λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. Ἠσαΐας δὲ, ἀορίστως τυῦ λόγου τὸν διακονούμενον τῇ ἀποστολῇ ἐπιζητοῦντος, ἑαυτὸν ὑποβάλλει. Τί οὖν φαμεν; Οὐκ ἀπομαχόμεναί εἰσι τῶν ἁγίων αἱ διαθέσεις περὶ τὸ αὐτὸ πρᾶγμα ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἀλλ' ὅτι Μωσῆς μὲν ᾔδει τὴν ὑπόθεσιν, ἧς ἕνεκεν ἀπέστέλλετο, διὰ τοῦτο ὤκνει πρός τε τὸ ἀνένδοτον τῆς καρδίας τοῦ Φαραὼ ἀποβλέπων, καὶ πρὸς τὸ δυσπειθὲς πάλιν καὶ δυσάγωγον τοῦ λαοῦ. Πεῖραν γὰρ εἶχε τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων, ὅτι καὶ εὐεργετηθέντες ἐφυγάδευσαν αὐτόν. Διὸ καὶ τὴν κακίαν αὐτῶν μὴ φέρων, πρὸς τὴν ἐν τῇ ἐρήμῳ ἡσυχίαν ἀνεχώρησέν, ἐπὶ προφάσει τοῦ ποιμαίνειν, τοὺς τῶν πόλεων καὶ τῶν πολλῶν ἀνθρώπων θορύβους ἀποδιδράσκων. Διὰ τοῦτὸ φησι· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ, καὶ ὅτι ἐξάξῶ τὸν λαὸν ἐκ γῆς Αἰγύπτου; Οὔτε γὰρ Φαραὼ ἄνευ μεγάλων κακῶν ἐξαποστέλλει τὸν λαὸν, καὶ ὁ λαὸς οὐκ εὔκολος μεταχειρισθῆναι, ἀντιβαίνων ἀεὶ τοῖς πρὸς σωτηρίαν αὐτοῦ ἐπιμελομένοις· Δείκνυσι δὲ τὴν διάνοιαν Μωσέως καὶ τὰ ἐφεξῆς. Ὅτε γὰρ μετὰ τὴν μοσχοποιίαν δοὺς τὴν χάριν τῷ θεράποντι αὐτοῦ ὑπὲρ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος τοῦ λαοῦ ὁ Θεὸς, τελευταῖόν φησι· Ηορεύου, καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ ἐξαποστελῶ ἄγγελόν μου ἔμπροσθέν σου· τί οὖν Μωσῆς; Δέομαι, Κύριε, ει μὴ αὐτὸς σὺ προπορεύη ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν. Τί οὖν ἡ διάνοια τοῦ ἀνδρός; Ὅτι ἁμαρτωλὸς ὁ λαὸς, καὶ χρήζει τοῦ ἀφιέντος ἁμαρτίας. ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν τῶν ἁμαρτανομένων ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων οὐκέτι. Διὰ τοῦτο ἐπιζητεῖ αὐτὸν ἐλθεῖν· τουτέστιν, ὃ καὶ νῦν φησι, Προχείρισαι ἄλλον ὃν ἀποστελεῖς· τουτέστιν, ἐλθέτω ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σῶτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Ἐπειδὴ δὲ οὔπω ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἔδει ἐν τοῖς τύποις προεθισθῆναι τὴν ἀνθρωπότητα, διὰ τοῦτο οὐκ εἰσηκούσθη τοῦ προφήτου ἡ αἴτησις. Ἠσαΐας μέντοι, μετὰ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας αὐτοῦ, ἐπειδὴ εἴρηκεν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγῶ οἰκῶ ἀκάθαρτα χείλη ἔχοντος· εἶτά ἤλουσε· Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Νομίσας ἐπὶ τῷ τὰ παραπλήσια κἀκείνους εὐεργετηθῆναι ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλλει, ἵνα κἀκείνοις ἀφεθῶσιν αἱ ἁμαρτίαι. Ἰδοὺ, φησὶν, ἐγὼ, ἀπόστειλόν με. Ὥστε εὔλογος κἀκείνου ἡ παραίτησις, καὶ τούτου ἡ προθυμία. ᾿Λσφαλὴς μέντοι ἡ ἀπόκρισις τοῦ ἁγίου, ὡς ὠφελημένου ἤδη ἐκ τῆς διὰ τῶν ἀνθράκων καθάρσεως. Εἰπόντος γὰρ τοῦ Κυρίου, Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; πρὸς μὲν τὸ, Ἀποστείλω, ἰδού εἰμι ἐγώ· πρὸς δὲ τὸ, Τίς πορεύσεται, οὐκέτι εἶπεν, ὅτι Καὶ πορεύσομαι. Οἶδε γὰρ ὅτι Θεοῦ συνεργοῦ
My people the sons of Israel out of the land of Egypt. Whereas Isaiah, when the word indefinitely seeks one to minister in the mission, submits himself. What then do we say? The dispositions of the saints are not at variance, standing opposed to one another concerning the same matter. Rather, because Moses knew the business on account of which he was being sent, for this reason he hesitated, looking both towards the unyieldingness of Pharaoh's heart, and again towards the stubbornness and intractability of the people. For he had experience of the ingratitude of the Jews, in that even after having received benefits they drove him into exile. Wherefore also, not bearing their malice, he withdrew to the quietness in the wilderness, running away from the tumults of cities and of the multitude of men under pretext of tending sheep. For this reason he says: Who am I, that I should go to Pharaoh, and that I should bring out the people from the land of Egypt? For neither does Pharaoh send the people out without great plagues, nor is the people easy to handle, ever opposing those who take care for its salvation. Moreover, what follows also shows the thought of Moses. For when after the calf-making God had granted favour to His servant on behalf of the forgiveness of the sin of the people, finally He says: Go, and lead this people, and I will send forth My angel before you; what then says Moses? I beseech Thee, Lord, unless Thou Thyself go before us, do not lead us up from here. What then is the man's thought? That the people is sinful, and stands in need of Him Who forgives sins; which is impossible for angels. Angels are indeed avengers of sins committed, yet no longer pardoners of offences. For this reason he seeks that He Himself should come; that is, what he says here also, Appoint another whom Thou will send; that is, let the true Lawgiver come, the mighty Saviour, Who alone has authority to forgive sins. Yet since the fulness of the times had not yet come, and humanity needed first to be accustomed in types, for this reason the request of the prophet was not heeded. Isaiah, however, after his sins had been forgiven him, since he had said, In the midst of a people having unclean lips I dwell, then heard: Who will go to this people? Supposing that the one being sent was sought to the end that those men also might receive similar benefits, out of exceeding joy he submits himself, so that to them also their sins might be forgiven. Behold, says he, here am I; send me. So then reasonable was both the former's begging off and the latter's readiness. Safe, however, was the reply of the saint, as having already profited from the cleansing through the live coals. For when the Lord said, Whom shall I send, and who will go? to the words, Shall I send, he replied, Behold, here am I; whereas to the words, Who will go, he no longer said, And I will go. For he knows that of God as fellow-worker