Ἔοικε τὰς τελευταίας ἡμέρας, μετὰ τὸ πάθος τοῦ Κυρίου, ἐκ τῆς τῶν Ῥωμαίων πολιορκίας ἐπελθούσης τῇ Ἱερουσαλὴμ, ὁ λόγος αἰνίσσεσθαι. Μετὰ γὰρ τὴν ἐπιδημίαν τοῦ Ἐμμανουὴλ, ἐπάξει Κύριος ἐπὶ τὸν Ἀχὰζ, καὶ τὸν λαὸν αὐτοῦ, καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ' οὗ ἀπεμερίσθη τοῦ Ἰούδα, αἰχμάλωτος ἀπαχθεὶς ὑπὸ τοῦ βασιλέως τῶν Ἀσσυρίων. Ἀπέστη δὲ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ὃς πρῶτος κατῆρξε τῆς ἀποστασίας, εἰπών· Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. Διὰ τοῦτο ὁ Ἐφραῒμ ἀφεῖλε τὸν βασιλέα τῶν Ἀσσυρίων ἀπὸ τοῦ Ἰούδα ἐφ' ἑαυτὸν, περιπατήσας, καὶ μὴ ἐάσας ἐπικεῖσθαι σφοδρῶς τῇ πολιορκίᾳ τῆς Ἱερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις· ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἴς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Εἰς Αἴγυπτον, φησὶ, κατέβη ὁ λαός μου, παροικῆσαι ἐκεῖ· καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Διὰ τοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμανουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη, τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν τοῖς Ἀσσυρίοις, ἐξελεύσεσθαι αὐτοὺς, καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους ἀναπαύσεσθαι ἐν ταῖς αὐτοφυέσι καὶ σχολαζούσαις καταδύσεσι. Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ μελίσσας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησί· τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γάρ ἐστι ζῶον ἀπὸ κόπρου τὴν γένεσιν ἔχον, ὀχληρὸν τοῖς ἀνθρώποις γένος καὶ μυσαρὸν, ὧν καὶ ἡ ζωὴ ὀχληρὰ, καὶ ὁ θάνατος βδελυκτός. Τότε μέρους κυριεύουσι τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰθιόπων ἀρχόμενος ὁ Νεῖλος, περὶ βραχὺ ἑαυτοῦ μέρος, τὸ πρὸς ταῖς
The word seems to hint at the last days, after the passion of the Lord, coming upon Jerusalem from the siege of the Romans. For after the sojourn of Emmanuel, the Lord shall bring upon Ahaz, and his people, and the house of his father, days which have not yet come since the time when he was parted from Judah, being led away captive by the king of the Assyrians. Now Ephraim revolted from Judah in the days of Jeroboam the son of Nebat, who caused Israel to sin, who first began the revolt, saying: We have no portion in David, neither inheritance in the son of Jesse. On this account Ephraim drew off the king of the Assyrians from Judah upon himself, having walked, and not having suffered him to press heavily upon the siege of Jerusalem. And it shall come to pass in that day, the Lord shall hiss for flies, that which rules over a part of the river of Egypt, and for the bee which is in the land of the Assyrians. And they shall all come and rest in the ravines of the land, and in the clefts of the rocks, and into the caves, and into every fissure, and in every piece of wood. Into Egypt, says he, My people went down to sojourn there, and unto the Assyrians they were led by force. On this account he prophesies that at the birth of Emmanuel, whether anyone of those from the people be in Egypt, or among the Assyrians, they shall come forth, and having come to be in the land of Judaea shall rest in the natural and vacant retreats. Yet he says that flies rule over a part of the river of Egypt, and that bees are in the land of the Assyrians, pointing out the paltriness of the opposing powers. For a fly is a creature having its origin from dung, a race troublesome to men and loathsome, whose life is troublesome and whose death is abominable. At that time they rule over a part of the river of Egypt. For beginning from above out of the Ethiopians, the Nile, round a small part of itself, that which is by the