συγγράφει, τὰ ἀγαθὰ πράσσων, ἢ καθ' ἑαυτοῦ ποιῶν χειρόγραφα, κατατίθεται πονηρά. Ἔστιν οὖν τι χειρόγραφον καθ' ἡμῶν χειρογραφούμενον ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὅταν πράξωμεν τὰ χείρονα· καὶ ἔστι τι ὑπὲρ ἡμῶν χειρόγραφον, ὅταν πράσσωμεν τὰ βελτίονα. Ἤδη δέ τινες, καὶ τὰ ἐν συμβολαίοις γράμματα ῥᾳδιουργοῦντες, καὶ παραποιοῦντες χαρακτῆρας γραμμάτων ἐν κτήσεσιν ἀγρῶν, καὶ διαθήκαις, καὶ ὑποθήκαις, καὶ συναλλάγμασι ποικίλοις, ὅσα διὰ τῆς τῶν γραμμάτων ἀποδείξεως τὴν σύστασιν ἔχει, γράφοντες· καὶ οἱ τοιοῦτοι πονηρίαν γράφουσι, διαστρέφοντες τὸ δίκαιον κρῖμα ἐπὶ τῶν πτωχῶν, καὶ διαρπάζοντες τὰ τῶν πενήτων τοῦ λαοῦ, ὥστε εἶναι αὐτοῖς χήραν εἰς κατάβρωμά, καὶ ὀρφανὸν εἰς κέρδος. Οἷα τὰ ἐν ταῖς τῶν πολέμων προνομαῖς τοῖς κρατοῦσι προσγίνεται, οὓς ὑπομιμνήσκει ὁ λόγος, ὅτι Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Τὴν τῆς κρίσεως ἡμέραν καὶ τῆς κατ' ἀξίαν τῶν ἑκάστῳ πεπλημμελημένων ἀνταποδόσεως, ἐπισκοπῆς εἶπεν ἡμέραν, ἣν τούτοις ἀπειλεῖ, ὅτι Ἡ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Νοήσωμεν δὲ τί λέγει, Πόῤῥωθεν, οὕτως. Ἡ σωτηρία ἡμῶν οὐ πόῤῥωθεν, ἀλλ' ἐγγὺς ἡμῶν ἐστι· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι· καὶ, Ἐγγιῶ αὐτοῖς μᾶλλον ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν· καὶ πάλιν· Ἡ ἐντολὴ αὕτη, φησὶν, ἣν ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ. Οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν, καὶ λήψεται αὐτὴν ἡμῖν; Οὐδὲ πέραν τῆς θαλάσσης, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; Ἐγγύς σού ἐστι τὸ ῥῆμα, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. Καὶ ὁ Κύριος δὲ ἡμῶν, Ἡ βασιλεία τοῦ Θεοῦ, φησὶν, ἐντὸς ὑμῶν ἐστι. Τὰ μὲν οὖν κρείττονα, καὶ δι' ὧν ἡ σωτηρία, ἐγγὺς ἡμῶν ἐστι καὶ ἐντός· τὰ δὲ ἐναντία, ἡμῶν πόῤῥωθεν ἔρχεται, ἐκτὸς ἡμῶν τυγχάνοντα. Οὐ γὰρ τῇ κατασκευῇ ἡμῶν ἐνυπάρχει ἡ ἁμαρτία, ἀλλ' ὕστερον ἐπιγεγένηται. Διὰ τοῦτο καὶ ἡ θλίψις, ἡ
draws up for himself, by practising what is good, or by making bonds against himself, lays up evil things. There is therefore a certain bond written against us by our own hands, whenever we do what is worse; and there is a certain bond on our behalf, whenever we practise what is better. Moreover, some also tamper with the letters in contracts, and counterfeit the characters of letters in purchases of lands, and wills, and mortgages, and manifold dealings, writing all such things as have their validity through proof of documents; and such men write wickedness, perverting just judgement against the poor, and plundering the goods of the needy of the people, so that a widow is to them for prey, and an orphan for gain. Such things accrue to the victors in the plunderings of wars, whom the word reminds: What will they do in the day of visitation? The day of judgement and of the requital according to desert of the offences committed by each, it called the day of visitation, which it threatens against them, that Your affliction shall come from afar. Let us understand, then, why it says From afar in this way. Our salvation is not from afar, but is near us; for I am a God drawing near, He says; and, I will draw nearer to them than the tunic of their skin; and again: This commandment, he says, which I command you today, is not excessive, nor is it far from you. It is not in heaven above, saying: Who shall ascend into heaven, and take it for us? Nor beyond the sea, saying: Who shall cross over for us to the other side of the sea, and take it for us, and having heard it we shall do it? The word is near you, in your mouth, and in your heart. And our Lord also says: The kingdom of God is within you. Better things, therefore, and those through which salvation comes, are near us and within; whereas their opposites come upon us from afar, being outside us. For sin is not inherent in our constitution, but has supervened afterwards. Wherefore also the affliction, which