Migne Reading Room

PG 30 · cols. 345–356 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:345Read from the page
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
139. ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα του ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Τὰ ᾄσματα πάντα φαιδροτέραν δοκεῖ περιέχειν πραγμάτων κατάστασιν. Ἡ ἐν τῇ Ἐξόδῳ ᾠδὴ ᾆσμά ἐστιν ἐπινίκιον. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Τὸ ᾈσμα τῶν ᾀσμάτων ἐπιθαλάμιός ἐστιν ᾠδὴ, δραματικῶς πεπλεγμένη. Ἐνταῦθα δὲ ἀπειλὴν ὁ λόγος ἔχει τὴν κατὰ τοῦ ἀμπελῶνος κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ ἐπαγομένην. Μήποτε δὲ καὶ αὐτὰ τὰ φοβερὰ, τῷ πρὸς τέλος χρηστὸν ἀναφέρεσθαι, πρεπόντως ἐγκατετάχθη τοῖς ᾄσμασι; Πρόσωπον δὲ τὸ ἀπαγγέλλον τὴν ᾠδήν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ᾄδει τὸ ᾆσμα τῷ ἠγαπημένῳ ἀμπελῶνι. Ἔστι δὲ τὸ ᾆσμα τοῦτο τοῦ ἀγαπητοῦ. Τίς δὲ ὁ φύσει ἀγαπητὸς, ἢ ὁ Μονογενὴς, τὸ αὐτοάγαθον, οὗ πάντα ἐφίεται, οὗ ἡ ἀγάπησις φυσικῶς καὶ ἀῤῥήτως ταῖς πάντων τῶν λογικῶν διανοίαις ἐνέστακται; Ἐπεὶ οὖν κατὰ τὴν τοῦ Κυρίου φωνὴν ὁ Παράκλητος ἐκ τοῦ Μονογενοῦς λαμβάνει πάντα, καὶ ἀναγγέλλει ἡμῖν, καὶ τὴν ᾠδὴν τοῦ ἀγαπητοῦ φησιν εἶναι, ὡς παρ' αὐτοῦ λαβών. Ἡ δὲ αὐτὴ ᾠδὴ μετανοοῦντι μὲν τῷ ποτε ἠγαπημένῳ ἀμπελῶνι ᾆσμά ἐστιν· ἐπιμένοντι δὲ τῇ ἁμαρτίᾳ θρῆνος γίνεται καὶ οὐαὶ, καθάπερ ἐν τῷ Ἰεζεκιὴλ μεμαθήκαμεν, ἐπὶ τοῦ αὐτοῦ βιβλίου μέλος καὶ θρῆνον γεγραμμένον, καὶ οὐαί. Καὶ ὁ τοῦ Κυρίου λόγος εἰς ζωὴν αἰώνιον καὶ ἀπόλαυσιν οὐρανίων ἀγαθῶν προκαλούμενος, μέλος ἦν πρὸς εὔρυθμον καὶ ἐμμελῆ κίνησιν καὶ τὴν κατ' ἀρετὴν ἐνέργειαν τὰς ψυχὰς διεγείρων. Τὸ δὲ Ἰωάννου κήρυγμα, εἰς μετάνοιαν τοὺς ἀπειθεῖς ἐπιστρέφον, θρῆνος ἦν, λύπην εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζόμενος. Εὑρίσκοντο δὲ οἱ Ἰουδαῖοι, διὰ τὴν πώρωσιν τῆς καρδίας, μήτε τοῖς χρηστοῖς προτρεπόμενοι εἰς ζωὴν, μήτε ὑπὸ τῶν στυγνοτέρων ἐναγόμενοι εἰς μετάνοιαν. Οὕτω δὴ καὶ τὸ ἐν χερσὶν ᾆσμα καὶ ἔπαινον ἔχει τῆς ἀρχαίας εὐγενείας καὶ τῆς περὶ αὐτῶν τοῦ Θεοῦ ἐπιμελείας, καὶ ἔλεγχον τῆς παρούσης κακίας, καὶ ἀπειλὴν τῶν ἐπαχθησομένων δεινῶν. Καὶ ὅμως τὸν ἀπειθῆ λαὸν οὔτε ἐκεῖνα πρὸς τὴν οἰκείαν ἀξίαν ἀνακαλεῖται, οὔτε ταῦτα συστεῖλαι καὶ σωφρονέστερον ποιῆσαι δύναται.
139. Now I will sing to the beloved a song of my Beloved for my vineyard. All songs seem to contain a brighter state of affairs. The ode in Exodus is a song of victory: Let us sing to the Lord, for gloriously has He been glorified. The Song of Songs is a nuptial ode, dramatically woven together. Here, however, the word holds a threat brought against the vineyard according to the righteous judgement of God. Yet perhaps even the fearful things themselves, by being referred to a good end, have been fittingly classed among songs? Now the person who proclaims the ode is the Holy Spirit, Who sings the song to the beloved vineyard. And this song belongs to the Beloved. Who then is the One beloved by nature, save the Only-Begotten, the Good-in-itself, Whom all things desire, love for Whom has been naturally and ineffably instilled into the minds of all rational beings? Since therefore, according to the voice of the Lord, the Paraclete receives all things from the Only-Begotten and announces them to us, He says that the ode also belongs to the Beloved, as having received it from Him. And the selfsame ode, to the once beloved vineyard when it repents, is a song; when it persists in sin, however, it becomes a lamentation and woe, just as we have learned in Ezekiel, that in the same book there were written melody and lamentation and woe. So too the word of the Lord, calling men forth unto eternal life and the enjoyment of heavenly goods, was a melody rousing souls towards rhythmic and harmonious movement and activity in accordance with virtue. Whereas the preaching of John, turning the disobedient towards repentance, was a lamentation, working grief unto salvation not to be repented of. Yet the Jews were found, because of the hardening of their heart, neither urged on towards life by kindly words, nor led towards repentance by sterner ones. Thus indeed the song in hand also holds both praise of their ancient nobility and of God's care concerning them, and reproof of their present wickedness, and a threat of the terrors to be brought upon them. And nevertheless, neither do the former recall the disobedient people towards their own dignity, nor are the latter able to chasten them and make them more sober-minded.
140. Αρχεται δὲ τῶν ἐγκωμίων τῆς παλαιᾶς εὐγενείας. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. Ἀμπελῶνα λέγει τὸν λαὸν τοῦ Ἰσραήλ. Ἄμπελον γὰρ, φησὶ, ἐξ Αἰγύπτου μετῆρας. Καὶ ἐν τῷ Ἱερεμίᾳ διὰ τῆς αὐτῆς εἰκόνος
140. Now he begins the praises of their ancient nobility: A vineyard was made for the beloved, on a horn, in a rich place. By vineyard he means the people of Israel. For a vine, he says, out of Egypt Thou didst transplant. And in Jeremiah through the same image
Notes, col. 345

On the reading

Printed του, for τοῦ.

Printed ᾈσμα, for ᾎσμα.

Printed Αρχεται, for Ἄρχεται.

PG 30:348Read from the page
ὀνειδίζεται ὁ λαός· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἐν κέρατι, ἐν τόπῳ πίονι. Περὶ τῆς γῆς λέγει τῆς κατασχεθείσης ὑπὸ τοῦ Ἰσραὴλ, κατ' ἐπαγγελίαν Θεοῦ τοῖς πατρασιν αὐτῶν δεδομένης. Ἐν κέρατι, ἐν τόπῳ πίονι. Μέγα ἐγκώμιον ἐν βραχεῖ. Τὸ κέρας ὑψηλότερόν ἐστι τοῦ παντὸς σώματος καὶ στεῤῥότερον, ὁμοῦ μὲν κόσμον παρέχον τῇ κεφαλῇ ὁμοῦ δὲ καὶ ὅπλον ὑπάρχον ἀμυντήριον. Ἀλλὰ ξηρόν ἐστι καὶ ἄνικμον. Διὰ τοῦτο καὶ τὰ γεννώμενα ὑπὸ τῶν κερασφόρων ζώων, οὐκ ἐπὶ τὸ κέρας ὁρμᾷ τῆς μητρὸς, ἀλλὰ τὴν θηλὴν ἀδιδάκτως ἐπιζητεῖ, τὸν ὑγρὸν τόπον καὶ πίονα. Δεικνῦς οὖν ὁ λόγος, ὅτι ἡ χώρα τῶν Ἰουδαίων πρὸς ἀμφότερά ἐστιν αὐτάρκης, καὶ φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων, καὶ διαθρέψαι τοὺς ἐνοικοῦντας, ἀμφότερα συνῆψεν, Ἐν κέρατι, ἐν τόπῳ πίονι· τουτέστιν, ἐν στεῤῥᾷ καὶ τροφίμῃ. Ἅπτονται δὲ ἤδη τινὲς καὶ βαθυτέρου λόγου ἐν τῇ ἐξηγήσει τοῦ ῥητοῦ τούτου. Ὅτι ὥσπερ ἡ κεφαλὴ τῶν κερασφόρων ζώων πρώτη προκύπτει κατὰ τὴν γέννησιν· τελευταία δὲ πληροῦται, καὶ ὀψέ ποτε τὸν ἴδιον κόσμον ἀπολαμβάνει κατὰ τὴν ἔκφυσιν τῶν κεράτων· οὕτω καὶ ὁ Ἰσραὴλ πρῶτος πάντων τῶν ἐθνῶν εἰς οἰκείωσιν Θεοῦ κληθεὶς (Ἐγενήθη γὰρ, φησὶ, λαὸς Κυρίου, μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ), μετὰ πάντας μέλλει τῆς τελειώσεως ἀξιοῦσθαι. Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.
the people are reproached: Yet I planted you a fruit-bearing vine, wholly true; how were you turned into bitterness, the strange vine? On a horn, in a rich place. He speaks concerning the land possessed by Israel, given to their fathers according to the promise of God. On a horn, in a rich place: a great encomium in brief. The horn is higher than the whole body and firmer, at once furnishing an ornament to the head and at the same time serving as a defensive weapon. Yet it is dry and moistureless. On this account the offspring born of horned animals also do not rush to the mother's horn, but untaught seek out the teat, the moist and rich place. Showing therefore that the land of the Jews is self-sufficient for both purposes, both defence from enemies and nourishing the inhabitants, the word joined both together: On a horn, in a rich place; that is, in a land firm and nourishing. Moreover some already touch upon a deeper meaning as well in the exposition of this saying: that just as the head of horned animals comes forth first at birth, yet is completed last, and only late receives its own ornament through the sprouting of the horns, so too Israel, though called first of all the nations into familiarity with God (For the Lord's people, he says, became His portion, Israel the measuring-line of His inheritance), after all others is going to be counted worthy of perfection. For when the fulness of the nations comes in, then all Israel will be saved.
141. Λόγος δέ τίς ἐστι καὶ τοιόσδε κατὰ τὴν ἄγραφον μνήμην ἐν τῇ Ἐκκλησίᾳ διασωζόμενος· ὡς ἄρα πρῶτον ἡ Ἰουδαία ἔσχεν οἰκήτορα τὸν Ἀδὰμ, μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου ἐν ταύτῃ καθιδρυθέντα, εἰς παραμυθίαν ὧν ἐστερήθη. Πρώτη οὖν καὶ νεκρὸν ἐδέξατο ἄνθρωπον, ἐκεῖ τοῦ Ἀδὰμ τὴν καταδίκην πληρώσαντος. Καινὸν οὖν ἐδόκει εἶναι τοῖς τότε θέαμα, ὀστέον κεφαλῆς, τῆς σαρκὸς περιῤῥυείσης, καὶ ἀποθέμενοι τὸ κρανίον ἐν τῷ τόπῳ, κρανίου τόπον ὠνόμασαν. Εἰκὸς νὲ μηδὲ τοῦ Νῶε τοῦ ἀρχηγοῦ πάντων ἀνθρώπων ἀγνοῆσαι τὸν τάφτν, ὡς μετὰ τὸν κατακλυσμὸν ἀπ' αὐτοῦ διαδοθῆναι τὴν φήμην. Διόπερ ὁ Κύριος τὰς ἀρχὰς τοῦ ἀνθρωπείου θανάτου ἐρευνήσας, εἰς τὸν λεγόμενον κρανίου τόπον τὸ πάθος ἐδέξατο, ἵνα ἐν ᾧ τόπῳ ἡ φθορὰ τῶν ἀνθρώπων τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ἡ ζωὴ τῆς βασιλείας ἄρξηται· καὶ ὥσπερ ἴσχυσεν ἐν τῷ Ἀδὰμ ὁ θάνατος, οὕτως ἀσθενήσῃ ἐν τῷ θανάτῳ Χριστοῦ. Διὰ τοῦτο καὶ Ἐν κέρατι, ὡς κατὰ τοῦ ἐχθροῦ ἀμυντήριον ἔχοντι τὸν σταυρὸν τοῦ Χριστοῦ· καὶ, Πίονι, ὡς μετὰ
141. And there is also a certain account such as this preserved in the Church by unwritten memory: that Judea had Adam as its first inhabitant, settled in it after being cast out of paradise, as a consolation for the things of which he had been deprived. First therefore did it also receive a dead man, when Adam there fulfilled his condemnation. Thus a bone of a head, once the flesh had fallen away around it, seemed to the men of that time to be a strange spectacle, and having laid the skull away in the place, they named it Place of a Skull. And it is likely that the tomb was not unknown even to Noah, the progenitor of all men, so that after the flood the report was handed down from him. Wherefore the Lord, having searched out the beginnings of human death, accepted His passion at the place called Place of a Skull, so that in the place where the corruption of men took its beginning, from there the life of the kingdom might begin; and just as death prevailed in Adam, so it might lose its strength in the death of Christ. On this account both On a horn, as having the cross of Christ for a defensive weapon against the enemy; and In a rich place, as after
Notes, col. 348

On the reading

Printed πατρασιν, for πατράσιν.

Printed Δεικνῦς, for Δεικνὺς.

Printed νὲ, for δὲ.

Printed τάφτν, for τάφον.

PG 30:349Read from the page
τὸν παράδεισον τῶν κατὰ πάσης τῆς ὑφ' ἡλίῳ τῶν πρωτείων ἠξιωμένῳ.
paradise having been counted worthy of pre-eminence over those across the whole earth under the sun.
142. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ· καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς, καὶ προλήνιον ὤρυξα ἐν αὐτῇ. Οὐ πάνυ τι ἡ ἀκολουθία τῆς λέξεως τῇ φύσει τῶν πραγμάτων ἕπεται. Πρότερον γάρ ἐστι τὸ φυτεῦσαι τοῦ χαρακῶσαι· εἴπερ οἱ χάρακές εἰσι βοήθεια τῇ ἀμπέλῳ πρὸς τὸ ἀνέχειν ἀπὸ τῆς γῆς τοὺς καρπούς. Ἢ μήποτε ὁ προνοητικὸς γεωργὸς παρὰ τὴν πρώτην κατασκευὴν πάντα προευτρεπίσας, ὕστερον ἄρχεται τῆς φυτείας; Διὰ τοῦτο πρῶτον περιφράσσει, εἶτα χαρακοῖ, εἶτα φυτεύει ἄμπελον· οὐ τὴν τυχοῦσαν, ἀλλὰ Σωρὴχ, ὅπερ Σύμμαχος ἐποίησεν Ἐκλεκτήν. Τίς οὖν ὁ φραγμὸς, ἢ δηλονότι αἱ ἐντολαί; ἃς πρὸ τοῦ ἀγαγεῖν εἰς τὴν γῆν τῆς κατασχέσεως, ἔδωκε τῷ λαῷ; Εἶτα δύναμις αὐτοῖς ἐδόθη παρὰ Θεοῦ, κρατεῖν τῶν ὑπεναντίων, καὶ ἐξολοθρεύειν τὰ προενοικήσαντα ἔθνη. Ὅπερ χάρακας εἶπε, διὰ τὸ ὑψηλοὺς ποιεῖν καὶ περιφανεῖς, τοὺς καρποὺς ἐγείροντας ἀπὸ τοῦ πτώματος, πρὸς τὸ μὴ πάντη εὐεπιχειρήτους εἶναι. Μετὰ τοῦτο ἡ φυτεία τῶν ἐκλεκτῶν· διὰ τὸ ἐκ σπέρματος εἶναι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ιακὼβ τῶν ἐκλεκτῶν τοῦ Θεοδ. Ὁ δὲ πύργος ὁ οἰκοδομηθεὶς ἐν μέσῳ τοῦ ἀμπελῶνος, δηλονότι ὁ ναός ἐστιν ἐν μέσῃ τῇ Ἰουδαίᾳ καθιδρυμένος· προλήνιον δὲ, αὐτὴ ἡ συναγωγὴ τῶν Ἰουδαίων, διότι ληνὸς μὲν κυρίως ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἐκ τῆς πανταχόθεν συλλογῆς κεκοσμημένη, δι' ἣν καὶ τὰ ἐπιλήνια ᾄσματα παρὰ τῷ Ψαλμῳδῷ ᾄδεται· προλήνιον δὲ, καὶ ἡ προπαρασκευὴ ἡ διὰ τοῦ νόμου, καὶ προμελέτησις εἰς εὐσέβειαν· καὶ καθὸ μὲν εἰς ἑνότητα ἄγει, ληνὸς, καθὸ δὲ προπαρασκευὴ τελειοτέρων, ἔστι προλήνιον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἀκόλουθον ἦν ἐπὶ τῇ φυτείᾳ τῇ ἐκλεκτῇ, καὶ τῇ ἐπιμελείᾳ τῇ τοσαύτῃ, τοὺς καρποὺς γλυκεῖς ἀποδίδοσθαι. Τὰ γὰρ τέκνα τοῦ Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ἀπαιτεῖται. Ἀλλ' ἀντὶ τῆς προσδοκηθείσης σταφυλῆς ἐποίησεν ἀκάνθας· τουτέστιν, ἀντὶ τοῦ εὐφραίνειν καὶ ἀναπαύειν, ἕτοιμος πρὸς τὸ κατακεντεῖν καὶ καταξαίνειν καὶ αἱμάσσειν τοὺς πλησιάζοντας. Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν, κατὰ τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολήν; Οὐ μόνον δὲ, οἶμαι, κατὰ τὸ φονικὸν ἀκάνθας ἐγκαλοῦνται πεποιηκέναι, ἀλλ' ὅτι καταλιπόντες τὸ εἶναι φιλόθεοι, φιλήδονοι μᾶλλον γεγόνασι, καὶ ταῖς μερίμναις τοῦ βίου οἱονεὶ ἀκάνθαις
142. And I set a hedge around it, and staked it, and planted a vine of Sorech; and I built a tower in its midst, and dug a fore-vat in it. Not altogether does the sequence of the wording follow the nature of things. For planting comes before staking, seeing that stakes are an aid to the vine towards holding up the fruits from the ground. Or is it perhaps that the provident husbandman, having prepared all things beforehand at the first fitting-out, afterwards begins the planting? On this account first He hedges it around, then stakes it, then plants a vine: no ordinary one, but Sorech, which Symmachus rendered Chosen. What then is the hedge, if not plainly the commandments, which He gave to the people before leading them into the land of possession? Next, power was given to them from God to prevail over their adversaries and to destroy utterly the nations that dwelt there beforehand. Which thing He called stakes, because of making them lofty and conspicuous, raising the fruits up from falling, so that they might not be altogether easy to attack. After this comes the planting of the elect: because of their being from the seed of Abraham and Isaac and Jacob, the elect of God. And the tower built in the midst of the vineyard plainly is the temple established in the midst of Judea; while the fore-vat is the very synagogue of the Jews, because the winepress in the proper sense is the Church of God, adorned from the gathering together from every side, on account of which the vintage songs also are sung in the Psalmist; and the fore-vat is also the preliminary preparation through the law, and prior training unto godliness; and insofar as it leads unto unity, it is a winepress, whereas insofar as it is a preliminary preparation for more perfect things, it is a fore-vat. I waited for it to produce a cluster of grapes, yet it produced thorns. It was fitting, upon the chosen planting and so great a care, that sweet fruits should be rendered. For the children of Abraham have the works of Abraham required of them. Yet instead of the expected cluster of grapes it produced thorns: that is, instead of gladdening and giving rest, ready towards pricking and tearing and bloodying those who draw near. For which of the prophets did they not kill, according to the parable in the Gospel? And not only, I think, with respect to murderousness are they accused of having produced thorns, but because, having forsaken being lovers of God, they have become lovers of pleasure instead, and by the cares of life as though by thorns
Notes, col. 349

On the reading

Printed Ιακὼβ, for Ἰακὼβ.

Printed Θεοδ, for Θεοῦ.

PG 30:352Read from the page
τὸν νοῦν συνεπνίγοντο. Ὥσπερ δὲ ἄκανθα σταφυλὴν οὐ φέρει, οὕτως οὐδὲ κληματὶς ἀκάνθας. Διὰ τοῦτο ὁ Κύριος, Μήτι συλλέγουσι, φησὶν, ἀπὸ ἀκανθῶν σταφυλάς; Ἀλλ' ὅμως οἱ Ἰουδαῖοι ποιοῦσιν ἀντὶ σταφυλῶν ἀκάνθας.
were having their mind choked. Now just as a thorn does not bear a cluster of grapes, so neither does a vine-twig bear thorns. On this account the Lord says: Do men gather clusters of grapes from thorns? Yet nevertheless the Jews produce thorns instead of clusters of grapes.
143. Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ ἐνοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Εἰ ὁ ἀμπελὼν τοῦ Κυρίου οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· πῶς ἐπὶ τοῦ ἀμπελῶνος δικάζεται κατὰ τοῦ ἀμπελῶνος; Ἢ διὰ τὸ ἀναντίῤῥητον τῶν ἐλέγχων αὐτοῖς βούλεται καθ' ἑαυτῶν δικασταῖς ὁ λόγος χρήσασθαι; Ὁ καὶ ὁ Νάθαν ἐπὶ τοῦ Δαβὶδ ἐποίησεν, αὐτὸν δικαστὴν καθίσας τοῦ ἰδίου ἀδικήματος. Τὴν δὲ ὑπερβολὴν τῆς φιλανθρωπίας συνίστησι τὸ εἷς ἰσότιμον κρίσιν τὸν Θεὸν τοῖς ἑαυτοῦ οἰκέταις συγκαταβαίνειν. Ὁμοῦ δὲ καὶ τοῦ δικαίου ἀπόδειξιν ἔχει, ὡς οὐδὲ οὐδὲν τῶν καταδικαζομένων ἐχόντων ἀντιλέγειν τῇ ἐναργείᾳ τοῦ δικαίου. Κρίνατε, φησὶ, μεταξὺ ἐμοῦ καὶ τοῦ ἀμπελῶνός μου. Καὶ εἴπατε, τί τῶν πρὸς καρπογονίαν αὐτῷ συντελούντων οὐχὶ γεγένηται; Τί γὰρ, φησὶ, ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Τί τῶν ἐπιβαλλόντων μοι περὶ τῆς εἰς αὐτὸν ἐπιμελείας οὐχὶ πεποίηκα; Οὐ τόπος πίων καὶ καρτερὸς ὁ αὐτός; οὐ φρογμός; οὐ χάρακες; οὐ φυτεία εὐγενεστάτη; οὐ πύργος, οὐ προλήνιον; οὐχ ὅ τι ἂν εἴπῃ τις; Ταῦτα μέντοι γε νομιστέον λέγεσθαι ὑπὸ τοῦ λόγου καὶ πρὸς ἡμᾶς· οἳ κληθέντες ἐπὶ τῷ ποιεῖν τοὺς καρποὺς τῆς δικαιοσύνης, ὑπὸ φιλοπλουτίας ἐμπίπτομεν εἰς πειρασμὸν, καὶ παγίδα, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἔχει τι ἀναγκαῖον ἡ ταυτολογία. Ἐν μὲν γὰρ τοῖς ἄνω ὁ τὴν ᾠδὴν ἐπαγγέλλων ἔλεγεν, Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν· ἐνταῦθα δὲ πρὸς τοὺς, ἐφ' ὧν κρίνεται, ποιεῖται τοὺς λόγους· Κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου· τὸ, Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.
143. And now, man of Judah, and inhabitants of Jerusalem, judge between Me and My vineyard. If the vineyard of the Lord is the house of Israel, and the man of Judah a beloved new plant, how does He plead before the vineyard against the vineyard? Or is it because of the irrefutable character of the proofs that the word wishes to use them as judges against themselves? Which thing Nathan also did in the case of David, having seated him as judge of his own wrongdoing. And God's condescending into a judgement on equal terms with His own servants establishes the surpassingness of His loving-kindness towards mankind. At the same time it also holds a demonstration of justice, inasmuch as those who are condemned have nothing at all to say against the plain evidence of justice. Judge, He says, between Me and My vineyard. And say, what of the things contributing to fruitfulness for it has not been done? For what, He says, shall I do for My vineyard, and have not done for it? What of the things incumbent upon Me regarding care for it have I not done? Is not the same a rich and strong place? Is there not a hedge? Are there not stakes? Is there not a most noble planting? Is there not a tower, is there not a fore-vat? Is there not whatever anyone might name? Yet these things indeed must be considered to be spoken by the word towards us as well: we who, though called for producing the fruits of righteousness, through love of wealth fall into temptation, and a snare, and foolish and harmful desires, which plunge men into ruin and perdition. I waited for it to produce a cluster of grapes, yet it produced thorns. The repetition holds something needful. For in what went above, He Who proclaimed the ode was saying, I waited for it to produce a cluster of grapes; whereas here He addresses His words to those before whom He pleads: Judge between Me and My vineyard, as to this: I waited for it to produce a cluster of grapes, yet it produced thorns.
144. Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. Ἴδιον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν διὰ τῶν ἀπειλῶν προκαλουμένου εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· ὡς πεποίηκε Νινευΐταις διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμὸν, ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ ἱκεσίαν
144. And now I will announce to you what I shall do to My vineyard. It is proper to God's loving-kindness towards mankind not to bring punishments in silence, but to proclaim them beforehand, calling forth through threats those who have sinned unto repentance, as He did for the Ninevites through Jonah. And upon Israel when it had sinned He did not bring destruction in silence, but moving unto supplication on behalf of the people
Notes, col. 352

On the reading

Printed Ὁ, for Ὃ.

Printed εἷς, for εἰς.

Printed φρογμός, for φραγμός.

PG 30:353Read from the page
τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε, λέγων· Καὶ νῦν ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον. Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθήκαμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεωργῷ· Ἰδοὺ τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν, ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν. Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοῦτο δὲ ἔλεγεν, ἐρεθίζων μὲν τὸν γεωργὸν εἰς τὴν ὑπὲρ αὐτῆς ἐπιμέλειαν, διεγείρων δὲ τὴν ἄκαρπον ψυχὴν εἰς τὸ ποιεῖν τοὺς ἐπιβάλλοντας αὐτῇ καρπούς. Ὁ δὲ λέγομεν, σαφέστερον παρὰ τῷ Ἱερεμίᾳ ἔστιν εὑρεῖν. Ἰδοὺ γὰρ, φησὶ, ὡς ὁ πηλὸς τοῦ κεραμέως, οὕτως ἐστὲ ὑμεῖς ἐν ταῖς χερσί μου, οἶκος Ἰσραὴλ, λέγει Κύριος. Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶμαι αὐτοὺς καὶ ἀπολλύειν· καὶ ἐπιστρέψει ιὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι· καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου· καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα, τοῦ ποιῆσαι αὐτοῖς. Οὕτως οὖν καὶ ἐνταῦθα δεχόμεθα τὴν πρόῤῥησιν, οὐκ ἀπόφασιν τοῦ πάντως ἐκβησομένου, ἀλλ' ἀπειλὴν ἐπιστροφὴν ἐμποιοῦντος ἀπὸ τῆς ἁμαρτίας. Τί οὖν ἐστιν ἃ ἀπειλεῖ;
His own servant, He proclaimed beforehand, saying: And now leave Me alone, and I will blot out this people. Something similar we have learned in the Gospel also concerning the parable of the fig tree, when its master says to the vine-dresser: Behold, three years I come to the fig tree, seeking fruit on it, and find none. Cut it down; why does it also make the ground idle? Now this he was saying, provoking the vine-dresser on the one hand unto care on its behalf, and rousing the unfruitful soul on the other unto producing the fruits incumbent upon it. And what we say may be found more clearly in Jeremiah: For behold, He says, as the clay of the potter, so are you in My hands, house of Israel, says the Lord. At the utmost I shall speak concerning a nation or concerning a kingdom, to remove them and to destroy; and should that nation turn from their evils, then I will repent concerning the evils which I purposed to do to them. And at the utmost I shall speak concerning a nation and concerning a kingdom, to be rebuilt and to be planted; and should they do evil before Me, so as not to obey My voice, then I will repent concerning the good things which I spoke of doing to them. Thus therefore here also we take the prediction not as a sentence of what will certainly come to pass, but as a threat of One working a turning back from sin. What then are the things that He threatens?
145. Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν. Καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀμπελὼν Κυρίου, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἀναλαβόντες τοίνυν καὶ καθ' ἕκαστον τῶν ἠπειλημένων ἐξετάσαντες καὶ βασανίσαντες αὐτῶν τὸν νοῦν, ἐρευνήσωμεν μήτι καὶ ἡμῶν ἅπτεται τὰ λεγόμενα· Καθελῶ, φησὶ, τὸν φραγμὸν αὐτοῦ. Ηροσήκει μὲν τὰς νομικὰς ἐντολὰς φραγμὸν ὑπονοῆσαι, ἤτοι τὸν Ἰσραὴλ, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς τοῦ Παύλου λέγοντος, ὅτι Αὐτός ἐστιν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Τὸ γὰρ αὐτὸ ἐδόκει καὶ φυλακτήριον εἶναι τοῦ Ἰσραὴλ, καὶ κωλυτικὸν τῆς ἐπιμιξίας καὶ τῆς ἑνώσεως τῶν λαῶν, διὰ τὸν βαρὺν ζυγὸν τοῦ νόμου ἀποκνούντων εἰς τὴν παραδοχὴν τοῦ λόγου τῆς εὐσεβείας. Ὁ οὖν ἐν δόγμασι, τουτέστιν, ἐν θεωρήμασιν ὑψηλοῖς τὴν σαρκίνην καὶ
145. I will take away its hedge, and it shall be for plunder. And I will pull down its wall, and it shall be for trampling. And I will abandon My vineyard, and it shall not be pruned, nor shall it be dug, and thorn shall come up into it as into waste land. And I will command the clouds not to rain rain upon it. For the vineyard of the Lord is the house of Israel, and the man of Judah a beloved new plant. I waited for it to produce judgement, yet it produced lawlessness, and not righteousness, but an outcry. Taking up therefore and examining one by one the things threatened and testing their meaning, let us search out whether the things spoken touch upon us also: I will pull down, He says, its hedge. Now it is fitting to understand by hedge the legal commandments, or Israel itself, from the Epistle of Paul to the Ephesians, when he says that He Himself is the One Who loosed the middle wall of the hedge, having abolished the law of the commandments in decrees. For the selfsame thing seemed to be both a safeguard of Israel and a hindrance to the intermingling and union of the peoples, who shrank back from receiving the word of godliness because of the heavy yoke of the law. He therefore Who in decrees, that is, in lofty contemplations, the fleshly and
Notes, col. 353

On the reading

Printed Ὁ, for Ὃ.

Printed ἐξᾶμαι, for ἐξᾶραι.

Printed ιὸ, for τὸ.

Printed Ηροσήκει, for Προσήκει.

PG 30:356Read from the page
ταπεινὴν τοῦ νομικοῦ γράμματος παρατήρησιν καταργήσας, αὐτὸς ἔλυσε τοῦ φραγμοῦ τὸ μεσότοιχον, οὐκ ἀπερίφρακτον καταλιμπάνων τὸν ἑαυτοῦ λαὸν, ἀλλὰ μιᾷ περιλαμβάνων αὐλῇ, ἵνα γένηται μία ποίμνη, εἷς ποιμήν. Νῦν οὖν ἀπειλεῖ ὁ λόγος καθαιρήσειν τὸν φραγμόν· τουτέστι, πᾶν φυλακτήριον τοῦ Ἰσραὴλ περιαιρήσειν. Καὶ τάχα ἐπειδὴ δι' ἀγγέλων ἐδόθη ὁ νόμος ἐν χειρὶ μεσίτου, καὶ τὴν τῶν ἀγγέλων φυλακὴν, τῶν φρουρούντων τὰ ὅρια τοῦ Ἰσραὴλ, περιαιρήσειν αἰνίττεται. Μήποτε δὲ καὶ ἡμῶν ἕκαστος ἔχων ἄγγελον ἅγιον τόν παρεμβάλλοντα κύκλῳ τῶν φοβουμένων τὸν Κύριον, ἐν ἁμαρτίαις ἐξετασθεὶς, ὑπόδικος γένηται τῇ ἀπειληθείσῃ πληγῇ, καὶ γυμνωθῇ τοῦ τείχους τῆς ἀπὸ τῶν ἁγίων δυνάμεων ἀσφαλείας· αἵτινες, ὅσον ἂν παρῶσι χρόνον, ἀκαθαιρέτους διασώζουσι τοὺς παρ' αὐτῶν φρουρουμένους. Γυμνωθεῖσα δὲ πᾶσα ψυχὴ τῆς ἀσφαλείας ταύτης, ἔκκειται εἰς διαρπαγὴν τοῖς ἐχθροῖς, τουτέστι, ταῖς ἀντικειμέναις ἐνεργείαις, καὶ εἰς καταπάτημα τοῦ ἐγκαυχωμένου καὶ μέγοντος, ὅτι Ἐμπεριπατήσας τὴν οἰκουμένην πάρειμι. Τοιοῦτόν τι καὶ ὁ ψαλμὸς περὶ ἀμπέλου φησίν. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; καὶ, Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ. Οἱ γὰρ μὴ πεφραγμένοι λόγῳ καὶ δυνάμει ἀγγελικῇ, ἔκδοτοί εἰσι τοῖς ἀλόγοις κινήμασι· καὶ διὰ τὴν πλεονάζουσαν ἐν αὐτοῖς τῆς ἁμαρτίας δυσωδίαν, ἐπιτήδειοί εἰσι χοίρων ὑποδοχῆς, ἐπὶ πλέον τῆς ἁμαρτίας τὸν βόρβορον ἀνακινούντων, καὶ ἐγκαλινδουμένων αὐτῷ. Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος λέγει· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, ποιεῖν τὰ μὴ καθήκοντα. Τουτέσιιν, οἱ τὴν ἐκ τοῦ λόγου φυλακὴν ἀποβάλλοντες, ἔκδοτοί εἰσι τοῖς βοσκηματώδεσι λογισμοῖς, ναὶ πονηροῖς δαιμονίοις τοῖς τὰ ἀκάθαρτα ἐνεργοῦσιν. Ἐπὶ μέντοι τοῦ Ἰσραὴλ ἔφθασεν ἡ ἀπειλὴ, ὅτε διὰ τὴν εἰς τὸν Κύριον
lowly observance of the legal letter having abolished, Himself loosed the middle wall of the hedge, not leaving His own people unhedged, but enclosing them in one fold, so that there might become one flock, one Shepherd. Now therefore the word threatens that He will pull down the hedge: that is, that He will take away all protection of Israel. And perhaps, since the law was given through angels in the hand of a mediator, it hints that He will also take away the guard of the angels who watch over the borders of Israel. And perhaps each one of us also, having a holy angel who encamps round about those who fear the Lord, if found in sins, may become liable to the threatened blow, and be stripped of the wall of security from the holy powers, which, for so long a time as they are present, preserve unassailable those who are guarded by them. And every soul stripped of this security lies exposed for plunder to its enemies, that is, to the opposing powers, and for trampling by him who boasts and says: Having walked round the earth, I am here. Something of this sort the psalm also says concerning a vine: Why didst Thou pull down its hedge? and, A boar out of the thicket ravaged it. For those who are not hedged with reason and angelic power are given up to irrational impulses; and because of the stench of sin abounding in them, they are fit for receiving swine that stir up still further the mire of sin and wallow in it. Something of this sort the Apostle also says: And even as they did not see fit to have God in acknowledgement, God gave them over unto passions of dishonour, to do the things that are not fitting. That is, those who cast away the guard that comes from reason are given up to beast-like thoughts, and to wicked demons who work unclean things. Upon Israel, however, the threat came to pass, when because of that towards the Lord
146. Εἶτά φησι· Καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Ἐν τοῖς ἄνω διηγούμενος τὰς παρ' ἑαυτοῦ εἰς τὸν λαὸν εὐεργεσίας, Φραγμὸν, φησὶ, περιέθηκα, καὶ ᾠκοδόμησα πύργον· ἐνταῦθα δὲ. Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ καθελῶ τὸν τοῖχον, ἀντὶ πύργου, ὡς οἶμαι, τὸν τοῖχον λέγων· ἐπεὶ καὶ ὁ πύργος τέσσαρές εἰσι τοῖχοι κατὰ γωνίας ἀλλήλοις συναπτόμενοι· ὥστε κἀκεῖ πύργον νοεῖσθαι τὴν ὑψηλὴν τοῦ ἀμπελῶνος τῶν τοίχων περιβολὴν, πρὸς τὸ ἀνέμβατον αὐτὸν εἶναι καὶ ἀνεπιχείρητον τοῖς ὑπεναντίοις. Καὶ ἡμῶν δὲ τοῖχος καθαιρεῖται, ὅταν ἀναξίους ἑαυτοὺς τῆς ἐκ τῶν θείων δογμάτων φυλακῆς, διὰ ῥᾳθυμίας ποιήσωμεν. Τῷ μὲν γὰρ δικαίῳ πύργος ἐστὶν ὁ Θεὸς ἀπὸ προσώπου ἐχθροῦ, τοῦ δὲ ἁμαρτωλοῦ διὰ τὴν ἐγκατάλειψιν
146. Next He says: And I will pull down its wall, and it shall be for trampling. In what went above, recounting the benefactions from Himself towards the people, He says: I set a hedge around it, and built a tower; whereas here: I will take away its hedge, and I will pull down the wall—speaking of the wall, as I think, instead of the tower, since a tower also is four walls joined to one another at the corners; so that there too by tower is understood the lofty enclosure of the walls of the vineyard, towards its being impassable and unassailable to adversaries. And our wall too is pulled down when through sloth we make ourselves unworthy of the guard that comes from the divine doctrines. For to the righteous man God is a tower from the face of the enemy, whereas from the sinner, because of abandonment,
Notes, col. 356

On the reading

Printed τόν, for τὸν.

Printed μέγοντος, for λέγοντος.

Printed Τουτέσιιν, for Τουτέστιν.

Printed ναὶ, for καὶ.

Printed δὲ., for δὲ,.