Migne Reading Room

PG 30 · cols. 180–189 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:180Read from the page
οὐ καύσει ἐν τῇ αἰωνίᾳ κατοικήσει, διὰ τὸ μὴ ἐπικομίζεσθαι ὕλην πῦρ ἀνάπτουσαν, ξύλα, χόρτον, καλάμην. Καὶ βάσταγμα οὐκ ἀρεῖ ὁ μὴ ἔχων τὸ βαρὺ φορτίον τῆς ἀνομίας αὐτῷ ἐπικείμενον, ἀλλ' ὄντως Σάββατα τρυφερὰ ἀναπαύσεται.
will not burn in the eternal habitation, because it does not bring in fuel that kindles fire, wood, grass, stubble. And he will bear no burden who does not have the heavy load of lawlessness lying upon him, but will truly rest delicate Sabbaths.
31. Ἀντὶ δὲ τῆς μεγάλης ἡμέρας οἱ λοιποὶ ἐκδεδώκασι, κλητήν. Ὁ μέντοι Θεοδυτίων, Κλητὴν ἐπίκλητον οὐκ ἀνέχομαι· ὁ δὲ Σύμμαχος, Κλητὴν ἐπικλησιν οὐκ ἀνέξομαι. Ὅθεν λογιζόμεθα μὴ μίαν ἐξαίρετον μεγάλην εἰρῆσθαι· ἀλλὰ πᾶσαν τὴν προαγορευθεῖσαν κλητήν. Περὶ γὰρ τῶν ἀζύμων φησὶν, Ἡ πρώτη ἐπίκλητος, ὅτι ἁγία ἔσται ὑμῖν· καὶ, Ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ, Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τῶν νέων, ὅταν προσφέρητε θυσίαν τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν· καὶ πάλιν, Τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς τούτου, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Ἔοικεν οὖν διὰ μιᾶς φωνῆς πολλὰς παραιτεῖσθαι ἡμέρας τὰς τῷ αὐτῷ ὀνόμαρι κεχρημένας, καὶ σχεδὸν πάσας τὰς ἐπισήμους ἑορτὰς ἐν τῷ νόμῳ. Ταύτας οὖν παραιτούμενος, ποίαν δέχεται; Περὶ ἧς εἴρηται· Τὴν ἡμέραν Κυρίου τὴν μεγάλην, ἣν οὐχὶ ὁ αἰσθητὸς οὗτος ἥλιος ποιήσει, ἀλλ' ἀνατολὴ τοῦ τῆς δικαιοσύνης ἡλίου καταφωτίσει, ἥτις μία ἔσται καὶ διηνεκὴς, διάδοχον νύκτα μὴ ἔχουσα, ἀλλὰ τῷ αἰῶνι παντὶ συμπαρεκτεινομένη. Ἀληθῶς μὲν οὖν καὶ κυρίως μεγάλη ἡ ἡμέρα ἐκείνη. Ὁ δὲ σωματικὸς Ἰουδαῖος ἐν ταύταις ζητεῖ τὴν μεγάλην, περὶ ὧν ὁ μακάριος Ἰακὼβ ἀπεφήνατο, ὅτι μικραὶ καὶ πονηραί εἰσι. Τέσσαρες δέ εἰσι τῶν μνημονευθέντων διαφοραί· τὰ μέν ἐστι μάταια, τῶν γινομένων Ἰουδαϊκῶς· τὰ δὲ βδελυκτά· τα δὲ οὐκ ἀνεκτά· τέταρτόν ἐστι τὰ μισητά· ἐν οἷς καὶ ἡ νηστεία ἐστὶ τῶν Ἰουδαίων. Ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἄλλων εἶναι μέν τι τὸ ἀπόβλητον, ειναι δέ τι τὸ εὐπρόσδεκτον τῷ Θεῷ ἐκδείκνυτο· οὕτω καὶ ἐπὶ τῆς νηστείας. Τὴν μὲν πρὸς ἐπίδειξιν γινομένην ἀποχὴν τῶν βρωμάνων, ἐν τῷ, Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς, τὸ τέλος ἔχειν, μισεῖ ἡ ψυχὴ τοῦ Κυρίου· τὴν δὲ ἐπὶ τῷ δουλαγωγῆσαι τὸ φρόνημα τῆς σαρκὸς παραλαμβανομένην ἀγαπᾷ, διά τοῦ ὑπωπιασμοῦ τῆς σαρκὸς τὸν ἁγιασμὸν κατορθοῦσαν. Οὐκ ἐξαρκεῖ δὲ καθ' ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὸ ἐπαινετὴν ποιῆσαι τὴν νηστείαν· ἀλλὰ δεῖ καὶ τὴν λοιπὴν ἀγωγὴν προσεῖναι, ἔτ τε λόγοις καὶ ἀνα-
31. Instead of the great day, the rest have rendered, a called day. Theodotion, however: A called convocation I do not endure; and Symmachus: A called convocation I will not endure. Whence we reckon that not one special great day has been spoken of, but every one previously designated as called. For concerning the unleavened bread He says, The first day is a convocation, because it shall be holy for you; and, The seventh day shall be a called holy day for you; and, On the seventh day of the new grain, when you offer a sacrifice of the weeks, there shall be a holy convocation for you; and again, On the tenth of this seventh month, there shall be a holy convocation for you. He seems, therefore, through a single utterance to reject many days that bear the same name, and nearly all the notable feasts in the law. Rejecting these, then, what sort does He accept? That concerning which it has been said: The great day of the Lord, which not this perceptible sun will make, but the rising of the Sun of righteousness will illumine, which will be one and continuous, having no succeeding night, but coextensive with the whole age. Truly, then, and strictly great is that day. Yet the corporeal Jew seeks the great day among those days concerning which the blessed Jacob declared that they are small and evil. Now there are four distinctions among the things mentioned: some of the things done in the Jewish manner are vain; others are abominable; others are not bearable; the fourth is the things that are hateful, among which is also the fasting of the Jews. Just as, therefore, in the other matters too there was shown to be something rejected, and something acceptable to God, so also in the case of fasting. Abstinence from foods practised for ostentation, having its end in, Do not handle, nor taste, nor touch, the soul of the Lord hates; whereas that undertaken for enslaving the mindset of the flesh He loves, since through the subduing of the flesh it achieves sanctification. Yet abstinence from foods is not sufficient by itself towards making fasting praiseworthy; rather, the rest of one's way of life must also be present, both in words and in con-
Notes, col. 180

On the reading

Printed Θεοδυτίων, for Θεοδοτίων.

Printed ἐπικλησιν, for ἐπίκλησιν.

Printed ὀνόμαρι, for ὀνόματι.

Printed τα, for τὰ.

Printed ειναι, for εἶναι.

Printed βρωμάνων, for βρωμάτων.

Printed διά, for διὰ.

Printed ἔτ, for ἔν.

PG 30:181Read from the page
στροφαῖς, καὶ τῇ πρὸς τοὺς ὠφελεῖν δυναμένους συνουσίᾳ· ὥστε τὸ κατὰ τὰ βρώματα παρακολούθημα εἶναι τῆς ἀσκήσεως. Τὰ πολλὰ μὲν οὖν κατὰ νοῦν ἐνεργοῦντος τοῦ σπουδαίου, καὶ περὶ τὴν τῆς ἀληθείας θήραν ἐσχολακότος, ὀλιγάκις δὲ πρὸς τὴν ἐπιμέλειαν τῆς σαρκὸς καταβαίνοντος, τἶτα μετὰ τὸ λειτουργῆσαι τὰ ἀναγκαῖα τῷ σώματι, ἐκ τῶν ἐπιτυχόντων ἀπραγματεύτως διαιτώμενον, εὐθὺς ἀποπηδῶντος τῆς ἀσχολίας τῶν ἀνωφελῶν, καὶ εἰς τὴν προηγουμένην ἑαυτοῦ ζωὴν ἀνατρέχοντος. Ἡ γὰρ τοιαύτη ἀγωγὴ πᾶσαν ἀφορμὴν, δι' ἧς τρέφεται τὸ φρόνημα τῆς σαρκὸς, ἐξαίρει, ὡς μηκέτι καταδυναστεύειν τοῦ πνεύματος, μηδὲ ποιεῖν τὰ οἰκεῖα ἔργα την σάρκα, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. Νεκρώσαντες οὖν ἑαυτῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ διὰ λόγων ἐπιπληκτικων καταστελλόντων τὰ πάθη, καὶ διὰ τῆς ἀποχῆς τῶν βρωμάτων νηστεύσωμεν νηστείαν δεκτὴν εὐάρεστον τῷ Κυρίῳ. Ἔστι μὲν οὖν καὶ ἡ ἀποχὴ τῶν βρωμάτων κωλυτικὴ τῶν κατὰ γαστέρα ὀρέξεων, καὶ τῶν ὑπὸ γαστέρα. Καὶ ὁ φιλόπονος δὲ χρησίμως τούτοις ἐνδιατρίψει, ἔχων ὑπόδειγμα τὸν Ἠλίου βίον, τὸν Μωσέως, τὸν Δανιὴλ, τὸν Ἰωάννου, καὶ τὸν τῶν λοιπῶν ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Ἀλλ' οὔπω τὸ ἐν ἀποχῇ βρωμάτων εὔτονον, ἱκανὸν εἰς τελείωσιν, ἐὰν μὴ καὶ ἡ ψυχὴ ἐν παντελεῖ ἀποχῇ τῶν τρεφόντων κακίαν ὑπάρχῃ. Ὥσπερ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχς συνεστὼς καὶ σώματος· οὕτω καὶ αἱ τροφαὶ διπλαῖ, κατάλληλοι τῇ ἑκατέρου συστάσει τυγχάνουσαι, εὐτονώτερον πρὸς τὰς οἰκείας ἐνεργεὶας ἀποτελοῦσι τὸ τρεφόμενον. Ὥσπερ γὰρ ἐν τοῖς γυμναστικοῖς αἱ ἀθλητικαὶ τροφαὶ μετὰ τῶν καταλλήλων γυμνασίων τοῖς σώμασι προσαγόμεναι, ὅσον κατακρατοῦνται ὑπὸ τῆς τῶν τρεφομένων δυνάμεως, τοσοῦτον εἰς εὐεξίαν μείζονα τὸ σῶμα ἐξαίρουσι, καὶ μροσθήκη αὐτοῦ γινόμεναι διὰ τοῦ εἰς τὴν τοῦ σώματος ἀναλαμβάνεσθαι σύστασιν. οὕτω καὶ ἐν τῇ τῆς εὐσεβείας ἀσκήσει τὰ τῆς πίστεως δόγματα, καὶ οἱ διορθωτικοὶ λόγοι τῶν ἠθῶν, συνεχῶς προσαγόμενοι τῇ ψυχῇ, καὶ ταῖς κατὰ μικρὸν αὐτὴν προσθήκαις αὔξοντες, δυνατωτέραν αὐτὴν καὶ φιλοπονωτέραν εἰς τὸ μειζόνων καὶ τελειοτέρων τῶν ἐν δόγμασι διδαγμάτων ἐπορέγεσθαι παρασκευάζουσιν.
duct, and in fellowship towards those able to benefit; so that the matter of foods is an accompaniment of ascetic practice. For the earnest man for the most part works according to the mind and devotes his leisure to the pursuit of truth, and seldom descends to the care of the flesh, then after ministering what is necessary to the body, sustaining himself unelaborately from whatever comes to hand, leaps away at once from occupation with unprofitable things and runs back to his primary life. For such a way of life removes every occasion through which the mindset of the flesh is nourished, so that the flesh no longer domineers over the spirit, nor performs its own works, fornication, impurity, passion, evil desire. Putting to death, therefore, our own members that are upon the earth, both through rebuking words that restrain the passions and through abstinence from foods, let us fast an acceptable fast, well-pleasing to the Lord. Now abstinence from foods is indeed a check upon the appetites of the belly, and those beneath the belly. And the industrious man too will profitably occupy himself with these things, having as a pattern the life of Elijah, that of Moses, that of Daniel, that of John, and that of the rest of the saints, of whom the world was not worthy, who went about in sheepskins, in goatskins, being destitute, afflicted, mistreated. Yet vigour in abstinence from foods is not yet sufficient for perfection, unless the soul also exists in complete abstinence from the things that nourish vice. For just as man is twofold, composed of soul and body, so also foods are twofold, being suited to the constitution of each, and render what is nourished more vigorous towards its proper activities. For just as in gymnastic exercises athletic foods applied to bodies together with suitable exercises, the more they are mastered by the strength of those nourished, so much the more raise the body to greater health, becoming an addition to it through being assimilated into the constitution of the body; so also in the exercise of godliness the doctrines of the faith and discourses corrective of morals, continually applied to the soul and increasing it by gradual additions, prepare it to be stronger and more industrious towards reaching after greater and more perfect teachings among doctrines.
32. Ἀπὸ τῆς οὖν ἐν τῷ κρυπτῷ νηστείας φυλακτέον ἡμῖν, τῆς κατὰ δικαίαν κρίσιν μισεῖσθαι λεγομένης ὑπὸ τοῦ Κυρίου, περὶ ἧς καὶ ὁ προφήτης ἀπεύχεται, λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὰς
32. We must guard ourselves, therefore, against the fast in secret, which according to just judgement is said to be hated by the Lord, concerning which the prophet also prays against it, saying: The Lord will not slay with famine the souls
Notes, col. 181

On the reading

Printed τἶτα, for εἶτα.

Printed την, for τὴν.

Printed ἐπιπληκτικων, for ἐπιπληκτικῶν.

Printed ψυχς, for ψυχῆς.

Printed ἐνεργεὶας, for ἐνεργείας.

Printed μροσθήκη, for προσθήκη.

PG 30:184Read from the page
δικαίων. Οὐ γὰρ περὶ τοῦ σωματικοῦ λιμοῦ λέγει (ἦ γὰρ ἂν εἶπε, σώματα δικαίων), ἀλλὰ περὶ τοῦ ψυχικοῦ Οὐ γὰρ λιμοκτονήσει ψυχὰς δικαίων. οὕτω δ' ἂν καὶ ἐναντίωμα ἦν πρὸς τὸν. τῶν μακαρίων βίον, εἴπερ Παῦλος μὲν ἐν τοῖς καυχήμασιν ἀριθμεῖ τὸ, Ἐν νηστείαις πολλάκις, καὶ τὸ, Ἐν λιμῷ καὶ δίψει. Τὸν δὲ λιμὸν ἀπεύχεται τοῖς δικαίοις. Ἀλλὰ βέλτιων τούτων ἕκαστον κατὰ τὸν ὑψηλότερον περὶ ἐνδείας νοῦν ἐξακούειν. Τοιοῦτόν ἐστι καὶ τὸ, Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμέον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Μεμνήμεθα γὰρ ᾿Πλίου ζητήσαντος ἄρτον παρὰ τῆς Σιδωνίας, ἀλλὰ καὶ τὸ σπέρμα Ἰακὼβ, τοῦ δικαίου, ἄρτους ἐζήτει εἰς Αἴγυπτον. Ἐὰν δὲ φύγωμεν τὴν ταπεινὴν ἔννοιαν, καὶ ἡ ἐν τοῖς ἐναντιώμασιν ἀτοπια συνδιαλυθήσεται. Ταύτας οὖν ἐνήστευον τὰς νηστείας οἱ Ἰουδαῖοι, λιμοκτονοῦντες ἑαυτῶν τὸν ἔσω ἄνθρωπον, διὰ τὸ φθάσαι ἐπ' αὐτοὺς τὴν λέγουσαν ἀπειλὴν, ὅτι Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ταύτας οὖν τὰς νηστείας μισεῖν λέγει ὁ Κύριος, τῶν ἐκτηκόντων μὲν ἑαυτῶν τὸν νοῦν ἐν ἀτροφίᾳ τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων, ὑπερπιαινόντων δὲ καὶ κατασαρκούντων τὸν ἔξω ἄνθρωπον. Καὶ γὰρ ὥσπερ ἐν ζυγοῦ ῥοπῇ- ὅταν βαρῆται τὸ ἕτερον, ἀνυψοῦταί πως τὸ ἀντικείμενον· οὕτω καὶ ἐπὶ ἀνθρώπου συμβαῖνον ἶδοι τις ἄν. Σαρκὸς μὲν γὰρ πληθυνομένης, συμβαίνει τὸν νοῦν πως ἀσθενέστερον γίνεσθαι· τοῦ νοῦ δὲ πάλιν εὐεκτοῦνσος, τὴν σάρκα πολλάκις καταλεπτύνεσθαι. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τπσοῦτον ὁ ἔσω ἀνακαινοῦται· καὶ τὸ, Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Τῆς γὰρ δαψιλοῦς καὶ παχείας τροφῆς αὶθαλώδεις τινὲς ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς τὰς ἀπὸ τοῦ ἁγίου Ηνεύματος ἐγγινομένας ἐλλάμψεις εἰς τὸν νοῦν διακόπτουσι. Διὸ καὶ Μωϋσῆς πρὸς θεωρίαν Θεοῦ ἀναβαίνων διὰ τοῦ νοῦ, ἄσιτος καὶ ἄποτος ἡμερῶν τεσσαράκοντα διετέλεσεν ἀθόλωτον διαμένειν αὐτῷ τὸ ἡγεμονικὸν διοικούμενος. ᾿Πλίας τε ὁμοίως, ὅτε ἔμελλεν ἐκζητεῖν τὸν Θεὸν, ἐν ἴσῳ χρόνῳ τῶν τροφῶν ὑπερεῖδεν, ὥστε μηδεμίαν τῷ νῷ γενέσθαι ἀπὸ τῶν τροφῶν ἐπισκότησιν. Ὁ μέντοι Κύριος ἐναντίως ἀναστὰς μὲν ἂπὸ νεκρῶν, καὶ πρὸς τοὺς οὐρανοὺς ἐπανιὼν, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀνισταμένου πιστούμενος· συγκα-
of the righteous. For he does not speak concerning bodily famine (or else he would have said, the bodies of the righteous), but concerning spiritual famine: For He will not slay with famine the souls of the righteous. Otherwise there would also be a contradiction towards the life of the blessed, since Paul among his boastings numbers, In fastings often, and, In hunger and thirst; whereas he prays that famine be averted from the righteous. Rather, it is better to understand each of these according to the loftier sense concerning want. Of such a kind also is, I have not seen the righteous forsaken, nor his seed seeking bread. For we remember Elijah asking bread from the Sidonian woman, and the seed of Jacob, the righteous man, also sought bread in Egypt. And if we shun the lowly notion, the absurdity in the contradictions will also be resolved together with it. Such fasts, therefore, the Jews used to fast, slaying their own inner man with famine, because there had overtaken them the threat which says, Behold, days are coming, says the Lord, and I will send upon this land a famine, not a famine of bread, nor a thirst for water, but a famine of hearing the word of the Lord. Such fasts, therefore, the Lord says He hates, of those who waste away their own mind in starvation from saving and life-giving teachings, while over-fattening and fleshing out the outer man. For just as in the inclination of a balance, when the one side is weighed down, the opposite side is somehow lifted up, so also in a human being one might see this happening. For when the flesh grows abundant, it happens that the mind somehow becomes weaker; and again when the mind is in good vigour, the flesh is often thinned down. And this is what the Apostle says, that in proportion as our outer man is corrupted, so much is the inner renewed; and, When I am weak, then am I strong. For from lavish and gross food certain sooty exhalations sent upward, after the manner of a dense cloud, intercept the illuminations from the Holy Spirit that arise in the mind. Wherefore Moses too, ascending through the mind towards contemplation of God, continued without food and without drink for forty days, managing that his governing faculty should remain unclouded for him. And Elijah likewise, when he was about to seek out God, disdained foods for an equal time, so that no darkening from foods might come upon his mind. The Lord, however, contrariwise, having risen from the dead and returning towards the heavens, partook of food, confirming the nature of the body that rises; and condescend-
Notes, col. 184

On the reading

Printed τὸν., for τὸν.

Printed βέλτιων, for βέλτιον.

Printed ἐγκαταλελειμμέον, for ἐγκαταλελειμμένον.

Printed ᾿Πλίου, for Ἠλίου.

Printed ἀτοπια, for ἀτοπία.

Printed ῥοπῇ-, for ῥοπῇ,.

Printed ἶδοι, for ἴδοι.

Printed εὐεκτοῦνσος, for εὐεκτοῦντος.

Printed τπσοῦτον, for τοσοῦτον.

Printed αὶθαλώδεις, for αἰθαλώδεις.

Printed Ηνεύματος, for Πνεύματος.

Printed ᾿Πλίας, for Ἠλίας.

Printed ἂπὸ, for ἀπὸ.

PG 30:185Read from the page
ταβαίνων δὲ τοῖς ἀνθρώποις ἐνήστευσε, δεικνὺς ὅτι τῷ μέλλοντι πρὸς τοὺς ἀγῶνας τῶν πειρασμῶν ἀποδύεσθαι ἀναγλαία ἡ ἄσκησις. Οἰονεὶ γὰρ παιδοτριβεῖ πρὸς τὴν νὶκην ὁ τοῦ σώματος ὑπωπιασμός. Οὐχ οὕτω μέντοι χρηστέον τῇ σαρκὶ, ὥστε παραλῦσαι αὐτῆς τὸν φυσικὺν τόνον διἂ τὴν ἔνδειαν, οὐδὲ εἰς παντελῆ ἀπραξίαν, ἤπου καὶ ἀπαρακολουθησίαν, τὸν νοῦν ὑπὸ τῆς ἄγαν ἐκλύσεως ἐκβιάσασθαι.
ing to human beings, He fasted, showing that for one about to strip for the contests of temptations, ascetic practice is necessary. For the subduing of the body trains one, as it were, towards victory. Yet one must not so treat the flesh as to paralyse its natural vigour through want, nor force the mind by excessive exhaustion into utter inactivity, or indeed even incapacity to follow.
33. Ἐπειδὴ δὲ ἐκελεύσθημεν, παρόντος τοῦ νυμφίου, μὴ νηστεύειν τὴν ἀπὸ τοῦ λόγου νηστείαν, ὡς μὴ τρεφομένων τῷ ἄρτῳ τῷ ἐξ οὐρανοῦ καταβάντι, καὶ ἀποστρεφομένων τὴν βρῶσιν τῆς σαρκὸς τοῦ Κυρίου, ζωῆς οὖσαν αἰτίαν, τὴν τοιαύδην νηστείαν μισεῖν ὁ Κύριος λέγει. Ἕν τῶν μισουμένων ἐστὶν ὑπὸ Κυρίου καὶ ἡ ἀργία, ἀπραξία τις οὖσα τῶν καθηκόντων. Καὶ ἔοικέ γε πάσης ἑπρτῆς ἐπακολούθημα ἡ ἀργία, διὰ τὸ ταῖς κληταῖς προσκεῖσθαι τὸ, Ηᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ διὰ τὸ ἐν ταῖς ἑορταῖς σχολὴν ἀπὸ τῶν κατὰ τὸν βίον ἄγοντας πᾶσαν ἀτοπίαν ἐπιτελεῖν, δικαίως μισητὴν ἀργίαν ἄγειν ἐλέγοντο. Πῶς δὲ οὐ μισητὸν ἡ ἀργία, μύρμηκος καὶ μελίσσης χείρονα ποιοῦσα τὸν ἄνθρωπον, ὅς γε καὶ ἐξ ἀρχῆς πλάσθεὶς, ἐτέθη εἰς τὸν παράδεισον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν; Ὥστε τὸ πρῶτον καὶ οἰκειότατον τῷ ἀνθρώπῳ, ἡ περὶ τὰ ἔργα σπουδὴ, καὶ οἱονεὶ παρὰ φύσιν αὐτῷ ἡ ἀργία, ἣν μισεῖν εἶπεν ὁ Κύριος. Ἀλλὰ πῶς ἡμᾶς ἀργεῖν βούλεται; Μὴ ἐργαζομένους τὴν βρῶσιν τὴν ἀπολλυμένην· μὴ ὀφθαλμοὺς αἴρειν ἐπὶ τὰ μάταια· μὴ ἀκοὴν ματαίαν τοῖς ὠσὶ παραδέχεσθαι· τὰς χεῖρας ἀποσείεσθαι ἀπὸ δώρων· μὴ ὀξεῖς ἔχειν τοὺς πόδας ἐκχέαι αἷμα, καὶ πάσας ἑνὶ λόγῳ τὰς σπουδὰς τὰς περὶ τὸ σῶμα μὴ ἐνεργεῖν.
33. Moreover, since we were commanded, while the Bridegroom is present, not to fast the fast from the Word, as those do who are not nourished by the bread that came down out of heaven and who turn away from the eating of the flesh of the Lord, which is the cause of life, the Lord says that He hates such fasting. One of the things hated by the Lord is idleness also, being a certain inactivity in duties. And indeed idleness seems an accompaniment of every feast, because to the called days there is attached, Every servile work you shall not do; and because while keeping leisure from the affairs of life during the feasts they perpetrated every absurdity, they were justly said to keep a hateful idleness. Yet how is idleness not hateful, making man worse than the ant and the bee, seeing that when fashioned from the beginning he too was placed into paradise to work and guard it? So that the first and most proper thing for man is diligence concerning works, and idleness, which the Lord said He hates, is as it were contrary to nature for him. Yet how does He wish us to be idle? By not working for the food that perishes; not lifting eyes unto vain things; not admitting vain hearing with our ears; shaking our hands free from bribes; not having our feet swift to shed blood, and, in one word, not exercising all the pursuits concerned with the body.
34. Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ἀπειρηκότος φωνὴ πρὸς τὰς συνεχεῖς ἐπὶ κακίαν ὑποστρυφὰς τοῦ εὐεργετουμένου. Οὐκέτι ἀνήσω. Ηολλάκις προσεκαλεσάμην εις μετάνοιαν. Ἐδόξατε ὑπακούσιν, εἶτα ἐπαλινδρομήσατε. Ἀπογνοὺς ὑμῶν τῆς ἀμετανοήτου καρδίας, οὐκέτι ἀνήσῶ ὑμᾶς τῆς ὀφειλομένης ὑμῖν καταδίκης. Οὐ γὰρ ὁ εἰπὼν, Ἥμαρτον, εἶτα ἐπίμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖται· ἀλλὰ ὁ, κατὰ τὸν ψαλμὸν εὑρὼν τὴν ἁμαρτίαν αὐτοῦ, καὶ μισήσας. Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅυαν τὰ φθαρτικὰ
34. No longer will I forgive your sins. It is the voice of One grown weary towards the continual relapses into wickedness on the part of him who receives benefactions. No longer will I forgive. Many times I called you to repentance. You seemed to obey, then ran back again. Having despaired of your unrepentant heart, I will no longer release you from the condemnation owed to you. For not he who has said, I have sinned, and then persists in sin, makes confession; rather, it is he who, according to the psalm, has found his sin and hated it. For what benefit to the sick man is the care from the physician, when the destructive things
Notes, col. 185

On the reading

Printed ἀναγλαία, for ἀναγκαία.

Printed Οἰονεὶ, for Οἱονεὶ.

Printed νὶκην, for νίκην.

Printed φυσικὺν, for φυσικὸν.

Printed διἂ, for διὰ.

Printed τοιαύδην, for τοιαύτην.

Printed ἑπρτῆς, for ἑορτῆς.

Printed Ηᾶν, for Πᾶν.

Printed πλάσθεὶς, for πλασθεὶς.

Printed ὑποστρυφὰς, for ὑποστροφὰς.

Printed Ηολλάκις, for Πολλάκις.

Printed εις, for εἰς.

Printed ὑπακούσιν, for ὑπακούειν.

Printed ἀνήσῶ, for ἀνήσω.

Printed ἐπίμένων, for ἐπιμένων.

Printed ὅυαν, for ὅταν.

PG 30:188Read from the page
τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρουμένων τῷ ἔτι ἀδικοῦντι, καὶ ἀκολαστημάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι. Ἀλλὰ πῶς ἀσίεται ψυχῆς ἁμαρτήματα; Ἐπειδὰν ἡ ἀρετὴ κρατήσασα τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν τοῖς οἰκείοις λόγοις καταλαβοῦσα, διαβολὴν αὐτῇ πρὸς τὴν ἐναντίαν διάθεσιν ἐμποιήσῃ· ὥστε ἐν μὲν καιρῷ πλεονεξίας ἑκουσίως ὁρμᾷν ἐνὶ τὴν τοῦ ἴσου τιμὴν, κἂν ῥᾴδιον ᾖ τὸ ἀδικεῖν, κἂν ἀμάρτυρον, ὡς μέγιστον κακὸν ἀποφεύγειν· οὕτω διακείμενον ὑπὸ τῆς ἐν ἑαυτῷ ἕξεως, δυνατὸν ἀφεθῆναι τῶν προτέρων ἀδικημάτων. Κατὰ ταῦτα δὴ καὶ ἡ σωφροσύνη ἕξιν καὶ πῆξιν λακοῦσα ἐν τῇ ψυχῇ, ἀπολύει τῶν ἀκολαστημάτων. Σώφρονα δὲ λέγομεν, οὐχ ᾧ ἀπεμαράνθησαν ὑπὸ γήρως, ἢ νύσου, ἢ ὑπὸ ἄλλου τινὸς συμπτώματος αἱ τῆς ἀκολασίας ὀρέξεις. Τούτῳ γάρ ἡ μὲν κακία ἐνυπάρχει· ἡ δὲ ἐνέργεια ἐκ τῆς τῶν ὀργάνων ἀσθενείας παραποδίζεται. Ἀλλὰ σωφροσύνη ἐστὶν ἀληθὴς ἐπιστημονικὴ δύναμις, ἐντυπωθεῖσα τῇ ψτχῇ διὰ βάθους, καὶ τὰ ἐνυπάρχοντα ἴχνη τῶν αἰσχρῶν κινημάτων ἐξασανίζουσα. Τῷ οὕτως ἑαυτὸν ἑξιωμένῳ, διά τοῦ ἀναλαμβάνειν τὴν ἐναντίαν τῇ ἁμαρτητικῇ διάθεσιν, καὶ ἡ παρὰ τῆς συγχωρήσεως χάρις ὠφέλιμος. Ὁ δὲ λόγος ἐνταῦθα τοὺς ἀπὸ πολλῶν πτωμάτων πολλάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγωγίας, εἶτα ὕστερον ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπεςλεῖ παντελῶς ἀφήσειν. Ἐνταῦθα τὸ, Οὐκέτι, ἔμφασιν ἡμῖν παρέχει τοῦ πολλάκις ἤδη πρότερον ἐπὶ τοῖς ὁμοίοις συγκεχωρηκέναι. Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως, ἐπιδιδοναι τινὰ ἑαυτὸν τῷ κατ' ἀρετὴν βίῳ, ἀμήχανον. Διὰ τοῦτο ὁ σοφῶς ἡμῶν οὶκονομῶν τὴν ζωὴν, τὸν ἔν τισιν ἁμαρτίαις ἐξετασθέντά, εἶτα ἀνατρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον; βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτημένα, οιονεὶ διὰ τῆς μετανοίας ἀναβιώσκοντα· συνεχῶς δὲ ταῦτα ἐπαγγελλόμενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παντελῶς αὐτὸν ἀπεγνωσμένον τῆς φιλανθρωπίας ἐκκλείει.
of life are pursued by the sick man? Thus there is no benefit in wrongdoings being pardoned to him who still commits wrong, and in licentiousnesses being remitted to him who is still licentious. Yet how are sins of a soul remitted? Whenever virtue, having mastered the soul and seized the whole of it by its own arguments, engenders in it an aversion towards the opposite disposition; so that in an opportunity for greed it willingly hastens unto the honour of fairness, and even if doing wrong be easy, even if unwitnessed, flees from it as the greatest evil; one so disposed by the habit within himself is able to be released from his former wrongdoings. According to these same principles temperance too, having acquired habit and firmness in the soul, absolves from licentiousnesses. Now we call temperate not him in whom the appetites of licentiousness have withered away through old age, or disease, or through some other mishap. For in this man the vice resides within, while its activity is hindered by the weakness of the organs. Rather, true temperance is a scientific faculty imprinted deep within the soul, obliterating the indwelling traces of shameful impulses. To him who has thus habituated himself, through taking up the disposition opposite to the sinful one, the grace of pardon also is beneficial. Here, however, the word threatens altogether to abandon those who after many falls have many times risen again through guidance in accordance with loving-kindness, and then afterwards have been overcome by their weaknesses. Here the word, No longer, gives us an indication of His having already pardoned many times previously upon like offences. For apart from remission from God, for anyone to give himself over to the life according to virtue is impossible. On this account He Who wisely orders our life wills that he who has been found in certain sins, and then promises to run back to the sound life, should bound the past with a limit and make a certain beginning after the things sinned, coming back to life as it were through repentance; whereas him who continually promises these things, and continually falls away from them, He shuts out from His loving-kindness as one altogether despaired of.
35. Ὅταν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Οἱ μέχρι σχήματος προσευχόμενοι τὰς μὲν χεῖρας ἐκτείνουσι, τοὺς δὲ θείους ὀφθαλμοὺς ἐπιβλέποντας αὐτῶν εἰς τὴν προσευχὴν οὐκ ἔχουσι. Πάλιν δὲ τοῦτο σύνηθες τοῖς ἁγίοις τὸ σχῆμα τῆς προσευχῆς ὡς πσρὰ Δαβὶδ με-
35. When you stretch out your hands, I will turn My eyes away from you. Those who pray merely as far as outward posture stretch out their hands indeed, yet do not have the divine eyes looking upon their prayer. Yet again this posture of prayer is customary for the saints, as from David we have learn-
Notes, col. 188

On the reading

Printed ἀσίεται, for ἀφίεται.

Printed ἐνὶ, for ἐπὶ.

Printed λακοῦσα, for λαβοῦσα.

Printed νύσου, for νόσου.

Printed γάρ, for γὰρ.

Printed ψτχῇ, for ψυχῇ.

Printed ἐξασανίζουσα, for ἐξαφανίζουσα.

Printed διά, for διὰ.

Printed ἀπεςλεῖ, for ἀπειλεῖ.

Printed ἐπιδιδοναι, for ἐπιδιδόναι.

Printed οὶκονομῶν, for οἰκονομῶν.

Printed ἐξετασθέντά, for ἐξετασθέντα.

Printed ἐπαγγελλόμενον;, for ἐπαγγελλόμενον,.

Printed οιονεὶ, for οἱονεὶ.

Printed πσρὰ, for παρὰ.

PG 30:189Read from the page
μαθήκαμεν λέγοντος· Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· καὶ, Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή· Μωϋσέως δὲ, πολεμουμένου τοῦ Ἰσραὴλ μέχρις ἡλίου δυσμῶν· ἐν τῇ ἐκτάσει τὰς χεῖρας ἔχοντος. Καὶ πρὸς ταῦτα δὲ τὸ ἀποστολικὸν, ἐν παντὶ τόπῳ προσεύχεσθαι τοὺς ἄνδρας, ἐπαίροντας ὁσίους χεῖρας. Τάχα δέ τι καὶ βαθύτερον ὁ λόγος παραδηλοῖ· ὅτι ὁ τὰ μεγάλα καὶ οὐράνια καὶ ὑψηλὰ ἐργαζόμενος, οἰνεὶ διηρμένην ἔχων τὴν πρακτικὴν δύναμιν, ἐπαίρειν τὰς χεῖρας λέγεται· ὁ δὲ ταπεινὰ καὶ γήινα καὶ τῇ φθορᾷ ὑποκείμενα ἐνεργῶν, κάτω ῥεπούσας καὶ καταβεβλημένας τὰς χεῖρας ἔχει. Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστορία, ὅτι διὰ τὸ τοὺς προκόπτοντος μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ δι' ἀτονίαν ἐκλύεσθαι καὶ ἀσθενέστερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινόμενα. Εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν ὁ Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν Ἀμαλήκ. Τουτέστι, καταπιπτούσης μὲν ἡμῶν τῆς δραστικῆς δυνάμεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν. ὑψουμένης δὲ καὶ διαιρυμένης, δυνατώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν, ὅπερ Ἰσραὴλ λέγεται. Τήρει δὲ, ὅτι ἐνταῦθα οὐκ εἴρηται, Ὅταν ἐπαίρητε τὰς χεῖρας· ἀλλ', Ὅταν ἐκτείνητε. Ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεόμενος. Ἐπειδὴ δὲ ἡ ἔκτασις πολλάκις κατὰ διάθεσιν παρὰ τῶν νηπίων πρὸς τροφοὺς ἢ μητέρας γίνεται, δεικνὸς τῶν εὐχομένων τὸν ἀδιάθετον, οὐκ εἶπεν, Ὅταν ἐκτείνητε πρὸς μέ· ἀλλ' ἁπλῶς, Ὅταν ἐκτείνητε, φησὶ, τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου· καὶ τὴν αἰτίαν ἐπάγει, Ὅτι αἱ χεῖρες ὑμῶν τοῦ αἵματος πλήρεις.
ed, when he says: I spread out towards Thee my hands; and, The lifting up of my hands is an evening sacrifice; and Moses too, while Israel was warred against until the setting of the sun, held his hands in extension. And unto this agrees the apostolic precept as well, that men should pray in every place, lifting up holy hands. Perhaps the word also intimates something deeper: that he who works great and heavenly and lofty things, having as it were his practical faculty lifted on high, is said to lift up his hands; whereas he who works lowly and earthly things subject to corruption has his hands inclining downwards and cast down. The history concerning Moses also hints at this, in that because those making progress do not keep their actions even, but at one time live better, and at another time through slackness grow faint and work more feebly, the things happening then were symbols of the human condition. For if he lifted up his hands, Israel prevailed; and when he let down his hands, Amalek prevailed. That is to say, when our active faculty falls down, the powers wrestling against us prevail; but when it is exalted and lifted on high, the discerning faculty within us, which is called Israel, grows stronger. Observe, moreover, that here it has not been said, When you lift up your hands; but, When you stretch out. For he who seeks the things above lifts up, whereas he who stands in need of aid for bodily things stretches out. And since stretching out often takes place out of affection on the part of infants towards nurses or mothers, showing the loveless state of those praying, He did not say, When you stretch out towards Me; but simply, When you stretch out, He says, your hands, I will turn My eyes away; and He adduces the cause, Because your hands are full of blood.
36. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Οἱ ἐν μὲν τῷ βίῳ μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσεκχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐδόκει πληθύνειν τὴν δέησιν· Ἀλλὰ τί φησιν ὁ λόγος; Σταθεὶς δὲ ὁ Φαρισαῖος, ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, οὐχὶ πρὸς τὸν Θεόν· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπείπερ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. Διὰ τοῦτο καὶ ὁ Σωτὴρ, Προσευχόμενοι δὲ, φησὶ, μὴ βαττολογῆτε ὡς καὶ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· καὶ τὸ, Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ
36. And if you multiply your supplication, I will not hearken. Let those who accomplish nothing right in life, yet suppose that they are justified in the prolongation of prayer, hear these words. For it is not simply the words of prayer that benefit, but their being sent up with an earnest disposition. Since the Pharisee too seemed to multiply his supplication; yet what says the Scripture? The Pharisee stood and prayed these things to himself, not to God; for he returned to himself, inasmuch as he was in the sin of pride. On this account the Saviour also says, When you pray, do not babble as the Gentiles also do; for they think that in their much speaking they will be heard. Be not therefore made like unto them; and the saying, Out of much speaking you will not escape
Notes, col. 189

On the reading

Printed οἰνεὶ, for οἱονεὶ.

Printed προκόπτοντος, for προκόπτοντας.

Printed διαιρυμένης, for διαιρομένης.

Printed δεικνὸς, for δεικνὺς.

Printed προσεκχῆς, for προσευχῆς.