, ὅσον τῆς τῶν ἀπὸ πονηρᾶς ἕξεως ἐπιτελουμένων ἔργων. Σπέρμα πονηρόν. Ἐπειδὴ οὐκ ἦν πατὴρ τῆς κακίας, ἀλλ' ἐξ ἑτέρου προκαταρξαμένου τῆς κακίας, τὴν γένεσιν εἴληφε, καὶ πεποίηκε κατὰ τὴν πονηρίαν τοῦ σπείραντος αὐτὸν, σπέρμα λέγεται πονηρόν. Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου. Λέγεται δέ ποτε σπέρμα πονηρόν τινος, οὐ πάντως ἐκ προαγούσης σπορᾶς γενόμενον, ἀλλὰ καὶ τὸ αὐτὸ κατάρχον εἰς τὴν ἑτέρου γένεσιν σπέρμα προσαγορεύεται. Ὡς γὰρ ἐν τῇ κοσμοποιίᾳ τὰ πρώτως βλαστήσαντα, σπέρματα μὲν ἦν ἑτέρων, αὐτὰ δὲ οὐκ ἦν ἐξ ἑτέρων (πρεσβύτερα γὰρ ἦν τῶν κατὰ σπέρμα τελειουμένων)· οὕτω τάχα καὶ νῦν ὁ λόγος τὸν ἄλλοις εἰς ὑπόδειγμα πονηρίας κατάρχοντα καὶ οἱονεὶ σπέρμα γινόμενον διὰ τῆς μιμήσεως, σπέρμα πονηρὸν ὀνομάζει οὐχ ὡς ἀπὸ προαγόντων τὴν ὑπόστασιν ἔχοντα, ἀλλ' ὡς τοῖς ἐπιγινομένοις τὴν ἀρχὴν παρεχόμενον. Δύναται δὲ παρ' ἑαυτόν τις σπέρμα πονηρὸν εἶναι, ἀρχηγὸς τῆς κακίας ὑπάρχων· καὶ πάλιν ὁ πονηροῖς διδασκάλοις μαθητευθεὶς, ὁμοίως προσαγορεύεσθαι. Σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, ἤκουσεν ὁ ἁμαρτωλὸς ἐκεῖνος· οὐ τῷ τὸ γένος τῆς σαρκὸς νόθον ἔχειν καὶ ἐπίμικτον ἀπὸ τοῦ Χαναὰν, ἀλλὰ διὰ τὴν μίμησιν τοῦ Χαναὰν, σπέρμα Χαναὰν ὀνομάζεται. Δύναται οὖν ἕκαστος ἐκ τῆς αὐτοῦ προαιρέσεως ἢ σπέρμα ἅγιον εἶναι, ἢ τὸ ἐναντίον. Ἄκουε γὰρ Παύλου λέγοντος· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· καὶ τὸ, Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· καὶ, Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται.
280. Evil seed, prepare your children to be slaughtered for the sins of your father, lest they rise up, and fill the earth with cities. And I will rise up against them, says the Lord Sabaoth, and I will destroy their name, and remnant, and seed. Not only shall he himself not be clean, but the succession also of the evil one shall be blotted out together with him through the goodness of the man-loving God permitting the destruction of the children, not so much of carnal childbearing, as of the works accomplished from an evil habit. Evil seed. Since he was not the father of wickedness, but took his origin from another who first began wickedness, and has acted according to the wickedness of him who sowed him, he is called evil seed. Prepare your children to be slaughtered for the sins of your father. Sometimes the evil seed of someone is so called, not altogether as having come into being from a preceding sowing, but that very thing too which initiates the generation of another is termed seed. For just as in the creation of the world the things that first sprouted were indeed seeds of others, yet were not themselves from others (for they were older than the things brought to perfection by way of seed); so perhaps now also the word names him who initiates for others a pattern of wickedness and becomes as it were a seed through imitation an evil seed, not as having his subsistence from predecessors, but as supplying the beginning to those who come after. Yet someone can of himself be an evil seed, being an originator of wickedness; and again he who has been instructed by evil teachers can be similarly termed. Seed of Chanaan, and not of Juda, that sinner was called; not by having his lineage according to the flesh bastard and mixed from Chanaan, but through imitation of Chanaan, he is named seed of Chanaan. Each person, therefore, from his own choice can be either a holy seed, or the opposite. For hear Paul saying: For in Christ Jesus through the Gospel I have begotten you; and this, As many as received Him, He gave them authority to become children of God; and, Everyone who commits sin has been begotten of the devil.
281. Τί δὲ βουλόμενος ὁ λόγος προστάσσει τῷ πονηρῷ σπέρματι, ἑτοιμάσαι τὰ τέκνα αὐτοῦ εἰς σφαγὴν ταῖς ἁμαρτίαις τοῦ πατρός; Πολλαχοῦ τετηρήκαμεν, τὰ ἑκάστου ἔργα καὶ τοὺς καρποὺς τῆς ψυχῆς τέκνα προσαγορεύεσθαι. Σωθήσεται γὰρ, φησὶ, διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Σώζεται γὰρ ἡ ψυχὴ, ὡς γυνὴ τοῦ μὴ ἀπατηθέντος νυμφίου,
281. Yet wishing what does the word command the evil seed, to prepare his children for slaughter for the sins of the father? In many places we have observed that the works of each person and the fruits of the soul are termed children. For she shall be saved, he says, through childbearing, if they abide in faith and love and sanctification with sobriety. For the soul is saved, as wife of the bridegroom who was not deceived,
PG 30:613Read from the page
ἐπειδὰν διὰ τοῦ λόγου καρποφορεῖν ποιήσῃ τέκνα, τὰς ἀγαθὰς πράξεις, ἐὰν ἐπιμείνῃ τῇ ἕξει τῇ ἀγαθῇ, καὶ μὴ ἀμαυρωθῇ ἀπό τῖνων ἐπιγινομένων ἁμαρτημάτων. Οὕτω καὶ ἡμεῖς κατὰ τὸν πνευματικὸν καὶ θεῖον ἀκούοντες νόμον τῆς εὐλογίας λεγούσης, Εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου, οὐκ ἄλλο τι νομίζομεν εἶναι, ἢ τοὺς καρποὺς τῆς ψυχῆς. Ἀπὸ γὰρ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Ὁ οὖν ἀφανισμὸς τῶν πονηρῶν ἔργων σφαγὴ τέκνων λέγεται, ἐπ' ὠφελείᾳ γινομένη τοῦ γεννήσαντος πατρός. Λανθάνουσαν οὖν ἔχει φιλανθρωπίαν ἡ κατὰ τὸν τόπον τροπολογία προστάσσουσα τῷ πονηρῷ σπέρματι, κατὰ τὸ ἐνδεχόμενον κουφίσαι ἀπὸ τοῦ βάρους τῶν κακιῶν αὐτῶν. Οἱ γὰρ μεμορφωμένοι κατὰ τὸν πονηρὸν, καὶ υἱοὶ τῆς κακίας γενόμενοι, πάντα τὰ ἔγγονα τῆς ἑαυτῶν ψυχῆς σφάζειν ὀφείλουσι ταῖς ἁμαρτίαις. Ἐὰν γὰρ μὴ ἀποθάνωμεν τῇ ἁμαρτίᾳ, πῶς ζήσομεν τῇ δικαιοσύνῃ; Ἵνα γὰρ, φησὶ, μὴ ἀναστῶσι, καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. Πονηρὸν γὰρ ἡ ἐπανάστασις τῆς κακίας. Διὸ δεῖ αὐτὴν μένειν νεκρὰν, καὶ μὴ συγχωρεῖσθαι ἐν συστήματι καὶ πλήθει γίνεσθαι. Τοῦτο γάρ ἐστιν ἡ πόλις. Πρέπει γὰρ Κυρίῳ Σαβαὼθ ἀπολλύειν τὸ κακίας ὄνομα καὶ ἐγκατάλειμμα καὶ σπέρμα.
whenever through reason she causes children to bear fruit, namely good deeds, if she abides in the good habit, and is not dimmed by any subsequent sins. So we also, hearing according to the spiritual and divine law the blessing which says, Blessed are the offspring of your womb, deem them to be nothing else than the fruits of the soul. For because of the fear of Thee, O Lord, we have conceived in the womb and have been in travail, and have brought forth the spirit of salvation, which we have wrought upon the earth. The destruction, therefore, of evil works is called a slaughter of children, taking place for the benefit of the father who begot them. The figurative sense at this passage, therefore, holds a hidden loving-kindness, commanding the evil seed, so far as is possible, to lighten itself from the burden of their vices. For those who have been fashioned after the evil one, and have become sons of wickedness, ought to slaughter all the offspring of their own soul in respect of sins. For if we have not died to sin, how shall we live to righteousness? Lest, he says, they rise up, and fill the earth with cities. For the rising up of wickedness is an evil thing. Wherefore it must remain dead, and not be permitted to come into an organized body and a multitude. For this is what the city is. For it befits the Lord Sabaoth to destroy the name and remnant and seed of wickedness.
282. Μακαρία κατάστασις καὶ ψυχῆς καὶ πολιτείας ἀνθρωπίνης, ἐν ᾗ ὄνομα κακίας οὐ χρηματίζει, κατὰ τὸν Ἀπόστολον εἰπόντα· Πορνεία δὲ καὶ ἀκαθαρσία ἢ ἀσέλγεια μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Δεύτερον δὲ, τὸ ἐγκατάλειμμα γοῦν μὴ εἶναι. Πολλοὶ γὰρ ἐπιστρέψαντες ἀπὸ πονηρῶν ἔργων, οἱονεὶ τὰς μνήμας τῶν παλαιῶν ἔργων παρακατέχοντες, δι' αὐτῶν πολλάκις ἀνανεοῦνται τὴν ἡσυχάζουσαν ἁμαρτίαν. Ἵνα οὖν μηδὲ ἐγκατάλειμμα ᾖ, ἤγουν τὸ τελευταῖον σπέρμα μὴ ὑπάρχῃ πονηρᾶς διδασκαλίας τοῖς ἐφεξῆς μὴ ὑπολείπεσθαι ἐκ τῆς μιμήσεως τῶν προειληφότων, Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν. Ἔρημον θήσεσθαι τὴν Βαβυλωνίαν ὁ φιλάνθρωπος Κύριος ἀπει-
282. Blessed is the condition both of a soul and of a human commonwealth, in which the name of wickedness has no currency, according to the Apostle who said: But fornication and uncleanness or licentiousness, let it not even be named among you, as befits saints. And secondly, that there be not even the remnant. For many, having turned back from evil works, retaining beside them as it were the memories of their old works, oftentimes through them renew the quiescent sin. In order, therefore, that there may not even be a remnant, that is, that the last seed of evil teaching may not exist so as to be left behind for those hereafter from the imitation of predecessors, Thus says the Lord: And I will make Babylonia a desert, so that hedgehogs dwell therein, and it shall come to nothing; and I will make it a pit of mire unto destruction. That Babylonia will be made a desert the man-loving Lord threat-
Notes, col. 613

On the reading

Printed τῖνων, for τινων.

PG 30:616Read from the page
λεῖ. Πονηρὰς δὲ οἰκήσεως ἐρήμωσις, καὶ συγκεχυμένου βίου ἀφανισμὸς, ἀγαθὸν περισπούδαστόν ἐστι τοῖς αἰσθανομένοις. Ἐπὶ τοσοῦτον δὲ τὴν ἐρήμωσιν ἀπειλεῖ τῆς Βαβυλωνίας, ὥστε ἄνθρωπον μὲν Βαβυλώνιον μηκέτι κατοικεῖν, ἐχίνους δὲ ἀντεισάγεσθαι. Ἔστι δὲ τὸ ζῶον τοῦτο σκληραῖς καὶ ὀξυτάταις ἀκάνθαις περιπεφραγμένον, καὶ κεφαλὴν καὶ πόδας συνέλκον, ὅτε βούλεται, καὶ εἰς ἀκριβὲς σχῆμα σφαίρας ἑαυτὸ σχηματίζον, ὥστε δύσληπτον εἶναι, τῆς μὲν κεφαλῆς καὶ τῶν ποδῶν συνεσπειραμένων, τῆς δὲ ἐπιφανείας πανταχόθεν ἠκανθωμένης. Μόνον γὰρ ζῶον τοῦτο ἡσυχάζον ἀμύνεται τοὺς ἐπιβουλεύοντας. Ὁ γὰρ ἐπιβαλὼν αὐτῷ τὰς χεῖρας ἀμύσσεται δεινῶς, καὶ ὅσῳπερ ἂν πλέον αὐτὸ βουληθῇ κατασφίγξαι, τοσούτω χαλεπώτερον ταῖς ἀκάνθαις περιπείρεται.
ens. Yet the desolation of an evil habitation, and the blotting out of a confused life, is a good greatly to be desired by those of perception. And to such a degree does He threaten the desolation of Babylonia, that no Babylonian man dwells there any longer, while hedgehogs are brought in instead. Now this animal is fenced round with hard and sharpest spines, drawing together both head and feet whenever it wishes, and shaping itself into the exact form of a sphere, so as to be hard to lay hold of, its head and feet being coiled together within, while its surface bristles with spines on every side. For this animal alone even while keeping still wards off those who plot against it. For he who lays his hands upon it is grievously scratched, and the more one wishes to squeeze it tight, the more severely is he pierced by its spines.
283. Ταχα οὖν ἤθη ἀνθρώπων αἰνίσσεται ἀντὶ τῶν Βαβυλωνίαν ἐνοικήσαντα τῇ πόλει, ἀκοινώνητα, ἀπιδιαστικὰ, σκληροτέρᾳ τῇ ἀγωγῇ χαίροντα. Ὅτι γὰρ τὰ εἴδη τῶν ζώων πρὸς τὰ τῶν ἀνθρώπων ἤθη μεταλαμβάνεται, ἐδιδάχθημεν ἀπὸ τῆς ὀπτασίας Πέτρου, ὅτε ἐν τῷ σκεύει τῷ καθιεμένῳ ἐκ τῶν οὐρανῶν πᾶν εἶδος ἦς ζώων, ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων. ᾘνίσσετο γὰρ ὁ λόγος τοὺς μέλλοντας ἀπὸ ποικίλων ἁμαρτημάτων τῇ πίστει προσάγεσθαι, τούτους εἶναι τοὺς ὡμοιωμένους ἢ τετραπόδοις διὰ τὸ κτηνῶδες· ἢ ἑρπετοῖς διὰ τὸ ἰοβόλον· ἢ πετεινοῖς διὰ τὸ κοῦφον καὶ ἄστατον. Καὶ ὁ ἐχῖνος οὖν ἐστι παρὰ τῇ Γραφῇ τάχα τροπολογούμενος ἐπί τινας ἀνθρώπους, ὡς οἱ ὄφεις ἐπὶ τοὺς Σαδδουκαίους κσὶ Φαρισαίους· καὶ ὁ ἀλώπηξ ἐπὶ τὸν Ἡρώδην· καὶ ἵπποι θηλυμανεῖς ἐπὶ τοῦς φιληδόνους· τὰ πρόβατα ἐπὶ τοὺς ἀκακωτέρους τῶν ἀνθρώπων· τὰ ἐρίφια ἐπὶ τοὺς ἀκοινωνήτονς καὶ ἀμεταδότους. Ὥστε καὶ τοὺς ἐχίνους εὔλογον παραβαλέσθαι, ζώῳ τὴν ἐλπίδα τοῦ μὴ βλαβήσεσθαι ἐπὶ ταῖς οἰκείαις ἀκάνθαις ἔχοντι, τοὺς πλουσίους τοῦ αἰῶνος τούτου, οὓς ὑπὸ τῶν ἰδίων ἀκανθῶν συμπνίγειν τὸν λόγον, καὶ ἄκαρπον ποιεῖν ὁ Κύριος εἴρηκε. Γενήσεται δὲ ἡ Βαβυλὼν εἰς οὐδὲν, καὶ ὡς πηλοῦ βάραθρον. Ὡς πρὸς τὸ αἰσθητὸν ἐνδείκνυται ὁ λόγος, ὅτι ὁ ποταμὸς ὁ Εὐφράτης μέσην αὐτὴν διατέμνων, μὴ τυγχάνων τῆς κατὰ ῥεῖθρα διεξόδου, ἐλλιμνάζων αὐτῇ, παντελῶς ἀναφανίσει αὐτὴν, καὶ ἀποδείξει βάραθρον οὐχ ὕδατος καθαροῦ, ἀλλὰ βορβόρου. Τοιοῦτον γὰρ τὸ τέλος τῆς καταστροφῆς τῶν παροξυνάντων τὸν Κύριον.
283. Perhaps, then, it hints at manners of men that instead of those inhabiting Babylonia dwelt in the city, unsociable, self-isolating, delighting in a harsher way of life. For that the species of animals are transferred to the manners of men, we were taught from the vision of Peter, when in the vessel let down from the heavens there was every kind of animals, of creeping things and birds and four-footed beasts. For the word hinted that those about to be brought from manifold sins to the faith were those likened either to four-footed beasts because of their brutishness; or to creeping things because of their venomousness; or to birds because of their lightness and instability. And so the hedgehog too in Scripture is perhaps figuratively applied to certain men, as serpents to the Sadducees and Pharisees; and the fox to Herod; and mare-mad horses to lovers of pleasure; sheep to the more guileless of men; kids to the unsociable and unsharing. So that it is reasonable that the rich of this age also be compared to hedgehogs, an animal placing its hope of not being harmed in its own spines, whom the Lord has said choke the word by their own thorns, and render it unfruitful. And Babylon shall come to nothing, and be as a pit of mire. With respect to the sensible sense the word indicates that the river Euphrates, cutting through the midst of her, not finding an outlet along its channels, forming a stagnant pool within her, will utterly obliterate her, and render her a pit not of pure water, but of filth. For such is the end of the overthrow of those who have provoked the Lord.
284. Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται· καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ· τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων τῶν
284. Thus says the Lord Sabaoth: In the manner I have spoken, so shall it be; and in the manner I have purposed, so shall it abide: to destroy the Assyrians upon My land, and upon the mountains that are
Notes, col. 616

On the reading

Printed Πονηρὰς, for Πονηρᾶς.

Printed τοσούτω, for τοσούτῳ.

Printed Ταχα, for Τάχα.

Printed ἦς, for ἦν.

Printed κσὶ, for καὶ.

Printed τοῦς, for τοὺς.

Printed ἀκοινωνήτονς, for ἀκοινωνήτους.

PG 30:617Read from the page
ἐμῶν. Καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν. Ὁ μὲν κατὰ σάρκα Ἰσραὴλ, περὶ τῆς νενομισμένης αὐτοῖς γῆς τοῦ Θεοῦ εἶναι, καὶ ὀρέων τούτων τῶν γηίνων τῇ αἰσθητῇ Ἰουδαίᾳ, τὸν λόγον ὑπολαμβάνει ὑπάρχειν τῷ προφήτῃ· καὶ τὴν Ἀσσυρίαν αἰχμάλωτον ἀπάγειν τὸν Ἰσραὴλ, ζυγὸν δουλείας αὐτοῖς ἐπιθέντα· ἡμεῖς δὲ, οἱ συνεγερθέντες Χριστῷ, καὶ εὐχόμενοι τὰ ἄνω ζητεῖν, γῆν μὲν ὀνομάζομεν τὴν καρδίαν τὴν καλὴν, καθὰ παρ' αὐτοῦ δεδιδάγμεθα τοῦ Κυρίου, λέγοντος· Ο δὲ ἐπὶ τὴν γῆν καλὴν σπαρεὶς, οὗντος ὁ τὸν λόγον ἀκούων κἂὶ συνιεὶς καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Καὶ ὄρος οὖν τοῦ Θεοῦ δύναται χρηματίζειν, ἐν ᾧ εἰς καταπάτημα γενήσονται οἱ Ἀσσύριοι, ὁ αὐξήσας ἐν τοῖς ἔργοις τοῖς ἀγαθοῖς, καὶ λόγῳ καὶ γνώσει ὑπὲρ τοὺς ἄλλους ἀνεστηκώς· ἐν τούτῳ καταπάτημα ἔσονται οἱ ἐχθροί. Καὶ πᾶς ὁ ζυγὸς τῶν Ἀσσυρίων ἀφαιρεθήσεται ὑπὸ τοῦ Θεοῦ. Μέγα μὲν γὰρ ἐφρόνουν, ὡς τοῖς ὤμοις τῶν ἀπὸ τῆς μερίδος τοῦ Θεοῦ τῶν ἀνθρώπων ἐπιβαίνοντες, καὶ ὑπὸ τὸν ἴδιον ζυγὸν ποιοῦντες τοὺς τῆς δουλείας τοῦ Θεοῦ διὰ τῶν ἁμαρτημάτων ἀπυσπασθέντας. Ἔχοντες οὖν τὴν κατὰ τὸ εἰρημένον ἐλπίδα περὶ τοῦ ἀπολέσθαι μὲν τοὺς ἐχθροὺς ἡμῶν ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, καὶ ἐπὶ τῶν ὀρέων αὐτοῦ καταπατηθήσεσθαι, καὶ τὸν ζυγὸν αὐτῶν ἀφαιρεθήσεσθαι, καὶ τὸ κῦδος, ᾧ ἐπεγαυρίων, ὡς κατάρχοντες ἡμῶν, καὶ ἐπιβεβηκότες ἡμῖν, συντριβήσεσθαι, πάντα πράττωμεν, ἵνα τέλεον αὐτῶν τὴν δυναστείαν ἀποσεισώμεθα. Ἐὰν γὰρ γενώμεθα ὄρη Θεοῦ, οἱ θεμέλιοι αὐτοῦ ἔσονται ἐν ἡμῖν, τοῦ λόγου τῆς ἀληθείας καταβληθέντος ἐν ταῖς καρδίαις ἡμῶν, καὶ τῶν ἀγαθῶν ἔργων ἐποικοδομουμένων τῇ πίστει. Δεῖ δὲ καθαρῶς ἀποτάξασθαι ἡμᾶς τῇ ἁμαρτίᾳ, ἵνα ἐλεύθερον τὸν αὐχένα τοῦ ζυγοῦ ἔχωμεν τῶν Ἀσσυρίων, καὶ δονηθῶμεν γενέσθαι Χριστοῦ ὑποζύγιον. Δύο γὰρ ζυγοὺς οὐ δυνατὸν ἐπικεῖσθαι ἡμῶν τῷ τραχήλῳ· τὸν τοῦ Κυρίου, καὶ τὸν το⟨…⟩ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;
Mine. And they shall be for trampling underfoot, and their yoke shall be taken away from them, and their glory from their shoulders. Israel according to the flesh supposes the prophet's word to be concerning the land deemed by them to belong to God, and these earthly mountains in sensible Judaea; and that Israel leads Assyria away captive, laying a yoke of slavery upon them; whereas we, who have been raised together with Christ, and who pray to seek the things above, name the good heart the land, even as we have been taught by the Lord Himself, Who says: And he that was sown upon the good land, this is he who hears the word and understands, who bears fruit and produces, one a hundredfold, another sixtyfold, and another thirtyfold. And a mountain of God, then, in which the Assyrians shall become a trampling underfoot, may be the title of him who has grown in good works, and in word and knowledge has risen up above the rest: in this one the enemies shall be a trampling underfoot. And every yoke of the Assyrians shall be taken away by God. For they were high-minded, as mounting upon the shoulders of the men of God's portion, and bringing under their own yoke those torn away through sins from the service of God. Holding, therefore, the hope according to what has been spoken, that our enemies will be destroyed upon the land of God, and will be trampled down upon His mountains, and that their yoke will be taken away, and the glory wherein they exulted, as ruling over us and mounted upon us, will be shattered, let us do all things, that we may completely shake off their domination. For if we become mountains of God, His foundations shall be within us, once the word of truth has been laid down in our hearts, and good works built upon faith. And we must purely renounce sin, so that we may keep our neck free from the yoke of the Assyrians, and may be able to become Christ's beast under the yoke. For two yokes cannot lie upon our neck: that of the Lord, and that of ⟨…⟩ with lawlessness, or what fellowship has light towards darkness?
285. Αὕτη ἡ βουλὴ, ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης. Ἃ γὰρ ὁ Θεὶς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; τὴν δὲ χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Σαφῶς δείκνυσιν, ὅτι ταῦτα λέγεται περὶ τῶν ἐν ὅλῃ τῇ οἰκουμένῃ, καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν· οὐδενὸς δυναμένου διασκεδάσαι ὅπερ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, καὶ
285. This is the counsel which the Lord has purposed upon the whole inhabited earth, and this is the uplifted hand upon all the nations of the inhabited earth. For the things which the holy God has purposed, who shall scatter? and His uplifted hand, who shall turn back? Plainly he shows that these things are spoken concerning those in the whole inhabited earth, and in all the nations; since no one is able to scatter what the holy God has purposed, and
Notes, col. 617

On the reading

Printed Ο, for Ὁ.

Printed οὗντος, for οὗτος.

Printed κἂὶ, for καὶ.

Printed ἀπυσπασθέντας, for ἀποσπασθέντας.

Printed δονηθῶμεν, for δυνηθῶμεν.

Printed Θεὶς, for Θεὸς.

PG 30:620Read from the page
οὐδενὸς οἵου τε ὄντος τὴν ὑπέρμαχον χεῖρα τοῦ Θεοῦ τῆς γῆς αὐτοῦ καὶ τῶν ὀρέων ἀποστρέψαι. Ἅμα δὲ παρατήρει τὴν φωνὴν οὐ μόνον ὡς πολλαχοῦ παρεστήσαμεν ἐπὶ τοῦ σπανίου σημαινομένην, οἷον τὸ, Τίς σοφὸς, καὶ συνήσει ταῦτα; καὶ τὸ, Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος; Νῦν γὰρ τὸ, Τίς διασκεδάσει; ἴσον ἐστὶ τῷ οὐδείς. Οὐδὲ γὰρ θεμιτὸν, ἐννοῆσαι τὸ εἶναί τινα δυνάμενον διασκεδάσαι τὴν βουλὴν τοῦ Κυρίου.
no one is capable of turning back the championing hand of God from His land and mountains. At the same time observe that the expression is signified not only of what is rare, as we have shown in many places, such as, Who is wise, and will understand these things? and, Who is the faithful and prudent steward? For here the phrase, Who shall scatter? is equivalent to no one. For neither is it lawful to conceive that there is anyone able to scatter the counsel of the Lord.
286. Τοῦ ἔτους, οὗ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Ἐκ γὰρ σπέρματος ὀφεων ἐξελεύσονται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτων ἐξελεύσονται ὄφεις πετόμενοι. Καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Εἴπερ πάντα Πνεύματι ἁγίῳ εἴρηται τὰ γεγραμμένα παρὰ τῶν προφητῶν, δηλονότι καὶ ἡ ἀναγραφὴ τοῦ χρόνου τῆς προφητείας οὐ μάτην παρεμβέβληται. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν, ὅτι τοῦτο ἐγένετο τὸ ῥῆμα πρὸς τοὺς ἀλλοφύλους τῷ ἔτει ᾧ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς τῆς Ἰουδαίας; Λογιζόμεθα οὖν, ὅτι ὥσπερ ἐν τῇ Ἐξύδῳ γέγραπται, ὅτι Ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ, καὶ εἰσήκουσεν ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν. Ζῶντος μὲν γὰρ τοῦ βασιλέως τοῦ πονηροῦ, στενάζειν πρὸς τὸν Θεὸν οὐκ ἠδύναντο· κατηνάγκαζε γὰρ αὐτοὺς ἐν ἔργοις σκληροῖς, μὴ ἐπιτρέπων ἀνανεύειν πρὸς τὸν Θεόν. Ἐπειδὴ δὲ ἐκποδὼν ἐγένετο ὁ πονηρὸς, τότε δέον κροτεῖν καὶ ἐπιχαίρειν τῇ πτώσει τοῦ ἐχθροῦ. Οἱ δὲ ἐκ τοῦ παραδόξου ἀναγράφονται στένειν· ἐνδεικνυμένου τοῦ λόγου, ὅτι ἕως ὁ φιλοσώματος νοῦς ἐπεκράτει, ὑπὸ τῆς ἀναισθησίας οὐδὲ ᾔδεσαν ὀδύρεσθαι τὸ ἐκ τῆς ἁμαρτίας κακόν· ἐπειδὴ δὲ ἔλαβον σχολὴν ἀπὸ τῶν παθῶν, ἄρχονται τῆς θεραπείας ἀπὸ τοῦ στένειν, ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς ἔργοις βαρυνόμενοι. Διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ φιλάνθρωπος Θεός. Ὅμοιον οὖν τῇ διηγήσει ταύτῃ δηλοῦται καὶ ἐν τοῖς κατόπιν τοῦ Ἡσαΐου. Ἐγένετο γὰρ, φησὶ, τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Πονηρὸς βασιλεὺς Ὀζίας ὑπὸ τῆς ἱστορίας παραδέδοται, διότι Ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοϋ, καὶ εἰσῆλθεν εἰς τὸν
286. In the year in which King Achaz died, this word came: Rejoice not, all you foreigners; for the yoke of him who struck you has been shattered. For out of the seed of serpents shall come forth offspring of asps, and their offspring shall come forth flying serpents. And the poor shall be fed through Him; and poor men shall rest in peace; but He shall destroy your seed with famine, and your remnant He shall destroy. If indeed all things written among the prophets have been spoken by the Holy Spirit, clearly the record of the time of the prophecy as well has not been inserted in vain. For what profit comes from learning that this word came to the foreigners in the year in which Achaz king of Judaea died? We reckon, therefore, just as it is written in Exodus, that The king of Egypt died, and the sons of Israel groaned from their works, and their cry went up, and God hearkened to their groanings. For while the evil king was alive, they could not groan towards God; for he forced them in hard works, not permitting them to look up towards God. And when the evil one was out of the way, then it would have been fitting to applaud and rejoice over the fall of the enemy. Yet contrary to expectation they are recorded as groaning; the word indicating that so long as the body-loving mind held sway, out of insensibility they did not even know how to lament the evil arising from sin; whereas when they gained respite from the passions, they begin their healing from groaning, weighed down in material and bodily works. Wherefore also the man-loving God hearkened to them. Something similar, then, to this narrative is shown also in the earlier parts of Isaiah. For it came to pass, he says, in the year in which King Ozias died, I saw the Lord sitting upon a high and exalted throne. Ozias is handed down by history as an evil king, because His heart was lifted up unto corruption, and he transgressed against the Lord his God, and entered into the
Notes, col. 620

On the reading

Printed ὀφεων, for ὄφεων.

Printed αὐτων, for αὐτῶν.

Printed Ἐξύδῳ, for Ἐξόδῳ.

Printed αὐτοϋ, for αὐτοῦ.