αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ἐκ τούτου παρίσταται, ὅτι ἐκ τοῦ πατρικοῦ προσώπου ἐστὶ τὰ λεγόμενα. Διὰ τὸ εἰρηνοποιῆσαι αὐτὸν διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴρηται τὸ, Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Οἶμαι τὸ τῆς ἀναστάσεως δείκνυσθαι διὰ τούτου μυστήριον. Ἐπειδὴ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ, διὰ τοῦτο ὑγεία ἄγεσθαι αὐτῷ λέγεται, ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφε. Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Εἰρήνην, φησὶ, δίδωμι ὑμῖν, οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ διδωμι ὑμῖν. Διὰ τοῦτο οὐκ ἔστιν ὅριον τῆς εἰρήνης αὐτοῦ· ἐπειδὴ ὑπερκόσμιόν ἐστι τὸ δῶρον. Εἰ γὰρ ἐκ τοῦ κόσμου ἦν, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. Νῦν δὲ ὁ δεξάμενος αὐτοῦ τὴν εἰρήνην καὶ φυλάξας εἰς τὸν αἰῶνα χρόνον τοῖς ἐκ τῆς εἰρήνης καλοῖς συμβιώσεται. Ἡ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιωρίζετο· ἡ δὲ παρὰ τοῦ Κυρίου εἰρήνη τῷ αἰῶνι παντὶ συμπαρεκτείνεται, ἀπεριόριστος οὖσα καὶ ἀτερμάτιστος. Πάντα γὰρ ὑποταγήσεται αὐτῷ, καὶ πάντα ἐπιγνώσεται τὴν αὐτοῦ δεσποτείαν· καὶ ἐπειδὰν γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, καθησυχασθέντων τῶν θορυβούντων ταῖς ἀποστασίαις, ἐν εἰρηνικῷ συμφωνίᾳ τὸν Θεὸν ὑμνήσουσιν. Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν. Διὰ τὸ εἰρῆσθαι, ὅτι Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, πάντες σχεδὸν ὁμοφώνως, ἐκ σπέρματος Δαβὶδ εἶναι τὸ κατὰ σάρκα τὸν Κύριον, καταγγέλλουσιν. Ἐπὶ οὖν τὸν θρόνον Δαβὶδ, καὶ την βασιλείαν αὐτοῦ καθήσεται, ὥστε κατορθῶσαι αὐτὴν, καὶ ἀντέχεσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. Τὰ κρίματά σου, φησὶν, ἄβυσσος πολλή· καὶ, Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Οὔτε οὖν τὰ κρίματα καταληπτὰ, οὔτε ἡ δικαιοσύνη κατ' ἀξίαν τοῦ ὕψους θεωρητή. Καὶ ταῦτα ποιήσει ὁ ζῆλος Κυρίου Σαβαώθ. οὗτος ταῦτα ποιήσει.
of Him, and of His peace there is no bound. From this it is shown that what is spoken is from the person of the Father. Because He made peace through the blood of His cross, whether as to the things upon the earth or the things in the heavens, it has been said, For I will bring peace upon the rulers, and health to Him. I think the mystery of the resurrection is shown through this. For since He was crucified out of weakness, yet lives by the power of God, on this account health is said to be brought to Him, with respect to the weakness of the flesh which He took up on our behalf. And of His peace there is no bound. Peace, He says, I give to you; not as the world gives do I give to you. On this account there is no bound of His peace, since the gift is supramundane. For if it were of the world, it would have been brought to an end together with the constitution of the world. But as it is, he who has received His peace and guarded it will live forever amidst the good things that come from peace. Solomon's peace was circumscribed by a fixed number of years; whereas the peace from the Lord extends alongside the whole age, being unbounded and interminable. For all things will be subjected to Him, and all things will recognize His lordship; and whenever God becomes all in all, when those raising tumults by their apostasies have been quieted, in peaceful harmony they will hymn God. Upon the throne of David, and upon his kingdom, to establish it rightly. Because it has been said, A ruler shall not fail from Judah, nor a leader from his thighs, until the things stored up for Him come, nearly all with one voice proclaim that the Lord according to the flesh is from the seed of David. Upon the throne of David, therefore, and his kingdom He will sit, so as to establish it rightly, and to uphold it in judgement and in righteousness. Thy judgements, it says, are a great abyss; and, Thy righteousness is like the mountains of God. Neither, therefore, are the judgements comprehensible, nor can the righteousness be contemplated worthily of its height. And the zeal of the Lord Sabaoth will do these things. this will do these things.
227. Λόγον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε, λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. Ἐν τῇ προσηγορίᾳ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ δύο πραγμάτων ἔννοιαν
227. The Lord sent a word upon Jacob, and it came upon Israel. And all the people of Ephraim shall know, and those sitting in Samaria, in insolence and a lofty heart saying: Bricks have fallen, but come, let us hew stones, and let us cut down sycamores and cedars, and let us build ourselves a tower. In the appellation of Jacob and of Israel the notion of two things