Migne Reading Room

PG 30 · cols. 369–380 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:369Read from the page
δύο ἔστιν εἴδη οἰκοδομῶν· τὸ μὲν ἀγαθὸν, τὸ ἐπὶ την πέτραν, καὶ ἐπὶ τὸν θεμέλιον τοῦ Χριστοῦ· τὸ δὲ ἕτερον φαῦλον, ὃ καὶ κπταγέλαστόν ἐστι καὶ ἀπωλείας αἴτιον, εἰκότως ὁ λόγος ταλανίζει τοὺς τὴν ἀγαθὴν οἰκίαν τῇ φαυλοτέρᾳ συνάπτοντας, καὶ οἱονεὶ μιγνύντας τὰ ἄμικτα. Ἐπιστήσεις δὲ, μήποτε πάντες ἄνθρωποι, ὅ τι ποτ' οὖν περὶ ἀληθείας δογματίζοντες, ὑγιέσι τισὶ καὶ ἀληθέσι τοῖς προκατειλημμένοις κατὰ τὰς κοινὰς ἐννοίας καὶ ἐνεσπαρμένοις ὑπὸ τοῦ Δημιουργοῦ, καλὴν ἔχοντες οἰκίαν, ὅταν σφαλλόμενοι τῆς ἀληθείας, ἀλλότρια τῆς θείας διδασκαλίας ἐκ τῆς ἔξωθεν ἀπάτης ἐπεισάγωσιν, οἷον οἰκίᾳ καλῇ συνάπτουσιν οἰκίαν τὴν χείρονα. Καὶ ταῦτα μὲν εἰς τὸν περὶ τῆς οἰκίας λόγον.
there are two kinds of buildings: the one good, that upon the rock and upon the foundation of Christ; and the other base, which is both ridiculous and a cause of destruction, with good reason the word declares wretched those who join the good house to the baser one, and as it were mingle things that cannot be mingled. And you will consider whether perhaps all men, whatever doctrine at all they frame concerning truth, having a fair house in certain sound and true conceptions grasped beforehand according to common notions and implanted by the Creator, whenever, erring from the truth, they bring in alongside from outward deceit things alien to the divine teaching, join as it were the worse house to a fair house. So much, then, for the discourse concerning the house.
153. Ἐπειδὴ δὲ ὁ ἅγιος οὐ μόνον Θεοῦ ἐστιν οἰκοδομὴ, ἀλλὰ καὶ Θεοῦ γεώργιον, ὡς ὁ μακάριος Παῦλός φησι· καὶ ἡ αὐτὴ ψυχὴ τεθεμελίωται ὡς οἰκία, καὶ ἐῤῥίζωται ὡς φυτόν (Ἐν ἀγάπῃ γὰρ, φησὶν, ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι)· φέρε καὶ περὶ τοῦ κατὰ τὸν ἀγρὸν προσεγγισμοῦ διαλάβωμεν, ὃν οἱ φαύλως ποιοῦντες καὶ ἐσφαλμένως, τῇ ἐγκειμένῃ κατακρίσει ὑπόδικοι γίνονται. Ὅσα οὖν περὶ γεωργίας εἴρηται, ὡς συγγενῆ τοῖς προκειμένοις συνεξετάσωμεν. Ἔστι μὲν οὖν ἀστεία φυτεία, ἡ κατὰ τὸν Σολομῶντα λέγοντα. Ἐφύτευσά μοι ἀμπελῶνα, ἐποίησά μοι κήπους κπὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ. Ἔστι δέ τις φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατὴρ, ἥτις καὶ ἐκριζοῦται κατὰ τὴν ἀπειλὴν τοῦ Κυρίου. Αὕτη δὲ ἡ φυτεία ἐκ φυτοῦ Σοδόμων τὴν ἄμπελον ἔχει, καὶ τὴν κληματίδα ἐκ Γομόῤῥας, καὶ στφραφυλὴν χολῆς γεωργεῖ, καὶ βότρυν πικρίας φέρει τοῖς κεκτημένοις. Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίγων ἀνίατος. Ὁ οὖν καταφυτεύσας τὸ ἑαυτοῦ ἡγεμονικὸν πάσῃ καρποφορίᾳ πνευματικῇ, καὶ τοῖς ἐκ φύσεως ἐῤῥιζωθεῖσιν αὐτῷ πρὸς ἐπίδειξιν καρπῶν δικαιοσύνης παρὰ τυῦ κτίσαντος ἐπιβαλὼν τὰ ἐκ τοῦ πονηροῦ γεωργοῦ, οὗτός ἐστιν ὁ διὰ τὸν ἀπηγορευμένον προσεγγισμὸν ἀγροῦ πρὸς ἀγρὸν ὑπὸ τοῦ λόγου ταλανιζόμενος. Διὰ τοῦτο καὶ ἀπειλεῖ αὐτῷ τὴν ἀφορίαν, ὡς μὴ ἐξοίσοντος ἀναλογοῦντα τῇ διδασκαλίᾳ τῇ περὶ αὐτὸν τὰ τῶν καρπῶν ἐπιδείγματα. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. Ἡ μὲν λέξις τὴν ἐγχώριον συνήθειαν λέγει τῶν κατὰ τὴν Φοινίκην διὰ βοῶν ἀροτριώντων τὴν ἄμπελον· ὁ δὲ λόγος ἐνδείκνυται περὶ τῶν ἐπαμφοτέριστῶν, καὶ τῶν ἐναντίων δογμάτων ἐφαπτομένων, καὶ συναπτόντοντων πρὸς ἄλληλα, ὧν ἄκαρποί εἰσιν αἱ ψυχαί.
153. And since the saint is not only God's building, but also God's tillage, as the blessed Paul says; and the same soul has been founded as a house, and rooted as a plant (For being rooted, says he, and founded in love); come, let us treat also concerning the bringing near with respect to the field, which those who practise basely and erroneously become liable to the condemnation set down. Let us therefore examine together whatever has been said concerning husbandry, as akin to the matters before us. Now there is a noble planting, that according to Solomon when he says: I planted for myself a vineyard, I made for myself gardens and orchards, and I planted in them every tree of fruit. And there is a certain planting which the heavenly Father did not plant, which also is rooted up according to the threat of the Lord. And this planting has its vine from the plant of Sodom, and its tendril from Gomorrah, and cultivates a cluster of gall, and bears a bunch of bitterness for its possessors. The wrath of dragons is their wine, and the incurable wrath of asps. He, therefore, who has planted his own governing faculty with all spiritual fruitfulness, and upon the things rooted in him by nature from Him Who created him for a display of fruits of righteousness has cast besides the things from the evil husbandman, this is the man declared wretched by the word on account of the forbidden bringing near of field to field. Wherefore it also threatens him with barrenness, inasmuch as he will not bring forth specimens of fruits proportionate to the teaching bestowed upon him. For where ten yoke of oxen work, it shall make one jar. The letter states the native custom of those throughout Phoenicia who plough the vineyard with oxen; whereas the meaning points to waverers between both sides, who lay hold of contrary doctrines and join them to one another, whose souls are fruitless.
154. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ, καὶ τὸ
154. Woe to those who rise early in the morning, and
Notes, col. 369

On the reading

Printed την, for τὴν.

Printed κπταγέλαστόν, for καταγέλαστόν.

Printed κπὶ, for καὶ.

Printed στφραφυλὴν, for σταφυλὴν.

Printed ἀσπίγων, for ἀσπίδων.

Printed τυῦ, for τοῦ.

Printed ἐπαμφοτέριστῶν, for ἐπαμφοτεριστῶν.

Printed συναπτόντοντων, for συναπτόντων.

PG 30:372Read from the page
σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας, καὶ ψαλτηρίου, καὶ τυμπάνων, καὶ αὐλῶν, τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Τῆς ἀποστολικῆς λέξεως τὴν ἐξήγησιν τὸ παρὸν τοῦτο μέρος τῆς προφητείας περιέχει· ἐκεῖ μὲν γάρ φησι. Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν ἐνταῦθα δέ· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωἰ, καὶ τὸ σίκερα διώκοντες. Σίκερα γὰρ πᾶν τὸ δυνάμενον μέθην ἐμποιῆσαι πόμα τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες. Οἱ οὖν εὐθὺς ἀρχομένης τῆς ἡμέρας, κατὰ τὴν Παροιμίαν, ἐπὶ τὰ ποτήρια καὶ τὰς φιάλας διδόντες ἑαυτῶν τοὺς ὀφθαλμοὺς, καὶ περισκοποῦντες ποῦ πότοι γίνονται· οἰνοπωλεῖα καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὰ συμπόσια παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες· οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται. Οἳ καιρὰν μὲν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν παρέχουσιν, οὐδὲ διδόασι σχολὴν τοῖς ὀφθαλμοῖς ἀνανεῦσαι πρὸς οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη, ὥστε ἐκ τῆς τούτων διακοσμήσεως τὸν γενεσιουργὸν ἐννοεῖν, ἀλλὰ καὶ κοσμοῦντες ἑαυτῶν τὸ συμπόσιον τάπησι ποικίλοις καὶ ἀνθινοῖς παραπετάσμασι, περιττὴν δέ τινα σπουδὴν καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας, καὶ ῥυτὰ, καὶ φιάλας, καὶ κισσύβιον, καὶ κρατῆρας, καὶ τὰ τοιαῦτα ὀνόματά τε καὶ σχήματα τᾷ παρασκευῇ τῆς μέθης ἐπινοοῦντες· ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον, τὸν κόρον αὐτοῖς ὑποκλέπτοι, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Εἶτα ἀντιπροπίνοντες ἀλλήλοις, καὶ εἰς τὴν ὑπὲρ τοῦ πίνειν ἅμιλλαν καθ-
pursue strong drink, who tarry until late evening; for wine shall burn them up. For with lyre, and psaltery, and timbrels, and flutes, they drink wine, but they look not upon the works of the Lord, and consider not the works of His hands. This present part of the prophecy contains the explanation of the apostolic saying; for there it says: Drunkards shall not inherit the kingdom of God; and here: Woe to those who rise early in the morning, and pursue strong drink. For it is customary for the Hebrews to name strong drink every beverage capable of producing drunkenness. Those, therefore, who straightway as the day begins, according to the Proverb, fix their eyes upon cups and bowls, and look round to see where drinking-bouts take place; scanning wine-shops and taverns, and taking one another along to banquets, and spending all the care of their soul upon solicitude for such things: these are lamented over by the prophet. Who afford themselves no time at all for the contemplation of the marvellous works of God, nor grant leisure to their eyes to look up towards heaven, and the beauties in it, so as from the ordering of these things to conceive of the Author of creation, but even adorning their banquet with variegated carpets and flowered hangings, display a superfluous zeal and care for the preparation of drinking-vessels, devising wine-coolers, and drinking-horns, and bowls, and the ivy-cup, and mixing-bowls, and such names and shapes for the equipment of drunkenness; so that the variety of vessels might steal away satiety from them, and the exchange and succession of drinking-vessels might produce for them a sufficient pastime in drinking. Then, pledging one another in turn, and into the rivalry over drinking set-
155. Συμποσίαρχοι δέ τινες ἐπὶ τούτοις, καὶ ἀρχιοινοχόοι καὶ ἀρχιτρίκλινοι, καὶ τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι. Μεθύουσιν οἱ ἐπιστάται· μεθύουσιν οἱ ὑπηρέται· πάντα γελώντων καὶ μεθυόντων γέμει, ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς. Εἶτα μέντοι, ὥσπερ ταῖς ἀρχαῖς ταῖς ἔξωθεν ἡ σεμνότης τῶν δορυφόρων τὴν δυναστείαν παραύξει· οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι θεραπείαν τινὰ περιστήσαντες, τὸ ἐπονείδιστον διὰ τὸ ὑπερβάλλον τῆς σπουδῆς περεστέλλουσι. Στέφανοι ἐπὶ τούτοις καὶ ἄνθη κατασκεδαννύμενα τῷ συμποσίῳ, καὶ μύρα καὶ θυμιάματα. καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι προσμηχανώμεναι, πλείονα τὴν ἀσχολίαν τοῖς
155. And over these there are certain toastmasters, and chief cupbearers and masters of the feast, and order in disorder, and arrangement in an unseemly business. Drunk are the overseers; drunk are the servants; all things teem with men laughing and drunken, a pitiable spectacle to Christian eyes. Then indeed, just as in worldly magistracies the dignity of bodyguards increases authority, so too, stationing a kind of retinue around drunkenness as though around a queen, they cloak what is dishonourable through the excess of their lavishness. Crowns besides these, and flowers strewn over the banquet, and unguents and incense, and countless outward delights contrived in addition, prepare greater distraction for
Notes, col. 372

On the reading

Printed πρωἰ, for πρωὶ.

Printed καιρὰν, for καιρὸν.

Printed τᾷ, for τῇ.

Printed περεστέλλουσι, for περιστέλλουσι.

PG 30:373Read from the page
ἀπολλυμένοις παρασκευάζουσιν, ἰσόῤῥοπον αὐτοῖς τῇ παρούσῃ φαιδρότητι τὴν αἰώνιον κόλασιν προξενοῦντα. Εἶτα πόῤῥω προϊόντος τοῦ πότου, αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, κατὰ μὲν τὴν ἀλήθειαν ἀποθρηνοῦντα τοὺς ἀπολλυμένους, κατὰ δὲ τὴν ἐπιτήδευσιν τῶν μεθυόντων, ὥστε αὐτοῖς πάσας τῆς ψυχῆς τάς ἡδονὰς τῇ μελῳδίᾳ διεγερθῆναι· ὡς οὐκ ἀρκοῦντος τοῦ οἴνου τῇ παρ' ἑαυτοῦ θερμότητι σμῆνος ἐπιθυμιῶν τῇ ἀθλίᾳ ψυχῇ τοῦ πίνοντος ἐπεγεῖραι. Ἀλλ' ἵνα πᾶσαι αὐτοῖς αἱ αἰσθήσεις ὑπὸ τῆς ἡδονῆς καταγόητευθεῖσαι κατέχωνται· αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ ἀσφρήσεις ὑπὸ τῶν ἀναθυμιωμένων πληροῦνται, τὸ στόμα τῇ παρόδῳ τοῦ οἴνου ὑπηρετεῖ- ὀφθαλμοὶ βλέπουσι τὰ γινόμενα, μᾶλλον δὲ παραβλέπουσι, τὴν ἀκρίβειαν τῆς αἰσθήσεως ὑπὸ τῆς μέθης ἀφηρημένοι. Δι' ἃ εἴρηται τὸ, Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ, καὶ τὸ σίκερα διώκυντες, οἱ μένοντες τὸ ὀψὲ, καὶ διημερεύοντες ἐν τούτοις, ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν τὰ ἔργα Κυρίον ἐμβλέπειν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Πότε γὰρ διδαχθῶσι περὶ Θεοῦ; Τὸ πρωί; Ἀλλ' εὐθὺς ἐξαναστάντες ἀπὸ τοῦ ὕπνου, τὸ σίκερα διώκουσιν. Ἀλλὰ μεσούσης ἡμέρας; Ἀλλὰ τότε δὴ μάλιστα αὐτοῖς αὔξησιν καὶ ἐπίδοσιν ὁ πότος ἔχει. Ἀλλ' ἑσπέρας; Ἀλλ' ἔτι πίνουσι· καὶ ἡ μὲν ἡμέρα αὐτοὺς ἐπιλέλοιπεν, ἡ δὲ μέθη οὐκ ἐπιλείπει. Ἀλλὰ μάλιστα δὴ τῆς νυκτὸς, ὡς ἰδίως αὐτοῖς διαφερούσης, ἀντέχονται.
those who are perishing, procuring for them everlasting punishment equal in weight to their present merriment. Then, as the drinking advances far, there come flutes and lyres and timbrels, in truth bewailing those who are perishing, but in the pursuit of the drunken, so that all the pleasures of the soul may be stirred up for them by the melody; as though wine were not sufficient by the heat from itself to rouse up a swarm of desires in the wretched soul of the drinker. Nay, that all their senses may be held spellbound by pleasure: their hearing is piped over with flutes, their sense of smell is filled with fumes of incense, the mouth ministers to the passage of the wine, the eyes behold what takes place, or rather see amiss, deprived of accuracy of perception by drunkenness. Wherefore it has been said, Woe to those who rise early in the morning, and pursue strong drink, who tarry until late evening, and spend the whole day in these things, so as to afford themselves no time to look upon the works of the Lord, and to consider the works of His hands. For when should they be taught concerning God? In the morning? Yet straightway upon rising from sleep, they pursue strong drink. At midday, then? Yet just then above all the drinking-bout gains growth and increase among them. In the evening, then? Yet they are still drinking; and the day indeed has failed them, yet drunkenness fails not. Nay, above all they cling to the night, as belonging peculiarly to themselves.
156. Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωὶ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Εἶνα τὴν αἰτίαν τοῦ δύνασθαι αὐτοὺς διαρκεῖν ἐν τῷ πότῳ ὁ προφήτης φησὶν, Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει, τὴν αἰτίαν λέγων καθ' ἣν ἀπλήρωτος αὖτοῖς ἐστιν ἡ τοῦ πίνειν ἐπιθυμία. Ὅτι ἐπειδὰν πολὺς, φηοὶν, ὁ ἄκρατος εἰσχυθῇ, πλείονα τὴν θερμασίαν ἐπεισαγαγὼν τῷ σώματι, τὴν φυσικὴν ἰκμάδα τοῦ πίνοντος καταφρύσσει. Εἶτα, οἶμαι, αὐτοὸς ἑαυτῷ ὁ οἶνος ὑπέκκαυμα γινόμενος, ὁ προλαβὼν τὴν εὐρυχωρίαν παρασκευάζει τῷ εἰσιόντι. Ὥσπερ δὲ αἱ χαράδραι, ἐπιῤῥέοντνς μὲν τοῦ ὑγροῦ, πλήρεις εἶναι δοκοῦσι, παρελθόντος δὲ, ξηραὶ καὶ λιθώδεις καὶ ἄνικμοι καταλείπονται· οὕτω καὶ τὰ τῶν μεθυόντων σώματα ἂποχαραδρωθέντα τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ἐκ φύσεως ἰκμάδα προσκατασύρει. Οἱ μένοντες τὸ ὀψέ. Διὰ τοῦτο μένουσι, φησὶ, τὸ ὀψέ· Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τὸ δὲ ἐκ τοῦ οἴνου πῦρ, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν, καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει, τὰς δὲ ἐπιθυμίας καὶ τὰς ἡδονὰς ὥσπερ ἔλαιον φλόγα ἐξάπτει. Ὥστε τὸ εἰρημένον ὅτι, Ὁ οἶνος αὐτοὺς σογκαύσει, οὐκ ἐπὶ
156. Woe therefore to those who rise early in the morning, and pursue strong drink, who tarry until late evening. Then the prophet states the cause of their being able to hold out in drinking: For wine shall burn them up, stating the cause whereby the desire for drinking is insatiable in them. Because whenever much unmixed wine, says he, is poured in, introducing greater heat into the body, it parches up the natural moisture of the drinker. Then, I suppose, the wine becoming tinder to itself, that which went before prepares ample room for that which enters. And just as ravines, while moisture streams over them, seem to be full, but once it has passed by, are left dry and stony and moistureless; so too the bodies of drunkards, furrowed out like ravines by excess of wine, sweep away their natural moisture besides. Who tarry until late evening. On this account they tarry, says he, until late evening: For wine shall burn them up. And the fire from wine, engendered in the flesh, becomes kindling for the fiery darts of the enemy. For wine plunges reasoning and mind beneath, while desires and pleasures it kindles as oil does a flame. So that what has been said, Wine shall burn them up, we understand not only with reference to
Notes, col. 373

On the reading

Printed τάς, for τὰς.

Printed καταγόητευθεῖσαι, for καταγοητευθεῖσαι.

Printed ἀσφρήσεις, for ὀσφρήσεις.

Printed ὑπηρετεῖ-, for ὑπηρετεῖ·.

Printed διώκυντες, for διώκοντες.

Printed Κυρίον, for Κυρίου.

Printed Εἶνα, for Εἶτα.

Printed αὖτοῖς, for αὐτοῖς.

Printed φηοὶν, for φησὶν.

Printed αὐτοὸς, for αὐτὸς.

Printed ἐπιῤῥέοντνς, for ἐπιῤῥέοντος.

Printed ἂποχαραδρωθέντα, for ἀποχαραδρωθέντα.

Printed σογκαύσει, for συγκαύσει.

PG 30:376Read from the page
τὴν εἰς τὸ πίνειν ἐπιθυμίαν μόονο. ἀλλὰ καὶ ἐπὶ τὴν λοιπὴν τοῦ σώματος πύρωσιν ἐκδεχόμεθα. Εἶτα παραύξων τὴν ἀτοπίαν ὁ λόγος πρόεισι· Μετὰ γὰρ κιθάρας, φησὶ, καὶ ψαλτηρίου, καὶ τυμπάνων, καὶ αὐλῶν, τὸν οἶνον πίνουσι. Κιθαρισταὶ γὰρ τινες νέοι, οἳ κακῶς παραπεσόντες μεθύουσιν ὀφθαλμοῖς· καὶ αὐλητρίδες καὶ ψάλτριαι, κακῶς τὴν ὥραν διατιθέμεναι· καὶ χοροὶ καὶ συνῳδία κακῶν πρὸς τὸ ἔκλυτον διατεθρυμμένοι τὰ σώματα, καὶ ἐπὶ τῇ πανδήμῳ μουσικῇ τὰς ψυχὰς κατακλῶντες, πρὸς πᾶσαν αἰσχρὰν καὶ παράνομον ἡδονὴν τοὺς ἐν τῇ μέθῃ διερεθίζουσιν. Ἐκ δὲ τούτου τί συμβαίνει; Τὰ ἔργα Κυρίου μὴ ἐμβλέπειν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν. Ἀλλὰ τὸ μὲν ἐμβλέπειν τὴν δι' ὀφθαλμῶν κατάληψιν τῶν ὁρατῶν ὑποφαίνει, τὸ δὲ κατανοεῖν τὴν διὰ τοῦ νοῦ θεωρίαν τῶν ἀοράτων παρίστησιν. Ἐπεὶ οὖν Τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα, καθορᾶται· ὁ μὴ ἐμβλέπων τοῖς ἔργοις, οὐδὲ πρὸς τὴν διὰ τοῦ νοῦ νόησιν ὁδηγεῖται.
the desire for drinking, but also with reference to the remaining inflammation of the body. Then, heightening the absurdity, the word proceeds: For with lyre, says it, and psaltery, and timbrels, and flutes, they drink wine. For certain young lyre-players, who having fallen into evil ways are drunken in their eyes; and flute-girls and harp-girls, wickedly disposing of their youthful bloom; and choruses and concerted singing of evil men debilitated in their bodies unto dissoluteness, and breaking down souls over vulgar music, provoke those in drunkenness towards every shameful and lawless pleasure. And what comes to pass from this? Not to look upon the works of the Lord, and not to consider the works of His hands. Now looking upon indicates the apprehension of visible things through the eyes, whereas considering sets forth the contemplation of invisible things through the mind. Since therefore The invisible things of God from the creation of the world are clearly seen, being understood by the things that are made, he who looks not upon the works is not guided towards comprehension through the mind either.
157. Τί οὖν ἐστι τὸ λεγόμενον; Ὅτι μέθη ἀθεότητός ἐστιν ἀρχὴ, σκότωσις οὖσα τοῦ διανοητικοῦ, δι' οὗ μάλιστα ὁ Θεὸς ἐπιγινώσκεσθαι πέφυκεν· ἔργα δὲ χειρῶν, καὶ ἡ προσδοκωμένη ἀντίδοσις, τὸ πῦρ ἐκεῖνο, καὶ ἡ ἐν ᾅδου κόλασις, γλῶσσα κατάξηρος μικρᾶς ῥανίδος παραμυθίαν ἐπιθυμοῦσα, φλὸξ πανταχόθεν, οὐδὲ ἀέρος ἀναπνοὴν ἀναψύχειν τὸν καύσωνα τὸν ἐν τοῖς σπλάγχνοις ἐῶσα. Ἀνθ' ὧν αὐληταὶ, ὁ στεναγμός· ἀντὶ τῆς ἀμέτρου μέθης, ἐπιθυμία σταγόνος, τῦς σαρκὸς τῶν μεθυόντων ἀποτηγανιζομένης ἐν τῇ καμίνῳ· ἀντὶ τῶν ἀσελγῶν θεαμάτων, τὸ σκότος τὸ βαθύ· ἀντὶ τῆς ἀκοιμήτου ἐπιθυμίας, ὁ ἀκοίμητος σκώληξ. Οἱ οὖν ἐν τῇ μέθῃ τὸν νοῦν ἑαυτῶν καταβυθίσαντες, κατανοεῖν ταῦτα τὰ ἔργα τῶν χειρῶν ἀδυνατοῦσι· καὶ διὰ τὸ μὴ προβλέπειν τὰ ἀναμένοντα αὐτοὺς, εἰκότως ὡς ἤδη ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς ὁ λόγος ὀδύρεται. Ἀκουέτωσαν τούτων οἱ ἀντὶ τῶν Εὐαγγελίων τὰς κιθάρας καὶ τὰς λύρας ἐπὶ τῶν οἴκων φυλάσσοντες. ὅτι ὡς ἤδη ἀπολωλότας ὁ προφήτης ἀνακαλεῖται, ἐκ τῆς κατ' ἀγάπην συμπαθείας θρηνῶν αὐτῶν τὴν ἀπώλειαν.
157. What then is that which is said? That drunkenness is a beginning of ungodliness, being a darkening of the intellective faculty, through which above all God is by nature known; and the works of hands, and the awaited recompense, are that fire, and the punishment in Hades, a parched tongue longing for the solace of a tiny drop, flame on every side, not even allowing a breath of air to cool the burning heat within the inward parts. In place of flute-players, groaning; instead of immoderate drunkenness, longing for a drop, while the flesh of the drunken is fried away in the furnace; instead of licentious spectacles, deep darkness; instead of sleepless desire, the sleepless worm. Those, therefore, who in drunkenness have plunged their own mind beneath are unable to consider these works of hands; and because they do not foresee the things awaiting them, with good reason the word laments over them as being already in those terrors. Let those hear these things who instead of the Gospels keep lyres and harps in their houses, because the prophet calls out over them as already lost, bewailing their destruction out of sympathy according to love.
158. Οὐαὶ, φησὶν, οἱ μετὰ κιθάρας, καὶ αὐλῶν, καὶ τυμπάνων, καὶ ψαλμῶν, τὸν οἶνον πίνοντες. Σοὶ δὲ χρυσῷ καὶ ἐλέφαντι πεποικιλμένη ἡ λύρα, ἐφ' ὑψηλοῦ τινος βωμοῦ ὥσπερ τι ἄγαλμα καὶ εἴδωλον δαιμόνων ἀνάκειται· καὶ γυνή τις ἀθλία, αὖτὶ τοῦ τὰς χεῖρας ἐρείδειν πρὸς ἄτρακτον διδαχθῆναι, διὰ
158. Woe, says he, to those who with lyre, and flutes, and timbrels, and psalms, drink wine. Yet for you the lyre, inlaid with gold and ivory, is set up upon some lofty altar like some statue and idol of demons; and some wretched woman, instead of being taught to set her hands to the spindle, because of
Notes, col. 376

On the reading

Printed μόονο, for μόνον.

Printed γὰρ τινες, for γάρ τινες.

Printed τῦς, for τῆς.

Printed αὖτὶ, for ἀντὶ.

PG 30:377Read from the page
τὴν ἐκ τῆς δουλείας ἀνάγκην ἐπὶ λύραν ἐκτείνειν ἐδιδάχθη παρὰ σοῦ, ἴσως καὶ μισθοὺς τελέσαντος, τάχα καὶ προαγωγῷ τινι γυναικὶ παραδόντος, ἣ μετὰ τὸ πᾶσαν ἀσέλγειαν ἐν τῷ ἰδίῳ σώματι ἀπαθλῆσαι, ταῖς νέαις προκάθηται τῶν ὁμοίων διδάσκαλος. Ὑπὲρ ἧς σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως διπλοῦν τὸ κοκὸν ἀπαντήσεται, ὧν τε αὐτὸς ἀσελγαίνεις, καὶ ὧν ἀθλίαν ψυχὴν διὰ πονηρῶν διδαγμάτων ἀπηλλοτρίωσας τοῦ Θεοῦ. Εἶτα παρίσταται τῇ λύρᾳ καὶ ἐπιβάλλει τοῖς φθόγγοις τὰς χεῖρας· γυμνὸς ὁ πῆχυς, ἀναιδὲς τὸ πρόσωπον. Εἶτα ἐπέστραπται τὸ συμπόσιον ἅπαν, καὶ οἱ ὀφθαλμοὶ πάντων ἐκεῖ φέρονται, καὶ ὦτα ὑποσιωπᾷ τοῖς κρούμασι, καὶ καταστέλλεται μὲν ὁ θόρυβος ἐκεῖ κατασιγάζεται δὲ ὁ γέλως, καὶ τῶν ἀσελγῶν ῥημάτων ἡ ἅμιλλα. Ἐφησυχάζουσι δὲ οἱ κατὰ τὸν οἶκον ἅπαντες τῇ ἀκολάστῳ μέλῳδιᾳ κατακηλούμενοι, οὐχ ἡσυχάζει δὲ ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, οὔτε ὑποσιωπᾷ ταῖς τοῦ Εὐαγγελίου φωναῖς, ὁ ἐκεῖ σιωπῶν. Εἰκότως. Ὁ γὰρ ἐκεῖ σιωπὴν ἐπιτάσσων ἐχθρὸς, οὗτος ἐνταῦθα τὸν θόρυβον ὑποβάλλει. Ἐλεεινὸν θέαμα σώφροσιν ὀφθαλμοῖς, μὴ ἱστουργεῖν γυναῖκα, ἀλλὰ λυρῳδεῖν· μὴ ὑπὸ ἰδίου γνωρίζεσθαι ἀνδρὸς, ἀλλ' ὑπὸ ἄλλων ἀποβλέπεσθαι· πάνδημον εἶναι· μὴ ψαλμὸν ᾄδειν ἐξομολογήσεως, ἀλλὰ ᾄσματα πόρνης· μὴ Θεὸν ἱκετεύειν, ἀλλ' ἐπὶ τὴν γέενναν ἐπείγεσθαι· μὴ εἰς Ἐκκλησίαν Θεοῦ σπουδάζειν, ἀλλὰ συνεκβάλλειν ἑαυτῇ καὶ ἑτέρους. Ἐχθρὰ μὲν ταύτῃ ἔρια· στήμονα δὲ κατάγειν, ἢ κρόκην στρέφειν, οὔτε οἶδεν, οὔτεε θέλει. Μέθύουσι δὲ συνοῦσα, τὰ ἐκείνων ἐπιτηδεύει. Ὅυτως ἱστὸν ἀράχνης ὑφαίνουσιν, οἷον ἐν στήμοσί τισι ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας ἑαυτῶν ἐπιβάλλουσαι, πυκνὰ δὲ τὸ κέντρον οἷον κερκίδα ὧδε καὶ ὧδε μετακομίσασαι, πέρας οὐδὲν τῆς ἐνεργείας ἐπιδεικνύουσι. Τῶν μὲν γὰρ τεχνῶν ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι, καὶ τὸ τέλος ὀφθαλμοῖς ἐγκείμενόν ἐστιν, οἷον τεκτονικῆς τὸ βάθρον, οἰκοδομικῆς οἰκία, ναυπηγικῆς τὸ πλοῖον, ὑφαντικῆς τὸ ἱμάτιον, χαλκευτικῆς ἡ μάχαιρα· τῶν δὲ ματαιοτεχνιῶν, οἷον κιθαριστικῆς, ἢ ὀρχηστικῆς, ἢ αὐλητικῆς, ἢ ἄλλων τοιούτων, παυσαμένης τῆς ἐνεργείας, τὸ ἔργον συναφανίζεται· καὶ ὄντως,
the necessity arising from slavery was taught by you to stretch them forth unto a lyre, when perhaps you even paid fees, and perchance even handed her over to some procuress, who after having fought through every licentiousness in her own body presides over young women as a teacher of the like things. On her account in the day of judgement double evil shall meet you, both for the things wherein you yourself act licentiously, and because through wicked teachings you estranged a wretched soul from God. Then she stands beside the lyre and lays her hands upon the strings; bare is her forearm, shameless her countenance. Then the whole banquet has turned towards her, and the eyes of all are borne thither, and ears fall hushed at the strikings of the strings, and the tumult there is quelled, and laughter is silenced, and the rivalry of licentious words. All throughout the house keep quiet, charmed by the dissolute melody; yet he who keeps silent there neither keeps quiet in the Church of God, nor falls hushed at the voices of the Gospel. Reasonably so. For the enemy who commands silence there is the very one who prompts tumult here. A pitiable spectacle to sober eyes: for a woman not to work at the loom, but to sing to the lyre; not to be known by her own husband, but to be gazed at by others; to belong to the public; not to sing a psalm of confession, but songs of a harlot; not to supplicate God, but to hasten towards Gehenna; not to be eager for the Church of God, but to cast others also out along with herself. Hateful to her is wool; and to draw down the warp, or twist the woof, she neither knows how, nor wishes. Consorting with drunken men, she practises their ways. Thus they weave a spider's web: laying their own hands upon the stretched strings as though upon certain warp-threads, and busily shifting the plectrum hither and thither like a shuttle, they display no finished product of their activity. For in as many of the arts as are necessary in life, the end too lies before the eyes, as of carpentry the bench, of housebuilding a house, of shipbuilding the ship, of weaving the garment, of smithcraft the knife; whereas in the vain arts, such as lyre-playing, or dancing, or flute-playing, or other such things, once the activity ceases, the work vanishes along with it; and truly,
Notes, col. 377

On the reading

Printed κοκὸν, for κακὸν.

Printed μέλῳδιᾳ, for μελῳδίᾳ.

Printed οὔτεε, for οὔτε.

Printed Μέθύουσι, for Μεθύουσι.

Printed Ὅυτως, for Οὕτως.

PG 30:380Read from the page
κατὰ τὴν ἀποστολικὴν φωνὴν, τὸ τέλος τούτων ἀπώλεια. Ταῦτα τοῖς διὰ πολλὴν ἄνεσιν τρυφῆς χρωμένοις παρὰ δεῖπνον, ἤτοι συνεχῶς, ἢ ἐν οἷς ὑπολαμβάνουσι καιροῖς εὐφροσύνης γάμων, ἢ ἑστιάσεων, αὐλοῖς καὶ κιθάραις, καὶ χοροῖς, ἀναγκαίως ἡμῖν ἐξήτασται, ἵνα τὴν ἐκ τοῦ θείου λόγου διαβολὴν πρὸς τὰς τοιαύτας ἐπιτηδεύσεις καταμαθόντες, φόβῳ τῶν ἐπηρτημένων δεινῶν, πρὸς γοῦν τὸ ἐφεξῆς τὴν πονηρὰν τοῦ βίου ὑμῶν συνήθειαν εἰς τὸ βέλτιον μεταβάλητε. Ἔστι δὲ καὶ τὴν διάνοιαν τῶν ῥητῶν καθ' ἑτέραν ἐκδοχὴν βασανίσαντας, εὑρεῖν τι καὶ ἕτερον ὠφελοῦν ἡμῶν τὰς ψυχάς.
according to the apostolic utterance, the end of these things is destruction. These things, for those who through much indulgence of luxury make use, at supper, whether continually or at what they suppose to be seasons of gladness at weddings or banquets, of flutes and citharas and dances, have of necessity been examined by us, so that having learned thoroughly the censure from the divine word against such pursuits, through fear of the terrors hanging over you, for the future at least you may change the wicked custom of your life for the better. And it is possible also, having tested the meaning of the words according to another acceptation, to find something else too that benefits our souls.
159. Οὐαὶ, φησὶν, οἱ ἐγειρόμενοι τὸ πρωὶ, καὶ τὸ σίκερα διώκοντες. Τουτέστιν, οἱ ἅμα τῷ λυθῆναι αὐτοῖς τὸν ἐκ τῆς ἀγνοίας σκότον διὰ τῆς εἰς θεογνωσίαν εἰσαγωγῆς, ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης, ἀντὶ τῶν προτέρων ἀνὄμων καὶ ἀσεβῶν θεοσεβεῖς χρηματίσαντες, καὶ ἐγκαταλεγέντες Ἐκκλησίᾳ Θεοῦ· οὕτως ὑπὸ τῶν παθῶν τῆς σαρκὸς κατακρατούμενοι, ὥστε ἐξίστασθαι τῶν λογισμῶν καὶ ἀνατρέπεσθαι ἐξίσου τοῖς ὑπὸ μέθης ἐσκοτισμένοις. Τοὺς οὖν τοιούτους ὁ λόγος ταλανίζει, τοὺς μετὰ τὴν τοῦ Θεοῦ διδασκαλίαν ἐπιδιδόντας ἑαυτοὺς μέθῃ παθῶν. Οἶδε γὰρ μεθύοντας καὶ χωρὶς οἴνου πολλάκις, ὁ λέγων· Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου. Ὥσπερ γαρ ὁ οἶνος πλείων τῆς χρείας ἢ τῆς δονάμεως τοῦ πίνοντος εἰσρυεὶς, σκότωσιν ἐπάγειν τῷ λογισμῷ πέφυκεν· οὕτω καὶ πάθη ἐπιθυμίας, ἢ λύπης, ἢ θυμοῦ, κατακρατήσαντα τοῦ λογισμοῦ, ἔκφρονας ποιεῖ, τοὺς ὑπ' αὐτῶν κατεχομένους. Ἄθλιοι οὖν καὶ τρισάθλιοι οἱ μὴ μόνον ἀρχομένου τοῦ βίου τῇ μέθῃ βεβαπτισμένοι, ἀλλὰ λαὶ μένοντες τὸ ὀψέ· τουτέστιν, οἱ μέχρι τῶν δυσμῶν τῆς ζωῆς πάθεσιν ἑαυτοὺς παραπέμποντες. Καθ' ἕνα μὲν οὖν τρόπον ὁ ἐκ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ φωτισμὸς ἐγγινόμενος ταῖς καρδίαις πρωία λέγεται· καθ' ἕτερον δὲ, καθ' ὃν ἀρχόμεθα τῆς λογικῆς ζωῆς, συμπληρωθέντος τοῦ λόγου. Καθ' ἑκάτερον γὰρ σκοτία νὺξ ὁ πρότερον βίος, ἤτοι τοῦ λόγου μήπω τετελειωμένου, καὶ τῆς ψυχῆς ἐν ἀλογίᾳ βεβαπτισμένης, ἢ διὰ τὴν ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, σκότῳ βαθεῖ τῆς διανοίας κεκαλυμμένης.
159. Woe, he says, to those who rise up in the morning and pursue strong drink. That is, those who, as soon as the darkness from ignorance has been dissolved for them through the introduction into knowledge of God, when the Sun of righteousness has risen upon them, having instead of their former lawless and ungodly selves been styled pious and been enrolled in the Church of God, are so mastered by the passions of the flesh as to be driven out of their reckonings and overturned equally with those darkened by drunkenness. Such men, therefore, the word calls wretched, those who after the teaching of God give themselves over to a drunkenness of passions. For he knows men drunken even apart from wine oftentimes, he who says: Woe to you who are drunken without wine. For just as wine flowing in beyond the need or the capacity of the drinker is wont to bring darkening upon the reason, so too passions of desire, or of grief, or of anger, having mastered the reason, render senseless those who are held fast by them. Wretched, therefore, and thrice-wretched are those who not only at the beginning of life are plunged in drunkenness, but also remain until evening; that is, those who right until the settings of life escort themselves onward in passions. Now in one way the illumination from the full knowledge of God springing up in the hearts is called morning; and in another, that according to which we begin the rational life, when reason has reached completion. For in either case the former life is dark night, whether with reason not yet perfected and the soul plunged in irrationality, or through alienation from God, with the understanding covered over in deep darkness.
160. Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωὶ, τουτέστιν οἱ ἄρτι τὴν ἐκ τῆς νεότητος ἄνοιαν ἀποθέμενοι, καὶ ἀντὶ τοῦ διὰ τῆς τοῦ λόγου δυνάμεως εὐτόνως καταπαλαίειν τὰ πάθη, ἀνατρεπόμενοι παρ' αὐτῶν, καὶ οἱόν τινα μέθην τὰ πάθη μεταδιώκοντες. Ταλα-
160. Woe, therefore, to those who rise up in the morning, that is, those who have just now put off the folly resulting from youth, and instead of vigorously wrestling down the passions through the power of reason, are overturned by them, and pursue the passions like a kind of drunkenness. Most wretch-
Notes, col. 380

On the reading

Printed ἀνὄμων, for ἀνόμων.

Printed γαρ, for γὰρ.

Printed δονάμεως, for δυνάμεως.

Printed λαὶ, for καὶ.