Migne Reading Room

PG 30 · cols. 525–536 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:525Read from the page
ται. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Εἰσί τινες, οἱ κατακολουθεῖν τοῖς πατράσι καὶ τοῖς παρ' αὐτῶν παραδεδομένοις δόγμασιν ἀπαξιοῦντες, αὐτοὶ κατάρχειν αἱρέσεων ἐπιθυμοῦσι. Διὸ καινοτομίας τινὰς παρεπινοοῦσι τῷ ὀρθῷ λόγῳ, γράφοντες πονηρίαν καὶ ἀσέβειαν· εἰς οὓς φθάνει τὸ οὐαὶ, εἰς τοὺς πατέρας τῆς ψευδωνύμου γνώσεως, καὶ συγγραφέας τῶν ἀθέων δογμάτων. Οἱ γὰρ τοιοῦτοι τοὺς πτωχεύοντας τῇ πίστει συναρπάζουσι, καὶ καταδυναστεύουσι ψυχὰς χηρευούσας τοῦ ἀληθινοῦ νυμφίου τοῦ Θεοῦ Λόγου. Ἀλλὰ κἄν τινα ἴδωσιν ἀπορφανισθέντα Θεοῦ διὰ τὴν ἁμαρτίαν, καὶ τοῦτον ὥσπερ λάφυρον ἑαυτῶν ποιοῦνται, κατεπαγγελλόμενοι μὲν αὐτοῖς πᾶσαν ἄδειαν, καὶ τὸν ἐν ἡδονῇ προτείνοντες βίον, εἰ μόνον λάβοιεν αὐτοὺς συντεθειμένους τοῖς δόγμασι τῆς ἀθεότητος· ὁποία ἡ νῦν παραβλαστήσασα τῶν Ἀνομοίων αἵρεσις· καὶ πόρνοις, καὶ μοιχοῖς, καὶ ἀρσενοκοίταις, καὶ ἀνδραποδισταῖς, καὶ ἐπιόρκοις, καὶ ψεύσταις συγχώρησιν ἁμαρτημάτων ὑπισχνούμενοι, ἐὰν μόνον αὐτοὺς λάβωσι τῇ κατὰ τοῦ Μονογενοῦς βλασφημίᾳ συνερχομένους. Πρὸς οὕς φησιν ὁ λόγος· Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡμέραν λέγει τὴν ἐπιφάνειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν, ἐν ᾗ ἐπιδημήσει τῷ κόσμῳ, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καθ' ἣν ἀπολήψονται τὴν θλίψιν πόῤῥωθεν ἐπ' αὐτοὺς ἐρχομένην, ὡς γράφοντες πονηρίαν. Κατηγορία ὑμῶν ἔσται τὰ ὑμέτερα γράμματα.
fall. For all these things anger was not turned away, but still the hand is lofty. There are some who, disdaining to follow the fathers and the doctrines handed down by them, desire themselves to originate heresies. Wherefore they devise certain innovations alongside the right word, writing wickedness and ungodliness; unto whom the woe reaches, unto the fathers of falsely so-called knowledge, and authors of godless doctrines. For such men carry off those who are poor in faith, and tyrannize over souls widowed of the true Bridegroom, God the Word. Moreover, even if they see someone orphaned of God on account of sin, him too they make as it were their own booty, promising them every licence and holding out a life in pleasure, if only they may get them consenting to the doctrines of godlessness—such as the heresy of the Anomoeans that has sprouted up alongside now—promising forgiveness of sins to fornicators, adulterers, sodomites, slave-dealers, perjurers, and liars, if only they get them concurring in the blasphemy against the Only-begotten. To whom the word says: What will they do in the day of visitation? By day he means the manifestation of our Lord Jesus Christ from the heavens, in which He will sojourn in the world, rendering to each according to his works; on which day they will receive the affliction coming upon them from afar, as men writing wickedness. Your own writings will be your accusation.
233. Εἶτά φησι· Ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; Οἱ φανητιῶντες, καὶ τῆς ἀνθρωπίνης τιμῆς ἀντεχόμενοι, καὶ αἱρεσιαρχεῖν ἐπιθυμήσαντες, ἵνα ὀνόματος τύχητε, καὶ διὰ τοῦτο λαλήσαντες ἀδικίαν εἰς τὸ ὕψος· ποῦ τότε ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταλείψετε τὴν δόξαν ὑμῶν; Ὑποκάτω δὲ, φησὶν, οἱ τοιοῦτοι τῶν ἀνηρημένων πεσοῦνται. Νῦν προστάτης εἶ τῶν ἐξηπατημένων, καὶ θαυμάζῃ παρ' αὐτῶν, ὄνομα διδασκάλου καὶ καθηγητοῦ περιφέρων, σεμνυνόμενος παρ' αὐτῶν καὶ μακαριζόμενος· τάτε δὲ τούτων αὐτῶν ἀτιμότερος ἔσῃ, τῶν ὑπὸ σοῦ πεφονευμένων. Φόνος γάρ ἐστι ψυχῆς, ψευδοδοξίας παραδοχή. Ὑποκάτω οὖν τούτων ἔσῃ πεπτωκὼς, καὶ τὸ τῶν ἀνηρημένων ὑπὸ σοῦ βάρος ἐπικείσεταί σοι. Ἐπειδὴ δὲ ἕκαστος ἡμῶν διὰ τοῦ βίου οἱονεὶ χειρόγραφα ἡμῶν γράφομεν, τῷ μνημονικῷ ἡμῶν τοὺς τύπους τῶν πραγμάτων ἐναποσφραγιζόμενοι· τάχα καὶ τοὺς τοιούτους ταλανίζει ὁ λόγος, ὡς γράφοντας πονηρίαν. Ἡ μὲν γὰρ καρδία τῶν δικαίων καταγέγραπται, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· ἡ δὲ τῶν ἀδίκων καρδία οὐ Πνεύματι Θεοῦ ζῶντος, ἀλλὰ μέλανι τῷ συγγενεῖ τοῦ σκότους καὶ ἐχθρῷ τοῦ φωτός. Ὥστε ἕκαστος ᾗ ὑπὲρ ἑαυτοῦ
233. Next he says: Where will you leave behind your glory? You who crave ostentation, and cling to human honour, and desired to be leaders of heresies so that you might obtain a name, and on this account spoke unrighteousness unto the height: where then in the day of judgement will you leave behind your glory? Beneath the slain, he says, such men shall fall. Now you are a patron of the deceived, and are admired by them, carrying around the name of teacher and guide, priding yourself before them and being called blessed; yet then you will be more dishonoured than these very ones who were murdered by you. For the acceptance of false opinion is murder of the soul. Beneath these, therefore, you will have fallen, and the weight of those slain by you will lie upon you. And since each of us throughout life writes as it were our own handwritten records, stamping the impressions of our deeds into our faculty of memory, perhaps the word pronounces such men also wretched, as writing wickedness. For the heart of the righteous has been inscribed, not with ink, but with the Spirit of the living God; whereas the heart of the unrighteous has been inscribed not with the Spirit of the living God, but with ink akin to darkness and hostile to the light. So that each one either on his own behalf
Notes, col. 525

On the reading

Printed ἀνηρημένων, for ἀνῃρημένων.

Printed τάτε, for τότε.

Printed ᾗ, for ἢ.

PG 30:528Read from the page
συγγράφει, τὰ ἀγαθὰ πράσσων, ἢ καθ' ἑαυτοῦ ποιῶν χειρόγραφα, κατατίθεται πονηρά. Ἔστιν οὖν τι χειρόγραφον καθ' ἡμῶν χειρογραφούμενον ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὅταν πράξωμεν τὰ χείρονα· καὶ ἔστι τι ὑπὲρ ἡμῶν χειρόγραφον, ὅταν πράσσωμεν τὰ βελτίονα. Ἤδη δέ τινες, καὶ τὰ ἐν συμβολαίοις γράμματα ῥᾳδιουργοῦντες, καὶ παραποιοῦντες χαρακτῆρας γραμμάτων ἐν κτήσεσιν ἀγρῶν, καὶ διαθήκαις, καὶ ὑποθήκαις, καὶ συναλλάγμασι ποικίλοις, ὅσα διὰ τῆς τῶν γραμμάτων ἀποδείξεως τὴν σύστασιν ἔχει, γράφοντες· καὶ οἱ τοιοῦτοι πονηρίαν γράφουσι, διαστρέφοντες τὸ δίκαιον κρῖμα ἐπὶ τῶν πτωχῶν, καὶ διαρπάζοντες τὰ τῶν πενήτων τοῦ λαοῦ, ὥστε εἶναι αὐτοῖς χήραν εἰς κατάβρωμά, καὶ ὀρφανὸν εἰς κέρδος. Οἷα τὰ ἐν ταῖς τῶν πολέμων προνομαῖς τοῖς κρατοῦσι προσγίνεται, οὓς ὑπομιμνήσκει ὁ λόγος, ὅτι Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Τὴν τῆς κρίσεως ἡμέραν καὶ τῆς κατ' ἀξίαν τῶν ἑκάστῳ πεπλημμελημένων ἀνταποδόσεως, ἐπισκοπῆς εἶπεν ἡμέραν, ἣν τούτοις ἀπειλεῖ, ὅτι Ἡ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Νοήσωμεν δὲ τί λέγει, Πόῤῥωθεν, οὕτως. Ἡ σωτηρία ἡμῶν οὐ πόῤῥωθεν, ἀλλ' ἐγγὺς ἡμῶν ἐστι· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι· καὶ, Ἐγγιῶ αὐτοῖς μᾶλλον ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν· καὶ πάλιν· Ἡ ἐντολὴ αὕτη, φησὶν, ἣν ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ. Οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν, καὶ λήψεται αὐτὴν ἡμῖν; Οὐδὲ πέραν τῆς θαλάσσης, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; Ἐγγύς σού ἐστι τὸ ῥῆμα, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. Καὶ ὁ Κύριος δὲ ἡμῶν, Ἡ βασιλεία τοῦ Θεοῦ, φησὶν, ἐντὸς ὑμῶν ἐστι. Τὰ μὲν οὖν κρείττονα, καὶ δι' ὧν ἡ σωτηρία, ἐγγὺς ἡμῶν ἐστι καὶ ἐντός· τὰ δὲ ἐναντία, ἡμῶν πόῤῥωθεν ἔρχεται, ἐκτὸς ἡμῶν τυγχάνοντα. Οὐ γὰρ τῇ κατασκευῇ ἡμῶν ἐνυπάρχει ἡ ἁμαρτία, ἀλλ' ὕστερον ἐπιγεγένηται. Διὰ τοῦτο καὶ ἡ θλίψις, ἡ
draws up for himself, by practising what is good, or by making bonds against himself, lays up evil things. There is therefore a certain bond written against us by our own hands, whenever we do what is worse; and there is a certain bond on our behalf, whenever we practise what is better. Moreover, some also tamper with the letters in contracts, and counterfeit the characters of letters in purchases of lands, and wills, and mortgages, and manifold dealings, writing all such things as have their validity through proof of documents; and such men write wickedness, perverting just judgement against the poor, and plundering the goods of the needy of the people, so that a widow is to them for prey, and an orphan for gain. Such things accrue to the victors in the plunderings of wars, whom the word reminds: What will they do in the day of visitation? The day of judgement and of the requital according to desert of the offences committed by each, it called the day of visitation, which it threatens against them, that Your affliction shall come from afar. Let us understand, then, why it says From afar in this way. Our salvation is not from afar, but is near us; for I am a God drawing near, He says; and, I will draw nearer to them than the tunic of their skin; and again: This commandment, he says, which I command you today, is not excessive, nor is it far from you. It is not in heaven above, saying: Who shall ascend into heaven, and take it for us? Nor beyond the sea, saying: Who shall cross over for us to the other side of the sea, and take it for us, and having heard it we shall do it? The word is near you, in your mouth, and in your heart. And our Lord also says: The kingdom of God is within you. Better things, therefore, and those through which salvation comes, are near us and within; whereas their opposites come upon us from afar, being outside us. For sin is not inherent in our constitution, but has supervened afterwards. Wherefore also the affliction, which
234. Οὐαὶ Ἀσσυρίοις. Ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα, καὶ προ-
234. Woe to the Assyrians. The rod of My wrath, and anger is in their hands. I will send My anger against a lawless nation, and I will charge My people to take spoils, and plun-
Notes, col. 528

On the reading

Printed κατάβρωμά, for κατάβρωμα.

PG 30:529Read from the page
νομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖνα αὐτὰς εἰς κονιορτον. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται· ἀλλ' ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα, Καὶ ἐὰν εἴπωσιν αὐτῷ, Σὺ μόνος εἶ ἄρχων, ἐρεῖ· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη. Καὶ ἔλαβον τὴν Ἀραβίαν, καὶ Δαμασκὸν, και Σαμάρειαν. Ὅν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἄρχὰς λήψομαι. Διὰ τὸ πλῆθος τῶν ἀνομιῶν τοῦ λαοῦ, Ἀσσύριοι αὐτοῖς ἐπάγονται· οὐ διὰ τὴν ἑαυτῶν δικαιοσύνην, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν τοῦ λαοῦ ἀδικίαν. Ἀλλ' ὅμως καὶ οὗτοι, μὴ νοοῦντες, ὅτι ἀντὶ μάστιγος παιδευτικῆς κατὰ τοῦ τὰ θεῖα νόμιμα παραβαίνοντος λαοῦ δέδονται, ἀλλ' ἐφ' ἑαυτοῖς, ὡς δή τινα δύναμιν κεκτημένοις, μεγαλυνόμενοι, ταλανίζονται παρὰ τοῦ λόγου. Οὐαὶ ὑμῖν, Ἀσσύριοι, οἵτινες ῥάβδος ἐστὲ τοῦ θυμοῦ μου, ὄργανον κολαστικόν ἐστε, οὐκ οἰκείᾳ δυνάμει ποιεῖτε, ἀλλὰ τῇ τοῦ κινοῦντος ἐνεργείᾳ τοῖς ἀξίοις τοῦ συντριβῆναι ἐπάγεσθε. Καὶ ὀργὴ, φησὶν, ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν παίδευσιν ἐνταῦθα φανερῶς ὀργὴν ὀνομάζει, ὡς καὶ ὁ Ψαλμῳδός. Μηδὲ τῇ ὀργῇ σου, παιδεύσῃς με. Παίδευσις οὖν τοῦ Ἰσραὴλ ἐν ταῖς χερσίν ἐστι τῶν Ἀσσυρίων. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. Τὴν κόλασιν τῷ μὴ κατὰ τὸν νόμον τὸν διατεταγμένον αὐτῷ βιοῦν ἀνεχομένῳ λαῷ ἐπάξω. Καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα. Διὰ τὴν φιλανθρωπίαν ἔτι ἴδιον ὀνομάζει λαὸν τὸν ἀνομήσαντα ὁ ἀγαθὸς Θεός. Ὅτι μὲν γὰρ ἠνόμησε, τὴν ὀργὴν ἀποστέλλει. Ἐπεὶ δὲ αὐτὸν ἅπαξ εἵλετο διὰ τὴν ἐκλογὴν τῶν πατέρων, οὐκ ἀπαρνεῖται αὐτοῦ τὴν οἰκείωσιν. Συντάσσω οὖν, φησὶ, ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν· ἵνα εἰδῶμεν, ὅτι πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν. Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδότους ταῖς πονηραῖς καὶ κολαστικαῖς δυνάμεσιν, ἀλλ' αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάτεων, στοχαζόμενος τῆς δυνάμεως τῶν θεραπευομένων. Σκῦλα μὲν οὖν ἐστι τὰ τοῖς νεκροῖς τοῖς πεσοῦσιν ἐν πολέμῳ περικείμενα· εἴτε ὅπλα, εἴτε ἐσθὴς, εἴτε τις ἕτερος κύσμος· προνομὴ δὲ, ἡ διανομὴ τῶν λαφύρων κατὰ τὴν ἀξίαν τῶν κεκρατηκότων διανεμομένη. Ἐκελεύσθησαν οὖν οἱ
der, and to trample down the cities, and to turn them into dust. Yet he did not so intend, and in his soul he has not so reckoned; rather his mind will change even to destroy not a few nations, And if they say to him, You alone are ruler, he will say: Have I not taken the country above Babylon, and Chalane, where the tower was built? And I have taken Arabia, and Damascus, and Samaria. Just as I took these, I shall also take all the principalities. Because of the multitude of the lawlessnesses of the people, the Assyrians are brought against them; not because of their own righteousness, but because of the surpassing unrighteousness of the people. Yet even they, failing to understand that they have been given by way of a chastening scourge against the people transgressing the divine ordinances, and magnifying themselves as though possessing some power of their own, are called wretched by the word. Woe to you, Assyrians, who are the rod of My wrath; you are a punitive instrument, you do not act by your own power, but by the working of Him Who moves you are brought upon those worthy of being crushed. And anger, it says, is in their hands. Here it plainly names chastening anger, as does the Psalmist also: Neither chasten me in Thy anger. Chastening of Israel, therefore, is in the hands of the Assyrians. I will send My anger against a lawless nation. I will bring punishment upon the people that does not endure to live according to the law ordained for it. And I will charge My people to take spoils. Out of loving-kindness the good God still calls the people that acted lawlessly His own. For because it acted lawlessly, He sends His anger; yet since He once chose it on account of the election of the fathers, He does not renounce His kinship with it. I charge, therefore, He says, to take spoils and plunder, and to trample down the cities, and to turn them into dust; so that we may know that all the grievous things that we suffer, we undergo by divine ordinance. For He does not leave us delivered up to evil and punitive powers, but Himself sets the measures of the punishments, having regard to the strength of those being healed. Spoils, then, are the things lying around the dead who have fallen in war: whether arms, or raiment, or any other adornment; whereas plunder is the distribution of the booty apportioned according to the merit of the victors. Therefore there were commanded the
235. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται· ἀλλ' ὑπερήρθη τῇ διανοίᾳ, οὐχ ὡς διὰ τὰ ἁμαρτήματα τοῦ λαοῦ παραδοθέντος αὐτῷ, ἀλλ' ἐπαρθεὶς τῇ διανοίᾳ, καὶ ἀπαλ-
235. Yet he did not so intend, and in his soul he has not so reckoned; rather he was lifted up in understanding, not as though the people had been delivered over to him because of their sins, but being exalted in understanding, and ban-
Notes, col. 529

On the reading

Printed θεῖνα, for θεῖναι.

Printed κονιορτον, for κονιορτόν.

Printed και, for καὶ.

Printed Ὅν, for Ὃν.

Printed ἄρχὰς, for ἀρχὰς.

Printed κολάτεων, for κολάσεων.

Printed κύσμος, for κόσμος.

PG 30:532Read from the page
λάξας ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας τὸν ἀληθῆ λόγον, οἴεται δυνατὸς εἶναι τοῦ ἔθνη ἐξολοθρεύειν οὐκ ὀλίγα. Καὶ ἐπειδὴ κολακεύοντες αὐτὸν καὶ θωπεύοντες οἱ ὑποχείριοι λέγουσι. Σὺ μόνος εἶ ἄρχων· ὥσπερ εἰρωνευόμενος πρὸς αὐτοὺς λέγει· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ Χαλάνην. Οὔπω, φησὶ, γέγονα πάντων κύριος· ἐκφεύγει μου τὴν βασιλείαν ἡ χώρα ἡ ἐπάνω Βαβυλῶνος, καὶ ἡ Χαλάνη, Οὗ ὁ πύργος ᾠκοδομήθη. Πύργον μὲν οὖν ἐβεῖνον λέγει τὸν ἀρχαῖον, ὃν ἐν εῷ πεδίῳ τῷ Σεναὰρ ᾠκοδόμησαν, εἰπόντες· Δεῦτε, οἰκοδομήσομεν ἑαυτοῖς πόλιν καὶ πύργον, πρὸ τοῦ διαχωρισθῆναι ἡμᾶς ἀπ' ἀλλήλην, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Τὸ δὲ νῆς Χαλάνης ὄνομα οὐκ ἐντέτριπται τῇ χρήσει τῆς Γραφῆς. Εἰκάζομεν δὲ περὶ τὴν Βαβυλωνίαν που κεῖσθαι, ἐπειδὴ ἡ Βαβυλών ἐστιν ἐπώνυμος τῇ συγχύσει τῶν γλωσσῶν, ἃς συνέχεεν ὁ Κύριος, τὴν πρὸς τὸ κακὸν συμφωνίαν διασπῶν. Φησὶ γὰρ ἡ Γραφὴ, ὅτι ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου σύγχυσις, Ἑβραϊστὶ δὶ Βαβὲλ. Ἐλαβον δὲ, φησὶν, Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὅν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰ ἀρχὰς λήψομαι. Ἐπεὶ οὖν ἑαυτῷ ἔλαβε τὸ πάσας δύνασθαι ὑποχειρίους ποιεῖν τὰς πόλεις, καὶ οὐ συνῆκεν, ὅτι ἀνθρώπων ἐκράτησεν οὐ δι' οἰκείαν δύναμιν, ἀλλὰ διὰ τὴν οἰκονομίαν τοῦ παιδεύοντος τοὺς ἡμαρτηκότας Θεοῦ περιεγένετο, τούτου ἕνεκεν θρήνου αὐτὸν ἄξιον ὁ προφητικὸς τίθεται λόγος.
ishing true reason from his own thought, he supposes that he is able to destroy not a few nations. And since his subjects, flattering and fawning upon him, say: You alone are ruler; speaking as if ironically towards them, he says: I did not take the country above Babylon, and Chalane. Not yet, he says, have I become lord of all; the country above Babylon escapes my kingdom, and Chalane, Where the tower was built. Now he means that ancient tower which they built in the plain of Senaar, saying: Come, let us build for ourselves a city and a tower, before we are dispersed from one another, whose top shall be even unto heaven. The name of Chalane, however, is not familiar in the usage of Scripture. Yet we conjecture that it lies somewhere around Babylonia, since Babylon takes its name from the confusion of tongues, which the Lord confounded, breaking up their agreement towards evil. For Scripture says that the name of that place was called Confusion, and in Hebrew Babel. Yet I took, he says, Arabia and Damascus and Samaria. Just as I took these, I shall also take all the principalities. Since, therefore, he took to himself the power to make all cities subject, and did not understand that he prevailed over men not through his own power, but overcame through the dispensation of God Who chastens sinners, on this account the prophetic word sets him down as worthy of lamentation.
236. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ, καὶ ἐν Σαμαρείᾳ. Ὁν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω τῇ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. Πῶς ὀλολύξει γλυπτὰ, ἃ ἐκ ξύλου καὶ λίθόκ ἢ τινος ἄλλης ὕλης ἐστὶ, μορφούσης αὐτὰ τῆς τέχνης εἰς ἀνθρώπων εἰκόνας, ἢ ζώων ἀλόγων τετραπόδων, ἢ πτηνῶν, ἢ καὶ ἑρπετῶν, οἷα τὰ τῶν Αἰγυπτίων ἐστὶν ἀφιδρύματα; Ὀλολυγμὸς δέ ἐστι φωνὴ λυπηρὰ, ὀδύνην καρδίας ἀσήμῳ τινὶ φθόγγῳ παριστῶσα. Πῶς οὖν ὀλολύξει γλυπτά; Ὅτι τοῖς ὑπὸ χειρῶν ἀγθρωπίνων μεμορφωμένοις ξύλοις ἢ λίθοις, ἤ που καὶ χρυσῷ καὶ ἀργύρῳ ἢ ἐλέφαντι, ἢ ὅσα ἄλλα τιμίας ἢ ἀτιμωτέρας ὕλης ἐστὶ παρὰ τοῖς ἔθνεσιν εἴδωλα προσνούμενα, τούτοις ἐκ τοῦ ἀφανοῦς δαίμονες τινες προστάντες παρακαθέζονται, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντες. Ὥσπερ γὰρ τὰ λίχνα κυνίδια περὶ τοὺς τῶν μακέλλων τόπους, ἐν οἷς αἷμα καὶ ἰχῶρες, διατρίβουσιν· οὕτω καὶ τὰ λίχνα δαιμόνια, θηρώμενα τὴν ἀπὸ τῶν αἱμάτων καὶ τῆς κνίσσης τῶν θυσιῶν ἀπόλαυσιν, περὶ τοὺς βωμοὺς εἰλεῖται, καὶ τὰ ἀγάλ-
236. Howl, you carved images in Jerusalem, and in Samaria. For just as I did to Samaria and to the things made by her hands, so will I do to Jerusalem and to her idols. How shall carved images howl, which are of wood and stone or some other matter, art shaping them into likenesses of men, or of irrational four-footed beasts, or of birds, or even of creeping things, such as are the statues of the Egyptians? Now howling is a mournful cry, expressing grief of heart by a certain inarticulate sound. How then shall carved images howl? Because beside the pieces of wood or stones shaped by human hands, or perchance even gold and silver or ivory, or whatever other idols of precious or baser matter are worshipped among the nations, certain demons standing by out of the unseen sit beside these, enjoying the pleasure from the defilements. For just as greedy curs linger around the places of the shambles, in which are blood and gore, so also greedy demons, hunting after enjoyment from the blood and the savour of sacrifices, crowd around the altars, and the stat-
Notes, col. 532

On the reading

Printed ἐβεῖνον, for ἐκεῖνον.

Printed εῷ, for τῷ.

Printed ἀλλήλην, for ἀλλήλων.

Printed νῆς, for τῆς.

Printed δὶ, for δὲ.

Printed Ἐλαβον, for Ἔλαβον.

Printed Ὅν, for Ὃν.

Printed τὰ, for τὰς.

Printed Ὁν, for Ὃν.

Printed λίθόκ, for λίθου.

Printed ἀγθρωπίνων, for ἀνθρωπίνων.

Printed προσνούμενα, for προσκυνούμενα.

PG 30:533Read from the page
ματα τὰ αὐτοῖς ἀνακείμενα. Τάχα γάρ που καὶ τρέφεται τὰ ἀέρια σώματα αὐτῶν, ἤτοι καὶ πύρινα, ἢ καὶ ἐξ ἀμφοτέρων τῶν στοιχείων μικτά, Δείκνυσι δὲ καὶ ἡ ἱστορια τῶν Βασιλείων, ὅτι προσεδρεύει ἡ δαιμονικὴ δόναμις τοῖς ἐπιφημισθεῖσιν αὐτοῖς ἀγάλμασιν. Ἔλαβον γὰρ, φησὶν, οἱ ἀλλόφυλοι τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήγαγον αὐτὴν ἐχόμενα Δαγὼν, καὶ ὦρθρωσαν οἱ Ἀζώτιοι τῇ ἐπαύριον, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς εἰς τὰ ἔμπροσθεν αὐτοῦ ἐπὶ τὴν γῆν. Οὐκοῦν Δαγών μὲν ἦν τὸ ὁρώμενον ἄγαλμα· ὁ δὲ πίπτων ἐπὶ πρόσωπον, ὐ δαίμων ὁ νικώμενος ὑπὸ τῆς περὶ τὴν κιβωτὰ τοῦ Θεοῦ δόξης· καὶ πίπτων μὲν αὐτὸς ἐπὶ πρόσωπον, συγκαταβάλλων δὲ ἑαυτῷ τὸ χειροποίητον. Διὰ τοῦτο οἱ τὰ εἰδωλόθυτα ἐσθίοντες, κοινωνοὶ τραπέζης λέγονται δαιμόνων. Ἐπειδὴ τὸ σφάγιον, τὸ προσαγόμενον τῷ εἰδώλῳ, προσεμερίσθη τι καὶ εἰς τὸν παρεδρεύοντα δαίμονα, ἔκ τε τοῦ ἐξαερουμένου αἵματος, καὶ ἐκ τῆς ἀναθυμιωμένης πιμελῆς, καὶ τῶν λοιπῶν τῶν ὁλοκαυτωμάτων. λαμβάνοντός τινα μερίδα τοῦ δαιμονίου. Καὶ ὁ ἀπὸ τοῦ ποτηρίου πίνων, ἀφ' οὗ ἡ σπονδὴ, ποτήριον πίνει δαιμονίων. Διὰ τοῦτο ὀλολύξει τὰ γλυπτὰ, τουτέστι τὰ ὁμώνυμα τοῖς γλυπτοῖς δαιμόνια. Καὶ ὅταν λέγηται, ὅτι Ἥξει εἰς Αἴγυπτον Κύριος. καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτοο, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται, τὴν αὐτὴν διάνοιαν ξξηγούμεθα. Τὰ γὰρ δαιμόνια, τὰ πρυσδιατρίβοντα τῷ περιγείῳ τόπῳ, σεισθήσεται φυγαδευύμενα, καὶ εἶς τὸν οἰκεῖον τῆς ἀβύσσου ἀπελαθήσεται τόπον, ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυρίου. Διὰ τοῦτο ἐπικατάρατος πᾶς ὅστις ποιήσει γλυπτὸν, καὶ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ, ὅτι κακὸν ἑαυτῷ θησαύρισμα διὰ τοῦ γλυπτοῦ τὸν ἐπακολουθοῦντα αὐτῷ δαίμονα ἐπηγάγετο, κωὶ κατάραν σύνοικον διὰ τοῦ δαίμονος ἐπεσπάσατο.
ues dedicated to them. For perhaps their aerial bodies are even nourished, or fiery ones as well, or compounded from both elements. And the history of the Reigns also shows that demonic power sits beside the statues dedicated to their name. For the foreigners, it says, took the ark of God, and brought it in next to Dagon, and the Azotians rose early on the morrow, and behold Dagon had fallen forward upon the ground. Dagon, then, was the visible statue; whereas he who fell upon his face was the demon overcome by the glory surrounding the ark of God, falling himself upon his face, and casting down together with himself the thing made by hands. Wherefore those who eat things sacrificed to idols are called partakers of the table of demons, since the victim offered to the idol has also been apportioned in part to the demon sitting beside it, the demon taking a certain portion both from the vaporized blood, and from the smoking fat, and from the rest of the whole burnt-offerings. And he who drinks from the cup from which the libation is poured drinks the cup of demons. Wherefore the carved images shall howl, that is, the demons bearing the same name as the carved images. And whenever it is said that The Lord shall come into Egypt, and the things made by hands of Egypt shall be shaken, and their heart shall be defeated, we expound the same sense. For the demons that linger about the earthly region shall be shaken as they are put to flight, and shall be driven off to their own place of the abyss, at the coming of the Lord. Wherefore cursed is everyone who shall make a carved image and a molten image, the work of the hands of a craftsman, and shall set it in a secret place, because through the carved image he brought upon himself as an evil treasure the demon that attends it, and drew upon himself an indwelling curse through the demon.
237· Καὶ ἔσται, ὅταν συντελέσῃ Κόριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ ἐπέξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Μετὰ τὸ προστάξαι τοῖς γλυπτοῖς τοῖς ἐν Ἱερουσαλὴμ καὶ τυῖς ἐν Σαμαρείᾳ ὀλολυγμὸν, καὶ τῇ ἐπ' αὐτοῖς ἀμειλῇ οἷον καθαρισθείσης λοιπὸν τῆς Ἱερουσαλὴν, καὶ τοῦ ὁπὸ τῶν εἰδώλων μιάσματος ἐλευθερωθείσης, καὶ παιδευθείσης ταῖς πληγαῖς ταῖς κολαστικαῖς, ἃς διὰ τοῦ παραδοθῆναι τοῖς Ἀσσυρίοις ὑπέμενον, τότε λοιπὸν ἀπειλεῖ ὁ λόγος ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων τὴν πληγὴν μεταθήσειν. Ἐπειδὴ γὰρ ὑπερήρθη τῷ φρονήματι, καὶ οὐκ ἐνόησεν, ὅτι ἡ ἐκείνων ἁμαρτία αἰτία γέγονε τῶν
237. And it shall be, when the Lord finishes doing all things on Mount Sion and in Jerusalem, He will bring punishment upon the great mind, the ruler of the Assyrians, and upon the height of the glory of his eyes. After enjoining howling upon the carved images in Jerusalem and those in Samaria, and Jerusalem being as it were cleansed henceforth by the threat against them, and freed from the defilement of the idols, and chastened by the punitive strokes which they endured through being delivered over to the Assyrians, then henceforth the word threatens to transfer the stroke onto the ruler of the Assyrians. For since he was lifted up in pride, and did not understand that their sin became the cause of
Notes, col. 533

On the reading

Printed ἱστορια, for ἱστορία.

Printed δόναμις, for δύναμις.

Printed ὦρθρωσαν, for ὤρθρωσαν.

Printed ὐ, for ὁ.

Printed κιβωτὰ, for κιβωτὸν.

Printed Αἰγύπτοο, for Αἰγύπτου.

Printed ξξηγούμεθα, for ἐξηγούμεθα.

Printed πρυσδιατρίβοντα, for προσδιατρίβοντα.

Printed φυγαδευύμενα, for φυγαδευόμενα.

Printed εἶς, for εἰς.

Printed κωὶ, for καὶ.

Printed Κόριος, for Κύριος.

Printed ἐπέξει, for ἐπάξει.

Printed τυῖς, for τοῖς.

Printed ἀμειλῇ, for ἀπειλῇ.

Printed Ἱερουσαλὴν, for Ἱερουσαλὴμ.

Printed ὁπὸ, for ὑπὸ.

PG 30:536Read from the page
τοσούτων κακῶν, ἀλλ' ᾠήθη ἰδίᾳ ἐπινοίᾳ καὶ δυνάμει δεδυνῆσθαι κατὰ τῆς Ἱερουσαλήμ· διὰ ταύτην τὴν ἀλαζονείαν καὶ τὸ ἄλογον ὕψος τῆς κατὰ τὸν νοῦν ἐπάρσεως, Ἐπάξει, φησὶν, ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Μέγας ὁ μέν τίς ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, ὁ δὲ κατὰ τὴν οἴησιν, καὶ τὴν ὑπερβολὴν τῶν οὐδὲν αὐτῷ προσηκόντων. Νοῦς δὲ μέγας, ὡς ἀληθῶς ὁ τὰ μεγάλα θεωρῶν, ὁ δυνάμενος τοῖς λόγοις τοῖς δημιουργικοῖς ἐπιβάλλειν. καὶ ἀπ' αὐτῶν τὸ κάλλος τῆς σοφίας τοῦ τεχνίτου τῶν ὅλων κατανοεῖν. Μέγας ὁ τῇ οἰκονομίᾳ τῶν παρὰ Θεοῦ γινομένων καὶ τῇ μέχρι τῶν λεπτοτάτων διηκούσῃ παρ' αὐτοῦ προνοίᾳ ἐπιβάλλειν δυνάμενος, καὶ ἐντεῦθεν αὐτοῦ τὰ δίκαια κρίματα θεωρεῖν. Μέγας ὁ νοῦς, ὁ διὰ τῶν ἀγγέλων, καὶ τῶν δυνάμεων, καὶ πάσης τῆς περὶ τὰ ὑπερκόσμια δόξης, τὸν βασιλέα τῆς δόξης καὶ Κύριον τῶν δυνάμεων ἐννοῶν. Ὁ μέντοι ἑαυτὸν μακαρίζων καὶ ὑπεραίρων, οἰησίσοφός τις καὶ ματαιόφρων μᾶλλον δικαίως ἢ μέγας κατὰ νοῦν ὀνομάζοιτο. Πλὴν ἀλλ'. ἐπειδὴ σύνηθες τῇ Γραφῇ τῇ τῶν πολλῶν οἰήσει πρὸς τὰς ὀνομασίας ἀκολουθεῖν, μέγαν εἴρηκε νοῦν, οὐ τὸ τῇ φύσει μεγαλεῖον προσμαρτυρῶν, ἀλλὰ τὸ ἐκ τῆς οἰήσεως ἐπιφημισθὲν αὐτῷ ὀνομάζων. Διὰ τοῦτο κολάζων ὑπερηφανίαν ὁ Κύριος, καὶ ταπεινῶν αὐτοῦ τὴν ὑψηλοφροσύνην, ἐπάγειν λέγεται ἐπὶ τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων. Τὴν δὲ ἀσθενῆ ὑπόληψιν ἐξελέγχων, ἐπὶ τὸ ὕψος φησὶ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ ἐπάξειν τὴν κόλασιν. Καὶ γὰρ τὴν δόξαν, πολύσημον οὖσαν φωνὴν, κατὰ ἓν τῶν σημαινομένων ὡρίσαντό τινες, ἀσθενῆ ὑπόληψιν.
so many evils, and supposed instead that by his own contrivance and power he had prevailed against Jerusalem; because of this boastfulness and the irrational height of his mental exaltation, He will bring punishment, it says, upon the great mind, upon the ruler of the Assyrians and upon the height of the glory of his eyes. One man is great according to his own nature, and another according to conceit, and the excess of things that in no way belong to him. Now a truly great mind is one that contemplates great things, able to apply itself to the creative principles, and from them to perceive the beauty of the wisdom of the Artificer of the universe. Great is he who is able to apply himself to the dispensation of the things brought to pass by God and to the providence proceeding from Him that reaches even to the minutest things, and thence to behold His righteous judgements. Great is the mind that through the angels, and the powers, and all the glory surrounding things above the world, conceives of the King of glory and Lord of hosts. He, however, who counts himself blessed and exalts himself would more justly be named conceitedly wise and vain-minded than great in mind. Nevertheless, since it is customary for Scripture to follow the opinion of the many in designations, he called him a great mind, not bearing witness to greatness by nature, but naming what was attributed to him out of conceit. Wherefore the Lord, punishing arrogance and humbling his haughtiness, is said to bring punishment upon the great mind of the Assyrians. And convicting his weak supposition, it says that He will bring punishment upon the height of the glory of his eyes. For indeed some have defined glory, being a word of many meanings, according to one of its significations as weak supposition.
238· Δύναται δὲ ὁ νοῦς ὁ μεγας καὶ ὁ φρόνιμας, ὁ ἀντὶ τοῦ πανούργου λαμβανόμενος. Ὡς, Ὁ ὄφις φρονιμώτερος τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· καὶ ὁ οἰκονύμος τῆς ἀδικίας φρονίμως ἐποίησε. Καὶ, Οἱ υἱοὶ τοῦ αἴῶνος τούτου φρονιμώτεροι ὑπέρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν αὐτῶν. Ἡρμήνευσε δὲ ἡμῖν ὁ Ἀπόστολος τοῦ φρονίμου τὴν ἔννοιαν, ἐν τῇ πρὸς Κορινθίους, εἰπών· Φοβοῦμαι δὲ, μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐροῦ. Ἔδειξε γὰρ, ὅτι ἡ ἱστορία τὴν ψεκτὴν φρονιμότητα τῷ ὄφει προσματυρεῖ, ἐκ τοῦ αὐτὸν εἰς πανουργίαν μεταβάλλειν τὸ φρόνιμον. Οὕτως οὖν καὶ νοῦς μέγας, οὐ κατά τινος ἐπαινετοῦ, ὡς οἱ τὰ παρ' Ἕλλησι σημαινόμενα ἀκριβοῦντες ἔταξαν, λέγοντες τὸν νοῦν εἶναι φρόνησιν συνεστραμμένην, ἀλλὰ ψευδωνύμως. Ἢ αὐτὸς ἑαυτὸν ἐκθαυμάζων, ἢ παρὰ τῶν
238. The great and prudent mind can also be that which is taken in place of the crafty. As: The serpent was more prudent than the beasts upon the earth; and the steward of unrighteousness acted prudently. And: The sons of this age are more prudent than the sons of light towards their own generation. And the Apostle expounded for us the meaning of prudent, in the Epistle to the Corinthians, saying: But I fear lest, as the serpent deceived Eve in his craftiness. For he showed that the history attributes blameworthy prudence to the serpent, from his turning prudence into craftiness. Thus, then, a great mind also is spoken of not in respect of anything praiseworthy, as those who precisely determine meanings among the Greeks have laid down, saying that mind is concentrated prudence, but falsely so called. Either admiring itself exceedingly, or from
Notes, col. 536

On the reading

Printed μεγας, for μέγας.

Printed φρόνιμας, for φρόνιμος.

Printed οἰκονύμος, for οἰκονόμος.

Printed αἴῶνος, for αἰῶνος.

Printed αὐροῦ, for αὐτοῦ.

Printed προσματυρεῖ, for προσμαρτυρεῖ.