Migne Reading Room

PG 30 · cols. 513–524 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:513Read from the page
αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ἐκ τούτου παρίσταται, ὅτι ἐκ τοῦ πατρικοῦ προσώπου ἐστὶ τὰ λεγόμενα. Διὰ τὸ εἰρηνοποιῆσαι αὐτὸν διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴρηται τὸ, Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Οἶμαι τὸ τῆς ἀναστάσεως δείκνυσθαι διὰ τούτου μυστήριον. Ἐπειδὴ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ, διὰ τοῦτο ὑγεία ἄγεσθαι αὐτῷ λέγεται, ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφε. Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Εἰρήνην, φησὶ, δίδωμι ὑμῖν, οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ διδωμι ὑμῖν. Διὰ τοῦτο οὐκ ἔστιν ὅριον τῆς εἰρήνης αὐτοῦ· ἐπειδὴ ὑπερκόσμιόν ἐστι τὸ δῶρον. Εἰ γὰρ ἐκ τοῦ κόσμου ἦν, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. Νῦν δὲ ὁ δεξάμενος αὐτοῦ τὴν εἰρήνην καὶ φυλάξας εἰς τὸν αἰῶνα χρόνον τοῖς ἐκ τῆς εἰρήνης καλοῖς συμβιώσεται. Ἡ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιωρίζετο· ἡ δὲ παρὰ τοῦ Κυρίου εἰρήνη τῷ αἰῶνι παντὶ συμπαρεκτείνεται, ἀπεριόριστος οὖσα καὶ ἀτερμάτιστος. Πάντα γὰρ ὑποταγήσεται αὐτῷ, καὶ πάντα ἐπιγνώσεται τὴν αὐτοῦ δεσποτείαν· καὶ ἐπειδὰν γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, καθησυχασθέντων τῶν θορυβούντων ταῖς ἀποστασίαις, ἐν εἰρηνικῷ συμφωνίᾳ τὸν Θεὸν ὑμνήσουσιν. Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν. Διὰ τὸ εἰρῆσθαι, ὅτι Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, πάντες σχεδὸν ὁμοφώνως, ἐκ σπέρματος Δαβὶδ εἶναι τὸ κατὰ σάρκα τὸν Κύριον, καταγγέλλουσιν. Ἐπὶ οὖν τὸν θρόνον Δαβὶδ, καὶ την βασιλείαν αὐτοῦ καθήσεται, ὥστε κατορθῶσαι αὐτὴν, καὶ ἀντέχεσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. Τὰ κρίματά σου, φησὶν, ἄβυσσος πολλή· καὶ, Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Οὔτε οὖν τὰ κρίματα καταληπτὰ, οὔτε ἡ δικαιοσύνη κατ' ἀξίαν τοῦ ὕψους θεωρητή. Καὶ ταῦτα ποιήσει ὁ ζῆλος Κυρίου Σαβαώθ. οὗτος ταῦτα ποιήσει.
of Him, and of His peace there is no bound. From this it is shown that what is spoken is from the person of the Father. Because He made peace through the blood of His cross, whether as to the things upon the earth or the things in the heavens, it has been said, For I will bring peace upon the rulers, and health to Him. I think the mystery of the resurrection is shown through this. For since He was crucified out of weakness, yet lives by the power of God, on this account health is said to be brought to Him, with respect to the weakness of the flesh which He took up on our behalf. And of His peace there is no bound. Peace, He says, I give to you; not as the world gives do I give to you. On this account there is no bound of His peace, since the gift is supramundane. For if it were of the world, it would have been brought to an end together with the constitution of the world. But as it is, he who has received His peace and guarded it will live forever amidst the good things that come from peace. Solomon's peace was circumscribed by a fixed number of years; whereas the peace from the Lord extends alongside the whole age, being unbounded and interminable. For all things will be subjected to Him, and all things will recognize His lordship; and whenever God becomes all in all, when those raising tumults by their apostasies have been quieted, in peaceful harmony they will hymn God. Upon the throne of David, and upon his kingdom, to establish it rightly. Because it has been said, A ruler shall not fail from Judah, nor a leader from his thighs, until the things stored up for Him come, nearly all with one voice proclaim that the Lord according to the flesh is from the seed of David. Upon the throne of David, therefore, and his kingdom He will sit, so as to establish it rightly, and to uphold it in judgement and in righteousness. Thy judgements, it says, are a great abyss; and, Thy righteousness is like the mountains of God. Neither, therefore, are the judgements comprehensible, nor can the righteousness be contemplated worthily of its height. And the zeal of the Lord Sabaoth will do these things. this will do these things.
227. Λόγον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε, λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. Ἐν τῇ προσηγορίᾳ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ δύο πραγμάτων ἔννοιαν
227. The Lord sent a word upon Jacob, and it came upon Israel. And all the people of Ephraim shall know, and those sitting in Samaria, in insolence and a lofty heart saying: Bricks have fallen, but come, let us hew stones, and let us cut down sycamores and cedars, and let us build ourselves a tower. In the appellation of Jacob and of Israel the notion of two things
Notes, col. 513

On the reading

Printed διδωμι, for δίδωμι.

Printed εἰρηνικῷ, for εἰρηνικῇ.

Printed την, for τὴν.

PG 30:516Read from the page
ὑποβάλλειν ἡμῖν ὁ λόγος ἔοικε· τήν τε εἰσαγωγὴν τῶν ἀτελεστέρων, καὶ τὴν ἐπὶ τὸ ἀκρότατον τῆς ἀρετῆς τελείωσιν. Τοῦτον δὲ ἡμῖν ὑποβάλλει τὸν νοῦν ὁ τρόπος τῆς μετωνομασίας τοῦ πατριάρχου. Ἐπὶ μὲν γὰρ τῇ γενέσει, διὰ τὸ ἐπειλῆφθαι τῆς πτέρνης τοῦ ἀδελφοῦ, Ἰακὼβ εἴρηται· μετὰ δὲ τὴν πάλην, ἀντὶ ἄθλου δίδοται αὐτῷ ἡ προσηγορία ὡς νενικηκότι. Οὐ γὰρ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Ἀπεστάλη τοίνυν Λόγος πρὸς Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ τὸν Ἰσραήλ. Διὰ μὲν γὰρ ἐλεημοσύνην τοῖς ἀσθενεστέροις πρώτοις συγκαταβαίνει ὁ Λόγος· οἱ δὲ διορατικώτεροι, αἰσθανόμενοι τῆς ἀπ' αὐτοῦ ὠφελείας, οἱονεὶ διαρπάζουσιν αὐτὸν, τὴν πρὸς οὓς ἀπεστάλη νωθρότητα προλαμβάνοντες. Λόγον οὖν ἀπέστειλε Κύριος ἐπὶ Ἰακώβ. Οἶδας τὸν Λόγον τὸς ἐν ἀρχῇ ὄντα, τὸν πρὸς τὸν Θεὸν ὄντα; Τοῦτον ἀπέστειλεν ὁ Πατὴρ ἐπὶ Ἰακώβ. Ἐγνώρισε δὲ αὐτὸν ὁ ἀληθινὸς Ἰσραὴλ, αἱ ψυχαὶ αἵ διορατικώτεραι. Καὶ ἐπέγνω πᾶς ὁ λαὸς Ἐφραῒμ, οἱ πρότερον καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ. Οὗτός ἐστιν Ἐφραῒμ, ἐξ οὗ βλαστήσας ὁ ἀποστάτης Ἰεροβοὰμ, τὰς δέκα φυλὰς ἑαυτῷ συναπέσχισε, καὶ χρυσᾶς δαμάλεις ἀναπλάσας, ἀναχωρῆσαι τὸν λαὸν ἔπεισε τῆς λατρείας τοῦ Θεοῦ, καὶ λατρεύειν εἰδώλοις Αἰγυπτίων. Οἱ οὖν καθήμενοι ἐν Εαμαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, οὗτοι τῆς ἀληθείας ἐν συναισθήσει γενόμενοι, ἐδέξαντο τὸν λόγον, καθὼς καὶ αἱ Πράξεις διηγοῦνται, ὅτι ἤκουσαν οἱ ἀπόστολοι, ὅτι ἡ Σαμάρεια δέδεκται τὸν λόγον. Εἶτα διαγράφει αὐτῶν ὁ προφήτης τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ὅση ἦν. Καταφρονοῦντες γὰρ τῆς μερίδος τοῦ Δαβὶδ, ὡς εὐκαθαίρετον ἐχούσης τὴν βασιλείαν, ἔλεγον ἐπὶ χλεύη τὸ, Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε, λαξεύσωμεν λίθους. Πλίνθους μὲν ὠνόμαζον τὴν οἰκοδο-
the word seems to suggest to us: both the introduction of the more imperfect, and the perfection unto the highest summit of virtue. And the manner of the patriarch's change of name suggests this sense to us. For at his birth, because he had laid hold of his brother's heel, he was called Jacob; whereas after the wrestling, in place of a prize the appellation is given to him as to one who has prevailed. For your name shall no longer be called Jacob, but Israel shall be your name. The Word, therefore, was sent to Jacob, and came upon Israel. For out of mercy the Word condescends first to the weaker; whereas the more discerning, perceiving the benefit from Him, as it were seize Him eagerly, anticipating the sluggishness of those to whom He was sent. The Lord, therefore, sent a Word upon Jacob. Do you know the Word Who was in the beginning, Who was with God? This One the Father sent upon Jacob. And the true Israel knew Him, the more discerning souls. And all the people of Ephraim came to know, those formerly sitting in Samaria in insolence and a lofty heart. This is Ephraim, from whom the apostate Jeroboam having sprung up tore away the ten tribes together for himself, and having fashioned golden heifers persuaded the people to depart from the worship of God, and to worship the idols of the Egyptians. Those, therefore, sitting in Samaria in insolence and a lofty heart, once they came to an awareness of the truth, received the word, even as the Acts relate that the apostles heard that Samaria had received the word. Next the prophet depicts their insolence and arrogance, how great it was. For despising the portion of David, as having a kingdom easy to overthrow, they said in mockery, Bricks have fallen, but come, let us hew stones. Bricks, indeed, they called the building
228. Καὶ κόψωμεν, φησὶ, συκαμινους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον, ἀντὶ τοῦ ναοῦ, ὃν κατεσκεύασε τῷ Ἰούδᾳ ὁ Σολομών. Ὅμοια διενοοῦντο τοῖς δι' ὑψηλῆς πύργου κατασκευῆς ἐπιχειροῦσιν ἑαυτοῖς βάσιμον ποιῆσαι τὸν οὐρανόν. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Δεῦτε, πλινθεύσωμεν ἑαυτοῖς πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί· καὶ πάλιν· Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Ἡ δὲ συκάμινος δένδρον ἐστὶ πολυφορώτατον καρπῶν οὐδεμίαν ποιότητα ἐχόντων, εἰ μὴ τις ἐξ ἐπι-
228. And let us cut down, he says, sycamores and cedars, and let us build ourselves a tower, in place of the temple which Solomon constructed for Judah. They were devising things like those who through the construction of a lofty tower attempted to make heaven accessible to themselves. For they too said: Come, let us make bricks for ourselves, and bake them with fire; and again: Come, let us build ourselves a city and a tower, whose head shall be up to heaven. Now the sycamore is a tree most prolific of fruits having no quality at all, unless someone out of
Notes, col. 516

On the reading

Printed τὸς, for τὸν.

Printed αἵ, for αἱ.

Printed Εαμαρείᾳ, for Σαμαρείᾳ.

Printed χλεύη, for χλεύῃ.

Printed συκαμινους, for συκαμίνους.

Printed μὴ τις, for μή τις.

PG 30:517Read from the page
μελείας ἀμύξας, ὀπόν τινα αὐτοῖς ἐπισπάσαιτο, ἡδονὴν ἐμποιοῦντα τῇ γεύσει. Ὅθεν ἡγούμεθα σύμβολον εἶναι τῆς ἐθνικῆς συναγωγῆς, πληθυνούσης μὲν, οἱονεὶ μεμωραμμένης, διὰ τὴν ἐν τοῖς ἐθνικοῖς ἐηιτηδεύμασι συνήθειαν, ἣν ἐὰν καταμύξαι τις διὰ τοῦ λόγου δυνηθῇ, γλυκανθεῖσα τῇ μεταβολῇ, εἰς εὐχρηστίαν μεταβάλλεται. Καὶ αἱ κέδροι λαμβάνονται μέν ποτε καὶ εἰς εἰκόνα ψυχῶν μεγάλων, καὶ ἀξιόλογον ἐχουσῶν δίαρμα, ἐκ τοῦ διανεστηκέναι τῷ φρονήματι, καὶ τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς· καθὼς ἐδιδάχθημεν ἐν Ψαλμοῖς, νῦν μὲν εἴς τὸν αἶνον τοῦ Θεοῦ παραλαμβάνοντος αὐτὰς τοῦ Δαβὶδ, καὶ λέγοντος· Ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι· πάλιν δέ· Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν. Ἤδη δὲ καὶ τὰ σκληρὰ καὶ δύσκαμπτα ἤθη, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, κέδρους ἔγνωμεν λεγόμενα. Διὰ τοῦτο Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· Καὶ οἱ ἐπαιρόμενοι ἐπὶ τῇ ψευδωνύμῳ γνώσει, καὶ φαντασιούμενοι ὡς τὰ μυστήρια τοῦ ὑπεράνω Θεοῦ κατειληφότες, κέδροι λέγονται. Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Ὧν ἡ ἐξολόθρευσις ταχεῖα· Παρῆλθον γὰρ, καὶ ἰδοὺ οὐκ ἦν. Ταύτας οὖν τὰς κέδρους παρελάμβανον εἰς τὴν τοῦ πύργου κατασκευὴν οἱ πρὸ τῆς ἐπιδημίας τοῦ Λόγου καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει, καὶ χλευάζοντες τὴν κατὰ τὸν Ἰούδαν θεοσέβειαν, καὶ πλίνθους πεπτωκυίας λέγοντες τὰ ἐν δόγμασιν ἐκείνων οἰκοδομήματα.
diligence, having scarified them, draws out into them a certain sap producing pleasure to the taste. Hence we consider it to be a symbol of the Gentile synagogue, multiplying indeed, yet as it were grown insipid on account of its habituation to Gentile pursuits; which, if someone is able to scarify through the word, sweetened by the change, is transformed into usefulness. And cedars also are sometimes taken as an image of great souls possessing a noteworthy elevation, from their having risen aloft in mindset and having their citizenship in the heavens; just as we were taught in the Psalms, when David at one time takes them up for the praise of God, saying: Fruit-bearing trees, and all cedars; and again: The trees of the plain shall be satisfied, the cedars of Lebanon, which He planted. Yet we have also known harsh and unbending characters, lifting themselves up against the knowledge of God, to be called cedars. On this account, The Lord crushes the cedars of Lebanon; and those lifting themselves up over falsely so-called knowledge, and imagining that they have comprehended the mysteries of the God Who is above all, are called cedars. For I saw the ungodly highly exalted and lifting himself up like the cedars of Lebanon. Whose utter destruction is swift: For I passed by, and behold, he was not. These cedars, therefore, those sitting in Samaria in insolence before the sojourn of the Word were taking up for the construction of their tower, mocking the godliness practised in Judah, and calling the buildings raised in their doctrines fallen bricks.
229. Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ' αὐτὸν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει· Συρίαν ἀφ' ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ῥάξειν οὖν αὐτοὺς ἐπαγγέλλεται. καὶ καταβαλεῖν πάντας τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν, καὶ διασκεδάσειν αὐτῶν τὴν κατὰ τῆς ἀληθείας ἀσεβῆ συμφωνίαν. Εἰσὶ δὲ οἱ ἐχθροὶ Σύροι καὶ Ἕλληνες· οἱ μὲν τὰ πρὸς ἀνατολὰς τοῦ ἡλίου κατέχοντες, οἱ δὲ τὰ πρὸς ταῖς δυσμαῖς. Διὰ τοῦτο δὲ διασκεδασθήσονται, ἐπειδὴ κατήσθιον ὅλῳ τῷ στόματι τὸν Ἰσραήλ. Στόμα δὲ λέγει νῦν τὴν σοφιστικὴν τοῦ λόγου δύναμιν, ᾗ πάσῃ κατεκέχρηντο εἰς τὴν ἐπιβουλὴν τῶν ἐν ἁπλότητι
229. And God will dash down those rising up against Mount Zion upon him, and will scatter his enemies: Syria from the rising of the sun, and the Greeks from the setting of the sun, who devour Israel with their whole mouth. He promises, therefore, to dash them down, and to cast down all those rising up against Mount Zion, and to scatter their ungodly concord against the truth. Now the enemies are Syrians and Greeks: the former occupying the parts towards the rising of the sun, the latter the parts towards the setting. And on this account they will be scattered, since they devoured Israel with their whole mouth. By mouth he now means the sophistical power of speech, all of which they abused for plotting against those who in simplicity
Notes, col. 517

On the reading

Printed ἐηιτηδεύμασι, for ἐπιτηδεύμασι.

Printed εἴς, for εἰς.

PG 30:520Read from the page
πεπιστευκότων τῷ Θεῷ. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός· ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη· καὶ τὸν Κύριον τῶν δυνάμεων οὐκ ἐζήτησαν. Ἐπὶ τούτοις πᾶσι, διὰ τὸ μήπω κατανυγῆναι μαστιζομένους τοὺς ἐχθροὺς τοῦ Θεοῦ, οὔπω ὁ θυμὸς ἀπεστράφη, ἀλλ' ἔτι ἡ χεὶρ ἡ κολαστικὴ δύναμις ἐπηρμένη ἐστὶν ἐπὶ τῶν μὴ μετανοοόντων ἐπὶ τῇ κακίᾳ καὶ πονηρίᾳ ᾗ ἔπραξαν. Ἐπειδὴ οὖν ὁ λαὸς οὗτος οὐ διὰ λόγου ἀλλὰ διὰ πληγῆς θεραπεύεται, γέγραπται· Καὶ πᾶς ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη. Διόπερ ἀναγκαῖαι τοῖς τοιοῖσδε αἱ πληγαί. Μηδεὶς οὖν πολυπραγμονείτω τὰς αἰτίας τῶν σκυθρωποτέρων· διὰ τί αὐχμοὶ, διὰ τί ἐπομβρίαι, διὰ τί σκηπτοὶ, διὰ τί χάλαζαι; Δι' ἡμᾶς τοὺς τὴν ἀμετανόητον καρδίαν ἔχοντας, καὶ μὴ πρότερον ἐπιστρέφοντας, ἐὰν μὴ πληγῶμεν. Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ. Μετὰ τὸ φθάσαι ἐπ' αὐτοὺς τὸν Λόγον τὸν ἀπεσταλμένον, πὰσαν τὴν κακὴν αὐτῶν διάταξιν συγχυθήσεσθαι λέγει, καὶ περιαιρεθήσεσθαι μὲν ἄρχοντας, καὶ τοὺς ἑπομένους, τούς τε ἐν δυναστείᾳ μέγα φυσῶντας, καὶ τοὺς ὑποβεβηκότας. Ἀτιμασθήσεται πρεσβυτέρων προεδρία, καὶ τῶν κατὰ προσωποληψίαν κρινόντων. Οἱ δὲ μηδεμίαν τάξιν ἔχοντες ἐν τῷ λαῷ, αὐτοχειροτόνητοι δὲ καὶ προφητικὸν ἑαυτοῖς ἐπιψευδόμενοι χάρισμα, ὃ μὴ ἔλαβον παρὰ τοῦ Πνεύματος, καὶ διδάσκοντες τὰ ἄνομα· οἷος ἦν ἐπὶ Ἱερεμίου ὁ Ἀνανίας, καὶ ἐπὶ Μιχαίου οἱ ψευδοπροφῆται, ἐν οἷς ἐγένετο πνεῦμα ψευδὲς, ὃ ἐξηπάτα τὸν Ἀχαὰμ, προτρεπόμενον ἐπὶ τὸν κατὰ τῶν Σύρων πόλεμον· ἀφαιρεθήσονται καὶ οὗτοι οἱονεὶ τὴν οὐραγίαν τοῦ λαοῦ κατέχοντες.
had believed in God. For all these things wrath was not turned away, but still the hand is lofty. And the people did not turn back until they were struck; and they did not seek the Lord of hosts. For all these things, because the enemies of God when scourged have not yet been pricked with compunction, wrath has not yet been turned away, but still the hand, the punitive power, is lifted up over those who do not repent of the malice and wickedness which they practised. Since, therefore, this people is healed not through speech but through a blow, it is written: And all the people did not turn back until they were struck. Wherefore blows are necessary for such men. Let no one, then, pry curiously into the causes of gloomier events: why droughts, why floods of rain, why thunderbolts, why hailstorms? Because of us who have an unrepentant heart, and do not turn back beforehand unless we are struck. And the Lord will take away from Israel head and tail, great and small, in one day. After the Word Who was sent has reached them, he says that their whole evil order will be confounded, and rulers and their followers will be stripped away, both those puffing themselves up greatly in power and their subordinates. The front seat of elders, and of those judging with partiality, will be dishonoured. And those holding no rank among the people, self-ordained and falsely claiming for themselves a prophetic gift which they did not receive from the Spirit, and teaching lawless things—such as Hananiah was in the days of Jeremiah, and in the days of Micaiah the false prophets in whom there was a lying spirit which deceived Ahab, urging him on to the war against the Syrians—these too will be taken away, occupying as it were the rear-guard of the people.
230. Ἀλλὰ καὶ οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον, καὶ πλανῶντες αὐτὸν, λαὶ διὰ τῆς ἀπάτης ἐκκαρπούμενοι. Διὰ τοῦτο οὔτε ἐπὶ τοὺς νεανίσκοις καὶ ἀκμάζουσιν ἐν αὐτοῖς εὐφρανθήσεται ὁ Κύριος. Οὔτε εἴ τις ὀρφανὸς ἐν τῷ τοιούτῳ λαῷ, οὔτε εἴ τις χήρα, ἐλεηθήσεται. Τὸ μὲν γὰρ ἀσθενὲς καὶ ἀβοήθητον, ἐλέους ἄξιον· τὸ δὲ δυνατὸν ἐν κακίᾳ καὶ πονηρίᾳ, ἀποστροφῆς καὶ μίσους. Εἶτα ἐπάγει, ὅτι οὐδέπω ὁ θυμὸς αὐτοῦ ἀποστρέφεται· ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ ἐπίκειται, διὰ τοὺς πλανῶντας ἐν τῷ λαῷ καὶ πλανωμένους, παρ' οἷς πάντες ἄνομοι καὶ πονηροὶ, καὶ ἄδικα λαλοῦντες. Ἔχει δέ τινα ἡ ἀπειλὴ εὐεργεσίας ἔμφασιν, ὅτι Καυθήσεται ἡ ἀνομία ὡς πῦρ. Τὴν γὰρ παρασκευασθεῖσαν ὕλην ἐκ τῆς ἀνομίας ἀφανισμῷ παραδοθῆναι ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων παρὰ τοῦ ἀγαθοῦ Δεσπότου ᾠκονόμηται. Καὶ ὡς ἄγρωστις, φησὶ, ξηρὰ βρωθήσεται ὑπὸ πυρὸς, καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Ἕως μὲν ἐγκέχωσται τοῖς γηίνοις πάθεσιν
230. Moreover, those also who call this people blessed, and lead them astray, and reap profit from them through deceit. On this account the Lord will not rejoice over the youths and those in their prime among them; nor, if there is any orphan among such a people, nor if there is any widow, will mercy be shown. For what is weak and helpless is worthy of mercy; whereas what is strong in malice and wickedness is worthy of aversion and hatred. Next he adds that His wrath is not yet turned away, but still His lofty hand lies upon them, because of those leading astray among the people and those led astray, among whom all are lawless and wicked, and speaking unjust things. Yet the threat carries a certain indication of beneficence, in that Lawlessness shall be burned like fire. For it has been dispensed by the good Master for the benefit of men that the matter prepared out of lawlessness should be handed over to destruction. And like dry grass, he says, it shall be devoured by fire, and shall burn in the thickets of the forest. So long as it lies buried in earthly passions,
Notes, col. 520

On the reading

Printed μετανοοόντων, for μετανοούντων.

Printed πὰσαν, for πᾶσαν.

Printed λαὶ, for καὶ.

Printed τοὺς, for τοῖς.

PG 30:521Read from the page
ἡ ψυχὴ, ὡς ἄγρωστις τὰ παθη αὐτῆς, ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐκφυόμενα, διέρπει, δι' ἀλλήλων τὴν γένεσιν ἔχοντα, καὶ ἄλλα ἐπ' ἄλλοις γεννώμενα. Ὡς γὰρ ἡ ἄγρωστις πολυγονώτατόν ἐστιν ἐν βοτάναις, καὶ οὐδαμοῦ καταλήγει αὐτῆς ἡ γέννησις, ἀλλ' ἀεὶ τὸ πέρας τῆς πρώτης γενέσεως ἀρχὴ τοῦ ἐφεξῆς γίνεται· τοιαύτη καὶ ἡ τῶν ἁμαρτημάτων ἐστὶ φύσις· αὐτὴ ἑαυτὴν διαδέχεται. Καὶ γεννᾷ μὲν ἡ πορνεία πορνείαν· ἡ δὲ ἐν τῷ ψεύδει συνήθεια ψεύδους γίνεται μήτηρ, καὶ ὁ ἐν κλοπαῖς μελετήσας, κατατολμᾷ ῥᾳδίως τοῦ ἀδικήματος. Ἡ γὰρ προλαβοῦσα ἁμαρτία ἀφορμὴ ἁμαρτίας γίνεται. Ἐὰν οὖν γυμνώσωμεν τὴν ἁμαρτίαν διὰ τῆς ἐξομολογήσεως, ἐποιήσαμεν αὐτὴν ξηρὰν ἄγρωστιν, ἀξίαν τοῦ ὑπὸ τοῦ καθαρτικοῦ πυρὸς καταβρωθῆναι· αὕτη δὲ καίεται ἐν τοῖς άσεσι ταῦ δρυμοῦ. Τήρησον ὅσα περὶ δρυμῶν εἴρηται ἐν τῇ πρώτη τῶν Βασιλειῶν. Πολεμούμενος ὁ λαὸς εἰσῆλθεν εἰς τὸν δρυμὸν, καὶ ἐκλείπει μὴ ἐσθίων. Ἀλλὰ καὶ Ἀβεσσαλὼμ πολεμούμενος εἴς δρυμὸν εἴσέρχεται. Ἐὰν οὖν μὴ γένηται ὡς ἅγρωστις ξηρὰ ἡ ἁμαρτία ἡμῶν, οὐ βρωθήσεται ὑπὸ πυρὸς, οὔτε κατακαυθήσεται. Καὶ τὰ δάση τοῦ δρυμοῦ τοὺς ὑπούλους λέγει καὶ συνεσκιασμένους τῇ διανοίᾳ, τοὺς ἐν τῷ κρυπτῷ τῆς καρδίας ἑαυτῶν πολλὰ τῶν κακῶν συντηροῦντας.
the soul, its passions creep through it like couch-grass, sprouting forth from the mindset of the flesh, deriving their generation through one another, and being born one upon another. For just as couch-grass is most prolific among plants, and nowhere does its generation cease, but ever the end of the first growth becomes the beginning of the next, such too is the nature of sins: it succeeds itself. And fornication begets fornication; habituation to falsehood becomes the mother of falsehood; and he who has practised thefts readily ventures upon wrongdoing. For the preceding sin becomes an occasion of sin. If, therefore, we lay bare our sin through confession, we have made it dry grass, worthy of being devoured by the purifying fire; and this burns in the thickets of the forest. Observe all that has been said concerning forests in the first book of Kingdoms. When hard pressed in war the people entered into the forest, and fainted from not eating. Moreover, Absalom too, when hard pressed in war, enters into a forest. Unless, therefore, our sin becomes like dry grass, it will neither be devoured by fire nor burned up. And by the thickets of the forest he means those who are festering beneath the surface and shaded over in mind, keeping safe many evils in the hidden recess of their own heart.
231. Εἶτα ἐπάγει, ὅτι Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη. Δείκνυσιν, ὅτι τὰ γήινα τῷ πυρὶ τῷ κολαστικῷ παραδίδοται, ἐπὶ εὐεργεσίᾳ τῆς ψυχῆς, καθὰ καὶ ὁ Κύριος ὑποφαίνει, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον ἰδεῖν εἰ ἤδη ἀνήφθη· Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος. Οὐκ ἀφανισμὸν ἀπειλεῖ, ἀλλὰ τὴν κάθαρσιν ὑποφαίνει, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Εἶτα τὴν κακίαν τὴν ἐν τῷ λαῷ, καὶ τὴν στάσιν τὴν ἐν αὐτοῖς ἀκατάπαυστον ἤδη, καὶ παντελῶς εἰς τὸ ἀνίατον προχωρήσασαν διαγράφει. Ἄνθρωπος γὰρ τὸν ἀδελφὸν ἑαυτοῦ, φησὶν, οὐκ ἐλεήσει ἕκαστος· ἀλλὰ προσιόντα ἐπὶ τό τινος τυχεῖν ἀντιλήψεως, ἐκκλι-
231. Next he adds, Through the wrath of the anger of the Lord the whole earth has been burned up together. He shows that earthly things are handed over to punitive fire for the benefit of the soul, even as the Lord also indicates, saying: I came to cast fire upon the earth, and I wished to see if it were already kindled; And the people shall be like a man burned up by fire. He does not threaten annihilation, but indicates purification, according to what is said by the Apostle, If anyone's work is burned up, he will suffer loss, yet he himself will be saved, but so as through fire. Next he depicts the malice among the people, and the faction among them now unceasing and having advanced altogether to an incurable state. For a man, he says, each one will have no mercy on his own brother; but when he approaches in order to obtain some help, he will turn
Notes, col. 521

On the reading

Printed παθη, for πάθη.

Printed άσεσι, for δάσεσι.

Printed ταῦ, for τοῦ.

Printed πρώτη, for πρώτῃ.

Printed εἴς, for εἰς.

Printed εἴσέρχεται, for εἰσέρχεται.

Printed ἅγρωστις, for ἄγρωστις.

PG 30:524Read from the page
νεῖ εἴς τὰ δεξιὰ, τουτέστιν, ἀδέξιος γίνεται. Ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ. Ὁ γὰρ μὴ ἐργαζόμενος δεξιὰ καὶ ἄποδοχῆς ἄξια, οὗτος ἐμπλησθήσεται ἐκ τῶν σκαιοτέρων καὶ ἀπηγορευμένων. Τί οὖν ἐστι τὸ, Φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ, ἑρμηνεύει. Καὶ οὐ μὴ ἐμπλησθῇ, φησὶν, ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ Βραχίονος αὐτοῦ. Θηριώδη τινὰ κατάστασιν τῆς ψυχῆς ὑποφαίνει, ἀλληλοφαγίαν τῶν ἀδελφῶν διηγούμενος, ὠμῶς ἐπιβαιλόντων ἀλλήλοις. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραΐμ· καὶ Ἐφραῒμ τοῦ Μανασσῆ. Ἐξαγριοῖ γὰρ αὐτοὺς ἡ κακία, καὶ θηρίοις ὠμοβόροις ποιεῖ παρεικάζεσθαι, οὐκ ἐμπιπλαμένους τοῦ ἐσθίειν ἀπὸ τῶν σαρκῶν τοῦ βραχίονος τοῦ ἑτέρου, ὧν τὸ τέλος ἐστὶ παντελὴς ἀπώλεια, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου, ὅτι Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ἀλλήλων ἀναλωθῆτε. Οὕτω δὲ πρὸς ἀλλήλους ἐχθρῶς διακείμενοι, ὅμως ἐν τῇ κατὰ τοῦ πλησίον ἐπιβουλῇ συμφωνήσουσιν. Ἅμα γὰρ πολιορκήσουσι τὸν Ἰούδαν, φησὶ, τουτέστι, τοὺς ἐξομολογουμένους τῷ Θεῷ, καὶ παραμένοντας αὐτοῦ τῇ λατρείᾳ. Ἰούδας γὰρ ἡ ἐξομολόγησις ἑρμηνεύεται. Ηλὴν ἡ κακία πρὸς ἑαυτὴν ἀσύμφωνος οὖσα, τῇ πρὸς τὴν ἀρετὴν μάχη ἐπιδείκνυταί τινα συμφωνίαν. Οἷον θρασύτης καὶ δειλία ἀλλήλαις ἀντίκεινται· ἡ μὲν ὑπερβολὴ τυγχάνουσα, ἡ δὲ ἔλλειψις· ἀλλὰ τῇ ἀνδρείᾳ ἐν μέσῳ κειμένῃ ὁμοίως μάχονται, οἱονεὶ πολιορκοῦσαι αὐτὴν ἑκατέρωθεν. Διὰ τοῦτο Ἐφραΐμ καὶ Μανασσῆς ἐσθίειν μὲν ἀλλήλων τὰς σάρκας λέγονται, πολιορκεῖν δὲ ὁμοῦ γενόμενοι τὸν Ἰούδαν.
aside to the right, that is, becomes awkward and ungracious. Because he shall be hungry and shall eat from his left. For he who does not work things upright and worthy of acceptance, this man will be filled with things more perverse and forbidden. What, then, He shall eat from his left means, he interprets: And a man, he says, shall by no means be filled eating the flesh of his own arm. He indicates a certain beastly condition of the soul, recounting the mutual devouring of brothers savagely attacking one another. For Manasseh shall eat of Ephraim, and Ephraim of Manasseh. For malice makes them savage, and causes them to resemble raw-flesh-eating beasts, never satisfied with eating from the flesh of the other's arm, whose end is utter destruction, according to what was said by the Apostle, If you bite and devour one another, take heed lest you be consumed of one another. Yet though thus hostilely disposed towards one another, they will nevertheless agree in plotting against their neighbour. For together they will besiege Judah, he says, that is, those confessing God and abiding in His worship; for Judah is interpreted confession. Yet vice, while discordant towards itself, displays a certain concord in the battle against virtue. For instance, rashness and cowardice are opposed to one another, the former being an excess and the latter a deficiency; yet they fight alike against courage, which lies in the mean, besieging it as it were from either side. On this account Ephraim and Manasseh are said indeed to eat one another's flesh, yet coming together to besiege Judah.
ΚΕΦΑΑΑΙΟΝ Ιʹ.
Chapter X.
232. Οὐαὶ τοῖς γράφουσι πονηρίαν· γράφοντες γὰρ, πονηρίαν γράφουσιν· ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρῖμα πενήτων τοῦ λαοῦ μου· ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Καὶ ὑποκάτω ἀνηρημένων πεσοῦν-
232. Woe to those who write wickedness; for in writing, they write wickedness, turning aside the judgement of the poor, wresting away the cause of the needy of my people, so that a widow is to them for plunder, and an orphan for spoil. And what will they do in the day of visitation? For your affliction shall come from afar. And to whom will you flee for refuge to be helped? And where will you leave behind your glory, so as not to fall into captivity? And beneath the slain they shall
Notes, col. 524

On the reading

Printed εἴς, for εἰς.

Printed ἄποδοχῆς, for ἀποδοχῆς.

Printed ἐπιβαιλόντων, for ἐπιβαινόντων.

Printed Ηλὴν, for Πλὴν.

Printed μάχη, for μάχῃ.

Printed ΚΕΦΑΑΑΙΟΝ, for ΚΕΦΑΛΑΙΟΝ.

Printed ἀνηρημένων, for ἀνῃρημένων.