Migne Reading Room

PG 30 · cols. 156–165 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:156Read from the page
καὶ στερεωτέρᾳ τροφῇ τῇ κατὰ τὸ Εὐαγγέλιον διδασκαλίᾳ τὴν πὸλιτείαν μεταπαρέδωκεν. Ἐγκαταλειφθήσεται οὖν ἡ Σιὼν, καὶ ὡς ὀπωροφυλάκιον, τὸ φυλακτήριον τῆς ὀπώρας. Ἡ δὲ ὀπώρα οὐχὶ στερεὰ τροσὴ καὶ μόνιμος, ἀλλ' ἁπαλὴ καὶ πρόσκαιρος. Τοιοῦτος δὲ ὁ νόμος, μίμημα ἔχων λατρείας, οὐκ αὐτὴν τὴν ἀλήθειαν· διότι ὑπόδειγμά ἐστι καὶ σκιὰ τῶν ἐπουρανίων. Ἐπεὶ δὲ καὶ ἡ καθέκαστον ψυχὴ ἀμπέλῳ παρεικάζεται, ὡς ἐν ψαλμῷ· Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα· καὶ ὁ Κύριος, Ἐγὼ, φησὶν, ἡ ἂμπελος, ὑμεῖς τὰ κλήματα· μήποτε καὶ εἰς ἡμᾶς φθάνῃ τὰ ἠπειλημένα, ὅταν μὴ ἀποδίδωμεν τοὺς ἐπιβάλλοντας ἡμῖν καρπούς. Τάχα γὰρ σκηνὴ μὲν ἔστι τὸ σῶμα, ᾧ ἐνοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ οἴδατε γὰρ, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; Ἀμπελὼν δὲ ἡ ψυχὴ, τὴν καρποφορίαν ἀξίαν τῆς ἐξ ἀρχῆς φυτείας καὶ τῆς τοῦ Θεοῦ γεωργίας ἀπαιτουμένη. Ἐφυτεύθη γὲρ ἀληθινὴ κατ' εἰκόνα τοῦ ἀληθινοῦ Θεοῦ γενομένη· γεωργεῖται δὲ ταῖς κατὰ μέρος ἐπιμελείαις τοῦ κτίσαντος, ὃς τὸ μὲν καρποφοροῦν καθαίρει, ἵνα πλείονα καρπὸν φέρῃ. Ἐὰν γὰρ ἑαυτοὺς ἐπιθῶμεν τῇ καθαρότητι τοῦ βίου, συλλαμβάνεται ἡμῖν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν ὁ Θεὸς, τελειῶν τὴν περὶ τὸ ἀγαθὸν σπουδὴν καὶ προθυμίαν. Ὥσπερ οὖν κλαδεύεται ἄμπελος, ἀπὸ τῆς ἐν τοῖς περιττοῖς φορᾶς κωλυομένη· οὕτω καὶ ψυχῆς τὴν περὶ τὰ μάταια σπουδὴν περικόπτομεν, πᾶσαν αὐτῆς τὴν δύναμιν ἐπὶ τὴν τῶν σπουδαίων ἔργων καρποφορίαν ταμιευόμενοι μήπως ὑλομανήσασα ἐν τῷ ἐπιδεικτικῷ κοσμῷ, πρὸς τὴν τῶν ἀνθρώπων ἀρέσκειαν τὴν ὅλην ἑαυτῆς δύναμιν ἐκκενώσῃ, οἱονεὶ περὶ φύλλα καὶ ἕλικας, τὸ σχῆμα τοῦ κόσμου, ἀσχοληθεῖσα. Ἀλλὰ καὶ σκάπτεται ἡ ψυχὴ πάντα εἰς τὴν ἰδίαν τροθὴν οἰκειοῦσα τὰ παρακείμενα, καὶ οὕτως ἑαυτὴν εὐτρεπίζουσα πρὸς τὴν ὑποδοχὴν τῶν διδαγμάτων τοῦ Πνεύματος. Ὥσπερ γὰρ μὴ σκαφεῖσα ἄμπελος ἀδιάπνευστός ἐστι, καὶ τῆς ἐκ τοῦ ὕδατος ὠφελείας διὰ τήν πυκνότητα τῆς παρακειμένης γῆς ἀνεπίδεκτος· οὕτως ἡ μὴ ἀποσκευασαμένη τὰ σωματικὰ ψυχὴ, καὶ ἐκ τοῦ βάρους αὐτῶν ἀναπνεύσασα, ἄγονος διαμένει τῷ βάρει τῶν ὑλικῶν πεπιλημένη, καὶ διὰ τοῦτο, τῆς ἄνωθεν μὴ μεταλαμβάνουσα βοηθείας, ἄκαρπος μένει. Τῆς δὲ ἀκάρπου ψυχῆς ἀφίσταται μὲν τὸ Πνεῦμα τὸ ἅγιον· πίπτουσι δὲ οἱ φραγμοὶ, αἱ τῶν ἀγγέλων βοήθειαι· εἰσπίπτουσι δὲ οἱ ξένοι οἱ διοδεύοντες ἡμᾶς, αἱ τῶν περὶ τὴν γνῶσιν ἁμαρτημάτων ἐνεργητικαὶ δυνάμεις· τὰ τε πάθη προκαταλαβόντα λυμαίνει, ὑὸς δίκην ἀλόγιστα ὁρμῶντος, καὶ καλινδουμένου ταῖς δυσωδίαις. Καὶ τότε πληροῦται ἐπὶ τὴν τοιαύτην ψυχὴν τὸ, Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν
and firmer nourishment, the teaching according to the Gospel, handed over its polity. Sion, then, shall be left behind, even like a watchman's lodge, the guard-post of the autumn fruit. Now autumn fruit is not firm and lasting nourishment, but tender and temporary. And such was the law, having an imitation of service, not the very truth itself; because it is a pattern and shadow of heavenly things. And since each individual soul also is likened to a vine, as in the psalm: Your wife is like a flourishing vine; and the Lord says, I am the vine, you are the branches: let us beware lest the things threatened overtake us also, whenever we do not render the fruits incumbent upon us. For perhaps the body is a booth, wherein the Holy Spirit dwells. For do you not know that your bodies are a temple of the Holy Spirit within you? And the soul is a vineyard, required to yield fruit-bearing worthy of its planting from the beginning and of the husbandry of God. For it was planted true, having come into being according to the image of the true God; and it is cultivated by the particular cares of the Creator, Who cleanses that which bears fruit, that it may bear more fruit. For if we apply ourselves to purity of life, God helps us towards cleansing from the passions, perfecting our zeal and readiness concerning what is good. Just as a vine, then, is pruned, being restrained from running into superfluities; so too we cut away the soul's zeal concerning vain things, husbanding all its power for the fruit-bearing of earnest works, lest running wild into wood in this ostentatious world, towards the pleasing of men, it exhaust its whole power, busying itself, so to speak, about leaves and tendrils, the fashion of the world. Moreover, the soul is also dug around, appropriating all surrounding things for its own nourishment, and thus preparing itself for the reception of the teachings of the Spirit. For just as an undug vine cannot breathe through, and is incapable of receiving the benefit from water because of the compactness of the surrounding earth; so the soul that has not cast off bodily things, and caught its breath from their weight, remains barren, pressed down by the weight of material things, and therefore, not partaking of the help from above, remains fruitless. Now from the fruitless soul the Holy Spirit withdraws; the hedges fall, namely the succours of the angels; the strangers who pass through us rush in, namely the powers productive of sins concerning knowledge; and the passions that had preoccupied it ravage it, after the manner of a swine rushing on senselessly and wallowing in foul odours. And then is fulfilled upon such a soul the saying, The daughter of Sion shall be left behind, like a booth in
Notes, col. 156

On the reading

Printed πὸλιτείαν, for πολιτείαν.

Printed τροσὴ, for τροφὴ.

Printed ἂμπελος, for ἄμπελος.

Printed γὲρ, for γὰρ.

Printed κοσμῷ, for κόσμῳ.

Printed τροθὴν, for τροφὴν.

Printed τήν, for τὴν.

Printed τὰ τε, for τά τε.

PG 30:157Read from the page
ἀμπελῶνι. Ἀλλὰ Καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. Οἱ μὴ τὰ ἄξια τῆς θείας ἀποθήκης καρποφοροῦντες, ἀλλὰ τοῖς εὐφθάρτοις καρποῖς τοῦ κόσμου τούτου ἐπαγαλλόμενοι· οἱ πλούτῳ πεποιθότες· οἱ δόξῃ ἐπαιρόμενοι· οἱ ἐπ' εὐγενείᾳ προγόνων, ἢ εὐεξίᾳ σωματικῇ μέγα φρονοῦντες, σικυηράτῳ ἐοίκασιν, ἄτροφον καρπὸν γεωργοῦντες, φυσήματος ἀλαζονικοῦ ὑποπιμπλῶντα, καὶ ὄγκῳ ματαίῳ τὴν ψυχὴν ἐξοιδαίνειν καὶ ὑπερφυσᾶσθαι παρασκευάζοντα. Ὧν ἐφιέμενος ὁ ἐπιθυμητὴς λαὸς, ἐτάφη ἐν ἐρήμῳ· Ἔκλαιον γὰρ, φησὶ, μνησθέντες τῶν σικύων, καὶ κῶν πεπόνων, τῶν Αἰγυπτιακῶν βρωμάτων, ἃ οὐκ ἂν φάγοι Ἰσραηλίτης, ὁ τῷ οὐρανίῳ ἄρτῳ τῷ μάννα τρεφόμενος· ὃν ἐξουδενοῦντες οἱ τότε, τῶν κρομμύων ἐπεθύμουν. Ἃ μὴ πάθωμεν καὶ ἡμεῖς τὸν ἡδονικὸν βίον τοῦ λογικοῦ προτιμῶντες. Κρομμύοις γὰρ τῷ ὄντι καὶ σκορόδοις αἱ διὰ τοῦ σώματος ἡδοναὶ προσεοίκασι, πολὺ μὲν τὸ δριμὺ καὶ ἐρεθιστικὸν παρεχόμεναι, δυσωδίαν δὲ χαλεπὴν καὶ δυσέκνιπτον ἀναφιεῖσαι τῷ βάθει, οἷς ἂν ἐγγένωνται, δακρύων δὲ πλῆθος τοῖς δεχομένοις αὐτὰς προξενοῦσαι. Ἐν ταῖς ἀπειλαῖς δέ ἐστι καὶ τὸ ὡς πολιορκουμένην πόλιν ἐγκαταλειφθήσεσθαι. Περικαθέζονται ἡμᾶς οἱ πολέμιοι, ἐπιτηροῦντες ἡμῶν τὴν ἄνεσιν, ἵνα ἀφυλάκτοις ἡμῖν ἐπιθῶνται. Ὥσπερ οὖν ἐκπολιορκηθεῖσα πόλις, διαρπασθέντος τοῦ πλούτου τοῦ ἐναποκειμένου αὐτῇ, οὐ πύλας ἔχει κεκλεισμένας, οὐ φύλακας ἐπὶ τῶν τειχῶν ἀγρυπνοῦντας· οὕτω ψυχὴ τῶν ὑπαρχόντων αὐτῇ παρὰ τῆς θείας δωρεᾶς θησαυρῶν ἐκκενωθεῖσα, ὡς ἀναξία λοιπὸν τῆς θείας φρουρᾶς ὑπερορᾶται. Διὰ τοῦτο εἴρηται τὸ, Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. Πρὸς οὖν τὸ οὕτω γρηγορεῖν καὶ νήφειν, εὐχόμεθα ἵνα καὶ διὰ τοῦ αὐτοὶ ἐπαγρυπνεῖν ἡμῶν τῇ φυλακῇ ζητῶμεν ἵνα μὴ νυστάζῃ μηδὲ ὑπνώσῃ ὁ φυλάσσων τὸν Ἰσραήλ. Ἐὰν γὰρ μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων· Ὅταν δὲ διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἐγκαταλείπῃ ἡμῶν τὴν φρουρὰν, ἔτοιμοι εἰς διαρπαγὴν καὶ αἰχμαλῶσίας καὶ ἀπαγωγὰς τοῖς πολεμίοις ἐκκείμεθα.
a vineyard. Moreover, And like a watchman's lodge in a cucumber-garden. Those who do not bear fruits worthy of the divine storehouse, but exult in the perishable fruits of this world; those who trust in wealth; those who are lifted up by glory; those who think highly of themselves upon nobility of ancestors, or bodily vigour, resemble a cucumber-garden, cultivating unnourishing fruit that fills with boastful flatulence, and causes the soul to swell with vain bulk and be puffed up beyond measure. Longing after these things, the lustful people was buried in the wilderness: For they wept, it says, remembering the cucumbers, and the melons, the Egyptian meats, which a true Israelite would not eat, who is nourished with the heavenly bread, the manna; despising which, the men of that time lusted after the onions. May we too not suffer these things by preferring the life of pleasure to that of reason. For in truth bodily pleasures closely resemble onions and garlic, affording much that is pungent and irritating, sending up from the depth a grievous and hard-to-wash-out foul odour in whomever they arise, and procuring an abundance of tears for those who admit them. Among the threats is also that of being left behind like a besieged city. The enemies sit round about us, watching for our slackness, that they may fall upon us unguarded. Just as a city taken by siege, then, once the wealth laid up in it has been plundered, has neither gates shut nor watchmen keeping vigil upon the walls; so a soul emptied of the treasures belonging to it from the divine gift is henceforth overlooked as unworthy of the divine guard. Therefore it has been said, With all watchfulness keep your heart. In addition, then, to thus watching and being sober, we pray that also through watching over our own guard ourselves we may seek that He Who keeps Israel may neither slumber nor sleep. For unless the Lord keep a city, in vain has the watchman kept vigil. But whenever on account of destitution of good works He forsakes our guard, we lie exposed, ready for plunder and captivities and carryings away by the enemies.
Notes, col. 157

On the reading

Printed κῶν, for τῶν.

Printed αἰχμαλῶσίας, for αἰχμαλωσίας.

PG 30:160Read from the page
22. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Εἰ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν, καὶ ὅλος ὁ λαὸς πλήρης ἀνομιῶν, καὶ πάντες υἱοὶ ἄνομοι, ποῖον ἐναφείθη σπέρμα τῷ Ἰσραὴλ, τὸ κωλῦσαι τὰ Σοδόμων καὶ Γομόῤῥας αὐτὸν ὑπομεῖναι παθήματα; Τὸ μὲν γὰρ ἐνυπάρχον σπέρμα τῷ Ἰσραὴλ, σπέρμα ἦν πονηρὸν, οὐχὶ σωτηρίας αἴτιον, ἀλλ' ἀπωλείας ἄξιον. Ποῖον οὖν ἦν τοῦτο; μήποτε περὶ οὗ εἴρηται ἐν ἐπαγγελίαις τῳ Ἀβραὰμ τὸ, Σοὶ δώσω καὶ τῷ σπέρματί σου; Οὐ γὰρ εἶπε, φησὶ, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν· ἀλλ' ὡς ἐπὶ ἑνὸς, Καὶ τῷ σπέρματί σου. ὅς ἐστι Χριστός. Τοῦτο οὖν τὸ σπέρμα, τοὺς, ὅσον ἐπὶ τῇ ἀξίᾳ τῶν βεβιωμένων, ὀφείλοντας παθεῖν τὰ Σοδόμων, καὶ πυρὶ καὶ θείῳ ἐκτριβῆναι διὰ τὴν κακίαν φθάνουσαν εἰς τὸ Σοδομητικὸν μέτρον, τῇ παρ' ἑαυτοῦ παρουσίᾳ ἐκώλυσεν. Ἀλλ' ὅμως καὶ μετὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν, Τὸ μὲν λεῖμμα κατ' ἐκλογὴν χάριτος ἐσώθη, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, οἳ καὶ παρεδόθησαν τῇ καταστροφῇ, ὥς φησιν Ἀμώς· Κατέστρεψα γὰρ ὑμᾶς, καθὼς κατέστρεψε Κύριος Σόδομα καὶ Κόμοῤῥα, καὶ οὐδὲ οὕτως ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Καίτοι πολλάκις ἀπειλήσας, πολλάκις ἐφείσατο· ὕστερον δὲ ἐπήγαγε τῇ ἀμετανοήτῳ καρδίᾳ τὰ ἄξια τῶν ἔργων πάθη. Ἐν γάρ τινι προφήτῃ ὁρμᾷ μὲν πρὸς τὴν ἐκδίκησιν διὰ τὴν ἀδικίαν τοῦ λαοῦ, ἐπέχει δὲ διὰ τὴν οἰκείαν φιλανθρωπίαν. Τί σε διαθῶ, Ἐφραίμ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἄδαμα θήσομαί σε, καὶ ὡς Σεβοίμ· αὗται δέ εἰσι τῆς Σοδομητικῆς πενταπόλεως. Εἶτα ὑπερβολῇ φιλανθρωπίας εὐθὺς ἐπάγει· Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Ἀλλ' ὅμως ὅτε εἰς τὴν ἐσχάτην παρανομίαν ἐξέπεσαν, κατεπρήσθη μὲν τὸ ἱερὸν, ἡ δὲ πόλις πᾶσα πυρίκαυστος γέγονε, λιμῷ δὲ καὶ λοιμῷ, καὶ στάσει καὶ ἐπιβουλαῖς ταῖς κατ' ἀλλήλων ἐξανηλώθησαν. Τὸ μέντοι μέρος τῶν πιστευσάντων εἰς Χριστὸν διεσώθη, ἀπὸ τοῦ Ἰσραὴλ ἐν ὀλίγοις εὑρεθείσης τῆς ἐκλογῆς.
22. And unless the Lord Sabaoth had left us a seed, we would have become as Sodom, and we would have been made like as Gomorrah. If the whole nation is sinful, and the whole people full of iniquities, and all are lawless sons, what sort of seed was left in Israel to prevent it from undergoing the sufferings of Sodom and Gomorrah? For the seed existing within Israel was an evil seed, not a cause of salvation, but worthy of perdition. What sort of seed, then, was this? Is it not that concerning which it has been spoken in the promises to Abraham: To you I will give, and to your seed? For He did not say, it says, And to seeds, as of many; but as of one, And to your seed, Who is Christ. This seed, then, prevented by His own coming those who, so far as lay in the desert of their past lives, ought to have suffered the things of Sodom, and to have been wiped out with fire and brimstone on account of wickedness reaching to the Sodomitic measure. Nevertheless, even after the sin against Christ, The remnant according to the election of grace was saved, whereas the rest were hardened, who also were delivered over to overthrow, as Amos says: For I overthrew you, just as the Lord overthrew Sodom and Gomorrah, and not even so did you return to me, says the Lord. Although having often threatened, He often spared; yet afterwards He brought upon their unrepentant heart sufferings worthy of their works. For in a certain prophet He hastens indeed towards vengeance on account of the injustice of the people, yet holds back on account of His own loving-kindness: How shall I deal with you, Ephraim? What shall I do to you, Judah? As Admah I will make you, and as Zeboim; and these belong to the Sodomitic Pentapolis. Then out of an excess of loving-kindness He immediately adds: My heart was turned within the same, my repenting was stirred up together. I will by no means act according to the wrath of my anger. Nevertheless, when they fell away into extreme lawlessness, the temple was burned down, and the whole city became burned with fire, and by famine and pestilence, and sedition and plots against one another, they were utterly consumed. Yet the part of those who believed in Christ was saved through, the election from Israel having been found in a few.
Notes, col. 160

On the reading

Printed τῳ, for τῷ.

Printed Κόμοῤῥα, for Γόμοῤῥα.

PG 30:161Read from the page
ὅπερ ὡς ζύμη γενόμενον τοῖς ἔθνεσι, πάντας πρὸς τὴν οἰκείαν εἵλκυσεν ὁμοιότητα· ὥστε καὶ ἀπ' ἐκείνου καὶ Ἰσραὴλ χρηματίζειν καὶ λαὸν Κυρίου, καὶ εἶναι τὸν ἐν τῷ κρυπτῷ Ἰουδαῖον, καὶ τῶν πνευματικῶν ἐπαγγελιῶν κληρονόμον, τὸν ἐξ ἐθνῶν πεπιστευκότα. Ἐπεὶ δὲ Σόδομα ἑρμηνεύεται ἔκκλισις, Γόμοῤῥα δὲ στάσις, καὶ τοιοῦτόν τινα νοῦν ὑποβάλλει ἡ ἑρμηνεία τῶν ὀνομάτων, ὅτι ει μὴ ἦλθε τὸ σπέρμα ὃ ἐπήγγελτο, οὐδὲν ἐκώλυεν ἡμᾶς εἰς παντελῆ ἀπώλειαν ἐκπεσεῖν, ἐκκλίναντας ἀπὸ τοῦ Θεοῦ. Καὶ εἰ μὴ εἰρήνη ἡμῖν ἐπεφάνη ἐξ ὕψους, Ἡ ὑπερέχουσα πάντα νοῦν, ἕκαστος ἂν ὑπὸ τῆς ἰδίας στάσεως καὶ τοῦ ἐνοικοῦντος αὐτῷ πολέμου ἐξανηλώθημεν. Τὰ γὰρ πάθη τῆς ἁμαρτίας, καὶ πᾶσαι αἱ κατὰ ἀλογίαν κινήσεις, θορύβους ἀσιγήτους καὶ στάσιν ἀδιάλλακτον ἐμποιεῖν πεφύκασι ταῖς ψυχαῖς.
Which part, having become like leaven to the nations, drew all towards its own likeness; so that from it he who has believed from among the nations is both called Israel and people of the Lord, and is the Jew in secret, and heir of the spiritual promises. Now since Sodom is interpreted turning aside, and Gomorrah sedition, the interpretation of the names also suggests some such meaning as this, that unless the seed which had been promised had come, nothing hindered us from falling away into utter perdition, having turned aside from God. And unless peace had shone upon us from on high, Which surpasses all understanding, each of us would have been utterly consumed by our own sedition and the war dwelling within him. For the passions of sin, and all movements contrary to reason, are by nature wont to engender unceasing tumults and irreconcilable sedition in souls.
23. Αἰσθομένη οὖν τῆς ὠφελείας ἐκ τῆς τοῦ Σωτῆρος παρουσίας, ὃς ὡς σπέρμα μικρὸν διὰ τῆς ἀνθρωπείας σαρκὸς ἐνέπεσεν ἡμῶν τῷ βίῳ, ταῦτα λέγει ἐν εὐχαριστίας εἴδει ἡ Ἐκκλησία· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας· ἵνα δείξῃ, ὅτι ἡ τοῦ σπέρματος τοῦ ἐγκαταλειφθέντος αὐτῇ παρὰ Κυρίου Σαβαὼθ παρουσία, αἰτία αὐτοῖς γέγονε τῆς σωτηρίας. Ἐπεὶ, ὅσον τὸ ἐπ' αὐτοῖς, τοῖς παθήμασι τῆς Σοδομηνῆς ὑπόδικοι ἦσαν, ἄρχοντας αὐτοὺς Σοδόμων καὶ λαὸν Γομόῤῥας προσαγορεύει ὑπὲρ τὴν κακίαν τὴν τῶν ἀρχόντων· διὰ τὸ οἱονεὶ μητρόπολιν μὲν εἶναι τῆς πονηρίας τὰ Σόδομα, ταύτης δὲ αὐτῆς κατὰ κακίας ὑπερβολὴν ὑπερέχειν τοὺς ἄρχοντας. Διὰ τί δὲ ἄρχοντες Σοδόμων, ἢ διότι καθάπερ ἐκεῖνοι παρητοῦντο τὸν τὰ δίκαια κρίνοντα Λὼτ, ὅτε ἐξαιρεῖσθαι τοὺς παρ' αὐτῷ ἐπιξενωθέντας ἐσπούδαζε, λέγοντες· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν· οὕτω καὶ οὗτοι τὸν δίκαιον κριτὴν παρητοῦντο, κράζοντες· Σταυροῦ, σταυροῦ· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον; Πολλῷ δὲ μείζων ἐνταῦθα ἡ μοχθηρία. Οἱ μὲν γὰρ εἰς ξένους καὶ μηδὲν ἠδικηκότας ἠσέλγαινον, οἱ δὲ εἰς τὸν τὰ μεγάλα αὐτοὺς καθ' ὑπερβολὴν εὐεργετήσαντα· κἀκεῖνοι μὲν εἰς ξένους, οὗτοι δὲ τὸν εἰς τὰ ἴδια ἐλ-
23. Having perceived, then, the benefit from the coming of the Saviour, Who like a small seed fell into our life through human flesh, the Church says these things in the form of thanksgiving: Hear the word of the Lord, rulers of Sodom; attend to the law of God, people of Gomorrah; in order to show that the coming of the seed left behind for her from the Lord Sabaoth became for them the cause of salvation. Since, so far as lay in them, they were liable to the sufferings of the Sodomite land, He addresses them as rulers of Sodom and people of Gomorrah beyond the wickedness of those rulers; because Sodom was, so to speak, a mother-city of wickedness, whereas these rulers surpassed even her in excess of wickedness. And why rulers of Sodom, unless because, just as those men rejected Lot when he judged what was righteous and was earnestly striving to rescue those entertained as guests at his house, saying: You came in to sojourn, surely not to judge judgement also; so too these men rejected the righteous Judge, crying out: Crucify, crucify; away from the earth with such a man? Yet far greater here is the depravity. For those men acted wantonly against strangers and men who had done no wrong, whereas these acted against Him Who had conferred great benefits upon them beyond measure; and those men against strangers, whereas these against Him Who came unto His own
Notes, col. 161

On the reading

Printed ει, for εἰ.

PG 30:164Read from the page
θόντα· κἀκεῖνοι μὲν εἰς ἀγγέλους, οὗτοι δὲ εἰς τὸν Θεόν. Διὰ τοῦτο δικαίως τῆς τῶν Σοδομιτικῶν ἀρχόντων προσηγορίας ἠξίωνται. Ἀλλ' ὅμως τούτους εὐεργετῶν ὁ Θεὸς, εἰς την τῶν ὠφελίμων αὐτοῦ λόγων ἀκοὴν προκαλεῖται· τὸν δὲ ὑπὸ τούτων ἀρχόμενον λαὸν, καὶ ἐκ τῶν πονηρῶν διδαγμάτων Γομόῤῥας λαὸν χρηματίζοντα, εἰς τὴν τοῦ νόμου προσοχὴν ἐπιστρέφει· τοῖς μὲν ἐντρεχεστέροις τὸ ἀκοῦσαι προστάσσων, τοῖς δὲ ἀσυνέτοις τὸ προσέχειν, ἢ τὸ ἐνωτίζεσθαί, ὅπερ ἕτεροι ἐκδεδώκασιν. Ὅση δὲ λόγου πρὸς νόμον διαφορὰ, τοσαύτη καὶ τοῦ ἀκούειν πρὸς τὸ ἐνωτίζεσθαι. Ὁ μὲν γὰρ νόμος κανὼν δικαίων ἐστὶ καὶ ἀδίκων, προστατικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· οὗ φυλακτικός ἐστιν ὁ πολὺς, κἂν τὸ ἐν αὐτῷ ὠφέλιμον ἀγνοῇ. Ὁ δὲ λόγος καὶ τῆς αἰτίας ἐστὶν ἀποδοτικὸς καθ' ἣν τάδε τινὰ διατέτακται. Καὶ μάλιστα ὁ καθ' ἡμᾶς λόγος, ὑψηλῶς τὸν νόμον καὶ πνευματικῶς ἐξηγούμενος, τιμιώτερός ἐστι τῆς ψιλῆς κατὰ τὸ γράμμα παρατηρήσεως. Τί δὲ τὸ ἀκούειν τοῦ ἐνωτίζεσθαι διαφέρει; Ὅτι τὸ μὲν ἀκούειν διανοίας ἐστὶν, ὡς δηλοῖ ὁ Κύριος διεγείρων εἰς τὸ συνετῶς κατακούειν τοῦ βουλήματος τῶν λεγομένων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· τὸ δὲ ἐνωτίζεσθαι, ψιλὸν τὸν ἦχον ἐντίθεσθαι τοῖς ὠσί· Διὸ καὶ ὁ λαὸς ἐν τῇ Ἐξόδῳ φησί· Πάντα, ὅσα ἐὰν εἴπῃ ὁ Θεὸς ποιήσομεν, καὶ ἀκουσόμεθα. Καίτοιγε ἀκολουθότερον ἦν εἰπεῖν· Ἀκουσώμεθα καὶ ποιήσωμεν· ἀλλὰ τὸ μὲν ποιῆσαι παντός ἐστι τοῦ παχυτάτου τὴν διάνοιαν, οἷον τηρῆσαι σωματικῶς τὸ Σάββατον, καὶ ἀπέχεσθαι βρωμάτων, καὶ περιτεμεῖν τῇ ὀγδόῃ, καὶ τὸ τρὶς τοῦ ἐνιαυτοῦ ὀφθῆναι ἐν τῷ ναῷ· τοῖς δὲ λόγοις τούτων ἐπιβαλεῖν, τοῦ τελείου ἤδη καὶ ἐπὶ πολὺ διαβεβηκότος τῇ γνώσει. Φασὶ δὲ μίαν ταύτην αἰτίαν εἶναι τὴν κινήσασαν εἰς τὴν κατὰ τοῦ προφήτου ἐπιβουλὴν τοὺς τότε. Οἱ δὲ ἄρχοντες Σοδόμων πότερον διὰ τὸ πονηρῶν ἄρχειν προσηγορεύθησαν, ἢ διὰ τὸ πονηροὶ εἶναι; Δύναται γάρ τις κακῶν ἄρχων αὐτὸς ἀπηλλάχθαι τῆς κακίας τῶν ἀρχομένων. Ἀλλ' εἰ μὲν περὶ τοῦ λαοῦ ἀπεσιωπήθη, τυχὸν ἂν εἶχέ τινα χώραν ἡ ἀμφιβολία· νῦν δὲ τῷ λαὸς Γομόῤῥας ὁ λαὸς ὠνομάσθαι, τὸ ἧττον ψεκτὸν τοῦ λαοῦ παρὰ τοὺς ἄρχοντας αὐτῶν, τοῦ λόγου δηλοῦντος διὰ τὸ προκαθέζεσθαι τὰ Σόδομα τῆς πενταπόλεως, καὶ αὐτὴν ἔχειν τὰ οἱονεὶ ἀρχεῖα τῆς πονηρίας, καὶ τῆς ἐν πᾶσ⟨…⟩ κακοῖς ὑπεροχῆς ἠξιῶσθαι. Ἄρχοντας δὲ Σοδόμων ἡ ἱστορία οὐ παραδέδωκε πλὴν τῶν βασιλέων τῶν ἡττηθέντων. Διὰ μέντοι τὸν πεπαῤῥησιασμένον τούτων
having come; and those sinned against angels, whereas these sinned against God. On this account they have justly been deemed worthy of the appellation of rulers of Sodom. Yet nevertheless, benefiting them, God calls them forth to the hearing of His profitable words; while the people ruled by them, and styled from their wicked teachings a people of Gomorrha, He turns back to attention to the law: enjoining upon the more intelligent to hear, and upon the unintelligent to give heed, or to give ear, which other translators have rendered. And as great as is the difference of the word from the law, so great also is that of hearing from giving ear. For the law is a rule of things just and unjust, mandatory of what ought to be done, and prohibitory of what ought not to be done; of which the multitude is observant, even though it be ignorant of what is profitable in it. The word, however, also renders the reason according to which these particular things have been ordained. And above all, the word among us, expounding the law loftily and spiritually, is more precious than the bare observance according to the letter. And how does hearing differ from giving ear? Because hearing belongs to the understanding, as the Lord shows when rousing men to hearken intelligently to the purpose of what is spoken: He that has ears to hear, let him hear; whereas giving ear is putting the bare sound into the ears; wherefore also the people in Exodus says: All things, whatsoever God shall say, we will do, and we will hear. And yet it would have been more consistent to say: Let us hear and let us do; but to do belongs to anyone of the grossest understanding, such as keeping the Sabbath bodily, and abstaining from meats, and circumcising on the eighth day, and appearing three times in the year in the temple; whereas to apply one's mind to the principles of these things belongs to one already perfect and far advanced in knowledge. And they say that this was one cause that moved the men of that time to the plot against the prophet. Now were the rulers of Sodom so called because of ruling over wicked men, or because of being wicked themselves? For someone ruling over evil men is able himself to be free from the wickedness of those who are ruled. Yet if silence had been kept concerning the people, perhaps the doubt would have had some place; but as it is, by the people's having been named a people of Gomorrha, the word indicates what is less blameworthy in the people as compared with their rulers, because Sodom presided over the Pentapolis, and itself held as it were the chief magistracies of wickedness, and was deemed worthy of pre-eminence in all evils. Now history has not handed down any rulers of Sodom save the kings who were defeated. Nevertheless, because of this outspoken
Notes, col. 164

On the reading

Printed την, for τὴν.

Printed ἐνωτίζεσθαί, for ἐνωτίζεσθαι.

PG 30:165Read from the page
τῶν ἀδικούντων ἔλεγχον, ὁ Ἀπόστολός φησι περὶ τοῦ Ἠσαΐου· Ἀποτολμᾷ καὶ λέγει. Χρήσεται δέ ποτε τούτοις ὁ ἐν δύγμασιν ὑγιέσι καὶ ἀνεπιλήπτῳ βίῳ τυγχάνων πρὸς ἄρχοντας Ἐκκλησιῶν παρανόμως βιοῦντας, καὶ λαὸν ἐκκλίνοντα καὶ ἀχρείως πολιτευόμενον.
reproof of wrongdoers, the Apostle says concerning Isaiah: He is very bold and says. And one who is in sound doctrines and a blameless life will at times make use of these words towards rulers of Churches who live lawlessly, and a people turning aside and conducting itself unprofitably.
24. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Ἕν τῶν ὀφειλόντων ἀκουσθῆναι παρὰ τῶν ἀρχόντων, καὶ παρὰ τοῦ λαοῦ φυλαχθῆναι, τὸ, Τί μοι πλῆθος τῶν θυσιῶν ὔμῶν; Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ. Ηῶς δὲ διὰ θυσιῶν τῶν ἐν πλήθει προσαγομένων ἄνευ ἀξιολόγου μετανοίας ἐλπίζετε εὑρήσειν τινὰ ἀπολύτρωσιν ταῖς ψυχαῖς ὑμῶν; Οὐ γὰρ ἐν αἵματι ζώων, οὐδὲ ἐν σφαγαῖς ἐπιβωμίοις, ἀλλ' ἐπὶ καρδίᾳ συνετριμμένῃ Θεὸς ἱλάσκεται· θυσία γὰρ τῷ Θεῷ πνεῦμα σνντετριμμένον. Τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἐν δαπάναις μὲν ἀφειδεῖς, μὴ μετανοοῦντας δὲ διὰ τῶν ἔργων, ἁρμόσει λέγεσθαι· Διὰ τοῦτο οὐχὶ καθόλου θυσίας παραιτεῖται ὁ λόγος, ἀλλὰ τὰς Ἰουδαϊκάς. Τί γάρ μοι πλῆθος, φησὶ, τῶν θυσιῶν ὑμῶν; Καὶ τὸ μὲν πλῆθος ἀποπέμπεται, μίαν δὲ θυσίαν ἐπιζητεῖ. Αὐτὸς ἕκαστος ἑαυτὸν προσαγέτω τῷ Θεῷ, παριστῶν ἑαυτὸν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, διὰ τῆς λογικῆς λατρείας θύων τῷ Θεῷ θυσίαν αἰνέσεως. Ἐπειδὴ δὲ τὸ πλῆθος τῶν κατὰ τὸν νόμον θυσιῶν ὡς ἀχρεῖον ἐκβέβληται, μία θυσία προσεδέχθη. ἐπ' ἐσχάτων τῶν αἰώνων εἰς ἀθέτησιν της ἁμαρτίας ἀνενεχθεῖσα. Ὁ γὰρ Ἀμνὸς τοῦ Θεοῦ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου, ἑαυτὸν ἀνενεγκὼν προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας.
24. What is the multitude of your sacrifices to me? says the Lord. One of the things that ought to be heard by the rulers, and observed by the people, is this: What is the multitude of your sacrifices to me? Sacrifices of the ungodly are an abomination to the Lord. And how through sacrifices offered in multitude without worthy repentance do you hope to find any redemption for your souls? For not in blood of animals, nor in slaughters upon altars, but over a contrite heart is God propitiated; for a sacrifice to God is a contrite spirit. And the very same thing will be fitting to be said also towards those who are unsparing in expenditures, yet do not repent through their works; on this account the word does not reject sacrifices altogether, but the Jewish ones. For what to me is the multitude, He says, of your sacrifices? And He dismisses the multitude, while He seeks one sacrifice. Let each one himself offer himself to God, presenting himself a living sacrifice, well-pleasing to God, through rational worship sacrificing to God a sacrifice of praise. And since the multitude of sacrifices according to the law has been cast out as unprofitable, one sacrifice was accepted, having at the end of the ages been offered up for the putting away of sin. For the Lamb of God took away the sin of the world, having offered Himself up an offering and a sacrifice for an odour of sweet savour.
25. Πλήρης εἰμί. Ἐνταῦθα καλῶς ἔχει περιορισθῆναι τὴν ἀνάγνωσιν, καὶ ἀπὸ ἄλλης ἀρχῆς ἄρξασθαι τῶν ἑξῆς. Τὸ μὲν γὰρ πεπληρῶσθαι τῆς ἰδίας μακαριότητος, καὶ ἀνενδεῶς ἔχειν ἑαυτοῦ, πρεπωδέστατον τῷ Θεῷ· τὸ δὲ τῆς ἀπὸ τῶν ὁλοκαυτωμάτων κνίσσης καὶ τοῦ αἵματος τῶν σφαζομένων πεπληρῶσθαι λέγειν, ἀνάξιον τοῦ Θεοῦ. Πλήρης οὖν ἐστιν· Ἀφ' οὗ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν, καὶ ἐν ᾧ Κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Δαίμοσι μὲν γὰρ διὰ τὸ φιλήδονον καὶ ἐμπαθὲς αῖ θυσίαι φέρουσί τινα ἡδονὴν καὶ χρείαν, ἐκθυμιώμεναι, διὰ τῆς καύσεως ἐξατμιζομένου τοῦ αἵματος, καὶ οὕτω διὰ τῆς τοιαύτης λεπτοποιήσεως εἰς τὴν σύστασιν αὐτῶν ἀναλαμβανο-
25. Full am I. Here it is well that the reading be bounded, and that what follows begin from another starting-point. For to be filled with His own blessedness, and to be without need in Himself, is most befitting to God; whereas to say that He is filled with the savour from whole burnt-offerings and the blood of slaughtered victims is unworthy of God. Full, therefore, He is: Of Whose fulness we all received, and in Whom dwells all the fulness of deity bodily. For to demons, because of their pleasure-loving and passible nature, sacrifices bring a certain pleasure and supply a need when burnt in smoke, the blood being vaporized through the burning, and thus through such rarefaction being taken up into their constitution
Notes, col. 165

On the reading

Printed δύγμασιν, for δόγμασιν.

Printed ὔμῶν, for ὑμῶν.

Printed Ηῶς, for Πῶς.

Printed σνντετριμμένον, for συντετριμμένον.

Printed της, for τῆς.

Printed αῖ, for αἱ.