Συνᾴδει ταῦτα τοῖς προαποδεδομένοις. Οὗ γὰρ ἐπελάβοντο αἱ ἑπτὰ γυναῖκες ὡς ἀνδρὸς, οὗτος ὡς Κύριος ἐπιλάμψει. Ἐπειδὴ γὰρ ἀντεποιήθησαν τοῦ τὸ ὄνομα αὐτοῦ κεκλῆσθαι ἐπ' αὐταῖς, ἀποδεχόμενος αὐτῶν τὴν προθυμίαν ὁ Θεὸς, ἐπιλάμψει αὐταῖς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς· τουτέστι, κεκριμένως καὶ βεβουλευμένως, τὸ ἐκ τῆς κρίσεως ἀγαθὸν χαριζόμενος, καὶ οὐκ ἀβουλεύτως, οὐδὲ ἐκκεχυμένως. Ἡμέρα δὲ αὕτη ἐστὶν, ἐν ᾗ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης· αὕτη ἣν αὐτὸς ποιεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ Κύριος ἡμῶν, ὁ διδάσκων περὶ ἑαυτοῦ, ὅτι ἕως ἐστὶν ἐν τῷ κόσμῳ, φῶς ἐστι τοῦ κόσμου· διὸ καὶ παρήνει, ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Σημειωτέον δὲ, ὅτι κατ' ἄλλην καὶ ἄλλην ἐπίνοιαν καὶ ἡμέρα λέγεται ὁ παρὼν βίος, καὶ νὺξ ἡ τῆς κρίσεως ἡμέρα. Καὶ πάλιν, νὺξ μὲν, ἡ παροῦσα κατάστασις, ἡμέρα δὲ, ὁ προσδοκώμενος αἰών. Τὸ μὲν γὰρ, Ἐργάζεσθε ἕως ἡμέρα ἐστὶ, σαφῶς εἰς τὸν βίον τοῦτον φέρει τὰν πεφωτισμένον τῇ Χριστοῦ ἐπιγνώσει· τὸ δὲ, Ἔρχεται τὺξ, περὶ τοῦ μέλλοντος αἰῶνος εἴρηται, διὰ τὸ σκυθρωπὸν καὶ ἐπίπονον τῶν ἐν ἁμαρτίαις εὑρισκομένων τῆς προσηγορίας ταύτης ἀξιουμένου. Καθὸ καὶ ὁ προφήτης πρὸς τοὺς ἐν ἔργοις μὲν πονηροῖς ὄντας, ἐπείγοντας δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως, Ἵνα τί ὑμῖν, φησὶν, ἡ ἡμέρα Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ἔμπαλιν δὲ καὶ ὁ Ἀπόστολος νύκτα μὲν λέγει τὸν βίον τοῦτον, καὶ διὰ τὴν ἐν αὐτῷ σύγχυσιν, καὶ τὴν ἐκ τῆς σαρκὸς καὶ τῶν βιωτικῶν φροντίδων ἐγγινομένην τῷ νῷ, ὡς τὰ πολλὰ, ἐπισκότησιν· ἡμέραν δὲ, τὸν χρόνον τῆς ἀναστάσεως, ἐν τῷ λέγειν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Καθ' ὁποτέραν οὖν ἐὰν βουληθῇς ἐκδοχὴν, ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν μετὰ βουλῆς ἐπιλάμπει, ἑαυτοὺς ἀξίους ποιήσωμεν πρὸς τὸ χωρῆσαι τὸν φωτισμὸν αὐτοῦ, ὥστε τὸν κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ἐπιτηδειότητος τὴν ἔλλαμψιν χαριζόμενον, ἐν μείζονι τῇ κατὰ τὴν ψυχὴν ἡμῶν προθυμίᾳ, μείζονα καὶ τελειότερα καὶ τὰ παρ' αὐτοῦ παρασχεῖν. Καὶ ὑψώσει τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· τουτέστιν, ἐπάνω ποιήσει τῶν ὑλικῶν, καὶ τῇ θεωρίᾳ προσάξει τῶν ἀσωμάτων τὸ κατ' ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραήλ. Εἰ δὲ καὶ τὴν δόξαν, ἣν δοξασθήσονται οἱ ἅγιοι. κατὰ τὸ ἀρέσκον τῇ Γραφῇ ποθεῖς μαθεῖν, νόησόν μοι τὴν περὶ τὸ ἡγεμονικὸν τῶν τὰ μεγάλα καὶ θεῖα θεωρούντων ἱεροπρεπῆ κατάστασιν, ὁποία ἦν περὶ Μωϋσέα, ὅτε κατηξιώθη ἐν
These things harmonize with what has previously been set forth. For He Whom the seven women laid hold of as a husband, this One shall shine forth as Lord. Since they earnestly sought that His name be called upon them, God, welcoming their eagerness, shall shine forth upon them in counsel with glory upon the earth—that is, with judgement and deliberation bestowing the good that comes from His judgement, and not unadvisedly nor indiscriminately. Now this day in which God shall shine forth in counsel with glory is that very day which the Sun of righteousness Himself makes, our Lord, Who teaches concerning Himself that so long as He is in the world, He is the light of the world; wherefore He also exhorted men to work while it is day. Yet it must be noted that under one conception and another both the present life is called day, and the day of judgement is called night. And again, night is the present state, whereas day is the age awaited. For the saying, Work while it is day, clearly refers to this life illuminated by the knowledge of Christ; whereas the saying, Night comes, is spoken concerning the age to come, since it is deemed worthy of this appellation on account of the gloom and distress of those found in sins. Accordingly the prophet too, addressing those who are engaged in wicked works and yet hasten on the day of recompense, says: Why do you desire the day of the Lord? And it is darkness, and not light. Conversely, the Apostle also calls this life night, both because of the confusion within it and because of the darkening that for the most part comes upon the mind from the flesh and the cares of life; and he calls the time of the resurrection day, in saying: The night is advanced, and the day has drawn near. Whichever interpretation you may choose, therefore, God shall shine forth in counsel with glory upon the earth. Since, then, He shines forth with counsel, let us make ourselves worthy to receive His illumination, so that He Who bestows radiance in proportion to the fitness present in each person may, in the greater eagerness of our soul, grant greater and more perfect gifts from Himself as well. And He shall exalt the remnant of Israel; that is, He will set above material things and bring to the contemplation of incorporeal things the remnant of Israel according to the election of grace. And if you also long to learn, in accordance with what pleases Scripture, the glory wherewith the saints shall be glorified, conceive with me the sacred state surrounding the governing faculty of those who contemplate great and divine things, such as was around Moses when he was deemed worthy in