Migne Reading Room

PG 30 · cols. 240–249 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:240Read from the page
ται, οἶκος Θεοῦ, τοὶς δὲ στοιχειωθεῖσι λοιπὸν καὶ, τίνος Θεοῦ, ὅτι τοῦ Ἰακὼβ, ᾧ ἐλαρίσατο την πρὸς αὐτὸν οἰκειότητα. Ἐγὼ γὰρ, φησιν, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Τοῦτύ μοί ἐστιν ὄνομα αἰώνιον. Ἵνα γὰρ ἀεὶ μνημόνευτον ποιήσῃ τὴν τιμὴν τοῖς ἁγίοις, συνῆψεν ἑαυτῷ τὰ τῶν δούλων ὀνόματα· ὥστε ὁσάκις ἂν γένηται μνήμη Θεοῦ, τοσαυτάκις κἀκείνων τὴν μνήμην συναναφέρεσθαι. Τοῖς οὖν προσελθοῦσιν ἤδη τὸ οἱονεὶ γνώρισμα τοῦ Θεοῦ προσέθηκεν εἰπών· Καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλ' ἐπειδὴ καὶ Ἰακὼβ ἔτι τοῦ πτερνιστοῦ καὶ ἀγωνιστοῦ ἐστιν ὄνομα (Ἰακὼβ γὰρ πτερνιστὴς προσαγορεύεται διὰ τὴν πρὸς τὰ ἀντικείμενα πάλην· ὕστερον δὲ μετὰ τὴν νίκην ἆθλόν ἔλαβε τὸ Ἰσραὴλ ὀνομάζεσθαι), ὁ ἔτι προκόπτων, τάως μανθάνει τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, τὰ ὑποδεέστερα καὶ ἑαυτῷ ἐφικτά· ὕστερον δὲ ποτε καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ διδαχθήσεται, ὁδῷ καὶ τάξει τῶν τελειοτέρων παραδόσεων οἰκονομουμένων περὶ αὐτόν.
called "the house of God", whereas for those already instructed in the elements there is added further the house of which God, namely, of Jacob, to whom He graciously granted intimacy with Himself. For I, He says, am the God of Abraham, and the God of Isaac, and the God of Jacob. This is My eternal name. For in order to render the honour to the saints ever memorable, He joined the names of His servants to Himself, so that as often as remembrance is made of God, so often the remembrance of those men also is offered up together with it. To those, therefore, who have already drawn near, He added what is as it were the distinguishing mark of God, saying: And to the house of the God of Jacob. But since Jacob too is still the name of the supplanter and wrestler (for Jacob is called "supplanter" on account of his wrestling against adversaries, whereas afterwards after the victory he received as a prize to be named Israel), he who is still advancing learns for the time being the house of the God of Jacob, the things more subordinate and within his own reach; whereas later at some time he will be taught the God of Israel also, as the more perfect traditions are dispensed concerning him in due road and order.
71. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐὰν μὴ ἀναβῶμεν εἰς τὸ ὄρος, οὐκ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Ἐὰν μὴ ἀναγγείλῃ ἡμῖν, πῶς πορευσόμεθα; Τουτέστιν, ἐὰν μὴ δεξώμεθα τὸ Εὐαγγέλιον, πῶς βιωσόμεθα κατ' αὐτό; Οἱ δὲ ἐπιζητοῦντες μαθεῖν τὴν ὁδὸν, δηλονότι οὐκ ᾔδεισαν. Πῶς οὖν ἀναβαίνωμεν εἰς τὸ ὄρος, τὴν ὁδὸν ἀγνοοῦντες; Ἢ τὸ, Δεῦτε καὶ ἀναβῶμεν, τὴν πρόθεσιν καὶ τὴν σπουδὴν τῶν ἐπειγομένων ἐμφαίνει· οὔπω μέντοι παρίστησι τῶν ἐπειθυμητῶν τὴν ἐπίτευξιν. Ἡγησώμεθα γάρ τινας τῶν νῦν ἐπὶ τὴν πίστιν ἐπειγομένων ἀλλήλους προσφωνεῖν καὶ παρορμᾷν· δεῦτε ἀποστῶμεν τῶν χαμερπῶν· δεῦτε φρονήσωμεν τὰ οὐράνια, εἰσέλθωμεν εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐκεῖ μαθησόμεθα τὴν ὁδὸν, δι' ἧς ἐπὶ τὸ κοινῶς προκείμενον ἅπασι πέρας διὰ τῆς τελειότητος καταντήσομεν.
71. And He will declare to us His way, and we shall walk in it. Unless we go up to the mountain, He will not declare to us His way. Unless He declares it to us, how shall we walk? That is to say, unless we receive the Gospel, how shall we live according to it? Now those seeking to learn the way plainly did not know it. How then should we go up to the mountain, being ignorant of the way? Rather, the clause, Come and let us go up, manifests the purpose and the eagerness of those hastening on; yet it does not yet set forth the attainment of the things desired. For let us suppose that certain of those now hastening towards the faith call out to one another and urge one another on: come, let us withdraw from things that creep on the ground; come, let us mind heavenly things, let us enter into the house of God. There we shall learn the way, through which by perfection we shall arrive at the goal commonly set before all.
72. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ἐρώτησον τὸν τῆς κατατομῆς ἄνθρωπον, τὸν κατὰ σάρκα Ἰουδαῖον, περὶ ποίου νόμου λέγει, καὶ ποίου λόγου. Τοῦ διὰ Μωϋσέως δοθέντος νόμου; Ἀλλὰ πῶς οὗτος ἀπὸ Σιὼν, δεικνύτωσαν. Μωϋσῆς γὰρ οὐκ εἰσῆλθεν εἰς τὴν γῆν τῆς κατασχέσεως· τὸ δὲ Σιὼν ἐν τῇ Ἰουδαίᾳ. Ἔσφαλται οὖν κατ' αὐτοὺς ἡ Γραφὴ, ἀντὶ ἄλλου ὀνόματος ἄλλο λέγουσα· ἀντὶ γὰρ τοῦ Σινὰ ἢ τοῦ Χωρὴβ, τὸ Σιὼν εἴρηκεν. Ἀλλὰ περὶ ἁγίου νόμου λέγει. Ποίου; τοῦ πότε δοθέντος; τοῦ ποῦ γεγραμμένου; Καὶ λόγος
72. For out of Sion shall go forth a law, and a word of the Lord out of Jerusalem. Ask the man of the concision, the Jew according to the flesh, concerning what law he speaks, and what word. The law given through Moses? But how this came from Sion, let them show. For Moses did not enter into the land of possession; and Sion is in Judaea. Scripture, then, according to them, has erred, uttering one name instead of another; for instead of Sinai or Horeb, it has said Sion. Nay, it speaks concerning a holy law. Of what sort? Given when? Written where? And a word
Notes, col. 240

On the reading

Printed τοὶς, for τοῖς.

Printed ἐλαρίσατο, for ἐχαρίσατο.

Printed την, for τὴν.

Printed Τοῦτύ, for Τοῦτό.

Printed ἆθλόν, for ἆθλον.

Printed τάως, for τέως.

Printed ἐπειθυμητῶν, for ἐπιθυμητῶν.

PG 30:241Read from the page
ἐκ τῆς Ἰερουσαλήμ. Τὸν προφητικὸν λέγει. Ἀλλὰ πανταχοῦ τῆς Ἰουδαίας γεγένηται, οὐκ ἐν τῇ Ἱερουσαλὴμ δὲ μόνον, καὶ κατὰ τὸν Ἰσραήλ· ἀλλὰ καὶ ἐν τῇ αἰχμαλωσίᾳ· καὶ ἐν Νινευῆ, καὶ πολλαχοῦ τῆς γῆς. Ἀγχέσθωσαν οὖν ὑπὸ τῆς ἀληθείας, καὶ καταδεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν, ἀπὸ τοῦ σκοπευτηρίου γινομένην ἀπὸ τῆς σαρκὸς τῆς θεοφόρου, ἀφ' ἧς ἐπεσκόπει τὰ κατὰ ἀνθρώπους πράγματα. Καὶ λόγος Κυρίου ἀπὸ Ἰερουσαλήμ. Ἐκεῖθεν γὰρ ἀρξάμενον εἰς πάντα τὸν κόσμον ἐπεσπάρη τὸ κήρυγμα.
out of Jerusalem. He means the prophetic word. Yet it came to be everywhere in Judaea, and not in Jerusalem alone, and throughout Israel, and even in the captivity, and in Nineveh, and in many parts of the earth. Let them therefore be throttled by the truth, and let them accept the legislation of the Lord, taking place from the watchtower, from the God-bearing flesh, from which He watched over human affairs. And a word of the Lord from Jerusalem. For beginning from there, the proclamation was sown unto all the world.
73. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Ὁ Θεὸς ἐν μὲν συναγωγῇ θεῶν στὰς, θεοὺς διακρινεῖ· ἐν δὲ τοῖς ἔθνεσι Κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Τοῖς μὲν γὰρ ἁγίοις τὸ διακρίνεσθαι πρέπει εἰς τὴν τῆς ἀξίας αὐτοῦ ἐπίγνωσιν· τοῖς δὲ μάτην βεβιωκόσι τὸ κρίνεσθαι. Μήποτε δὲ ἐντεῦθεν δείκνυται τὸ διάφορον εἶναι τῶν ἔξω τῆς εὐσεβείας ἐθνῶν τὴν κόλασιν, ἀλλὰ μὴ μίαν καὶ τὴν αὐτήν. Καθ' ὃ μὲν γὰρ ἐκπεπτώκασι τῆς ἐπιγνώσεως τοῦ Θεοῦ, πάντες βασάνων καὶ κολάσεων ἄξιοι· καθ' ὃ δὲ διάφορα αὐτῶν τὰ κατὰ τὸν βίον ἐπιτηδεύματα, ἔν τε τοῖς πάθεσι τῆς ἀτιμίας, καὶ ἐν ταῖς εἰς τοὺς πλησίον πονηρίαις, δεῖται κρίσεως κατὰ τῶν ἐθνῶν τῆς διαλαμβανούσης περὶ τῶν εἰς τοὺς πέλας πεπλημμελημένων. Καὶ ἐλέγξει λαὸν πολύν. Ἵνα δείξῃ ἡμῖν τὸ δίκαιον καὶ ἀναντίῤῥητον τῆς δικαίας κρίσεως ἐπήγαγε τὸ, Καὶ ἐλέγξει λαὸν πολύν. Ἐλέγξω γάρ σε, φησὶ, καὶ παραστήσω κατὰ τὸ πρόσωπόν σου. Ἐνταῦθα μὲν οὖν μάρτυρας παριστᾷ ὁ κατήγορος εἰς ἔλεγχον τῶν ἐγκλημάτων τοῦ κατηγορουμένου, ἐν δὲ τῷ τῶν κρυπτῶν δικαστηρίῳ αὐτὰ τὰ πράγματα ἡμῖν παρίσταται ἐν τῷ ἰδίῳ σχήματι, ἑκάστης ἁμαρτίας παρισταμένης τοῖς ἡμαρτηκόσιν. Ἐκεῖ μὲν οὖν ἔλεγχος εἰς σύστασιν τῆς δικαιοκρισίας παραλαμβάνεται, ἐνταῦθα δὲ εἰς διόρθωσιν τῶν ἐφ' οἷς ἐλέγχεται. Ἐφ' ᾧ τὸν Τιμόθεον χρῆσθαι ὁ Ἀπόστολος παραινεῖ. Πᾶς μέντοι ἔλεγχος, ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτήματος, ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων εἰς τὴν συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος πληκτικὸς, καθικνούμενος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων;
73. And He shall judge among the nations. God, standing in the synagogue of gods, will distinguish gods; whereas among the nations, He shall judge among the nations. For to the saints it belongs to be distinguished unto the recognition of His worth, whereas to those who have lived in vain it belongs to be judged. And perhaps from this it is shown that the punishment of the nations outside godliness is diverse, and not one and the same. For insofar as they have fallen away from the full knowledge of God, all are worthy of torments and punishments; whereas insofar as their pursuits in life are diverse, both in the passions of dishonour and in the wickednesses committed against their neighbours, there is need of a judgement against the nations that deals distinctly with the offences committed against their fellows. And He shall reprove a large people. In order to show us the just and unanswerable character of His righteous judgement, he added the clause, And He shall reprove a large people. For I will reprove you, He says, and set them before your face. Here, then, the accuser presents witnesses for the proof of the charges against the accused, whereas in the tribunal of hidden things the deeds themselves stand before us in their own form, each sin standing beside those who have sinned. There, accordingly, reproof is employed to establish His righteous judgement, whereas here it is for the amendment of the things regarding which one is reproved, which the Apostle exhorts Timothy to use. Indeed, every reproof, laying hold plainly of the one reproved, strongly torments him by setting before him the shamefulness of his sin, so as greatly to benefit the man who is insensible to his own faults, leading him to perception of them and true repentance. For what bodily wound produces a pain so keen as the torment which a piercing word produces in the soul, striking home to the conscience of those held fast in the shame of things ill done?
PG 30:244Read from the page
74. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Τοῦτό ἐστι τὸ εὔχρηστον τέλος τῶν ἐλέγχων, μεταβαλεῖν πρὸς εἰρηνικὴν κατάστασιν τοὺς φιλοπολέμους καὶ ταραχώδεις. Δῆλον δὲ παντὶ, ὅτι ὁ Χριστοῦ νόμος καὶ λόγος, τὸ εἰρηνικὸν καὶ συμβατικὸν ἔχων· εἰρήνην ἐκήρυξε τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· ὥστε καὶ τοὺς Ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν καταθεμένους τὰ πολεμιστήρια, τά τε πρὸς τὴν ἐκ τοῦ σύνεγγυς ἐν τοῖς συστάδην γινομένοις ἀγῶσι συμπλοκὴν ἅτινα εἶπε μάχαιραν, καὶ τὰ πρὸς ἄμυναν τὴν διὰ μακροῦ παρεσκευασμένα, ἅτινα εἶναι δόρατα ναὶ ζιβύνας φησι· ταῦτα δὲ εἰς τὰ τῆς γεωργίας ἐργαλεῖα μετασκευάζειν τὸν λόγον τὸν ἐν τῆς Ἱερουσαλήμ, ὥστε τὴν φθαρτικὴν μάχαιραν σπερμάτων ζωοποιῶν, τῶν ἐκ τῆς σοφίας ἐγγινομένων ταῖς λογικαῖς ψυχαῖς, εἶναι παρασκευαστικήν· ἄροτρον γενομένην ἁπαλῦνον τὰ πεπωρωμένα, ἀκάνθας ἀνατρέπον, οὐρανίας χάριτος φυλακτηρίων ποιητικόν. Ἡ δὲ ζιβύνη, τὸ πόῤῥωθεν κατακοντίζον, καὶ ἀπωθούμενον εἰς τὸ συνακτικὸν ἐκ τοῦ σύνεγγυς, καὶ κοινωνίας συνδετικόν. Τοιαῦται γὰρ αἱ δρεπάναι, συνάγουσαι τὰ διεσκορπισμένα, καὶ εἰς κοινωνίαν δράγματος συνδέουσαι τοὺς ἀστάχυας. Ἔστιν οὖν τι καὶ λογικὸν θέρος, εἰς ὃ χρεία τῶν ἐπιτηδείων ὀργάνων, περὶ οὗ εἴρηται ὅτι, Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε ὅτι αἱ χῶραι λευκαί εἰσιν. Οὐδεὶς οὖν πολεμοποιὸς πρὸς τὸν θερισμὸν ἐπιτήδειος. Ἀλλὰ τοὺς ἰδίους μαθητὰς πρὸς τὸν θερισμὸν τοῦτον ἀπέστειλε, περὶ ὧν καὶ εἶπεν. Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τούτοις οὖν τοῖς θερισταῖς, διὰ τὸ μὴ ἔχειν πολέμου ὄργανον ἐν ταῖς καρδίαις, ἔδωκε δύναμιν τοῦ ἐναφιάναι εἰρήνην τοῖς οἴκοις, εἰς οὕς ἂν εἰσέλθωσιν.
74. And they shall beat their swords into ploughs, and their spears into sickles. This is the serviceable end of reproofs: to transform the war-loving and turbulent unto a peaceful state. And it is evident to everyone that the law and word of Christ, possessing what is peaceful and conciliatory, proclaimed peace to those far off and to those near; so that both the Jews and those from the Gentiles, laying aside their instruments of war, both those for close-quarters engagement in hand-to-hand struggles, which he called a sword, and those prepared for defence at long range, which he says are lances and spears, the word from Jerusalem refashions these into the implements of husbandry, so that the destructive sword becomes preparative of life-giving seeds engendered from wisdom in rational souls: becoming a plough softening calloused parts, overturning thorns, productive of safeguards of heavenly grace. And the spear, that which hurls darts from afar and thrusts away, is turned into that which gathers from near at hand and binds fellowship together. For such are sickles, gathering together what was scattered, and binding the ears of grain into the fellowship of a sheaf. There is therefore a certain spiritual harvest as well, for which there is need of suitable implements, concerning which it has been said: Lift up your eyes, and see that the fields are white. No war-maker, therefore, is fit for the harvest. Rather, He sent forth His own disciples to this harvest, concerning whom also He said: The harvest indeed is plentiful, but the labourers are few. To these harvesters, therefore, because they had no instrument of war in their hearts, He gave power to impart peace to whatever houses they might enter.
75. Καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν. Ἕως μὲν ἐνηργεῖτο διαπύρως ὁ τῆς τοῦ κόσμου σοφίας λόγος, ἀλλήλων τὰ ἔθνη κατεπανίσταντο, σφοδρῶς ἠκονημένην τῇ μελέτῃ καὶ τῇ πιθανότητι στίλβουσαν τοῦ λόγου τὴν μάχαιραν ἀλλήλοις ἀντεπιφέροντες. Ἐπειδὴ δὲ ἦλθεν ἡ εἰρήνη ἡμων, καὶ κατηγγέλη δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἅπαν ὁμοῦ τὸ ψεῦδος τῇ ἀληθείᾳ ὑπεσιώπησεν. Ὥσπερ ὀρνέων λάλων πολυφωνία· ἀθρόως κατεσιγάσθη, ἀετοῦ ποθεν αὐτοῖς ἐπιφανέντος ἄνωθεν· οὐκέτι τοὺς ἀλλήλων καταβάλλουσι λόγους· ὁ μὲν, μὴ εἶναι πρόνοιαν τὸ παράπαν, ὁ δὲ μέχρι σελήνης προ-
75. And nation shall not take up sword against nation. So long as the word of the wisdom of the world was fiercely at work, the nations rose up against one another, wielding in turn against one another the sword of speech keenly sharpened by study and gleaming with plausibility. But when our Peace came, and glory to God in the highest and peace on earth was proclaimed, all falsehood together fell silent before the truth. Just as the chatter of talkative birds is all at once hushed when an eagle appears to them from somewhere above, they no longer overthrow one another's arguments: one, that there is no providence at all, and another, that up to the moon
Notes, col. 244

On the reading

Printed ναὶ, for καὶ.

Printed ἐν, for ἐκ.

Printed ἐναφιάναι, for ἐναφιέναι.

Printed οὕς, for οὓς.

Printed ἡμων, for ἡμῶν.

PG 30:245Read from the page
διήκειν αὐτὴν λέγων· οὐκέτι περὶ ψυχῆς· ὁ μὲν θνητὴν, ὁ δὲ ἀθάνστον ἀποφαινόμενοι. Τὰ περὶ εἱμαρμένης, ὁ μὲν πάντων αὐτὴν κρατεῖν· ὁ δὲ μηδὲ εἶναι αὐτὴν τὸ παράπαν. Ἐπειδὴ δὲ ἦλθεν ἡ μωρία τοῦ κηρύγματος, καὶ ὁ ἐσταυρωμένος δοξάζεται, καὶ ἀνάστασις πιστεύεται, καὶ κρίσις ἐλπίζεται· τὸν πρὸς ἀλλήλους πόλεμον τὰ ἔθνη καταλύσαντα, τὴν ἡσυχίαν ἄγει. Φοβοῦμαι δὲ μὴ θεαταὶ λοιπὸν τοῦ ἡμετέρου πολέμου γίνωνται. Καὶ ἐπειδὴ πρὸ τούτου ἅπας ὁ βίος αὐτοῖς ἐν τῇ τῶν ματαίων λόγων μαθήσει καταναλίσκετο ὡς τῆς διαλεκτικῆς πολεμικῆς οὔσης διαλόγου· Οὐ μὴ, φησὶν, μάθωσιν ἔτι πολεμεῖν· ἀντὶ τοῦ, Οὐκέτι τοῖς διδασκάλοις τῆς Λογομαχίας προσδιατρίψουσιν.
it reaches, as he says; no longer concerning the soul, one declaring it mortal, and another immortal; nor the doctrines concerning fate, one saying that it rules all things, and another that it does not exist at all. But when the foolishness of the proclamation came, and the Crucified One is glorified, and resurrection is believed, and judgement is hoped for, the nations, having ended their war against one another, keep quiet. Yet I fear lest henceforth they become spectators of our war. And since before this their whole life was consumed in the learning of vain discourses, dialectic being warlike dialogue: They shall by no means, he says, learn any more to wage war; instead of saying, No longer shall they spend their time with the teachers of logomachy.
76. Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Δευτέρα κλῆσις, ἐπὶ τὰ τελειότερα προκαλουμένη τοὺς εὐεργετουμένους. Μετὰ γὰρ τὸ ἀναβῆναι εἰς τὸ ὄρος Κυρίου, καὶ ὑπερκύψαι τὰ γήινα· οἷον καθαρωτέρας μεταλαβόντα αὐγῆς, φωτί ἐστιν ἐντυχεῖν θείῳ, φωτίζοντι ψυχῆς ὀφθαλμοὺς εἰς κατανόησιν τῶν μακαρίων καὶ νοητῶν θεαμάτων καὶ θείων θεωρημάτων. Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ Ψαλμῳδῷ· Ηροσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὐ καταισχύνεται γὰρ ἐφ' οὓς ἂν σημειωθῇ τὸ φῶν τοῦ προσώπου Κυρίου. Ὁ δὲ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἐπειδὴ δὲ ὁ οἶκος τοῦ Ἰακὼβ φῶς αὔταρκες τὴν ἐκ τοῦ νόμου διδασκαλίαν καὶ ἑαυτὸν ὑπείληφεν ἠπατημένως ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, διορθούμενος αὐτῶν τὴν ἄγνοιαν ὁ λόγος φησί· Δεῦτε καὶ πορευθῶμεν, μὴ τῷ προφητικῷ, μὴ τῷ νομικῷ φωτὶ, ἀλλὰ, Τῷ φωτὶ τοῦ Κυρίου. Καὶ γὰρ καὶ λύχνοι χρήσιμοι, ἀλλὰ πρὸ ἡλίου· ἀστέρες τερπνοὶ, ἀλλ' ἐν νυκτί. Εἰ δὲ γελοῖος, ἡλίου λάμποντος, ὁ λύχνον ἑαυτῷ παραφαίνων, πολλῷ γελοιότερος ὁ, Εὐαγγελίου κηρυσσομένου, τῇ σκιᾷ τῇ νομικῇ παραμένων.
76. And now, O house of Jacob, come and let us walk in the light of the Lord. A second calling, summoning to more perfect things those who have received benefaction. For after going up to the mountain of the Lord and rising above earthly things, partaking as it were of a purer radiance, one may meet with divine light, illuminating the eyes of the soul unto the comprehension of blessed and intelligible spectacles and divine contemplations. Like this also is that in the Psalmist: Draw near to Him, and be enlightened; and your faces shall by no means be put to shame. For those are not put to shame upon whom the light of the countenance of the Lord has been signed. Whereas he who practises base things hates the light. Since, however, the house of Jacob supposed the teaching from the law to be a sufficient light, and deceitfully supposed itself to be a guide of the blind, a light of those in darkness, the word, correcting their ignorance, says: Come and let us walk, not in the prophetic, not in the legal light, but, In the light of the Lord. For lamps too are useful, yet before the sun; stars are pleasant, yet at night. And if he is ridiculous who, while the sun is shining, holds a lamp beside himself, much more ridiculous is he who, while the Gospel is being proclaimed, abides beside the legal shadow.
77. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ. Χαλεπωτάτη ζημία ἡ ἀπὸ Θεοῦ ἐγκατάλειψις. Οἱονεὶ ἀπὸ ἰσχυρᾶς κατοχῆς χειρῶν, τῇ ἀνέσει τῶν δακτύλων, οἷς τέως περιεδέρακτό τις τοῦ
77. For He has forsaken His people, the house of Israel. Most grievous loss is abandonment by God. As if from a strong grasp of hands, through the relaxing of the fingers with which for a time someone had clutched the
Notes, col. 245

On the reading

Printed ἀθάνστον, for ἀθάνατον.

Printed Ηροσέλθετε, for Προσέλθετε.

Printed φῶν, for φῶς.

PG 30:248Read from the page
κατεχομένου, ἀφῆκεν αὐτὸ τῆς ἰδίας συντηρήσεως ἐκπεσεῖν· οὕτως ὁ λόγος ἐμφαίνει ἀπερικράτητον ὑπὸ τοῦ Θεοῦ τὸν λαὸν εἶναι. Διὰ ποίας δὲ αἰτίας ἀφίεται τις τῶν χειρῶν τοῦ Θεοῦ, τὰ ἐφεξῆς διδάσκει· Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ὁρᾷς ἡλίκον κακὸν τὸ κληδονίζεσθαι. Ἔξω τῆς παρὰ Θεοῦ ἐπιμελείας ποιεῖ τὸν προσέχοντα αὐτῇ. Ηολλοῖς δὲ τῶν Χριστιανῶν ἀδιάφορον ὠτακουστεῖν, καί φήμας θηρᾶσθαι, καὶ συμβόλοις προσέχειν. Ἔπταρέ τις, φησὶν, ἐπὶ τῷ λόγῳ, καὶ τόδε σημαίνει. Κατόπιν μέ τις ἀνεκάλεσε· καὶ ἐμπόδιον τοῦτο. Ὁ ποὺς προσέπταισεν ἐξιόντος· τὸ ἱμὲτιον ἐνεσχέθη. Καὶ τῶν πάνυ γνωρίμων καὶ τῶν ἀναμενόντων κριτὴν ἐκ τῶν οὐρανῶν τινες τούτοις ἀδιαφόρως τοῖς βλαβεροῖς περιπίπτουσιν. Ἀλλ' ἄκουε, ὅτι ἀπεῤῥίφη ὁ λαὸς ὁ ταῦτα περιεργαζόμενος. Πάλαι γὰρ καὶ ἐκ τοῦ Μωϋσέως νόμου, κληδόνες, καὶ μαντεῖαι, καὶ οἰωνισμοὶ, καὶ ὀρνιθοσκοπίαι διαβέβληνται, ὡς δαιμόνων εὑρέματα. Οὐκ οἰωοιεῖσθε γὰρ, φησὶ, οὺδὲ ὀρνιθοσκοπήσεσθε. Τὰ γὰρ ἔθνη, φησὶν, οὓς Κύριος ὁ Θεὸς ἐξολοθρεύσει πρὸ προσώπου αὐτοῦ, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. Ἄτοπον γὰρ, τὸν ἔχοντα τὴν ἐκ τῶν δικαιωμάτων τοῦ Θεοῦ συμβουλίαν, πρὸς τὴν ὑπὲρ οὐ πρακτέων σκέψιν συμβούλους ἑαυτοῦ παραλαμβάνειν τὰ ἄλογα, μᾶλλον δὲ οὐδὲ συμβούλους, ἀλλὰ διδασκάλοις χρῆσθαι καὶ νομοθέταις. Καὶ τὸν μὲν ἑαυτοῦ κίνδυνον παρακείμενον καὶ ἐν ὀφθαλμοῖς ὄντα οὐκ εἶδεν ὁ ὄρνις· σοὶ δὲ τὸ μέλλον προαγορεύει, καὶ τῆς μὲν καλιᾶς ἀποπτὰς, τροφὴν πορίσαι τοῖς νεοσσοῖς, ἄπρακτος ἐπανῆλθε πολλάκις· σοὶ δὲ μαντεῖον γέγονεν ἀψευδὲς, καὶ τοῦ μέλλοντος ἀποκάλυψις ἡ ματαία τοῦ ὄρνιθος κίνησις. Εἰ δὲ ἀπὸ δαιμόνων ἐνεργείας ἀπατηλὰ περιπέτονται, μή μοι καθέζου δαιμόνων ἀπάταις προσκεχηνὼς, μηδὲ γίνου διαβολικαῖς ἔκδοτος ἐνεργείαις· ὅς ἐπειδὰν ἅπαξ λάβῃ ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ παραχρώμενος, οὐκ ἀνίησιν.
being held, allowed it to fall away from its own preservation; thus the word indicates that the people are no longer held fast by God. And for what causes anyone is let go from the hands of God, what follows teaches: Because their land has been filled, as at the beginning, with divinations by omens, like that of the foreigners. You see how great an evil it is to practise divination by omens. It places him who pays heed to it outside the care that comes from God. Yet to many Christians it seems an indifferent thing to eavesdrop for portents, and to hunt after rumours, and to pay heed to tokens. Someone sneezed, he says, as I was speaking, and it signifies this or that. Someone called me back from behind; and this is an impediment. My foot stumbled as I was going out; my cloak got caught. Even some of those who are very well known and who await a Judge from heaven fall indifferently into these harmful practices. But hear that the people who busied themselves with these things were cast away. For of old, even from the law of Moses, omens, and divinations, and auguries, and auspices from birds have been condemned as inventions of demons. For you shall not practise augury, it says, nor observe birds. For the nations, it says, whom the Lord God will destroy from before His face, these shall hearken to omens and divinations; but as for you, the Lord your God has not given you so. For it is absurd that he who possesses the counsel that comes from the statutes of God should take brute beasts as his counsellors for deliberation concerning what is to be done, or rather not even as counsellors, but should use them as teachers and lawgivers. And the bird did not see its own danger lying beside it and before its eyes; yet to you it foretells the future, and having flown off from its nest to procure food for its nestlings, it has often returned empty-handed; yet to you the vain movement of the bird has become an unerring oracle and a revelation of the future. And if by the working of demons they fly about deceitfully, do not sit there for me gaping at the deceits of demons, nor give yourself over to diabolical workings; for once he seizes a soul easily led into perdition, abusing it in every way, he does not let it go.
78. Ἀλλὰ καὶ κρώζοντες κόρακες, καὶ ἀλύουτες ἀετοὶ δι' ἀπορίαν θήρας, τὴν δεισιδαίμονα καρδίαν πτήσσουσι· καὶ τοσαύτη τοῦ ἐχθροῦ ἡ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα, καὶ κύων διακύψας, καὶ ἄνθρωπος ἐπιφανεὶς ἕωθεν, κἂν τῶν εὐνουστάτων ᾖ, ὀφθατμὸν δὲ ἢ σκέλος δεξιὸν πεπληγὼς, ἀπεπήδησε, καὶ ἀπετράπη, καὶ ἀπεκα-
78. Moreover, croaking ravens too, and eagles in distress through lack of prey, terrify the superstitious heart; and so great is the insolence of the enemy towards man that if even a weasel appears beside him, or a dog peeps out, or a man shows himself at dawn, even though he be among the most kindly disposed, yet maimed in an eye or the right leg, he has leapt back, and turned away, and covered
Notes, col. 248

On the reading

Printed Ηολλοῖς, for Πολλοῖς.

Printed καί φήμας, for καὶ φήμας.

Printed ἱμὲτιον, for ἱμάτιον.

Printed οἰωοιεῖσθε, for οἰωνιεῖσθε.

Printed οὺδὲ, for οὐδὲ.

Printed οὐ πρακτέων, for τῶν πρακτέων.

Printed ὅς ἐπειδὰν, for ὃς ἐπειδὰν.

Printed ἀλύουτες, for ἀλύοντες.

Printed ὀφθατμὸν, for ὀφθαλμὸν.

PG 30:249Read from the page
λύψατο πολλάκις τοὺς ὀφθαλμούς. Τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑποπτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν αὐτοῦ τὴν ψυχὴν πρὸς Θεὸν ἐπανάγειν; Ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περιεργάζου, εἰ κύκλους ὑπὲρ κεφαλῆς ἡμῶν περιγράφουσιν, ἢ ἀντιπρόσωποι φέρονται, ἢ ἐκ τῶν κατόπιν ἐφίπτανται, ἢ πρὸς τὰ πλάγια μεταβαίνουσι. Ταῦτα καταλιπὼν, τοῦ Δημιουργοῦ τὴν ἐπ' αὐτοῖς σοφίαν καὶ διακόσμησιν θαύμασον· πῶς βάρος τοσοῦτον δι' ἀέρος φέρεται· πῶς ἡ ἀπαλὴ τοῦ ἀέρος φύσις ὄχημα γίνεται τῷ πτερῷ· πῶς τῇ μὲν ἐκτάσει τῶν πτερῶν ἐπινήχονται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι· πῶς ὅσα βαδίζειν ἐστὶν ἀνεπιτήδεια, τῷ πτερῷ τὴν χρείαν τῶν ποδῶν ἐκπληροῖ. Ὅσα νηκτικὰ, ὅσα ἁρπακτικὰ, πρέπουσαν τῷ βίῳ τὴν κατασκευὴν ἔχει τοῦ σώματος. Τοῖς μὲν γὰρ ὄργανα πρὸς τὴν ἁρπαγὴν, οἱ ὄνυχες· τοῖς δὲ οἱονεὶ κῶπαι οἱ ὑμένες εἰσὶ τῶν ποδῶν· ὥστε τῷ πλάτει τῆς βάσεως ῥᾷον διωθεῖσθαι τὸ ὕδωρ κατὰ τὴν κίνησιν. Πάντα γέμει τῆς σοφίας τοῦ Θεοῦ· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν. Ὁ δὲ μικρόψυχος, καὶ ταπεινὰ φρονῶν, τὰς τῶν ἀλόγων κινήσεις τῷ ἰδίῳ σκοπῷ συναρμόζειν ἐπιχειρῶν, καταλιπὼν Θεὸν, δαίμοσιν ἐπιβούλοις ἔκδοτον ἔδωκεν ἑαυτὸν, οἳ τῷ κρατεῖν τοῦ ἀέρος ὧδε καὶ ὧδε στρέφειν ἐπινοοῦντες τοὺς ὄρνιθας, ἀθεράπευτον τὴν ἀπάτην τῶν ἀνοήτων συνέχουσι. Ταῦτα εἰ καὶ παρεκβατικώτερον εἴρηται, ἀλλ' οὐκ ἀχρήστως ὁ λόγος τῇ ἐκ τοῦ ῥητοῦ ἀφορμῇ εἰς θεραπείαν τῶν ἀνοήτων ἐχρήσατο. Σημειωτέον δὲ ὅτι τὸν κληδονισμὸν ἴδιον ἐπιτήδευμα τῶν Φυλιστιαίων ἡ Γραφὴ παραδίδωσι, τουτέστι τῶν Παλαιστινῶν· τούτους γὰρ καὶ μόνους ἀλλοφύλους ἔθος αὐτῇ ὀνομάζειν. Ὥσπερ γὰρ Χαλδαῖοι γενεθλιαλογίαν, καὶ Αἰγύπτιοι φαρμακείας καὶ ἐπαοιδὰς, καὶ Κρῆτες οἰωνιστικήν· οὕτε καὶ οἱ ἀλλόφυλοι τὸν κληδονισμὸν ἰδιώσαντο. Πρὸς οὖν αὰ ἴδια ἑαυτῆς κακὰ ἐπανῆλθεν ἡ χώρα, γενομένη ὡς τὰ ἀπαρχῆς.
his eyes many times. What is more pitiable than such a life, suspecting all things, being hindered by all things, when from every quarter one ought to lead his soul back towards God? When you see birds flying across the air, do not busy yourself curiously with the patterns of their flights, whether they trace circles above our head, or are borne straight towards our face, or fly up from behind, or shift towards the sides. Leaving these things aside, marvel at the wisdom and ordering of the Creator in them: how so great a weight is borne through the air; how the soft nature of the air becomes a vehicle for the wing; how by the spreading of their wings they swim upon the air, while with the tail as with a rudder they steer their own flight; how as many as are unsuited for walking fulfil the function of feet by means of the wing. As many as are swimmers, as many as are birds of prey, possess a constitution of body fitting for their way of life. For to the latter, talons serve as instruments for seizing prey; whereas to the former, the webs of their feet are as it were oars, so that by the breadth of the sole the water is more easily pushed aside in their movement. All things are full of the wisdom of God; for in wisdom He made them all. Yet the small-minded man, who thinks lowly thoughts, endeavouring to adapt the movements of brute creatures to his own aim, having forsaken God, has given himself over to treacherous demons, who, through holding sway in the air, contriving to turn the birds hither and thither, maintain the delusion of the foolish beyond cure. Even if these things have been said somewhat by way of digression, yet not unprofitably has our discourse made use of the occasion offered by the text for the healing of the foolish. And it must be noted that Scripture hands down divination by omens as a peculiar pursuit of the Philistines, that is, of the Palestinians; for these and these alone it is accustomed to call foreigners. For just as the Chaldaeans appropriated astrology, and the Egyptians sorceries and incantations, and the Cretans augury, so too the foreigners appropriated divination by omens as their own. To its own proper evils, therefore, the land returned, having become as at the beginning.
79. Καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη ἐν αὐτῇ. Ὅταν πόλις, ἔθη μοχθηρὰ παραδεξαμένη, κατ' αὐτὰ βιοῦν ἕληται, τοῖς ἐπιγινομένοις λοιπὸν ὥσπερ νόμος γίνεται τὸ τῶν πατέρων ἁμάρτημα, καὶ εὐθὺς ἐκ γενέσεως ἀλλόφυλά ἐστι τὰ τέκνα, ὑπὸ τῆς πονηρᾶς ἀγωγῆς ἀλλοτριούμενα τοῦ λαοῦ τοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ οἱ καρποὶ τῆς ψυχῆς τέκνα πολλάκις λέγονται, εἴποι ἄν τις τὸν παρὰ τὸ βούλημα τῆς θείας
79. And many foreign children were born in it. When a city, having accepted wicked customs, chooses to live according to them, thereafter for succeeding generations the sin of the fathers becomes as it were a law, and straightway from birth the children are foreigners, alienated by their evil upbringing from the people of God. Moreover, since the fruits of the soul also are often called children, one might say that he who contrary to the counsel of divine
Notes, col. 249

On the reading

Printed ἀπαλὴ, for ἁπαλὴ.

Printed οὕτε, for οὕτω.

Printed αὰ, for τὰ.