τὴν ἐκ τῆς δουλείας ἀνάγκην ἐπὶ λύραν ἐκτείνειν ἐδιδάχθη παρὰ σοῦ, ἴσως καὶ μισθοὺς τελέσαντος, τάχα καὶ προαγωγῷ τινι γυναικὶ παραδόντος, ἣ μετὰ τὸ πᾶσαν ἀσέλγειαν ἐν τῷ ἰδίῳ σώματι ἀπαθλῆσαι, ταῖς νέαις προκάθηται τῶν ὁμοίων διδάσκαλος. Ὑπὲρ ἧς σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως διπλοῦν τὸ κοκὸν ἀπαντήσεται, ὧν τε αὐτὸς ἀσελγαίνεις, καὶ ὧν ἀθλίαν ψυχὴν διὰ πονηρῶν διδαγμάτων ἀπηλλοτρίωσας τοῦ Θεοῦ. Εἶτα παρίσταται τῇ λύρᾳ καὶ ἐπιβάλλει τοῖς φθόγγοις τὰς χεῖρας· γυμνὸς ὁ πῆχυς, ἀναιδὲς τὸ πρόσωπον. Εἶτα ἐπέστραπται τὸ συμπόσιον ἅπαν, καὶ οἱ ὀφθαλμοὶ πάντων ἐκεῖ φέρονται, καὶ ὦτα ὑποσιωπᾷ τοῖς κρούμασι, καὶ καταστέλλεται μὲν ὁ θόρυβος ἐκεῖ κατασιγάζεται δὲ ὁ γέλως, καὶ τῶν ἀσελγῶν ῥημάτων ἡ ἅμιλλα. Ἐφησυχάζουσι δὲ οἱ κατὰ τὸν οἶκον ἅπαντες τῇ ἀκολάστῳ μέλῳδιᾳ κατακηλούμενοι, οὐχ ἡσυχάζει δὲ ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, οὔτε ὑποσιωπᾷ ταῖς τοῦ Εὐαγγελίου φωναῖς, ὁ ἐκεῖ σιωπῶν. Εἰκότως. Ὁ γὰρ ἐκεῖ σιωπὴν ἐπιτάσσων ἐχθρὸς, οὗτος ἐνταῦθα τὸν θόρυβον ὑποβάλλει. Ἐλεεινὸν θέαμα σώφροσιν ὀφθαλμοῖς, μὴ ἱστουργεῖν γυναῖκα, ἀλλὰ λυρῳδεῖν· μὴ ὑπὸ ἰδίου γνωρίζεσθαι ἀνδρὸς, ἀλλ' ὑπὸ ἄλλων ἀποβλέπεσθαι· πάνδημον εἶναι· μὴ ψαλμὸν ᾄδειν ἐξομολογήσεως, ἀλλὰ ᾄσματα πόρνης· μὴ Θεὸν ἱκετεύειν, ἀλλ' ἐπὶ τὴν γέενναν ἐπείγεσθαι· μὴ εἰς Ἐκκλησίαν Θεοῦ σπουδάζειν, ἀλλὰ συνεκβάλλειν ἑαυτῇ καὶ ἑτέρους. Ἐχθρὰ μὲν ταύτῃ ἔρια· στήμονα δὲ κατάγειν, ἢ κρόκην στρέφειν, οὔτε οἶδεν, οὔτεε θέλει. Μέθύουσι δὲ συνοῦσα, τὰ ἐκείνων ἐπιτηδεύει. Ὅυτως ἱστὸν ἀράχνης ὑφαίνουσιν, οἷον ἐν στήμοσί τισι ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας ἑαυτῶν ἐπιβάλλουσαι, πυκνὰ δὲ τὸ κέντρον οἷον κερκίδα ὧδε καὶ ὧδε μετακομίσασαι, πέρας οὐδὲν τῆς ἐνεργείας ἐπιδεικνύουσι. Τῶν μὲν γὰρ τεχνῶν ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι, καὶ τὸ τέλος ὀφθαλμοῖς ἐγκείμενόν ἐστιν, οἷον τεκτονικῆς τὸ βάθρον, οἰκοδομικῆς οἰκία, ναυπηγικῆς τὸ πλοῖον, ὑφαντικῆς τὸ ἱμάτιον, χαλκευτικῆς ἡ μάχαιρα· τῶν δὲ ματαιοτεχνιῶν, οἷον κιθαριστικῆς, ἢ ὀρχηστικῆς, ἢ αὐλητικῆς, ἢ ἄλλων τοιούτων, παυσαμένης τῆς ἐνεργείας, τὸ ἔργον συναφανίζεται· καὶ ὄντως,
the necessity arising from slavery was taught by you to stretch them forth unto a lyre, when perhaps you even paid fees, and perchance even handed her over to some procuress, who after having fought through every licentiousness in her own body presides over young women as a teacher of the like things. On her account in the day of judgement double evil shall meet you, both for the things wherein you yourself act licentiously, and because through wicked teachings you estranged a wretched soul from God. Then she stands beside the lyre and lays her hands upon the strings; bare is her forearm, shameless her countenance. Then the whole banquet has turned towards her, and the eyes of all are borne thither, and ears fall hushed at the strikings of the strings, and the tumult there is quelled, and laughter is silenced, and the rivalry of licentious words. All throughout the house keep quiet, charmed by the dissolute melody; yet he who keeps silent there neither keeps quiet in the Church of God, nor falls hushed at the voices of the Gospel. Reasonably so. For the enemy who commands silence there is the very one who prompts tumult here. A pitiable spectacle to sober eyes: for a woman not to work at the loom, but to sing to the lyre; not to be known by her own husband, but to be gazed at by others; to belong to the public; not to sing a psalm of confession, but songs of a harlot; not to supplicate God, but to hasten towards Gehenna; not to be eager for the Church of God, but to cast others also out along with herself. Hateful to her is wool; and to draw down the warp, or twist the woof, she neither knows how, nor wishes. Consorting with drunken men, she practises their ways. Thus they weave a spider's web: laying their own hands upon the stretched strings as though upon certain warp-threads, and busily shifting the plectrum hither and thither like a shuttle, they display no finished product of their activity. For in as many of the arts as are necessary in life, the end too lies before the eyes, as of carpentry the bench, of housebuilding a house, of shipbuilding the ship, of weaving the garment, of smithcraft the knife; whereas in the vain arts, such as lyre-playing, or dancing, or flute-playing, or other such things, once the activity ceases, the work vanishes along with it; and truly,