152. Ἔχει μὲν οὖν πολὺ καὶ αὐτόθεν τὸ ὠφέλιμον ἡ λέξις· δυνατὸν δὲ τῷ φιλοπόνῳ κατὰ ἀναγωγὴν ἐπὶ πλεῖον ἄγειν νὸ ἀπὸ τῆς προφητείας χρήσιμον. Δύναται γὰρ οἰκία ἑκάστου νοεῖσθαι τὰ δόγματα καὶ αἱ πράξεις, διὰ τὸ πυκνὸν καὶ ἡνωμένον τῆς ἐν τοῖς νοήμασι κατασκευῆς, περὶ ἑκάστου δόγματος. Διότι, ὥσπερ ἐν οἰκίᾳ θεμέλιος ὑπόκειται τῇ λοιπῇ κατασκευῇ· οὕτω καὶ ἐπὶ τῶν δογμάτων ὑποθέσεις τινές εἰσι καὶ πρῶται ἀρχαὶ, οἷς ἐπερειδόμενοι δογματίζουσι, τὰ ἐφεξῆς ἀκολούθως καὶ συναφῶς ταῖς πρώταις ἀρχαῖς συνυφαίνοντες. Ὅσοι οὖν τὸ τῆς πίστεως δόγμα, ὅπερ ἔχει θεμέλιον καὶ ἀρχὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δόγμασιν ἀλλοτρίοις καὶ ξένοις τῆς θεοσεβείας ἐπισυνάπτουσιν, οὗτοί εἰσιν οὓς ὁ λόγος ὀδύρεται παρὰ τὸ καθῆκον ποιοῦντας, ἐν τῷ συνάπτειν οἰκίαν πρὸς οἰκίαν. Ὅτι γὰρ οἰκία τὰ τῆς θεοσεβείας ὠνόμασται δόγματα, αὐτὸς ὁ Κύριος διὰ τῆς παραβολῆς ἡμᾶς ἐδίδαξε, λέγων ὅτι, Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν. Ἔοικε δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Κορινθίους πρώτῃ διδάσκειν ἡμᾶς, ὅτι ἕκαστος ἑαυτῷ οἰκίαν οἰκοδομεῖ τῶν εἰς Χριστὸν πεπιστευκότων. Θεμέλιον γὰρ, φησὶν, ἄλλον οὐδεὶς δυναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Ἐπειδὴ δὲ τῶν κατασκευαζόντων τὰ δόγματα οἱ μὲν γέλωτος καὶ χλεύης ἄξια φρονοῦντες, οἱονεὶ γέλωτα οἰκοδομοῦσιν· οἱ δὲ ἀστειότεροι, σπουδαῖα κατασκευάζουσιν· ὁ Μιχαίας καθαιρῶν τὰ οἰκήματα τῶν καταγελάστων, Οἱ ἐν Γὲθ, φησὶ, μὴ μεγαλύνεσθε· καὶ οἱ ἐν Ἀκαρείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα ὑμῶν. Καὶ πάλιν ὁ αὐτὸς ἐπιπλήττων μοχθηροῖς διδασκάλοις, φησίν· Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις. Πᾶς γὰρ ὁ τὰ ἀλλότρια κατασλευάζων δόγματα, οἰκοδομεῖ τὴν Σιὼν, τουτέστι τὸ ἑαυτοῦ σκοπευτήριον, ἐν αἵμασι· καὶ ὁ συνιστὰς ἐκκλησίαν πονηρευομένων, οἰκοδομεῖ τὴν Ἱερουσαλὴμ ἐν ἀδικίαις. Εἰ οὖν
152. Now the wording has much benefit even on the face of it; yet it is possible for the diligent man by anagogical interpretation to carry the usefulness from the prophecy still further. For each man's doctrines and deeds can be understood as a house, because of the compact and united character of the structure in the thoughts concerning each doctrine. Because, just as in a house a foundation underlies the rest of the structure, so also in doctrines there are certain hypotheses and first principles, leaning upon which men frame doctrines, weaving what follows consistently and coherently together with the first principles. All, therefore, who join the doctrine of the faith, which has as foundation and beginning our Lord Jesus Christ, unto doctrines foreign and alien to godliness, these are they whom the word laments as acting contrary to duty in joining house to house. For that the doctrines of godliness have been named a house, the Lord Himself taught us through the parable, saying, Everyone who hears these My words, and does them, shall be likened to a prudent man, who built his house upon the rock. And Paul too in the First Epistle to the Corinthians seems to teach us that each of those who have believed in Christ builds a house for himself. For other foundation, says he, can no man lay beside that which is laid, Who is Jesus Christ. And if anyone builds upon this foundation gold, silver, precious stones, wood, hay, stubble. And since among those who construct doctrines some, holding views worthy of laughter and mockery, build as it were laughter, whereas the more refined construct serious things, Micah, pulling down the dwellings of the ridiculous, says, You in Gath, magnify not yourselves; and you in Acarim, rebuild not from a house unto your mockery. And again the same prophet, rebuking wicked teachers, says: Hear now these things, you leaders of the house of Jacob, and you remnant of the house of Israel, who abhor judgement, and pervert all upright things, who build Zion in blood, and Jerusalem in injustices. For everyone who constructs alien doctrines builds Zion, that is, his own watchtower, in blood; and he who establishes an assembly of evildoers builds Jerusalem in injustices. If therefore