Migne Reading Room

PG 30 · cols. 168–177 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:168Read from the page
μένου. Ὅλοι γὰρ δι' ὅλον τρέφονται τοῖς ἀτμοῖς, οὐ διὰ μασσήσεως καὶ κοιλίας· ἀλλ' ὡς αἱ τρίχες τῶν ζώων, καὶ ὄνυχες, καὶ ὅσα τοιαῦτα, εἰς ὅλην ἑαυτῶν τὴν οὐσίαν τὴν τροφὴν καταδέχεται. Διὰ τοῦτο λίχνως περὶ τὰς κνίσσας ἐπτόηνται, καὶ τὸν ἐκ τοῦ λιβανωτοῦ καπνὸν ὡς ἐπιτήδειον αὐτοῖς εἰς τροφὴν ὑπερασπάζονται. Καὶ τάχα ἔστι τις ἐν τοῖς ζώοις πρὸς τὰς ἰδιότητας τῶν δαιμονικῶν σωμάτων οἰκείωσις. Καὶ οἵγε τὸ βούλημα αὐτων ἐκλαβόντες, τόδε τῷδε ὡς οἰκειότερον εἰς τροφὴν προσκομίζουσι. Θεῷ δὲ πρέπουσα φωνὴ τὸ, Πλήρης εἰμι. Οὐδενὸς οὖν ἐφίεμαι, ἀλλ' ἐμαυτοῦ τὰ πάντα. Τὸ ἀγαθὸν γάρ ἐστι, οὗ πάντα ἐφίεται. Ἀγαθὸς δὲ ἀληθινῶς ὁ Θεός. Πηγή εἰμι πληρότητος, Οὐχὶ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Διὰ τοῦτο αὐτός τέ εἰμι ἀνενδεὴς, καὶ οἷς ἂν προσγένωμαι, τὴν πληρότητα ἐπάγω. Ἀπ' ἐμοῦ πληροῦνται οἱ ἅγιοι. Στέφανος πλήρης χάριτος, καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Καὶ Παῦλος ἔστρεψεν εἰς Ἱερουσαλήμ. Ἐκ ταύτης τῆς πληρώσεως καὶ Ἀβραὰμ ἦν πρεσβύτερος καὶ πλήρης ἡμερῶν. Καὶ ἐν τῷ ἐπιστρέφοντι λαῷ ἡμέραι πλήρεις εὑρεθήσονται.
For they are nourished wholly throughout by vapours, not through mastication and belly; rather, just as the hairs of animals, and nails, and all such things receive nourishment into the whole of their own substance. On this account they are greedily excited over the burnt-fat savours, and exceedingly welcome the smoke from frankincense as suitable to them for nourishment. And perhaps there is in animals a certain affinity towards the properties of demonic bodies. And those indeed who have grasped their wish bring this offering to this one as more congenial for nourishment. To God, however, the fitting utterance is this: Full am I. Of nothing, therefore, am I desirous, for all things are of myself. For it is the good which all things desire; and truly good is God. I am the fountain of fulness: Do not I fill heaven and earth? says the Lord; and, The earth is the Lord's, and the fulness of it. On this account both I myself am without need, and to whomsoever I come, I bring fulness. From me the saints are filled. Stephen, full of grace and power, worked wonders and great signs among the people. And Paul returned to Jerusalem. Out of this filling Abraham also was an elder and full of days. And in the people that returns, full days shall be found.
26. Ὁλοκαυτώματα τῶν κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων, καὶ τράγων οὐ βούλομαι. Καὶ ταῦτα τοῦ λόγου ἐστὶ τοῦ ἀκουομένου, καὶ τοῦ νόμου παραδεχθῆναι ταῖς ἀκοαῖς ὀφείλοντος. Σκόπει δὲ εἰ μὴ ἀντινομοθετεῖ ταῦτα καὶ ἀντιδιατάσσεται τοῖς διὰ Μωϋσέως· εἴπερ ἐκεῖ μὲν ἐπιζητεῖ, ἐνταῦθα δὲ ἀποστρέφεται. Καὶ πῶς ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐν τοῦ νόμου, ἕως πάντα γένηται; Ἢ μήποτε ὁ Λόγος παρίστησιν, ὅτι τὸ μὲν σωματικὸν τοῦ νόμου παρεντάσσει, πνευματικῶς δὲ καὶ ὑψηλῶς ἐν μεγαλονοίᾳ προσῆκεν αὐτὸ ἐξηγεῖσθαι; Οὐ γὰρ κριὸν τὸ ζῶον πάντως, φησὶν, ἐπεζήτησα, ἀλλὰ τὸν νοῦν τὸν ἡγεμονικὸν τῆς ψυ-
26. Whole burnt-offerings of rams, and fat of lambs, and blood of bulls and of goats I do not will. These things also belong to the word that is heard, and to the law that ought to be received by the ears. Consider, however, whether these things do not legislate against and counter-ordain the things given through Moses: seeing that there He seeks them, whereas here He turns away from them. And how shall one iota or one tittle in no wise pass away in the law, until all things come to pass? Or haply does the Word set forth that He inserts by the way the bodily element of the law, whereas spiritually and loftily, in elevation of mind, it was fitting to expound it? For it was not at all the ram, the animal, says He, that I sought after, but the governing mind of the
Notes, col. 168

On the reading

Printed ὅλον, for ὅλου.

Printed αὐτων, for αὐτῶν.

Printed ἐν, for ἐκ.

PG 30:169Read from the page
χῆς, μὴ μεριζόμενον ταῖς γηίναις μερίμναις, οἱονεὶ διὰ πυρὸς καθαρθέντα καὶ δόκιμον ἀποδειχθέντα ὅλον ἐπιζητῶ ἐμοι ἀναπεμφθῆναι· οὐδὲ στέαρ ἀρνῶν ἀποκνινσοῦσθαι πυρὶ πρὸς τὸ λεπτότατον, ἀλλὰ τρόπων ἁπλότητα ἀπὸ τῆς ἀκάκου ψυχῆς ἐμοὶ ἀνατίθεσθαι. καὶ οὐχὶ αἷμα ταύρων καὶ τράγων προσχεῖσθαι τῇ βάσει τοῦ θυσιαστηρίου· ἀλλὰ τὸ ἐπιθυμητικὸν καὶ θυμοειδὲς τῆς ψυχῆς διὰ φιλοπόνου προσευχῆς, καὶ τῆς εἰς τὰ ἅγια προσεδρείας ἐξαναλίσκεσθαι. Τήρει δὲ, ὅτι οὐχὶ πᾶν αἷμα εἶπε μὴ βούλεσθαι, ἀλλὰ τόδε τὸ αἷμα, τὸ ἐκ τῶνδε τῶν ζώων. Αἷμα γὰρ τὸ ἐπ' ἐσχάτων τῶν αἰώνων ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, ὃ καὶ κρεῖττον λαλεῖ παρὰ τὸ τοῦ Ἄβελ, οὐκ ἂν εἶπε μὴ βούλεσθαι· ἀλλὰ μετατίθησι τὰς θυσίας ἐπὶ τὸ πνευματικὸν, ἐπειδὴ καὶ ιερωσύνης μετάθεσις μέλλει γίνεσθαι. Εἰ γὰρ παραιτεῖται τὰς σωματικὰς θυσίας, παραιτεῖται δηλονότι τὸν κατὰ νόμον ἀρχιερέα. Πῶς γὰρ τελειωθῶσι τὰς χεῖρας οἱ κατὰ νόμον ἀρχιερεῖς, τοῦ κριοῦ τῆς ὁλοκαυτώσεως, ᾧ ἐπετίθεσαν τὰς χεῖρας, μηκέτι προσαγομένου; πῶς δὲ ῥαντισθῶσιν οἱ μηκέτι διὰ τοῦ αἵματος ῥαντιζόμενοι; Οὕτως οὖν ἀμφότερα ἵσταται, καὶ ὁ κατὰ Μωϋσέα νόμος, καὶ ἡ παρεισαγωγὴ τοῦ κρείττονος. Ἐκβάλλονται τοίνυν οἱ ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἵνα ὁ κατὰ τὴν τάξιν Μελχισεδὲχ ἀντεισέλθῃ. Οὐκέτι αἱ τοῦ ἐνδελεχισμοῦ θυσίαι· οὐκέτι αἱ κατὰ τὴν ἡμέραν τοῦ ἱλασμοῦ· οὐκέτι ἡ σποδὸς τῆς δαμάλεως καθαρίζουσα τοὺς κεκοινωμένους. Μία γὰρ θυσία, ὁ Χριστὸς, καὶ ἡ κατ' αὐτὸν νέκρωσις τῶν ἁγίων. Εἷς ῥαντισμὸς, τὸ λουτρὸν τῆς παλιγγενεσίας· ἓν ἁμαρτέας λυτήριον, τὸ ἐκχυθὲν ὑπὲρ τῆς σωτηρίας τοῦ κόσμου αἷμα. Διὰ τοῦτο ἀθετεῖ τὰ πρῶτα, ἵνα τὰ δεύτερα στήσῃ. Οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Ἀπὸ κοινοῦ τὸ, οὐ βούλομαι. Οὐ μόνον τὸν περὶ θυσιῶν νόμον ἀθετεῖ, ἀλλὰ καὶ τὸν περὶ τοῦ δεῖν ὁρᾶσθαι πᾶν ἀρσενικὸν τρὶς τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου. Ἐπεὶ οὖν οὐ μετεβλήθησαν ἀπὸ τοῦ ἄδικοι εἶναι καὶ σκολιὰ ἔχειν τὰ ἐπιβούλια, ἐξέβαλεν αὐτοὺς τῶν ἑαυτοῦ ὀφθαλμῶν. Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους· καὶ, Εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ὀργὴν δὲ τὴν εἰς οἰκέτας ἐμφαίνει δεσπότου, τὸ ἀφαιρεῖσθαι τὴν παῤῥησίαν αὐτῶν τῆς ἐντεύξεως· τὸ δὲ εἰς τρὶς τὴν περὶ Θεοῦ θεωρίαν ἐκτείνεσθαι δηλοῖ τὴν ἐν Τριάδι τῆς θεολογίας ἐπίγνωσιν. Διὰ τοῦτο δὲ ἄῤῥενας ὡς ἀξίους τῶν θείων ὀφθαλμῶν προετίμησεν, ἐνδεικνύμενος, ὅτι συντόνους ψυχὰς παγίως καὶ κραταιῶς ἐπιτελούσας τὰ δόγματα, ἀλλὰ οὐχὶ
soul, unparted by earthly cares, as though purified by fire and shown to be approved, do I seek to be sent up to me whole; nor fat of lambs to be turned into savour by fire to the finest subtlety, but simplicity of manners from the guileless soul to be dedicated to me; and not blood of bulls and of goats to be poured out at the base of the altar, but the appetitive and spirited part of the soul through laborious prayer and assiduous attendance at the holy places to be consumed away. Observe, however, that He did not say He did not will any blood at all, but this particular blood, that from these particular animals. For the blood poured out at the end of the ages for the remission of sins, which also speaks better than that of Abel, He would not have said that He did not will; rather, He transfers the sacrifices to what is spiritual, since also a transfer of priesthood is about to take place. For if He declines the bodily sacrifices, He manifestly declines the high priest according to the law. For how should the high priests according to the law have their hands consecrated, when the ram of whole burnt-offering, upon which they laid their hands, is no longer offered? And how should those be sprinkled who are no longer sprinkled by blood? Thus, then, both stand fast: both the law according to Moses, and the bringing in alongside of the better thing. Accordingly, those from the seed of Aaron are cast out, that He Who is according to the order of Melchisedech may enter in their stead. No longer the sacrifices of continual offering; no longer those on the day of propitiation; no longer the ashes of the heifer cleansing those who have been defiled. For there is one sacrifice, Christ, and the mortification of the saints according to Him; one sprinkling, the laver of regeneration; one ransom of sin, the blood poured out on behalf of the salvation of the world. On this account He sets aside the first things, that He may establish the second. Nor if you come to appear before me. Taken in common is the phrase, I do not will. Not only does He set aside the law concerning sacrifices, but also that concerning the requirement that every male be seen three times in the year before the Lord. Since, then, they did not change from being unjust and having crooked counsels, He cast them out from His own eyes. For the eyes of the Lord are upon the righteous; and, His countenance beheld uprightnesses. And the taking away of their boldness of approach manifests a master's anger towards household servants; whereas the extending of the contemplation concerning God to three times signifies the full knowledge of theology in Trinity. On this account also He preferred males as worthy of the divine eyes, indicating that the word seeks strenuous souls firmly and mightily fulfilling the doctrines, and not
Notes, col. 169

On the reading

Printed ἐμοι, for ἐμοὶ.

Printed ἀποκνινσοῦσθαι, for ἀποκνισσοῦσθαι.

Printed ιερωσύνης, for ἱερωσύνης.

Printed ἁμαρτέας, for ἁμαρτίας.

PG 30:172Read from the page
ἁπαλὰς καὶ εὐκόλους καὶ ἐκτεθηλυμένας ὁ λόγος ἐπιζητεῖ. Διὰ τοῦτο, Τρὶς τοῦ ἐνιαυτοῦ, φησὶν, ὀφθήσεται πᾶν ἀῤῥενικὸν ἐνώπιόν μου· ὃ καὶ αὐτὸ σωματικῶς παρὰ τοῦ σαρκίνου Ἰσραὴλ ἀγόμενον παραιτεῖται.
soft and easy-going and effeminate ones. On this account, Three times in the year, He says, shall every male appear before me: which very thing also, when celebrated bodily by fleshly Israel, He declines.
27. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἔδειξε ποῖα ταῦτα, τὰ σωματικὰ τοῦ νόμου, τὸν κριὸν τὸν ὁλοκαυτούμενον, καὶ τὸ στέαρ τῶν ἀρνῶν, καὶ τὸ αἷμα τῶν ταύρων καὶ τράγων, καὶ τὸ τῷ σώματι ἀπαντᾷν εἰς τὸν ναὸν, ὡς τῶν θείων ὀφθαλμῶν προσεγγισμοῦ δεομένων εἰς τὸ ἰδεῖν, ἄλλως δὲ μὴ φθανόντων ἐπὶ τοὺς πόῤῥω. Ταῦτα, φησὶ, τὰ οὕτω ταπεινὰ καὶ γήινα τίς ἐξεζήτησεν ἐκ τῶν χειρῶν ὑμῶν; Ὁρᾷς ὅσην βίαν καὶ ἀνάγκην ἐπάγει πνευματικῶς πως ἐκλαμβάνειν τοῦ νόμου τὸ βούλημα. Εἰ γὰρ παρὰ Θεοῦ μὲν ὡμολόγηται δεδόσθαι τοῦ νόμου τὰ ῥήματα, ταῦτα δὲ νῦν γινόμενα οὔ φησιν ἐκζητεῖν ὁ Θεὸς, σαφῶς καὶ ἀναντιῤῥήτως ἀνάγειν ἡμῶν τὸν νοῦν ἐπὶ τὴν πνευματικὴν θεωρίαν τοῦ νόμου βιάζεται· μονονουχὶ κράζων καὶ διαμαρτυρόμενος· Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ μᾶλλὸν ἢ ὁλοκαύτωσιν· καὶ τὸ, Εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλὸν, καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ ποιεῖν κρῖμα, καὶ ἀγαπᾷν ἔλεον, καὶ ἑτοιμάζεσθαι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; καὶ τὸ, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως. Καὶ ἔοικεν ὁ πᾶς περὶ θυσιῶν καὶ ὁλοκαυτωμάτων λόγος ἐν τῷ περὶ ἐλέους καὶ ἀγάπης ἐμπεριέχεσθαι λόγῳ· ἐπεὶ καὶ ὅλος ὁ νόμος ἀνακεφαλαιοῦται ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ ὁ περὶ τῶν ἑορτῶν δὲ τόπος τῷ αὐτῷ εἴδει τῆς ἐξηγήσεως ὑπαχθήσεται· ὥστε καὶ τὸ πάσχα μὴ ἑορτάζειν ἡμᾶς Ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας· θυομένου πρὸς ἑσπέραν, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τοῦ ἀληθινοῦ προβάτου Χριστοῦ, οὗ ἡ σὰρξ ἀληθῶς ἐστι βρῶσις· καὶ κατοικεῖν ἐν σκηναῖς οὐχὶ τακτὸν ἡμερῶν ἀριθμὸν, ἀλλὰ πάντα τὸν χρόνον τῆς παροικίας ἡμῶν, ἀναμένοντας τὴν ἀληθινὴν πατρίδα, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, καὶ πεντηκοστὴν ἄγειν ἑπτὰ ἑβδομάδων συντελουμένων· τουτέστιν, ὡς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ὄντας ἀπεγνωκέναι τοῦ βίου.
27. For who sought out these things from your hands? He showed what sort of things these are, the bodily things of the law: the ram offered as a whole burnt-offering, and the fat of lambs, and the blood of bulls and of goats, and presenting oneself with the body at the temple, as though the divine eyes needed near approach in order to see, and otherwise did not reach to those far off. These things, He says, so lowly and earthly, who sought out from your hands? You see how great a force and necessity He brings to bear to take the purpose of the law in some spiritual way. For if on the one hand it is acknowledged that the words of the law have been given from God, while on the other hand God says He does not seek out these things as now performed, clearly and undeniably He compels us to lift up our mind to the spiritual contemplation of the law, all but crying aloud and solemnly testifying: I desire mercy, and not sacrifice; and full knowledge of God rather than whole burnt-offering; and this: Was it declared to you, O man, what is good, and what the Lord seeks out from you, save to do judgement, and to love mercy, and to be ready to walk with the Lord your God? and this: Sacrifice to God a sacrifice of praise. And the whole discourse concerning sacrifices and whole burnt-offerings seems to be comprehended in the discourse concerning mercy and love; since also the whole law is summed up in this: You shall love your neighbour as yourself. And the passage concerning the feasts also will be brought under the same kind of exposition: so that we also keep the Passover not in leaven of malice and wickedness, but in unleavened bread of sincerity and truth, when towards evening, that is, at the consummation of the age, the true sheep, Christ, Whose flesh truly is food, is sacrificed; and dwell in tabernacles not for a fixed number of days, but for the whole time of our sojourn, awaiting the true fatherland, whose artificer and framer is God; and keep Pentecost when seven weeks are completed: that is, as being on the last day, to have despaired of this life.
Notes, col. 172

On the reading

Printed μᾶλλὸν, for μᾶλλον.

PG 30:173Read from the page
28. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Φοβερὰ ἀπειλὴ τοῖς αἰσθανομένοις, ἀλλὰ τῶν ἐκ τῆς Ἐκκλησίας τινὲς πρὸς τὴν ζημίαν ταύτην ἀναισθητοῦσι, καὶ οἱ μὲν δυνάμενοι ἀπαντᾷν, ῥᾳθυμοῦσιν· οἱ δὲ δι' ἁμαρτήματα καταδικασθέντες, ἀδιαφοροῦσιν. Ἐνδείκνυται δὲ ὁ λόγος τὴν ὑβριστικὴν εἴσοδον τῶν κατηγορουμένων, ὡς καταπατούντων τὸ ἅγια. Ὁ μὲν οὖν τέλειος εἰς αὐτὰ φθάνει τὰ Ἅγια τῶν ἁγίων εἴσω τοῦ καταπετάσματος, τουτέστι διαβὰς τὰ σωματικὰ, γυμνῇ τῇ θεωρίᾳ τῶν θείων νοημάτων ὁμιλήσει· ὁ δὲ ὑποδεέστερος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τοῦ κατὰ τὴν τῶν σωματικῶν λατρείαν διακοινικοῦ ἐφάψεται. Ὁ δὲ ἄρτι εἰσαγόμενος εἰς τὴν εὐσέβειαν, τῇ αὐλῇ μόνῃ ἐντυχεῖν ἐπιτρέπεται· ὁ δὲ καὶ ταύτης ἀπεωσμένος, ἔξω ἐστὶ τῶν τόπων τῆς εὐσεβείας· Ἡλίκος οὖν ὁ κίνδυνος, καὶ ὃ δοκεῖ τις ἔχειν, καὶ τοῦτο ἀφαιρεθῆναι; Ὁ μέντοι ἅγιος ὑπεραγαπῶν τὸν Θεὸν, πάντα τὰ τοῦ Θεοῦ σύμβολα ὑπερασπάζεται, λέγων· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, Οἶδε γὰρ ὅτι ἄλλως ἀδύνατον ἐξανθῆσαι, καὶ ἀρχὴν λαβεῖν εἰς καρποφορίαν, μὴ ἐν ταῖς αὐλαῖς γενόμενον τοῦ Κυρίου. Εὐεργετῶν δὲ αὐτοὺς ὁ Θεὸς, τῆς Ἰουδαϊκῆς αὐλῆς αὐτοὺς ἐξοικίζει, ἵνα τῇ αὐλῇ τῶν Χριστοῦ προβάτων προσφύγωσι, καὶ γένηται μία ποίμνη, εἷς ποιμήν.
28. You shall no more add to tread my court. A fearful threat to those who have perception, yet some of those from the Church are insensible to this loss, and those able to attend are slothful, while those condemned on account of offences are indifferent. And the word points to the insolent entrance of those accused, as trampling down the holy things. Now he who is perfect reaches to the very Holy of holies within the veil, that is, having passed beyond bodily things, he will converse in naked contemplation with divine thoughts; whereas he who is inferior will, in the house of God, lay hold of the place of ministry pertaining to bodily service. He who is newly introduced into godliness is permitted to enter the court alone; while he who is thrust away from this also is outside the places of godliness; how great, then, is the danger that even what someone seems to have, even this be taken away! The saint, however, loving God exceedingly, exceedingly embraces all the symbols of God, saying: My soul longs and faints for the courts of the Lord; for he knows that otherwise it is impossible to blossom forth and take a beginning towards fruitfulness without having come to be in the courts of the Lord. And benefiting them, God evicts them from the Jewish court, that they may flee for refuge to the court of Christ's sheep, and there may become one flock, one shepherd.
29. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοὶ ἐστι. Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μυσεῖ ἡ ψυχή μου. Σαφῶς παρωθεῖται την σωματικὴν ἐκδοχὴν, ἐπαγγειλάμενος νόμον Θεοῦ, καὶ εἰς προσοχὴν μετὰ μεγάλων ὀνειδῶν τούς τε ἄρχοντας καὶ τὸν λαὸν διεγείρας. Οὐδὲν μὲν γὰρ παρ' ἑαυτοῦ ἀπαγγέλλει, τὰ δὲ παλαιὰ διαγράφει, τοῦτον λέγων εἶναι νόμον Θεοῦ καὶ διαταγὴν Θεοῦ τὸ μηδὲν γίνεσθαι τῶν νῦν τελουμένων· Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον. Ηολλαχοῦ χρῆται ἐπὶ τῶν θυσιῶν τῇ σεμιδάλει· ποτὲ μὲν ἀκατάσκευον ἐλαίου μόνου ἐπι-
29. If you bring me fine flour, it is vain; incense is an abomination to me. Your new moons, and your Sabbaths, and a great day I do not endure. Fasting and idleness and your feasts my soul hates. Clearly he thrusts aside the bodily acceptation, having proclaimed a law of God, and having roused to attention with great reproaches both the rulers and the people. For he announces nothing from himself, but cancels the old things, saying that this is the law of God and ordinance of God, that none of the things now performed should take place: If you bring me fine flour, it is vain. In many places in the sacrifices it makes use of fine flour: sometimes unprepared, with oil alone poured
Notes, col. 173

On the reading

Printed τὸ, for τὰ.

Printed διακοινικοῦ, for διακονικοῦ.

Printed μοὶ, for μοί.

Printed μυσεῖ, for μισεῖ.

Printed την, for τὴν.

Printed Ηολλαχοῦ, for Πολλαχοῦ.

PG 30:176Read from the page
χυθέντος, ποτὲ δὲ ἄνευ ἐλαίου, ὡς ἐπὶ τῆς ζηλοτυπίας· ἄλλοτε λἄγανα· ἄλλοτε ἄζυμα· ἄλλοτε μόνον φύραμα, ἀναπεποιημένης ἐλαίῳ τῆς σεμιδάλεως. Νῦν ταύτης τὴν χρῆσιν ματαιώσας, τὸ πκεῖστον μέρος τῶν θυσιῶν διέγραψε. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι ἄλλα τοῦ λόγου αἰνισσομένου, ἀφέντες τὸ βούλημα τοῦ νομοθέτου, τὴν πᾶσαν πραγματείαν περὶ τὴν ματαιότητα τῶν σωματικῶν ἐπιδείκνυσθε. Ἔδει γὰρ τὸν σῖτον εἰς τὸν λόγον μεταλαμβάνειν σπερματικῶς ὑμῶν ἐγκείμενον ταῖς ψυχαῖς, καὶ πάσης αὐτὸν κοσμικῆς ἐννοίας ἄπογυμνώσαντας, αὐτῷ χρῆσθαι καθ' ἑαυτὸν ἐν τῇ ἀΰλῳ καὶ καθαρᾴ θεραπείᾳ Θεοῦ. Καὶ τοῦτο ἐστι πνευματικὴ σεμίδαλις, λόγος περὶ Θεοῦ σωματικῆς ἐννοίας κεχωρισμένος. Ἡ μὲν οὖν σωματικῶς νοουμένη καὶ προσφερομένη κατὰ τὸν Ἰουδαϊκὸν τρόπον σεμίδαλις, μάταιον· τὸ θυμιάμα δὲ ἤδη καὶ βδέδυγμά ἐστι τῳ Κυρίῳ. Βδελυκτὸν γὰρ τῷ ὄντι τὸ οἴεσθαι τὰς διὰ ὀσφρήσεως ἡδονὰς τὸν Θεὸν θηρώμενον, τοῦ θυμιάρματος τὴν σύνθεσιν προστεταχέναι, καὶ μὴ νοεῖν ὅτι θυμίαμα Κυρίῳ ὁ ἐν σώματι ἁγιασμὸς, ὑπὸ τῆς κατὰ ψυχὴν σωφροσύνης ἐπιτελούμενος· ἰσοκρατῶς ἐχόντων καὶ ἀστασιάστως πρὸς ἄλληλα τῶν μερῶν τῆς ψυχῆς. Λάβε γὰρ, φησὶ, σεαυτῷ ἡδύσματα· στακτὴν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ, καὶ λίβανον διαφανῆ. Τέσσαρα ταῦτα πρὸς τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα σύγκειται, τὴν ὁμοιότητα· ἡ μὲν στακτὴ πρὸς τὸ ὕδωρ· ὁ δὲ ὄνυξ διὰ τὸ ξηρὸν πρὸς τὴν γῆν· ἡ δὲ χαλβάνη διά τὴν θερμότητα πρὸς τὸ πῦρ· ὁ δὲ λίβανος, διὰ τὸ διαφανὲς πρὸς τὸν ἀέρα. Ἴσον ἴσω ἔσται· τουτέστι, τὰς ἐκ δυσκρασίας γινομένας ὁρμὰς εἰς ἐπιθυμίας ἀτόπους κολάζων ἐπανισώσεις. Καὶ συγκόψεις ἐκ τούτων λεπτόν· τουτέστι, πνευματικὸν ποιῆσαι φιλοπονήσεις, ἐξαφανίζων τῆς ψυχῆς τὸ τῆς σαρκὸς παχὺ καὶ ὑλῶδες. Καὶ οὕτω θήσεις ἀπέναντι τοῦ μαρτυρίου ἐν τῇ σκηνῇ, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. Ὅταν γὰρ ἐγγένηται τῇ ἀκριβεῖ κοινωνίᾳ, καὶ ἀπολεπτυνθῇ, τότε ἄξιός ἐστι εἰσφέρεσθαι εἰς τὰ ἅγια, καὶ τῇ γνώσει τῇ περὶ Θεοῦ προσεγγίζειν. Θήσεις γὰρ αὐτά, φησὶν, ἀπέναντι τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. Τὸ δὲ τοιοῦτον ἀπηγόρευται ἑαυτῷ τινα ποιεῖν εἰς ἀπόλαυσιν· τουτέστιν, ἑαυτῷ ἐπιγράφειν τὰ κατορθώματα, ἀλλ' ἐπὶ τὸν Θεὸν τῶν καλῶν τὴν αἰτίαν ἀνάγειν. Τοιοῦτον ἦν θυμίαμα Ηαῦλος ὁ λέγων·
upon it, and sometimes without oil, as in the sacrifice of jealousy; at another time wafers; at another time unleavened loaves; at another time dough alone, when the fine flour has been kneaded with oil. Now having made the use of this vain, He cancelled the greatest part of the sacrifices. What then is it that He says? That while the word hints darkly at other things, leaving aside the purpose of the lawgiver, you display your whole busyness about the vanity of bodily things. For you ought to take the grain as referring to the word seminally implanted in your souls, and having stripped it bare of every worldly notion, to use it by itself in the immaterial and pure service of God. And this is spiritual fine flour: a discourse concerning God separated from bodily notion. The fine flour, then, understood bodily and offered after the Jewish manner is vain; while the incense is already even an abomination to the Lord. For it is truly abominable to suppose that God, hunting after pleasures through smell, enjoined the compounding of the incense, and not to perceive that incense to the Lord is sanctification in body accomplished by temperance in soul, when the parts of the soul stand in equal balance and without faction towards one another. For take, says He, for yourself spices: stacte, onycha, galbanum of sweet spice, and transparent frankincense. These four bear likeness to the four elements out of which bodies are compounded: stacte to water; onycha, because of its dryness, to earth; galbanum, because of its heat, to fire; and frankincense, because of its transparency, to air. Equal to equal shall it be: that is, chastening the impulses arising from ill-temperament towards unseemly desires, you will restore them to equal balance. And you shall beat some of these fine: that is, you will labour diligently to make it spiritual, causing to vanish from the soul what is gross and material of the flesh. And thus you shall set it over against the testimony in the tabernacle, whence I will make myself known to you from there. For whenever one comes to be in exact communion, and has been refined to subtlety, then one is worthy to be brought into the holy places, and to draw near to the knowledge concerning God. For you shall set them, says He, over against the testimony, whence I will make myself known to you from there. And such a thing anyone is forbidden to make for himself for enjoyment: that is, to ascribe to oneself right achievements, rather than referring to God the cause of good things. Such incense was Paul, who says:
Notes, col. 176

On the reading

Printed λἄγανα, for λάγανα.

Printed πκεῖστον, for πλεῖστον.

Printed ἄπογυμνώσαντας, for ἀπογυμνώσαντας.

Printed καθαρᾴ, for καθαρᾷ.

Printed θυμιάμα, for θυμίαμα.

Printed βδέδυγμά, for βδέλυγμά.

Printed τῳ, for τῷ.

Printed θυμιάρματος, for θυμιάματος.

Printed διά, for διὰ.

Printed ἴσω, for ἴσῳ.

Printed Ηαῦλος, for Παῦλος.

PG 30:177Read from the page
Χριστοῦ εὐωδία ἐσμέν· καὶ πάλιν· Χάρις τῷ Θεῷ τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι ἐν ἡμῖν.
We are a sweet savour of Christ; and again: Thanks be to God, Who always leads us in triumph, and manifests the odour of His knowledge in us.
30. Τὸ δὲ σωματικὸν θυμίαμα, καὶ τοῖς κατὰ τοὺς μυκτῆρας πόροις ἐμπῖπτον, καὶ τὴν αἴσθησιν συγκινοῦν, βδέλυγμα τῷ ἀσωμάτῳ εἰκότως νενόμισται. Νουμηνίας δὲ πρεπούσας αἰωνίοις ἔτεσι παρὰ τῶν συνετῶν νοεῖσθαι ὁ λόγος βούλεται· οὐ τὴν διὰ τῶν τριάκοντα ἡμερῶν τῆς σελήνης ἀπυκατάστασιν, ἐπικαταλαμβανούσης τὸν ἥλιον, καὶ πάλιν ἀφισταμένης. Ἀλλ' ἐπειδὴ Ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται, τὴν πρὸς τὸ φῶς ἐπάνοδον, ὅπερ ἐξέλιπεν ὁ ἄφρων καὶ τὴν διὰ μετανοίας εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ἑορτὴν ἡγεῖσθαι τὸν φιλάδελφον καὶ συμπαθῆ ὁ λόγος βούλεται· οἱονεὶ νουμηνίαν ἄγων τὴν ἀρχὴν τοῦ ἐν φωτὶ βίου· ἐπειδὴ ἐξέλιπε μὲν τὸ φῶς διὰ τὴν εἰς τὸ χεῖρον τροπὴν, ἐπαλινδρόμησε δὲ πάλιν πρὸς αὐτὸ διὰ τῆς ἐπιστροφῆς. Ἑξῆς ἂν εἴη περὶ τῶν μισουμένων Σαββάτων εἰπεῖν τὸ, Μὴ αἴρειν βάσταγμα, καὶ μὴ ἐξέρχεσθαι ἀπὸ τοῦ τόπου αὐτοῦ· καὶ, Μὴ καίειν πῦρ ἐν πάσῃ τῇ κατοικίᾳ αὐτῶν· ταῦτα τὸ ἀδύνατον εἰς τήρησιν καὶ ἀκριβῆ φυλακὴν αὐτόθεν ἐμφαίνοντα, ὑπόδικον ποιεῖ τῇ κατάρᾳ τὸν σωματικῶς ἀκούοντα. Μὴ κινεῖσθαι γὰρ ἀπὸ τοῦ τόπου ἀμήχανον, καὶ πᾶν τὸ ἐπαιρόμενον κἂν ἐλαφρότατον ᾖ, βάσταγμα λέγεται, οἷον ἱμάτιον, ἢ ἄρτος, ἤ τι τῶν ἀναγκαίων. Ἀλλὰ καὶ πῦρ καίειν οὐ κελεύει· τουτέστιν, ὑπὸ τῶν παθῶν τῆς σαρκὸς μὴ ἀναφλέγεσθαι· μὴ ἐπαίρειν δὲ βάσταγμα· τουτέστι, μὴ τῷ βάρει τῆς ἁμαρτίας καταφορτίζεσθαι, καὶ τῆς ἐν Θεῷ διαμονῆς μὴ μεθίστασθαι, ἑδραῖον μένοντα καὶ ἀμετακίνητον ἐν τῇ πίστει. Οὕτω δὲ τελειοῦντας τὰ Σάββατα, οὐκ ἐν τῇ τῶν κακῶν ἀργίᾳ, ἀλλ' ἐν τῇ ἀποχῇ τῶν καθηκόντων, εἰκότως ἀποστρέφεται, καὶ οὐκ ἀνέχεται αὐτῶν ὡς ψευδῶν. Τοιαῦτα γάρ εισι τὰ παρὰ τῷ προφήτῃ ταλανιζόμενα Σάββατα· Οὐαι οι ἐγγίζοντες καὶ οἱ ἐφαπτόμενοι ψευδῶν Σαββάτων. Σάββατα δὲ ἀληθῆ, ἡ ἀποκειμένη ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ· ἅπερ διὰ τὸ ἀληθινὰ εἶναι ἀνέχεται ὁ Θεός. Καὶ φθάνει γε ἐπ' ἐκεῖνα τὰ Σάββατα τῆς ἀναπαύσεως, παρ' ᾧ ὁ κόσμος ἐσταύρωται, ἀποστὰς δηλονότι τῶν κοσμικῶν, καὶ ἐπὶ τὸν ἴδιον τόπον τῆς πνευματικῆς ἀναπαύσεως καταντήσας, ἐν οἷς ὁ γενόμενος οὐκέτι κινηθήσεται ἀπὸ τοῦ ἰδίου τόπου, ἡσυχίας καὶ ἀταραξίας περὶ τὴν κατάστασιν ἐκείνην ὑπαρχούσης. Καὶ πῦρ
30. Bodily incense, however, both falling into the passages at the nostrils and stirring the sense, has reasonably been reckoned an abomination to Him Who is incorporeal. And the word wills that new moons befitting eternal years be understood by the intelligent: not the restoration of the moon every thirty days, as it overtakes the sun and again withdraws from it. Rather, since The fool is changed as the moon, the word wills that the lover of the brethren and compassionate man esteem as a feast the return towards the light which the fool forsook and the restoration through repentance to the ancient state, keeping as it were a new moon at the beginning of the life in light: since on the one hand he forsook the light through his turning towards the worse, and on the other hand ran back again towards it through conversion. Next in order would be to speak concerning the hated Sabbaths: Not to take up a burden, and not to go forth from one's place; and, Not to kindle a fire in all their dwelling: these prescriptions, manifesting on the face of them their impossibility for observance and exact keeping, render him who hears them bodily subject to the curse. For not to move from one's place is impossible, and everything lifted up, even though it be lightest of all, is called a burden, such as a garment, or bread, or any necessary thing. Moreover, it also bids not to kindle a fire: that is, not to be inflamed by the passions of the flesh; and not to lift up a burden: that is, not to be weighed down by the burden of sin, and not to shift from abiding in God, remaining steadfast and immovable in faith. Those, however, who thus fulfil the Sabbaths not in idleness from evils, but in abstinence from duties, He reasonably turns away from, and does not endure them as false. For such are the Sabbaths bewailed in the prophet: Woe to those who draw near and who touch false Sabbaths. True Sabbaths, however, are the rest laid up for the people of God: which, because they are true, God endures. And he indeed reaches to those Sabbaths of rest, to whom the world has been crucified, having manifestly stood aloof from worldly things, and having arrived at his own place of spiritual rest; wherein he who has come to be shall no more be moved from his own place, stillness and untroubledness subsisting around that state. And a fire
Notes, col. 177

On the reading

Printed ἀπυκατάστασιν, for ἀποκατάστασιν.

Printed εισι, for εἰσι.

Printed Οὐαι, for Οὐαὶ.

Printed οι, for οἱ.