Migne Reading Room

PG 30 · cols. 228–237 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:228Read from the page
ἃ ἐπεθύμησαν. Ἐπαμφότερα παραληφθεῖσαν τοῦ κήπου τὴν προσηγορίαν ευρίσκομεν, ὡς ἐν μὲν τῇ Γενέσει κατὰ τὸν Ἀκύλαν· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς κῆπον ἐν Ἐδέμ. Πάλιν δὲ ἡ γῆ Αἰγύπτου διαβαλλομένη, κῆπος εἴρηται λαχανίας. Πάλιν ψεκτὴ μνήμη κήπου, ἡνίκα Ἀχαὰβ ἐπεθύμει τὸν κλῆρον Ναβουθαὶ τοῦ Ἰεζραηλίτου κῆπον λαχάνων ποιῆσαι. Ἐπαινετῶς δὲ μέμνηται ὁ Ἐκκλησιαστὴς λέγων· Ἐποίησά μοι κήπους καὶ παραδείσους. Ηὐλόγηται δὲ ὁ κῆπος, ἐν ᾧ τὸ μνῆμα, τὴν πρόσκαιρον τοῦ θανάτου οἰκονομίαν ὑποδεξάμενον ἐν τῷ σώματι τοῦ Κυρίου. Ἐνταῦθα μέντοι διαβέβληται ὡς αἰσχύνην προξενῶν τοῖς ἐπιθυμήσασιν. Καὶ ἔοικέ γε νῦν τὰ ἄλση λέγειν τὰ τοῖς εἰδώλοις εἰς κόσμον παρὰ τῶν ἠπατημένων περιφυτευόμενα, ἅπερ χρὴ νοεῖσθαι τὰς πεπλανημένας ἐπιτηδεύσεις, καὶ τοὺς ἔξωθεν σχηματισμοὺς, οἷς τὰ πάθη ἡμῶν ἐπισκιάζομεν. Οἷον εἴ τις ἐν ἡδοναῖς καλινδούμενος, σεμνότητα σχηματίζοιτο, καὶ εἴ τις δεδουλωμένος χρήμασι, μεγαλόψυχος εἶναι δοκεῖν ἐπιτηδεύοι, οἷς ἐπαισχυνθήσονται οἱ ἐπιθυμήσαντες, ὅταν αἱ βουλαὶ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτωνται.
which they desired. We find the appellation of garden taken in both senses, as in Genesis according to Aquila: And the Lord God planted a garden in Eden. And again the land of Egypt, when disparaged, has been called a garden of herbs. Again there is a blameworthy mention of a garden, when Ahab desired to make the inheritance of Naboth the Jezreelite a garden of herbs. Yet Ecclesiastes makes mention of it praiseworthily, saying: I made myself gardens and parks. And blessed is the garden wherein was the tomb that received the temporal dispensation of death in the body of the Lord. Here, however, it has been disparaged as procuring shame for those who desired it. And He seems indeed now to mean the groves planted round about idols for ornament by those who have been deceived, which must be understood as erring pursuits, and outward pretences, wherewith we overshadow our passions. As if someone wallowing in pleasures should feign gravity, and if someone enslaved to money should study to seem munificent, over which things those who desired them shall be put to shame, when the counsels of our hearts are uncovered.
63. Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Ὡς μὲν πρὸς τὸ ῥητὸν, δοκεῖ περὶ τῶν κήπων λέγειν τῶν ἐπιθυμητῶν τοῖς εἰδωλολατροῦσιν, ὅτι ἀτερπέστεροι ἔσονται τερβίνθου γυμνωθείσης, καὶ παραδείσου ἀποξηρανθέντος ὑπὸ ἀνυδρίας. Ὡς δὲ πρὸς τὸν ἠθικὸν νοῦν, ὅτι οἱ τῷ ἔξωθεν σχηματισμῷ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενοι, μετὰ τὴν φανέρωσιν τῶν κρυπτῶν, ὅταν γένηται πάντα γυμνὰ καὶ τετραχηλισμένα, καὶ μηκέτι ᾖ μηδεμία κτίσις ἀφανὴς, ἀωρότερον ἔσονται θέαμα, τῆς νῦν περὶ αὐτούς ἀπάτης ἀφανισθείσης, ὥστε δρυῒ τὸ κατ' αὐτοὺς παρεικάζεσθαι. Οὕτω γὰρ οἱ ἄλλοι τὴν τερέβινθον ἐκδεδώκασιν, ἐπεὶ καὶ ἐν τῇ Γενέσει τὴν αὐτὴν καὶ δρῦν καὶ τερέβινθον μεμαθήκαμεν. Ἔσονται οὖν ὅμοιοι τερεβίνθῳ ἤτοι δρυῒ, μετὰ τὴν τῆς κόμης ἀπόθεσιν, τὰ ὑπὸ τῶν φύλλων τέως καλυπτόμενα προδεικνύσῃ. Πυκνοτέρᾳ γὰρ τῇ κόμῃ τῶν φύλλων κεκόσμηται, καὶ τῇ ἐκ τούτων εὐχροίᾳ τὸ τραχὺ τῶν κλάδων αὐτῆς συσκιάζεται. Καὶ ταύτης οὖν ἔσονται, φησὶν, ἀτερπέστεροι, μετὰ τῶν βεβιωμένων τὸν ἔλεγχον. Καὶ ὡς παράδεισος δὲ ὕδωρ μὴ ἔχων. Τοιοῦτος δ' ἂν εἴη καὶ ὁ Ἰσραὴλ, φύλλα μὲν ἔχων παραπλησίως δρυῒ, τὴν ἐκ τοῦ νόμου σκιὰν, ἣν ἀπέβαλεν ἀφ' ἑαυτοῦ ἐν τῷ πληρώματι τῶν καιρῶν. Καὶ ὠς παράδεισος πεφυτευμένος παρὰ
63. For they shall be like a terebinth that has cast off its leaves, and like a park having no water. As regards the letter, He seems to be speaking concerning the gardens desired by the idolaters, that they shall be more cheerless than a terebinth stripped bare, and than a park dried up through lack of water. And as regards the moral sense, that those who hunt after glory from men through outward pretence, after the manifestation of hidden things, when all things become naked and laid bare, and no creature is any longer unseen, shall be a more unsightly spectacle, once the deceit now surrounding them has been blotted out, so that their case is likened to an oak. For thus the other translators have rendered the terebinth, since in Genesis too we have learned the same tree to be both oak and terebinth. They shall therefore be like a terebinth or an oak, displaying openly, after the shedding of its foliage, the things hitherto covered beneath the leaves. For it is adorned with a denser foliage of leaves, and by the fair colour therefrom the roughness of its branches is shaded over. Even than this, therefore, He says, they shall be more cheerless, after the reproof of their past lives. And like a park too having no water. Of such a kind also might Israel be, having leaves indeed similarly to an oak, the shadow from the law, which he cast off from himself in the fullness of the times. And like a park planted by
Notes, col. 228

On the reading

Printed ευρίσκομεν, for εὑρίσκομεν.

Printed αὐτούς, for αὐτοὺς.

Printed ὠς, for ὡς.

PG 30:229Read from the page
Κυρίου, διὰ τὴν ἐξ ἀρχῆς κτίσιν· ἀποξηρανθεὶς δὲ, διὰ τὸ ἀπολωλεκέναι τὸ ἐν τοῖς δόγμασι ζωτικόν. Φιλοτιμητέον τοίνυν πιστεύειν ἀληθινῶς εἰς Χριστὸν, ἵνα ποταμοὶ πνευματικοὶ ἐκ τῆς κοιλίας ἡμῶν ῥέωσι, μήτε ἀτερπεῖς, μήτε ἀκάρπους ἡμᾶς συγχωροῦντες γενέσθαι.
the Lord, on account of its creation from the beginning; yet dried up, on account of having lost what is vital in its teachings. We must therefore earnestly strive to believe truly in Christ, so that spiritual rivers may flow out of our belly, permitting us to become neither cheerless nor unfruitful.
64. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου, καὶ αἱ ἐργασίαι αὐτῶν, ὡς σπινθῆρες πυρός. Ἐντεῦθεν δῆλον, ὅτι ἑκάστῳ τὰ ἔργα αἴτια τῶν ἐν κολάσει πόνων γενήσεται ἑαυτοὺς ἡμῶν καὶ ἐπιτηδείους καύσει παρασκευαζόντων, καὶ τὰ πάθη τῆς ψυχῆς ὥσπερ σπινθῆρας πυρὸς εἰς ἔξαψιν τῆς ἐν γεέννῃ φλογὸς ἐπαγομένων· ὡς καὶ ὁ καταξηραινόμενος ἐν τῇ φλογὶ πλούσιος ὑπὸ τῶν ἰδίων ἡδονῶν κατεφρύσσετο. Κατὰ γὰρ τὴν ἀναλογίαν ὧν δεχόμεθα βελῶν ὑπὸ τοῦ πονηροῦ, τῆς εἰς πλέον ἢ ἔλαττον καύσεως μεθέξομεν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Δὶς ἤδη συνήφθησαν ἀλλήλοις ὑπὸ τῆς προφητείας οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἄνω μέν· Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἐνταῦθα δέ· Καὶ κατακαυθήσονται Μηδεὶς ἑαυτὸν ἐξαπατάτω ἀπαιδεύτοις λόγοις· ὅτι εἰ καὶ ἁμαρτωλὸς, ἀλλὰ Χριστιανός. Οὐκ ἐμπεσοῦμαι οὖν εἰς γέενναν, ὅπου οἱ εἰδωλολάτραι. Βοηθήσει μοι αὐτὸ τὸ ὄνομα τοῦ Χριστιανοῦ, εἰ καὶ τὰς ἐντολὰς αὐτοῦ παρέβην. Ἄκουε γὰρ, ὅτι Κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Ἀμφοτέροις τὰ τῆς καύσεως αἴτια. Στυππείου καλάμη ἐν ἀμφοτέροις, τουτέστιν εὐκατάπρηστος ζωὴ καὶ φλογὸς δεκτική. Σπινθὴρ δικαίως ψυχὴν ἐμπυρεύεται καὶ τούτῳ κἀκείνῳ· νῦν μὲν ὡς ἐν σποδιᾷ κεκαλυμμένος, καθόσον ὑπὸ τῶν τῆς σαρκὸς σκεπασμάτων περικαλύπτεται· ἀναφθήσεται δὲ ὑπὸ τῆς θείας κρίσεως, ἐν τῇ ἡμέρᾳ τῆς ἐκδικήσεως ἐκ τῶν ἐλέγχων ἀναῤῥιπιζόμενος καὶ ἐξαπτόμενος.
64. And their strength shall be like tow-stubble, and their works like sparks of fire. Hence it is plain that for each man his works will become the causes of his pains in punishment, since we ourselves both prepare ourselves as fit for burning, and bring in the passions of the soul like sparks of fire for the kindling of the flame in Gehenna; just as the rich man also, parched in the flame, was roasted by his own pleasures. For according to the proportion of the darts that we receive from the evil one, we shall partake of burning to a greater or lesser degree. And the lawless and the sinners shall be burned up together, and there shall be none to quench them. Twice already have the lawless and the sinners been joined to one another by the prophecy; above: And the lawless and the sinners shall be crushed; and here: And they shall be burned up Let no one deceive himself with uninstructed words: Even if I am a sinner, yet I am a Christian. I shall not, therefore, fall into Gehenna, where the idolaters are. The very name of Christian will help me, even if I transgressed His commandments. For hear that The lawless and the sinners shall be burned up together. Both have the causes of burning. Tow-stubble is in both, that is, an easily kindled life and receptive of flame. A spark justly sets the soul on fire both for this man and for that; now indeed covered over as in ashes, inasmuch as it is wrapped round by the coverings of the flesh; yet it will be kindled by the divine judgement, fanned up and set ablaze out of the reproofs in the day of vengeance.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
65. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μετὰ τὴν περιγραφὴν τῆς προτέρας ὁράσεως ἐγένετο οὗτος ὁ λόγος πρὸς Ἠσαΐαν υἱὸν Ἀμώς. Διὰ τί δὲ ἐκεῖ μὲν Ὅρασις, ἐνταῦθα δὲ Λόγος; Ὅτι ἡ μὲν παρὰ τοῦ Θεοῦ δύναμις κατὰ τὴν τοῦ Ηνεύματος χάριν τοῖς ἁγίοις αὐτοῦ διδομένη μία. Γνῶσις γάρ ἐστι τῶν ἀγνοουμένων, δι' ἀποκαλύψεως καὶ φωτι-
65. The word that came to Isaiah the son of Amoz, concerning Judea and concerning Jerusalem. After the conclusion of the former vision this word came to Isaiah the son of Amoz. And why is it Vision there, whereas here it is Word? Because the power from God given to His saints according to the grace of the Spirit is one. For it is knowledge of things unknown, through revelation and the giving
Notes, col. 229

On the reading

Printed Ηνεύματος, for Πνεύματος.

PG 30:232Read from the page
σμοῦ ταῖς καρδίαις τῶν ἁγίων ἐγγινομένη· κατὰ δὲ τὴν τῶν πραγμάτων διαφορὰν περὶ ἃ ἡ γνῶσις, ἢ ὅρασις, ἢ λόγος τὸ ἀποκαλυπτόμενον λέγεται. Ἐκεῖ μὲν γὰρ τὰ παρόντα ἐδείκνυτο· ἡ κακία τοῦ λαοῦ, ἡ ἀλλοτρίωσις ἀπὸ Θεοῦ· τὰ περὶ τὸν εὐεργέτην ἀχάριστον· ἐνταῦθα δὲ τὸ μέλλον προαγορεύεται. Διὰ τοῦτο Λόγος, Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις. Οὔτε μέντοι ἐκεῖ δι' ὀφθαλμῶν ἡ ὅρασις, οὔτε ἐνταῦθα δι' ὤτων ἡ γνῶσις· ἀλλὰ φωτισμός ἐστιν ἐν καρδίᾳ παρὰ τοῦ Πνεύματος, ἢ τὰ παρόντα δεικνύντος, ἢ προαναφωνοῦντος τὸ μέλλον. Πάλιν μέντοι καὶ ἐνταῦθα περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μέλλει μὲν γάρ τι καὶ περὶ τῶν ἄλλων διηγεῖσθαι ἐθνῶν· οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· ἀλλὰ προηγουμένως καὶ ἐν τῇ πρώτῃ τάξει τῆς μερίδος ἑαυτοῦ μέμνηται. Ζητήσεις δὲ, εἰ μὴ κατά τινα νοῦν βασάνου δεόμενον, πῆ μὲν πρόσκειται τῷ λόγῳ τὸ τοῦ Κυρίου, πῆ δὲ ἄνευ τῆς προσθήκης τῆς τοῦ Κυρίου· οἷον, Λόγος Κυρίου ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρεί· καὶ ἐνταῦθα. Ὁ λόγος ὁ γενόμενας πρὸς Ἠσαΐαν. Καὶ περὶ τῆς ὁράσεως, παρὰ μὲν τῷ Ἰεζεκιὴλ. Ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὅρασιν Θεοῦ· παρὰ δὲ τῷ Ἠσαΐᾳ· Ὅρασις ἣν εἶδεν Ἠσαΐας. Καὶ παρὰ τῷ Ἱερεμίᾳ· Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν. Ὅτι ἐπειδὴ λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι καὶ πάντη ἀποστατήσαντι τοῦ Θεοῦ διελέγοντο, ἀπεσιώπων τὸ ὄνομα Κυρίου, οἰκονομοῦντες τὸ παραδεχθῆναι αὐτῶν τοὺς λόγους. Διὰ γὰρ τὸ οἴεσθαι μὴ μέλειν τῷ Θεῷ περὶ τῶν ἀνθρωπίνων, ἐμυκτήριζον τοὺς ὡς ἐκ προσώπου τοῦ Κυρίου διαλεγομένους αὐτοῖς, ὡς δηλοῖ Ἱερεμίας λέγων. Ὅλην τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος.
of illumination arising in the hearts of the saints; and according to the difference of the matters concerning which the knowledge is, that which is revealed is called either vision or word. For there things present were shown: the wickedness of the people, their alienation from God, their ingratitude towards the Benefactor; whereas here the future is foretold. Therefore it says, Word: For in the last days it shall be. Yet neither there is the vision through the eyes, nor here is the knowledge through the ears; rather, it is an illumination in the heart from the Spirit, either showing things present or proclaiming beforehand what is to come. Again, however, here too the discourse is concerning Judaea and concerning Jerusalem. Yet it is about to relate something concerning the other nations as well; for God is not the God of Jews only, but also of Gentiles. Seeing that God is one, Who will justify the circumcision from faith, and the uncircumcision through faith; nevertheless, primarily and in the first rank He remembers His own portion. And you will inquire, whether not according to some sense requiring examination, in one place "of the Lord" is added to the word, and in another it is without the addition "of the Lord": as, for instance, The word of the Lord which came to Hosea the son of Beeri; and here, The word which came to Isaiah. And concerning the vision, in Ezekiel: The heavens were opened, and I saw a vision of God; whereas in Isaiah: The vision which Isaiah saw. And in Jeremiah: The word which came to Jeremiah. Because, since they were conversing with a disobedient and gainsaying people who had altogether apostatized from God, they kept silent the name of the Lord, managing so that their words might be accepted. For because they supposed that God did not care about human affairs, they mocked those who conversed with them as if in the person of the Lord, as Jeremiah shows when he says: All the day long I continued being mocked.
66. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ ἄκρων τῶν ὀρέων. Ἔσχαται ἡμέραι αἱ προσεγγίζουσαι τῇ συντελείᾳ τοῦ χρόνου τούτου λέγονται. Συναπαρτίζεται γὰρ τῷ φθαρτῷ τούτῳ κόσμῳ καὶ ἡ τοῦ χρόνου φύσις τοῦ παραῤῥέοντος. Οἰκείως γὰρ ἔχει καὶ συγγενῶς τοῖς βλεπομένοις· συναπερχόμενος μὲν τοῖς φθειρομένοις, συνυφιστάμενος δὲ τοῖς γινομένοις· συμπροσδοκώμενος δὲ καὶ συνελπιζόμενος τοῖς ἔτι μέλλουσιν. Ἐπεὶ οὖν ἡμέραι καὶ νύκτες, καὶ μῆνες καὶ ἐνιαυτοὶ, τὰ χρονικὰ διαστήματα, ἀπὸ ἡλίου καὶ σελήνης καὶ τῆς φορᾶς τοῦ στερεώματος τὴν γένεσιν ἔχουσιν, ἀνάγκη τῇ τούτων φθορᾷ καὶ τοῦ χρόνου τὸ τέλος ἕπεσθαι. Πρὸς οὖν τῇ συντελείᾳ τοῦ κόσμου τούτου ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου
66. For in the last days the mountain of the Lord shall be manifest, and the house of God upon the tops of the mountains. The days drawing near to the consummation of this time are called the last days. For the nature of time as it flows past is also coextensive with this corruptible world. For it is akin and congenial to things visible: passing away together with the things that perish, subsisting together with the things that come into being, and awaited and hoped for together with the things yet to come. Since, then, days and nights, and months and years, the intervals of time, have their origin from the sun and moon and the motion of the firmament, it is necessary that the end of time also follow upon their corruption. Towards the consummation of this world, therefore, manifest the mountain of the Lord
Notes, col. 232

On the reading

Printed τὰ, for τὸ.

Printed γενόμενας, for γενόμενος.

Printed ἐπ, for ἐπ'.

PG 30:233Read from the page
ἔσται, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. Κεὶ ὁ μὴ μόνῃ τῇ λέξει δουλεύων, καὶ ψιλῷ τῷ γράμματι παριστάμενος, ἀναγκασθήσεται μὴ ἐναπομένειν τοῖς αἰσθητοῖς. Πῶς γὰρ τότε ἐμφανήσεται τὸ ὄρος Κυρίου; πῶς δὲ ἐπ' ἄκρων τῶν ὀρέων ὁ οἶκος γενήσεται τοῦ Θεοῦ; Οὔτε γὰρ ἄλλου ὄρους γένεσιν, οὔτε δευτέρου οἴκου κατασκευὴν ἐπ' ἄλλων κορυφῶν ἐσαμένην ὁ σάρκινος Ἰσραὴλ ἀναμένει· τὸ δὲ Σιὼν ὄρος, καὶ ὁ ναὸς καὶ κατὰ τοὺς χρόνους τῆς προφητείας τοῦ Ἠσαΐου ἐφαίνετο. Τί οὖν τὸ λεγόμενον; Οὐχ ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανῆ ταῦτα γενήσεται· ἀλλ' ἐν ταῖς ἐσχάταις ἡμέραις, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, ἡ μεγάλη καὶ ὑψηλὴ περὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων οἰκονομία φανήσεται. Τὸ γὰρ μυστήριον, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, ἐπὶ τῇ συντελείᾳ τῶν χρόνων ἐφανερώθη. Ὄρει δὲ ἡ τοῦ Κυρίου κάθοδυς ἐπὶ γῆς παρεικάσθη, διότι τὸ ὄρος γῆ ἐστιν ὑψηλή. Καὶ ἡ σὰρξ δὲ, ἡ τοῦ Κυρίου, γῆ κατὰ τὴν κοινὴν φύσιν ὑπάρχουσα, διὰ τῆς συναφείας τῆς πρὸς Θεὸν ἀνυψώθη. Καὶ ὁ οἶκος τοῦ Θεοῦ, ἐπ' ἄκρων τῶν ὀρέων, ἡ Ἐκκλησία ἐστὶ κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Εἰδέναι γὰρ, φησὶ, Πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος ἧς οἱ θεμέλιοί εἰσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίυις· ᾠκοδόμηται γὰρ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ἓν τῶν ὀρέων ἦν καὶ ὁ Πέτρος, ἐφ' ἧς καὶ πέτρας ἐπηγγείλατο ὁ Κύριος οἰκοδομήσειν αὐτοῦ τὴν Ἐκκλησίαν. Τὰ γὰρ ὑψηλὰ καὶ διῃρμένα φρονήματα, καὶ ὑπερανεστηκότα τῶν γηΐνων, εἰκότως ὄρη προσαγορεύεται. Πέτρα δὲ ὑψηλὴ ἡ ψυχὴ τοῦ μακαρίου Πέτρου ὠνόμασται, διὰ τὸ παγίως ἐνεῤῥιζῶσθαι τῇ πίστει, καὶ στεῤῥῶς καὶ ἀνενδότως ἔχειν πρὸς τὰς ἐκ πειρασμῶν ἐπαγομένας πληγάς. Πάντες οὖν οἱ χωροῦντες τὴν τῆς θεότητος γνῶσιν, διὰ τὸ μέγεθος τοῦ νοῦ, καὶ τῶν ἀπὸ τοῦ νοῦ πράξεων, τετελειωμένοι τῷ ὑγιεῖ βίῳ, τὰ ἄκρα εἰσὶ τῶν ὀρέων ἐφ' ὧν οἰκοδομεῖται ὁ τοῦ Θεοῦ οἶκος.
shall be, and the house of God upon the tops of the mountains. And he who is not enslaved to the wording alone, nor stands by the bare letter, will be compelled not to linger among sensible things. For how will the mountain of the Lord become manifest then? And how will the house of God come to be upon the tops of the mountains? For carnal Israel awaits neither the coming into being of another mountain, nor the construction of a second house to take place upon other summits; whereas Mount Sion and the temple were visible even in the times of the prophecy of Isaiah. What then is meant? Not that in the last days these things will become visibly manifest, but that in the last days, for the putting away of sin, the great and lofty dispensation concerning the salvation of men will appear. For the mystery which had been hidden from the ages was manifested at the consummation of the times. Now the descent of the Lord upon earth was likened to a mountain, because a mountain is lofty earth. And the flesh of the Lord, being earth according to the common nature, was exalted on high through its union with God. And the house of God, upon the tops of the mountains, is the Church according to the voice of the Apostle. For you must know, he says, how one ought to conduct oneself in the house of God, which is the Church of the living God, whose foundations are in the holy mountains; for it has been built upon the foundation of the apostles and prophets. One of the mountains was Peter also, upon which rock too the Lord promised that He would build His Church. For lofty minds lifted up and raised above earthly things are rightly called mountains. And the soul of the blessed Peter has been named a lofty rock, because it was firmly rooted in the faith, and held fast firmly and unyieldingly against the blows brought on by trials. All, therefore, who receive the knowledge of the Godhead, perfected in a sound life through the greatness of their mind and of the deeds proceeding from their mind, are the tops of the mountains upon which the house of God is built.
67. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, Καὶ οἱ βουνοὶ γήλοφοί τινές εἰσιν εὐπερίγραπτον ἔχοντες τὴν ἀπὸ γῆς ἐπανάστασιν, τῶν μὲν ταπεινῶν ὑπερέχοντες, τῶν δὲ ὑψηλοτάτων ἀπολειπόμενοι. Ἐπεὶ οὖν ἀσυνείκαστος ἡ κατὰ τὸ ἀνθρώπινον τοῦ Κυρίοῦ ὑπεροχὴ, πρὸς πάντας ὁμοῦ τοὺς ἐν οἵοις δήποτε διαφανέντας κατορθώμασι· διὰ τοῦτο ὑπεράνω τῶν βουνῶν εἶναι τὸ ἐμφανὲς γενησόμενον τοῦ
67. And it shall be exalted above the hills, And the hills are certain mounds having a well-circumscribed elevation from the earth, surpassing lowly places, yet falling short of the highest. Since, then, the superiority of the Lord according to His humanity is incomparable with respect to all together who have shone forth in achievements of whatever kind, on this account that which will become manifest above the hills, the
Notes, col. 233

On the reading

Printed Κεὶ, for Καὶ.

Printed ἐσαμένην, for ἐσομένην.

Printed κάθοδυς, for κάθοδος.

Printed ἁγίυις, for ἁγίοις.

Printed Κυρίοῦ, for Κυρίου.

PG 30:236Read from the page
Κυρίου ὄρος ἐλέχθη. Μείζονος γὰρ δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθόσον μείζονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Ὅσον δὲ μείζων τοῦ Ἀβραάμ; Ἀβραὰμ, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τῆς ἐνανθρωπήσεως· καὶ ειδε, καὶ ἐχάρη. Καὶ Ἀβραὰμ μὲν δεκάτην ἔδωκε τῷ Μελχισεδέχ· Μελχισεδὲχ δὲ τύπος ἦν τοῦ Κυρίου. Ταῦτα, ἵνα τὴν σωματικὴν ὑπεροχὴν παραστήσωμεν. Μὴ γένοιτο γὰρ ἡμᾶς τὴν θεότητα ἐκ τῆς πρὸς τὰ δοῦλα ὑπεροχῆς δοξάζειν! Ἡ μὲν γὰρ κατὰ τὸ ἀνθρώπινον οἰκονομία, ὑπὲρ τοὺς ἐν ἀνθρώποις δικαίους. ἁμαρτίαν γὰρ οὐκ ἐποίησε μόνος· τῆς δὲ θεότητος ἐπήρθη ἡ μεγαλοπρέπεια ὑπεράνω τῶν οὐρανῶν. Καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τα ἔθνη. Προϊὼν ὁ λόγος γυμνοτέραν ἐκφαίνει τὴν προφητείαν, τὴν συνδρομὴν τῶν ἐθνῶν τὴν ἐσομένην ἐπὶ τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ ὑπιφαίνων. Ἥξουσι γὰρ κληθέντα διὰ τοῦ κηρύγματος ἐπὶ τὴν πίστιν πάντα τὰ ἔθνη. Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ εὐαγγελικὸς φθόγγος τῶν ἀποστόλων.
mountain of the Lord, was spoken of. For He has been counted worthy of greater glory than Moses, inasmuch as he who built the house has greater honour than it. And how much greater than Abraham? Abraham, He says, rejoiced that he might see the day of the Incarnation; and he saw it, and was glad. And Abraham gave a tithe to Melchizedek; and Melchizedek was a type of the Lord. These things we say in order to set forth His bodily superiority. For far be it from us to glorify the Godhead from its superiority over servants! For the dispensation according to His humanity is above the righteous among men; for He alone committed no sin, whereas the magnificence of His Godhead was lifted up above the heavens. And all the nations shall come unto it. As the discourse advances, it uncovers the prophecy more barefacedly, intimating the concourse of the nations that was to be unto the full knowledge of Christ. For all the nations shall come, called through the proclamation unto the faith. For this Gospel shall be preached in the whole world; and, Into all the earth went forth the evangelical sound of the apostles.
68. Καὶ πορεύσονται, φησὶ, ἔθνη πολλά. Τὴν ἀκρίβειαν τῆς λέξεως μὴ παραδράμῃς ἀβασανίστως. Πῶς ἐν μὲν τῷ, Ἥξουσι πάντα, εἴρηται· ἐν δὲ τῷ, Ηορεύσονται, οὐκέτι πάντα, ἀλλὰ, πολλά; Ὅτι τὸ μὲν, Ἥξουσιν, ἐπὶ τοῦ πιστεύειν τέτακται· τὸ δὲ πορεύεσθαι, ἐπὶ τοῦ πολιτεύεσθαι. Ἐπεὶ οὖν τὴν μὲν πίστιν ὁμολογοῦμεν πάντες, οὐκέτι δὲ πάντος κατὰ τὰς ἐντολὰς πολιτευόμεθα, διὰ τοῦτο Ἥξουσι μὲν πάντα τὰ ἔθνη· πορεύσονται δὲ πολλά. Ὅτι δὲ τὸ πορεύεσθαι ἐπὶ τοῦ βιοῦν κατὰ τὸν νόμον λαμβάνεται· Μακάριοι, φησὶν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Ἀλλὰ πῶς τοῦ Κυρίου εἰπόντος, ὅτι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες τὴν ὁδὸν, ἡμεῖς λέγομεν ἔθνη πολλὰ πορευθήσεσθαι; Ὅτι πάντα τὰ ἔθνη κατὰ τὸν ἴδιον ἀριθμὸν τῶν ἐθνῶν εὐαρίθμητα, οἱ δὲ ἐν τοῖς ἔθνεσιν ἄνθρωποι πολλοί. Ἐνταῦθα οὖν ὁ λόγος φησὶν, ὅτι πολλὰ μὲν ἔθνη κατὰ τὸ Εὐαγγέλιον βιοῦν καταδέχεται, οὐχὶ πάντα· κἂν πάντες ἑαυτοὺς ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ ὀνομάζωσιν. Οὐ μὴν ἐπειδὴ πολλὰ ἀριθμεῖται τὰ ἔθνη, ἤδη καὶ οἱ καθ' ἕνα ἄνθρωποι, ὅσοι τῇ κοινῇ προσηγορίᾳ τοῦ ἔθνους συμπεριλαμβάνονται, πάντως ἀκολουθοῦσι τῷ ἀριθμῷ. Δύναται μὲν γὰρ ἔθνη ἀριθμεῖσθαι, τὸ Καππαδοκῶν, καὶ Γαλατῶν, καὶ Ἀρμενίων, ἢ Σύρων, ἢ Αἰγυπτίων, ὥστε λέγεσθαι τοσάδε εἶναι ἔθνη τὰ πορευόμενα ἐν
68. And many nations, he says, shall go. Do not pass over the exactness of the wording without examination. Why in the clause, All shall come, has it been said "all", whereas in the clause, Shall go, no longer "all", but "many"? Because "shall come" is appointed for believing, whereas "to go" is for conducting one's life. Since, then, we all confess the faith, yet we do not all conduct our lives according to the commandments, on this account all the nations indeed shall come, whereas many shall go. And that "to go" is taken of living according to the law: Blessed, he says, are the blameless in the way, who walk in the law of the Lord. But how, when the Lord said that few are those who find the way, do we say that many nations will go? Because all the nations, according to the proper number of the nations, are easily numbered, whereas the men among the nations are many. Here, therefore, the word says that many nations consent to live according to the Gospel, not all, even if all call themselves by the name of Christ. Yet it does not follow, because the nations are reckoned as many, that the individual men also, as many as are comprehended under the common appellation of the nation, altogether follow in that number. For nations can be numbered, that of the Cappadocians, and of the Galatians, and of the Armenians, or of the Syrians, or of the Egyptians, so that so many are said to be the nations walking in
Notes, col. 236

On the reading

Printed ειδε, for εἶδε.

Printed τα, for τὰ.

Printed ὑπιφαίνων, for ὑποφαίνων.

Printed Ηορεύσονται, for Πορεύσονται.

Printed πάντος, for πάντες.

PG 30:237Read from the page
τῷ νόμῳ Κυρίου· οὐ μὴν καθ' ἕκαστον ἔθνος τοὺς ἐμπεριεχομένους ἀνθρώπους συμφώνως τὸν τῆς πολιτείας σκοπὸν καταδέχεσθαι. Ὡς μὲν οὖν πρὸς τὰ ἑβδομήκοντα δύο ἔθνη, ἢ ὁπόσα δήποτε κατὰ τὴν οἰκουμένην ἅπασαν ἀριθμούμενα, πολλὰ τὰ πορευόμενα τὴν ἐν τῇ ζωῇ πορείαν· ὡς δὲ πρὸς τὸν ὅλον τῶν ἐπὶ γῆς ἀνθρώπων ἀριθμὸν, ὀλίγοι οἱ σωζόμενοι· οὕτω καὶ τὸ Εὐαγγέλιον ἀληθεύει, καὶ ἡ προφητεία οὐ μάχεται. Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, προσκυνήσουσι δὲ ἀπὸ τῶν πολλῶν ὀλίγοι· Πάντες, φησὶν. οἱ βασιλεῖς τῆς γῆς. Καὶ ὁ Σοφονίας· Ἥξουσι τοῦ δουλεύειν αὐτῷ αὐτῷ ὑπὸ ζυγὸν ἕνα.
the law of the Lord; yet not that within each nation the men comprised therein harmoniously accept the aim of that way of life. In relation, then, to the seventy-two nations, or however many are numbered throughout the whole inhabited earth, many are those walking the path in life; whereas in relation to the whole number of men upon earth, few are those being saved; thus both the Gospel speaks truly, and the prophecy does not conflict with it. All the nations shall serve Him, yet out of the many, few will worship: All, he says, the kings of the earth. And Zephaniah: They shall come to serve Him under one yoke.
69. Καὶ ἐροῦσι· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Οἱ προκόπτοντες τῇ γνώσει, οἱονεὶ προκαταλαβόντες τὰ ἄνω, προκαλοῦνται εἰς τὴν ὁμοίαν ἑαυτοῖς ἀνάβασιν τοὺς ἔτι ἐμφιλοχωροῦντας περὶ τὰ κάτω, καὶ ταῖς ταπειναῖς τοῦ βίου μερίμναις προσδιατρίβοντας. Ὁ συνεγερθεὶς τῷ Χριστῷ, καὶ τὰ ἄνω ζητῶν, καλείτω τοὺς τὰ ἐπίγεια φρονοῦντας, καὶ χειραγωγείτω αὐτῶν τὰ νοήματα πρὸς τὰ ἄνω. Ἐπεὶ διπλῆ τίς ἐστιν ἡ σωματικὴ πρὸς τὸ ὄρος σχέσις· νῦν μὲν ἐξ ὑπωρειῶν ἐπὶ κορυφὴν ἀνιόντων· νῦν δὲ ἐκ τῆς ἀκρωρείας καταβαινόντων ἐπὶ τοὺς πρόποδας, κατὰ τὴν διάφορον τοῦ σώματος σχέσιν, λαὶ τῆς παρ' ἡμῶν ἐνεργείας διαφόρως ἐκτελουμένης. Μήποτε δὲ τὸ διπλοῦν τοῦτο τῆς ἐπινοίας καὶ τῇ οἰκονομίᾳ τῆς ἀνθρωπότητος ἐφαρμόσει, ὥστε νοεῖν ἡμᾶς ὄρος τὴν ἐνανθρώπησιν· νῦν μὲν τῆς σαρκὸς διὰ τῆς πρὸς Θεὸν συναφείας εἰς οὐρανὸν ὑψουμένης, νῦν δὲ τῆς θεότητος διὰ τῆς πρὸς τὸ ἀνθρώπινον κοινωνίας ἐπικαταβαινούσης τοῖς ὧδε.
69. And they shall say: Come and let us go up to the mountain of the Lord, and to the house of the God of Jacob. Those advancing in knowledge, having as it were laid hold beforehand of the things above, summon to an ascent like their own those who still linger fondly around the things below and busy themselves with the lowly cares of life. Let him who has been raised together with Christ, and who seeks the things above, call those who mind earthly things, and let him lead their thoughts by the hand towards the things above. Since the bodily relation towards a mountain is twofold, now of men going up from the foothills onto the summit, and now coming down from the ridge to the base, according to the differing relation of the body, and as the activity on our part is differently accomplished, perhaps this twofold aspect of the conception will also fit the dispensation of His humanity, so that we understand the Incarnation as a mountain: now with the flesh through its union with God being exalted into heaven, and now with the Godhead through its communion with humanity condescending to the things here.
70. Δεῦτε καὶ ἀναβῶμεν. Προσβῶμεν τῷ ὕψει τῆς θεολογίας, ἀπὸ τοῦ πάθους ἀρχόμενοι. Καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀνωτέρω μὲν ὁ οἶκος ἁπλῶς εἴρηται τοῦ Θεοῦ, ἐνταῦθα δὲ, οἶκος τοῦ Θεοῦ Ἰακώβ. Τίς οὖν ἡ αἰτία; Ἢ γὰρ ἐκεῖ λείπει, ἢ ἐνταῦθα παρέλκει. Ἀλλ' οὐδὲν ἀργὸν τῶν τοῦ Πνεύματος· Δείκνυσι γὰρ ὁ λόγος, ὅτι αἱ μὲν πρῶται συγκαταθέσεις κατὰ τὰς κοινὰς περὶ Θεοῦ προλήψεις γίνονται· τὸ δὲ ἀκριβὲς τῆς πίστεως τελειοῦται, τρανουμένης ἤδη ἐν ταῖς καρδίαις τῶν προκοπτόντων ἐπὶ τὴν γνῶσιν τῆς ἰδιότητος τοῦ Θεοῦ. Διὰ τοῦτο τοῖς μὲν εἰσαγομένοις εἰς γνῶσιν ἁπλῶς εἴρη-
70. Come and let us go up. Let us approach the height of theology, beginning from the Passion. And to the house of the God of Jacob. Above, the house was simply called "of God", whereas here, "the house of the God of Jacob". What then is the reason? For either it is lacking there, or it is superfluous here. Yet nothing of the things of the Spirit is idle: for the word shows that the first assents come about according to the common preconceptions concerning God, whereas the exactness of the faith is perfected when it is already made clear in the hearts of those advancing unto the knowledge of the distinctive property of God. On this account, to those being introduced to knowledge it has simply been
Notes, col. 237

On the reading

Printed φησὶν., for φησὶν,.

Printed αὐτῷ αὐτῷ, for αὐτῷ.

Printed λαὶ, for καὶ.