Migne Reading Room

PG 30 · cols. 477–488 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:477Read from the page
προφῆτιν; Τουτέστιν, Ἤγγισα τῷ πνεύματι, καὶ τῇ προγνώσει τῶν ἐσομένων, τῇ προφήτιδι. Κατέλαβον γὰρ καὶ οἱονεὶ ἐπλησίασα τῇ κατανοήσει τῇ προφητικῇ, καὶ εἶδον αὐτῆς τὴν σύλληψιν πόῤῥωθεν, προενατενίσας τῷ χαρίσματι τῆς προφητείας· ὅτι ἔτεκεν υἱὸν περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Καλέσεις τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ταχέως ἐσκύλευσε τὸν ἰσχυρὸν, τὸν φυλάσσοντα ἑαυτοῦ τὰ κτήματα· τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους, καὶ κατεχομένους ἐν τοῖς δεσμοῖς τοῦ θανάτου. Ἐσκύλευσε μὲν ἐκεῖνον, προενόμευσε δὲ ταῖς ἰδίαις δυνάμεσι· διαδοὺς τοὺς πιστοὺς πρὸς φυλακὴν καὶ φρουρὰν τοῖς ἁγίοις ἀγγέλοις, περὶ ὧν καὶ αὐτὸς λέγει, ὅτι. Οἱ ἄγγελοι ὑμῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς. Οὗτος γάρ ἐστιν ὁ ὀξέως προνομεύσας, περὶ οὗ γέγραπται· ᾿Λναβὰς εἰς ὕψος ἠχμαλώτευσεν αἰχμαλωσίαν, ἔλαβε δόματα ἐν ἀνθρώποις. Ὅτι δὲ προφῆτις ἡ Μαρία, ᾗ προσῆλθε κατὰ τὸν προσεγγισμὸν τὸν διὰ τῆς γνώσεως ὁ Ἠσαΐας, οὐδεὶς ἀντερεῖ, μεμνημένος αὐτῆς τῶν ῥημάτων, ἃ προφητικῶς ἀπεφθέγξατο. Τί γάρ φησι; Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Καὶ ὅλοις γε ἐπιστήσας τοῖς ῥήμασιν αὐτῆς, οὐ διστάσεις αὐτὴν εἰπεῖν καὶ προφῆτιν. Διότι Πνεῦμα Κυρίου ἐπῆλθεν ἐπ' αὐτὴν, καὶ δύναμις Ὑψίστου ἐπεσκίασεν. Ὅπερ οὖν προσετάχθη γράψαι ἐν τῷ τύμῳ τούτῳ, πλησιάσας τῇ προφήτιδι, γενηθὲν ἐθεώρησεν. Ἐκεῖ γὰρ εἴρηται· Γράψον γραφίδι ἀνθρώπου, ὀξέως προνομὴν ποιῆσαι σκύλων· ἐνταῦθα δὲ, μετὰ τὸ εἰπεῖν, ὅτι ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν, γέγραπται τὸ, Καὶ εἶπε Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ὥστε διαφόροις λέξεσι καὶ ἐπινοίαις τὸ αὐτὸ λέγεται· ἐν τῷ, Λάβε σταυτῷ τόμον· καὶ ἐν τῷ, Προσῆλθον πρὸς τὴν προφῆτιν· καὶ οὐδὲν ἀκατάλληλον ἔχει ἡ ἐπαγωχὴ πρὸς τὸ προκείμενον. Οὗτος δὲ καὶ ἔλαβε δύναμιν Δαμασκοῦ, ὁ ἐκ τῆς προφήτιδος γεγεννημένος, καὶ τὰ σκῦλα τῆς Σαμαρείας. Δύναμις Δαμασκοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες· σκῦλα δὲ Σαμαρείας, οἱ ἀπὸ περιτομῆς πεπιστευκότες. Διύτι Δαμασκὸς μὲν
prophetess? That is, I drew near in spirit, and in foreknowledge of the things to come, to the prophetess. For I apprehended and as it were approached with prophetic comprehension, and saw her conception from afar, gazing beforehand by the gift of prophecy: that she bore a son concerning Whom the Lord said, You shall call His name, Quickly despoil, Swiftly take plunder. Quickly He despoiled the strong one, who guarded his own possessions: those sold under sin, and held fast in the bonds of death. He despoiled that one on the one hand, and took plunder for His own powers on the other; distributing the faithful for keeping and guard to the holy angels, concerning whom He Himself also says: Your angels continually behold the face of my Father, Who is in the heavens. For this is He Who swiftly took plunder, concerning Whom it is written: Having ascended on high He led captivity captive, He received gifts among men. And that Mary is a prophetess, to whom Isaiah approached according to the drawing near that is through knowledge, no one will gainsay who remembers her words, which she uttered prophetically. For what does she say? My soul magnifies the Lord, and my spirit has exulted in God my Saviour, because He has looked upon the lowliness of His handmaid. For behold, from henceforth all generations will call me blessed. And indeed, if you attend to all her words, you will not hesitate to call her also a prophetess. Because the Spirit of the Lord came upon her, and the power of the Most High overshadowed her. That very thing, therefore, which he was commanded to write in this volume, upon approaching the prophetess, he beheld come to pass. For there it has been said: Write with a man's pen, swiftly to make plunder of spoils; whereas here, after saying that she conceived in the womb and bore a son, there is written: And the Lord said: Call His name, Quickly despoil, Swiftly take plunder. So that in different words and conceptions the very same thing is said: in, Take for yourself a volume; and in, I approached the prophetess; and the continuation has nothing incongruous with what lies before us. And this One, He Who has been born of the prophetess, also took the power of Damascus and the spoils of Samaria. The power of Damascus is those from the nations who believe; and the spoils of Samaria are those from the circumcision who have believed. For Damascus on the one hand
Notes, col. 477

On the reading

Printed ᾿Λναβὰς, for Ἀναβὰς.

Printed τύμῳ, for τόμῳ.

Printed σταυτῷ, for σεαυτῷ.

Printed ἐπαγωχὴ, for ἐπαγωγὴ.

Printed Διύτι, for Διότι.

PG 30:480Read from the page
μητρόπολις τῆς Συρίας, Σαμάρεια δὲ τοῦ Ἰσραήλ. Πλὴν τὰ προστάγματα καὶ τὰ ἀνδραγαθήματα τοῦ ἐκ τῆς προφήτιδος γεννηθέντος, ἀντὶ ὀνομάτων αὐτῷ ἐπιτίθεται παρὰ τοῦ Κυρίου, ὡς καὶ τὸ Ἰησοῦς ὄνομα παρὰ τὴν σωτηρίαν τὴν ἀπὸ Θεοῦ ἡμῖν δεδομένην ἐφηρμόσθη τῷ Κυρίῳ. Καλέσεις γὰρ, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
is the metropolis of Syria, and Samaria of Israel. Yet the ordinances and the valiant deeds of Him Who was born of the prophetess are laid upon Him by the Lord instead of names, just as the name Jesus also, from the salvation given to us from God, was fitted to the Lord. For you shall call, he says, His name Jesus; for He shall save His people from their sins.
209. Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥασὶν, καὶ τὸν υἱὸν Ῥομελίου βασιλέα ἐφ' ὑμῶν. διὰ τοῦτο ἀνάγει ἰδοὺ Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Τίνα ἔχει λόγον, τὸν Θεὸν τῶν ὅλων, ἕνεκεν ὕδατος τοῦ ἐν τῷ Σιλωὰμ, τοιαῦτα ἀπειλεῖν τῷ λαῷ, Πῶς δὲ καὶ οὐ βούλεται ὁ λαὸς τὸ ὕδωρ τοῦ Σιλωὰμ, οὔτε νοσοποιὸν ἱστορούμενον, οὔτε ἄλλην τινὰ βλάβην τοῖς χρωμένοις παρεχόμενον; Εἶτα καὶ τίς ἡ ἀκολουθία, τὸν μὴ βουλόμενον τὸ ὕδωρ τοῦ Σιλωὰμ, βούλεσθαι τὸν Ῥασὶν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου; Τίς γὰρ κοινωνία ὕδατι ἀψύχῳ πρὸς βασιλέα κρατοῦντα καὶ ἄρχοντα τῶν ὑπηκόων; Ἀλλὰ τροπικῶς ἀκουστέον τοῦ Σιλωὰμ, ἑρμηνευομένου κατὰ τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἀπεσταλμένου. Οὕτω γὰρ ἑρμηνεύεται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ὕπαγε, νίψαι ἐν τῷ Σιλωὰμ, ὅ ἐστιν Ἀπεσταλμένος. Τίς οὖν ὁ ἀπεσταλμένος, καὶ ἀψοφητὶ ῥέων, ἢ περὶ οὗ εἴρηται, Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ; καὶ πάλιν· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουστὴ γενήσεται ἡ φωνὴ αὐτοῦ ἐν ταῖς πλατείαις. Οἱ τοίνυν μὴ δεχόμενοι τὸν ἐξ οὐρανῶν ἀπεσταλμένον, ὑπερορῶντες μὲν αὐτοῦ τῆς πραότητος, ἐπισπώμενοι δὲ ἑαυτοῖς τὸν υἱὸν τοῦ Ῥομελίου, τουτέστι λόγον ψευδοδοξίαν περιέχοντα, ἐπαγγελλόμενον δὲ κατὰ τὰς θείας ἀποδείκνυσθαι Δραφὰς, καὶ τὸν Ῥασὶν, ὅστις ἑρμηνεύεται μετέωρος, καὶ τὸν ἔξω τῆς κατὰ τὰς θείας Ρραφὰς πίστεως μετεωρίζοντα τὸν ἀκροατὴν, καὶ φυσῶντα, καὶ ἀπάγοντα τῆς κατὰ τὴν πίστιν θεμελιώσεως. Ἀρὰμ γὰρ ὁ μετέωρος ἑρμηνεύεται. Τοὺς οὖν καταφρονητικῶς μὲν ἔχοντας πρὸς τὸν εὐσταθῆ λόγον, καὶ μὴ καταδεχομένους τὸ σταθερὸν
209. And the Lord added to speak to me further: Because this people does not will the water of Siloam, that goes quietly, but wills to have Rasin, and the son of Romelias as king over you: therefore behold, the Lord brings up upon you the water of the river, strong and abundant, the king of the Assyrians, and his glory; and he shall come up over every ravine of yours, and shall walk upon every wall of yours, and shall take away from Judaea a man who will be able to lift his head, or able to accomplish anything. And his camp shall be so as to fill the breadth of your land. What reason does it have, that the God of all, on account of the water that is in Siloam, threatens such things to the people; and how too does the people not will the water of Siloam, which is neither recorded as causing disease, nor as bringing any other harm to those who use it? Next, what too is the sequence, that he who does not will the water of Siloam wills Rasin, and the son of Romelias? For what fellowship has inanimate water towards a king who rules and governs his subjects? Rather, Siloam must be understood figuratively, being interpreted according to the teaching of the Gospel as Sent. For thus it is interpreted in the Gospel according to John: Go, wash in Siloam, which is, Sent. Who then is He Who is sent, and flows noiselessly, other than He concerning Whom it has been said, The Lord has sent me, and His Spirit; and again: He shall not strive, nor cry out, nor shall His voice be heard in the streets? Those, therefore, who do not receive Him Who was sent from the heavens, disdaining on the one hand His meekness, and drawing upon themselves on the other the son of Romelias, that is, a word containing false opinion, yet professing to be demonstrated according to the divine Scriptures, and Rasin, who is interpreted lofty, and him who outside the faith that is according to the divine Scriptures puffs aloft the hearer, and inflates him, and leads him away from the foundation that is according to faith. For Aram is interpreted lofty. Upon those, therefore, who are contemptuously disposed towards the well-grounded word, and do not accept what is steadfast
Notes, col. 480

On the reading

Printed Δραφὰς, for Γραφὰς.

Printed Ρραφὰς, for Γραφὰς.

PG 30:481Read from the page
καὶ γαληνὸν καὶ εὔδιον, ἀλλὰ συμπλέκοντας τὰ ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς ἀπὸ τῶν Γραφῶν παρακούσμασι, τούτοις ἀπειλεῖ ὁ λόγος ἐπάξειν τὸ ὕδωρ τὸ πολὺ καὶ ἰσχυρὸν, τὸν βασιλέα Ἀσσυρίων· τουτέστι, τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. Ὅτι γὰρ εἰς τὸν Ἀσσύριον λαμβάνει πολλάκις ἡ Γραφὴ τὸν ἀντικείμενον, δηλοῦται ἐν τοῖς ἑξῆς τῷ αὐτῷ τούτῳ προφήτῃ· Καὶ ἔσται γὰρ, φησὶν, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ. Ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω,
and calm and serene, but weave together things taken from those outside the faith with things misheard from the Scriptures, upon these the word threatens to bring the abundant and strong water, the king of the Assyrians: that is, the ruler of this age. For that Scripture often takes the adversary under the figure of the Assyrian is shown in what follows in this very same prophet: For it shall be, he says, when the Lord finishes doing all things on Mount Sion and in Jerusalem, He will bring against the great mind, the ruler of the Assyrians, and against the height of the glory of his eyes. For he said: In strength I will act, and in the wisdom of understanding I will remove the boundaries of nations, and I will plunder their strength,
210. Τοιοῦτον οὖν καὶ νῦν ἔοικε λέγειν τὸν ἄρχοντα τῶν Ἀσσυρίων ὕδωρ ὄντα πολὺ, χειμάῤῥου τρόπον, βιαίως καὶ ῥαγδαίως παρασύροντος τοὺς προστυγχάνοντας· οὗ οἱ καταξιωθέντες τοὺς πειρασμοὺς ἀβλαβῶς διαβῆναι λέγουσι· Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ ἀνυπόστατον. Καὶ τὸ Εὐαγγέλιον δὲ ἐπὶ τῆς παραβολῆς τοῦ αὐτοῦ τούτου ὕδατος μέμνηται, ἐν τῷ παραβαλεῖν τὸν ἀκούσαντα τοὺς λόγους, καὶ μὴ ποιοῦντα, ἀνθρώπῳ ἄνευ θεμελίου οἰκοδομήσαντι τὴν ἑαυτοῦ οἰκίαν· πλημμύρας δὲ γενομένης, φησὶν, οὐκ ἀντέσχεν, ἀλλ' ἔπεσεν ἡ οἰκία, καὶ ἐγένετο τὸ πτῶμα τῆς οἰκίας ἐκείνης μέγα. Τοῦτο δὲ τὸ ὕδωρ τὸ πολὺ ἀναβήσεται, φησὶν, ἐπὶ πᾶσαν φάραγγα ὑμῶν. Αἱ δὲ φάραγγες κοιλότητές εἰσι τῆς γῆς. Πῶς οὖν οὐχὶ καταβαίνειν τὸ ὕδωρ, ἀλλὰ ἀναβαίνειν λέγεται; Ὅτι πᾶσα ἡ ἐν ἀνθρώποις κατὰ τὴν ἁμαρτίαν ταπείνωσις ὑψηλοτέρα ἐστὶ τῶν ἀρχιπηγῶν καὶ τῶν οἱονεὶ ἀρχῶν τῆς πονηρίας. Ἐπειδὰν μέντοι παραδοθῶσι ταῖς ἀντικειμέναις δυνάμεσι, περιπατήσουσιν ἐπὶ πᾶν τεῖχος τῶν ἀποστατούντων· τουτέστιν, ἐπὶ πάντα τὰ ὀχυρὰ δόγματα, καὶ ἐπὶ πάντα τὰ δοκοῦντα ἀσφαλίσματα αὐτῶν εἶναι. Διὰ δὲ τὴν ἀπὸ τοῦ Σιλωὰμ ἀποστασίαν, καὶ τὴν πρὸς τοὺς ὀλεθρίους τῶν βασιλέων πρόσκλισιν· ἀπειλεῖ ὁ λόγος ἀφαιρεθήσεσθαι ἀπὸ τῆς Ἰουδαίας πάντα ἄνθρωπον δυνάμενον ἐπαίρειν τὴν κεφαλὴν, καὶ τὸν δυνατὸν συντελέσασθαί τι· τουτέστι, τόν τε ἐν τῇ κατὰ τὸν νοῦν θεωρίᾳ ὑψηλὸν, καὶ τὸν κατὰ τὴν πρακτικὴν ἀρετὴν δυνατῶς ἐπιτελοῦντα τὰ δόξαντα· ἀλλὰ καὶ καταστρατοπεδεῦσαι τοῦ πλάτους τῆς χώρας τῶν μὴ καταδεχομένων τὸν
210. Such, therefore, he now also seems to call the ruler of the Assyrians, being abundant water, after the manner of a winter torrent violently and furiously sweeping away those who meet with it: whose temptations those counted worthy to pass through unharmed say: Our soul has passed through a torrent, the irresistible water. And the Gospel too in the parable makes mention of this very same water, in comparing him who heard the words and did not do them to a man who built his house without a foundation: and when a flood arose, it says, it did not withstand, but the house fell, and great was the fall of that house. And this abundant water shall go up, he says, over every ravine of yours. Now ravines are hollows of the earth. Why then is the water said not to go down, but to go up? Because all the abasement among men that comes through sin is higher than the primal springs and as it were first principles of wickedness. Yet whenever they are handed over to the opposing powers, they shall walk upon every wall of the apostates: that is, upon all their fortified doctrines, and upon all the things that seem to be their safeguards. And because of the apostasy from Siloam, and the inclination towards the destructive among kings, the word threatens that there shall be taken away from Judaea every man able to lift up his head, and him who is able to accomplish anything: that is, both him who is lofty in intellectual contemplation, and him who in practical virtue powerfully carries out what has been resolved; and moreover that they shall encamp across the breadth of the land of those who do not accept
PG 30:484Read from the page
Σιλωάμ. Διὰ γὰρ τὸ ἐπιδεδωκέναι ἑαυτοὺς τῇ πλατείᾳ ὁδῷ καὶ εὐρυχώρῳ, ἄξιοι γίνονται τοῦ στρατόπεδον εἶναι τῆς ἀντικειμένης δυνάμεως, οὐχὶ πρὸς ἀνάγκην καταδικαζόμενοι, ἀλλ' ἑαυτοῖς ἑλόμενοι τὴν μερίδα τὴν χείρονα. Καθόσον γὰρ οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
Siloam. For because they have given themselves over to the broad and spacious way, they become worthy of being an encampment of the opposing power, not being condemned by necessity, but having chosen for themselves the worse portion. For inasmuch as they did not see fit to have God in knowledge, God handed them over to a reprobate mind, to do the things that are not fitting.
211. Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἀναφέρεται τοίνυν ἐπὶ τὸν Σωτῆρα τὸ, Μεθ' ἡμῶν ὁ Θεός. Οὕτω γὰρ ὠνομάζετο ἐν τοῖς κατόπιν ὁ ἐκ τῆς Παρθένου γεννώμενος, τῇ Ἑβραΐδι διαλέκτῳ, Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Ἐκ περιχαρείας δοκεῖ μοι ἡ φωνὴ ἀναφέρεσθαι τῶν ἐπεγνωκότων μὲν τὴν Χριστοῦ παρουσίαν, κατανενοηκότων δὲ τὴν δύναμιν τοῦ σταυροῦ φοβερὰν οὖσαν τοῖς ἔθνεσιν. Διὰ τοῦτο, Γνῶτε, φησὶν, ἔθνη, καὶ ἡττᾶσθε, ἵνα ἡττηθέντες, τὴν καλὴν ἧτταν καὶ συμφέρουσαν ὑμῖν, αἰχμαλωτισθῆτε εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ διὰ τῆς εἰς τὸν Χριστὸν δουλείας, ἐλεύθεροι γένησθε τοῦ νόμου τῆς ἁμαρτίας. Ηῶς οὖν ἡττᾶται τὰ ἔθνη; Ἐὰν ἐπιγνῷ τὸν Θεόν. Ἡττᾶται γὰρ σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ· καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ. Μόνον οὖν γνῶτε τὴν ἀλήθειαν, τὰ ἔθνη, καὶ εὐθὺς ἡττηθήσεσθε τὴν σωτήριον ὑμῖν ἧτταν. Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Τίνων ἐπακούσατε; Τῶν καταγγελλόντων ὑμῖν τὸ Εὐαγγέλιον. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, γαὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἰσχυκότες, ἡττᾶσθε, ἀπόθεσθε τὴν ἰσχὺν τοῦ σώματος, ἀναλάβετε τὴν ἀσθένειαν τῆς σαρκὸς, ἵνα ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειωθῇ. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Ἐὰν σοί ποτε ἐπαναστῇ τὸ φρόνημα τῆς σαρκὸς, σπούδασον αὐτὸ δουλαγωγῆσαι, καὶ καταπαλαῖσαι, καὶ ὑποτάξαι τῷ πνεύματι. Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός. Διότι ἀπολεῖ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσει. Βουλὴν οὖν ἀνθρωπίνην καταργεῖ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ λόγον ἀνθρώπινον ἀθετεῖ ὁ Θεὸς Λόγος. Ὧν οὐδὲν ὑμῖν, φησὶν, οὐ μὴ ἐμμείνῃ· διότι μεθ' ἡμῶν ὁ Θεός. Χρήσιμον δὲ ἐν καιρῷ διωγμοῦ θαῤῥοῦντας λέγειν τοῖς ἔθνεσι τὸ, Ἐὰν γὰρ πάλιν ἰσγύσητε, πάλιν ἡττηθήσεσθε. Πολλάκις γὰρ ἐπαναστάντες τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, πολλάκις κατέπεσον. Ὥσπερ γὰρ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως ἀεὶ οἱ καθελεῖν τὴν Ἐκκλησίαν σπουδάσαντες, διὰ τῶν διωγμῶν αὐτὴν εἰς μείζονα δόξης προήγαγον καὶ δυνάμεως.
211. God is with us. Know, O nations, and be defeated; hearken unto the farthest end of the earth. The saying, God is with us, is therefore referred to the Saviour. For thus in what went before He Who is born of the Virgin was named, in the Hebrew dialect, Emmanuel, which is, being interpreted, God is with us. Know, O nations, and be defeated. Out of exceeding joy it seems to me this utterance is sent up by those who on the one hand have come to know the coming of Christ, and on the other have perceived the power of the cross to be fearful to the nations. Wherefore, Know, he says, O nations, and be defeated, so that having been defeated with the noble defeat that is profitable to you, you may be led captive unto the obedience of Christ, and through bondage unto Christ may become free from the law of sin. How then are the nations defeated? If they come to know God. For darkness is defeated by the presence of light; and disease is conquered by the advent of health. Only know the truth, then, O nations, and straightway you shall be defeated with the defeat that brings you salvation. Hearken unto the farthest end of the earth. To whom are you to hearken? To those who proclaim to you the Gospel. For into all the earth, it says, their sound went out, and unto the ends of the inhabited world their words. Having grown strong, be defeated; put off the strength of the body, take up the weakness of the flesh, so that the power of God may be made perfect in weakness. For if again you grow strong, again you shall be defeated. If ever the mindset of the flesh rises up against you, be eager to enslave it, and wrestle it down, and subject it to the spirit. And whatever counsel you take, the Lord shall scatter; and whatever word you speak, it shall by no means abide among you, because God is with us. Because He will destroy the wisdom of the wise, and the understanding of the prudent He will set aside. Human counsel, therefore, the Angel of great counsel brings to nought, and human speech God the Word sets aside. None of which things, he says, shall by no means abide for you; because God is with us. And it is useful in a time of persecution to say boldly to the nations: For if again you grow strong, again you shall be defeated. For having many times risen up against the Church of Christ, many times they fell down. For just as those who by adding burning fuel raise the flame higher, so always those who have striven to pull down the Church have through persecutions advanced her unto greater glory and power.
212. Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέ-
212. Thus says the Lord: With the strong hand they disobey, in the course of the way of this people, say-
Notes, col. 484

On the reading

Printed Ηῶς, for Πῶς.

Printed γαὶ, for καὶ.

Printed ἰσγύσητε, for ἰσχύσητε.

PG 30:485Read from the page
γοντες· Μήποτε εἴπητε σκληρόν· πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. Τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδὲ μὴ ταραχθῆτε. Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος· κἂν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα· καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι. Μετὰ τὸ εὐαγγελισθῆναι τὸν λόγον περὶ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, καὶ οἱονεὶ ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῶν ἐθνῶν ἐκείνην τὴν φωνὴν ἀφεθῆναι, τὸ, Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, μεθ' ἡμῶν ὁ Θεός· τοῦτο ἐπάγει ὁ λόγος, κατακρίνων τὰ ἔθνη, ὅτι Ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρί. Χεὶρ δὲ ἰσχυρὰ, ἡ δύναμις ἡ τῶν ὄντων δημιουργικὴ, ἀφ' ἧς συνέστη πᾶσα ἡ κτίσις τῶν ὁρωμένων, καὶ τῶν ὑπὲρ τὰ ὁρώμενα. Δύο γάρ εἰσι τρόποι δι' ὧν εἰς ἐπίγνωσιν Θεοῦ καὶ ἐπιμέλειαν ἑαυτῶν ἐναχθῆναι δυνάμεθα· ἢ ἐκ τῶν φυσικῶν ἐννοιῶν διὰ τῶν ὁρωμένων πρὸς τὸν Ποιητὴν ἀναβαίνοντες, ἢ ἐκ τῆς διὰ τοῦ νόμου ἡμῖν δεδομένης διδασκαλίας. Οὗτοι δὲ φαίνονται καὶ τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦντες, τουτέστιν ἐκ τῶν κτισμάτων μὴ ἐναγόμενοι πρὸς τὴν τοῦ ποιήσαντος κατανόησιν, καὶ τῇ πορείᾳ, τουτέστι τῇ ὁδῷ. Ὁδὸς δὲ ἤτοι ὁ Κύριος ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. Ὁ αὐτὸς δὲ καὶ χεὶρ Θεοῦ, καὶ δεξιά· Ἡ δεξιὰ γάρ σου, φησὶ, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· καὶ, Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Οὐκοῦν κατηγοροῦνται οἱ μὴ πιστεύοντες εἰς τὸν Κύριον. Ἢ πορείαν λέγει νῦν τὴν ὁδὸν τοῦ βίου τούτου τὴν κατὰ τὸν νόμον ἡμῖν διατεταγμένην. Ὅτι γὰρ ὁδὸς ἡ διδασκαλία λέγεται, πολλαχόθεν ἐστὶ γνώριμον, τοῦ Κυρίου τυφλοὺς ὁδηγοὺς τοὺς διδασκάλους τοῦ νόμου προσαγορεύοντος. Καὶ, Ἐν τῇ ὁδῷ τῶν μαρτυριῶν σου ἐτέρφθην· καὶ, Ἐν τῇ ὁδῷ σου ζήσομαι· καὶ, Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Καὶ ἁπαξαπλῶς πλήρης ἐστὶν ἡ Γραφὴ, ὁδοιπορίαν τινὰ τὴν διὰ τοῦ νόμου προκοπὴν ἐπὶ τὴν τελείωσιν τῆς ψυχῆς ὀνομάζουσα. Καὶ την αἰτίαν ἐπήγαγε τῆς ἀπειθείας. Οὐ δέχονται, φησὶ, τὰ προστάγματα τῆς ὁδοῦ, οἷς κέχρηται ὁ λόγος· ἀλλ' ἀπειθοῦσιν αὐτοῖς, τὸ σκληρὸν τῶν διατεταγμένων μὴ φέροντες.
ing: Never say, Hard; for whatever this people says is hard. And its fear you shall by no means fear, neither be troubled. Sanctify the Lord Himself, and He shall be your fear; and if you trust in Him, He shall be to you for sanctification; and you shall not meet Him as a stumbling-block of a stone, nor as a fall of a rock. After the word concerning the coming of Emmanuel has been proclaimed as good tidings, and that utterance has been sent forth as it were over the victory against the nations, Know, O nations, and be defeated, God is with us: the word brings in this, condemning the nations, that They disobey the strong hand. Now the strong hand is the creative power of existing things, from which the whole creation of things seen, and of things beyond what is seen, was constituted. For there are two ways through which we can be led unto knowledge of God and care of ourselves: either ascending from natural conceptions through the things that are seen towards the Maker, or from the teaching given to us through the law. Yet these appear to disobey both the strong hand, that is, not being led from created things towards the comprehension of Him Who made them, and the course, that is, the way. Now the way is either the Lord Who said: I am the way. And the Same is also the hand of God, and the right hand: For Thy right hand, it says, O Lord, has been glorified in strength; and, I with my hand made firm the heaven. Accordingly, those who do not believe in the Lord are accused. Or else by course he now means the way of this life ordained for us according to the law. For that teaching is called a way is well known from many passages, since the Lord calls the teachers of the law blind guides. And, In the way of Thy testimonies I delighted; and, In Thy way I shall live; and, Blessed are the blameless in the way. And in general, Scripture is full of this, calling progress through the law towards the perfection of the soul a kind of journeying. And he added the cause of their disobedience. They do not receive, he says, the ordinances of the way which the word has used; rather, they disobey them, not bearing the hardness of the things ordained.
213. Ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ οἱ Ἰουδαῖοι, μὴ ἀνασχόμενοι τῶν τοῦ Κυρίου διδαγμάτων, ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Σκληρὸν τῷ πόρνῳ τὸ σωφρονεῖν· σκληρὸν τῷ μεθύσῳ τὸ ἐγκρατεύεσθαι· σκληρὸν τῷ λοιδόρῳ τὸ εὐλογεῖν· καὶ ὅλως παντὶ τραχήλῳ ἐλευθεριάζειν ἐπιθυμοῦντι σκληρὸς ὁ ζυγὸς τοῦ νόμου φαίνεται. Διὰ τοῦτο πολλοὶ, οἱ ἐπὶ τὴν ἀπώλειαν φερόμενοι, διὰ τὸ λεῖον καὶ πλατὺ τῆς ὁδοῦ· ὀλίγοι δὲ, οἱ ἐπὶ τὴν βασιλείαν, τὸ τραχὺ καὶ ἐπίπονον τοῦ κατ' ἀρε-
213. Just as in the Gospel also the Jews, not enduring the teachings of the Lord, said: Hard is this word; who can hear it? Hard to the fornicator is sobriety; hard to the drunkard is self-control; hard to the reviler is blessing; and altogether, to every neck desiring to live in unbridled liberty the yoke of the law appears hard. Wherefore many are those borne towards destruction, because of the smoothness and breadth of the way; whereas few are those towards the kingdom, the roughness and laboriousness of the according-to-vir-
Notes, col. 485

On the reading

Printed την, for τὴν.

PG 30:488Read from the page
τὴν βίου μὴ φέροντες. Ἡ μὲν γὰρ κακία δελεάζει τῷ λείῳ τῆς ἡδονῆς· ἡ δὲ ἀρετὴ σκληραγωγίαις καὶ πόνοις ἐκτραχύνει τὸν βίον τῶν ἀσκουμένων. Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Σκληρὰς ὁδοὺς λέγει τὰς ἐπὶ τὸν καταρτισμὸν τῶν ψυχῶν ἡμῶν δεδομένας ἡμῖν ἐντολάς. Τί σκληρότερον τοῦ, λαβόντα πληγὴν κατὰ σιαγόνος, στρέψαι αὐτῷ καὶ τὴν ἄλλην; τοῦ, ἀποστερούμενον, μὴ ἀπαιτεῖν; τοῦ, ἑλκόμενον εἰς δικαστήριον ἐπαποδύεσθαι καὶ τὸν χιτῶνα; λοιδορούμενον εὐλογεῖν; βλασφημούμενον παρακαλεῖν; μηδένα μισεῖν; ὑπὲρ τῶν διωκόντων προσεύχεσθαι; Ἀλλὰ ταῦτα τὰ σκληρὰ τὸν ἁπαλὸν ἡμῖν κόλπον τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ εις ἀνάπαυσιν εὐτρεπίζει. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παραλληθήσονται. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Καὶ σχεδὸν πᾶσα ἡ ἐνταῦθα κακοπάθεια πρόξενός ἐστι τῶν αἰωνίων ἀγαθῶν. Διὰ τοῦτο Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Σπέρμα γὰρ ἔσται τῶν μελλόνυων ἀγαθῶν αἱ νῦν διὰ τὸν τοῦ Θεοῦ νόμον ἐγγινόμεναι θλίψεις. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. Ἀπειθοῦσιτ οὖν τὰ ἔθνη τῇ πορείᾳ τοῦ λαοῦ, λέγοντες. Μήποτε εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν. Ἐξέτασον οὖν τοὺς τοῖς εἰδώλοις προσκαθεζομένους, τίνος ἕνεκεν οὐ προσέρχονται τῇ διδασκαλίᾳ τοῦ κηρύγματος. Ὁμολογοῦσι γὰρ αὐτῶν οἱ εὐγνωμονέστεροι, ὅτι τὸ αὺστηρὸν οὐχ ὑποφέρουσιν.
tue life not bearing. For vice on the one hand entices with the smoothness of pleasure; whereas virtue on the other with austere discipline and toils roughens the life of those who practise it. Because of the words of Thy lips I kept hard ways. He calls hard ways the commandments given to us for the perfecting of our souls. What is harder than, on receiving a blow upon the cheek, to turn to him the other also; than, when robbed, not to demand back; than, when dragged into a court of judgement, to strip off one's tunic as well; when reviled, to bless; when slandered, to entreat; to hate no one; to pray on behalf of persecutors? Yet these hard things prepare for us the gentle bosom of our father Abraham for rest. For blessed are those who mourn, because they shall be comforted. Blessed are those who hunger and thirst after righteousness, because they shall be filled. And nearly every hardship here is a procurer of eternal goods. Wherefore, Going they went on and wept, casting their seeds. For the afflictions now arising on account of the law of God will be a seed of the goods to come. Yet coming they shall come in exultation, carrying their sheaves. The nations, therefore, disobey the course of the people, saying: Never say, Hard. For whatever this people says is hard. Examine, then, those who sit beside idols, on what account they do not come to the teaching of the proclamation. For the more candid among them confess that they do not endure its austerity.
214. Εἶτα ἐπάγει· Τὸν δὲ φόβον αὐτοῦ μὴ φοβηθῆτε. Τοῦτο λὲ διχῶς νοεῖται. Καὶ γὰρ τοῖς ἔθνεσι λέγει, Μὴ φοβεῖσθε τὸν φόβον, ὃν νῦν ἀπαιδεύτως φοβοῦνται, μὴ ἐπιδιδόντες ἑαυτοὺς τῇ ἀσκήσει τῶν βελτιόνῶν· ὡσανεὶ ἔλεγε· Μὴ φοβοῦ τὴν σοφροσύνην· Μὴ φοβοῦ τὴν ἀνδρίαν· μὴ φοβοῦ τὴν εὐσέβειαν· μηδεμίαν τῶν ἀρετῶν φοβηθῇς Ἥμεροι εἰσιν, εὐπρόσιτοι, ἀγαθῶν παρεκτικοὶ, ζωῆς. πρόξενοι. Ἢ μεταστρέψας τὸν λόγον, πρὸς τὸν λαὸν ἀποτείνεται· ὅτι ἐκεῖνοι μὲν ταῦτα περὶ ὑμῶν ὑπειλήφασι, τὴν πρὸς ὑμᾶς ἕνωσιν διὰ τῆς τοῦ νόμου πορείας μὴ καταδεχόμενοι. Ὑμεῖς δὲ μὴ φοβηθῆτε τὰς καθ' ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν, ἀλλὰ νοήσαντες τὸν Κύριον, ἁγιάσατε αὐτὸν, Καὶ αὐτὸς ἔσται σου φόβος. Μέγιστον εἰς τελείωσιν, πεπαιδευμένως
214. Next he adds: And its fear you shall not fear. Now this is understood in two ways. For both to the nations he says, Do not fear the fear which they now ignorantly fear, not giving themselves over to the practice of better things; as though he were saying: Do not fear temperance; Do not fear courage; do not fear piety; fear none of the virtues. Gentle are they, approachable, bestowing good things, procurers of life. Or else, turning his discourse, he addresses it towards the people: that those men on the one hand have supposed these things concerning you, not accepting union with you through the course of the law. Do you on the other hand not fear the plots of the nations against you, but having perceived the Lord, sanctify Him, And He shall be your fear. Greatest towards perfection is in a disciplined manner
Notes, col. 488

On the reading

Printed εις, for εἰς.

Printed παραλληθήσονται, for παρακληθήσονται.

Printed μελλόνυων, for μελλόντων.

Printed Ἀπειθοῦσιτ, for Ἀπειθοῦσιν.

Printed αὺστηρὸν, for αὐστηρὸν.

Printed λὲ, for δὲ.

Printed βελτιόνῶν, for βελτιόνων.

Printed σοφροσύνην, for σωφροσύνην.