Migne Reading Room

PG 30 · cols. 144–153 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:144Read from the page
γενέσθαι υἱοὶ ἄνομοι. Ὡς γὰρ ἡ κατ' ἀρετὴν προκοπὴ ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζω τὴν αὔξησιν ἔχει· οὕτως ἡ τῆς κακίας χύσις ἀπὸ τῶν ὑποδεεστέριων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρεται. Σπέρμα δὲ πρὸς υἱοὺς πολὺ τὸ ἀκόλουθον καὶ κατ' αὐτὴν τὴν φύσεν ἔχει. Ἀπὸ τοῦ σπέρματος γὰρ εἰς τὸ υἱοὺς γενέσθαι προκόπτει, οὐ μόνον κατὰ τὰς σωματικὰς γενέσεις, ἀλλὰ καὶ κατὰ τὴν ἐν ψυχῇ αὔξησιν, ἐκ τῶν τῆς διδασκαλίας σπερμάτων εἶς τὴν πρὸς τοὺς διδάξαντας ἐξομοίωσιν τῶν ὑποδεξαμένων τὰ διδάγματα προκοπτόντων, καὶ διὰ τοῦτο υἱῶν χρηματιζόντων, ἤτοι υἱῶν τῆς βασιλείας, ὅταν τὰ σωτήρια δεξάμενοι σπέρματα, κατ' αὐτὰ τελειοῦνται, ἢ τῆς γεέννης υἱῶν, ἐὰν ἐκ πονηρῶν διδαγμάτων τῇ ἀπωλείᾳ προσοικειῶνται. Μεγάλη δὲ κατηγορία, ὅλον ἔθνος ἁμαρτωλὸν χρηματίζειν, ὡς μηδένα ἐν αὐτῷ κατορθοῦν· καὶ λαὸν πλήρη ἁμαρτιῶν, ὡς πᾶν εἶδος ἀνομίας ἐπιτηδεύεσθαι παρ' αὐτῶν, ἀλλὰ καὶ τὰ τῆς κακίας πρὸς ἑαυτὴν ἐναντιώματα εὑρίσκέσθαι, καθὼς εἴρηται· Πεπληρωμένους πάσης ἀδικίας· καὶ τὸ, Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων· καὶ παρά τοῦ Σωτῆρος δέ· Πληρώσατε καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν.
becoming lawless sons. For just as progress in virtue takes its growth from lesser things unto greater, so too the outpouring of evil is borne from lesser beginnings unto what is incurable. Moreover, seed bears a close sequence towards sons according to very nature itself. For from the seed nature advances unto becoming sons, not only according to bodily generations, but also according to growth in the soul, when those who have welcomed the teachings advance out of the seeds of instruction unto likeness to those who taught them, and on this account bear the title of sons—either sons of the kingdom, when, having received the saving seeds, they are perfected according to them, or sons of Gehenna, if from wicked teachings they become familiarized with destruction. Great, too, is the accusation that a whole nation should be styled sinful, as though no one within it walked uprightly; and a people full of sins, as though every form of iniquity were practised among them, and even the mutual contraries of wickedness against itself were found there, just as it has been said: Filled with all unrighteousness; and the saying: For the sins of the Amorites have not yet been filled up; and by the Saviour also: Fill up, you also, the measure of your fathers.
17. Σπέρμα πονηρόν. Τὸ παρὰ τοῦ ἐχθροῦ ἀνθρώπου τῷ καθαρῷ σίτῳ ἐπισπαρὲν ζιζάνιον, ὃ εἰς τελείωσιν ἐλθὸν υἱὸς ἐγένετο ἄνομος, υἱὸς ὢν ἀπωλείας καὶ υἱὸς γεέννης. Διὰ τοῦτο καὶ θρήνου ἀξιοῦνται οἱ, ἀντὶ τοῦ υἱοὶ Ὑψίστου εἶναι, υἱοὶ γενόμενοι ἄνομοι, καὶ ἀντὶ τοῦ μεῖναι ἐν τῇ θειοτέρᾳ γεννήσει, σπέρμα γενόμενοι πονηρόν· πλὴν ὅτι ἡ ἐν ἔθει πονηρία αὐτῶν πρῶτον τῶν ἐχόντων ἐστὶ φθαρτική· τὸ γὰρ ἔχαστον ἐν πονηρίᾳ καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον. Ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωξύνατε τὸν ἅγιον τοῦ Ἰσραήλ. Τίς μείζων κακίας ἀπόδειξις, ἢ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον; Τὸ αὐτὸ δὲ καὶ παρὰ τῷ Ἱερεμίᾳ κατηγοροῦνται. Ἐμὲ γὰρ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Κατὰ δὲ τὴν ποσότητα τῆς ἐγκαταλείψεως, τὸ μέτρον ἕκαστος ἑαυτῷ θησυαρίζει τῆς ἐν τῇ ἀνταποδόσει ὀργῆς. Ἀπελλοτριώθησαν εἰς τὰ ὀπίσω. Τοῦτο ἀπὸ τοῦ Θεοδοτίωνος προσετέθη, οἱονεὶ ἑρμηνεία τοῦ ἐγκαταλιπεῖν, τὸ ἀπαλλοτριοῦσθαι τοῦ Θεοῦ διὰ τῆς ἐπὶ τὸ χεῖρον ἀποπτώσεως. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν
17. Wicked seed. The darnel sown over the pure wheat by the enemy man, which upon coming to maturity became a lawless son, being a son of perdition and a son of Gehenna. On this account they too are deemed worthy of lamentation who, instead of being sons of the Most High, have become lawless sons, and instead of abiding in the more divine generation, have become a wicked seed; save that their habitual wickedness is destructive first of all to those who possess it, for the extreme in wickedness is at variance even with itself. You have forsaken the Lord, and provoked to anger the Holy One of Israel. What greater proof of evil is there than the forsaking of the good? And what excess of wickedness than to provoke to anger Him Who is good and gentle? Of this very thing they are accused in Jeremiah also: For they have forsaken me, the fountain of living water. According to the measure of the forsaking, each stores up for himself the measure of wrath in the recompense. They have been estranged backward. This was added from Theodotion, as though an interpretation of forsaking, namely, being estranged from God through falling away towards the worse. For just as he who is being perfected stretches forward to the things ahead, so he who sins
Notes, col. 144

On the reading

Printed ὑποδεεστέριων, for ὑποδεεστέρων.

Printed φύσεν, for φύσιν.

Printed εἶς, for εἰς.

Printed εὑρίσκέσθαι, for εὑρίσκεσθαι.

Printed παρά, for παρὰ.

Printed θησυαρίζει, for θησαυρίζει.

Printed Ἀπελλοτριώθησαν, for Ἀπηλλοτριώθησαν.

Printed ἔχαστον, for ἔσχατον.

PG 30:145Read from the page
ἀναποδίζει, μακρύνων ἑαυτὸν τοῦ Κυρίου, καὶ διὰ τοῦτο ἀπολλύμενος. Ἰδοὺ γὰρ, φησὶ, οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὕτως οὖν βιώσωμεν, ὡς μηδέποτε τὰ παρελθόντα κρείττονα εἶναι τῶν μελλόντων ἢ τῶν ἐνεστηκότων. Τοῦτο γὰρ καὶ ὁ Ἐκκλησιαστὴν ἀπαγορεύει· Μὴ εἴπῃς, ὅτι ἡμέραι αἱ πρότεραι ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας· ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· Τοσαῦτα ἐπάθετε εἰκῆ. ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὁ γὰρ Ἰεζεκιήλ φησιν. Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος· πᾶσαι αἱ δικαιοσύναι ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται.
steps back to the rear, removing himself far from the Lord, and on this account perishing. For behold, it says, those who remove themselves far from Thee shall perish. Let us, therefore, live in such a way that past things are never better than future or present ones. For this too Ecclesiastes forbids: Do not say, Former days were better than these; for not in wisdom did you inquire concerning this. For if the preceding days are better than those that follow, it will be said to us: Have you suffered so many things in vain? since our good deeds are dimmed by carelessness in what comes afterwards. For Ezekiel says: When a righteous man turns away from his righteousness and commits unrighteousness according to all the iniquities which the lawless man wrought, none of the righteous deeds which he wrought shall be remembered; in his trespass into which he fell, and in his sins in which he sinned, in them shall he die.
18. Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν; Τὸ λεγόμενον τοιοῦτόν ἐστι· Ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν παιδεύων ὑμᾶς, ἐμαστίγουν. Μὴ μετανοοῦσιν, ἀλλ' ἔτι ἐξαμαρτάνουσιν ἐπῆγον ἀεὶ καὶ προσετίθουν τὰς μάστιγας, ὡς πᾶν μέρος τοῦ σώματος ἀπὸ τῶν ἐν νουθεσίᾳ πληγῶν κατειλῆφθαι. Τοῖς μὲν ἰάσιμα ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπτεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίσς αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πληγῆτε; Πάσας διεξεληλυθότες τὰς πληγὰς, πασῶν κατεφρονήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων· συντριμμὸς ὑμᾶς μένει. Ἀποροῦντος ἡ φωνὴ καὶ ἀπογιγνώσκυντος τὴν διόρθωσιν, ὡς ἐν τῷ Ἰεζεκιήλ· Ὁ ζῆλός μου ἀποστήσεται ἀπὸ σοῦ, καὶ οὐ θυμωθήσομαι ἐπὶ σοί. Τῶν δὲ περιστατικῶς συμβαινόντων τινὰ μὲν ἁμαρτημάτων ἕνεκα γίνεται, τινὰ δὲ εἶς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομένων, ἄλλὰ δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωσμένους, ὡς ἐπὶ τοῦ Φαραώ. Τούτοις οὖν ὡς ἀπεγνωσμένοις οὐκέτι πληγαὶ, οὐδὲ μάστιγες, ἀλλ' ἀφανισμὸς ἀπειλεῖται. Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Τί ἔτι πληγῆτε, ὧν καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ μεμαστίγωνται, καὶ οὐδαμοῦ ἡ διόρθωσις, πάσης κεφαλῆς ὀδυνομένης καὶ πάσης καρδίας σκυθρωπάζούσης; Οὐ πάντως τὸ μέλος τοῦ σώματος λέγει τὴν κεφαλὴν, ὡς περὶ αὐτὴν μόνην τῆς ὀδύνης ἑστηριγμένης, ἀλλὰ Πᾶσα κεφαλὴ, ἀντὶ τοῦ τὸν καθ' ἕνα ἄνθρωπον, κατὰ τὴν συνήθειαν τῆς Γραφῆς. Λάβετε γὰρ ἀπαρχὴν πάσης συναγωγῆς Ἰσραὴλ, κατὰ συγγενείας, κατὰ δήμους, κατ' οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν. Ἐπειδὴ γὰρ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν, καὶ πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο
18. Why should you be struck any more, adding iniquity? What is meant is of this sort: Chastening you over your sins, I scourged you. Because you did not repent, but went on sinning still further, I continually brought on and added scourges, so that every part of the body was overtaken by the blows given in admonition. Those who commit curable sins the word threatens to visit their iniquities with a rod, and their unrighteousnesses with scourges; whereas to those who are incurably disposed it says: Why should you be struck any more? Having passed through all blows, you have despised all corrective scourges; ruin awaits you. It is the voice of one at a loss and despairing of amendment, as in Ezekiel: My jealousy shall depart from you, and I will no longer be angry against you. Of the afflictions that befall circumstantially, some happen on account of sins, some for the amendment of the character of those being tried, and others so that the desperate may be wiped out, as in the case of Pharaoh. To these, therefore, as desperate men, no longer blows nor scourges, but utter destruction is threatened. Every head unto pain, and every heart unto grief. Why should you be struck any more, whose bodies and souls alike have been scourged, and nowhere is there amendment, while every head is in pain and every heart is downcast? By the head he does not at all mean the member of the body, as though pain were fixed around it alone, but Every head stands for each individual man, according to the usage of Scripture. For it says: Take the sum of the whole congregation of Israel, according to kindreds, according to peoples, according to houses of families, according to number by their name, according to their head. For since the whole nation is sinful, and all the people full of iniquities, on this account
Notes, col. 145

On the reading

Printed Ἐκκλησιαστὴν, for Ἐκκλησιαστὴς.

Printed ἀδικίσς, for ἀδικίας.

Printed ἀπογιγνώσκυντος, for ἀπογιγνώσκοντος.

Printed εἶς, for εἰς.

Printed ἄλλὰ, for ἄλλα.

Printed ὀδυνομένης, for ὀδυνωμένης.

Printed σκυθρωπάζούσης, for σκυθρωπαζούσης.

PG 30:148Read from the page
καὶ ἡ κόλασις ἐπὶ πάντας ἔφθασε, καὶ πᾶσα καρδία λυπηρὰ, εἰς αἰχμαλωσίαν ἀγομένου τοῦ λαοῦ διὰ τὰ ἁμαρτήματα. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα. Τὸ, Κεφαλὴ, ἐπὶ ὅλου ἔλαβε τοῦ ἀνθρώπου. Ἀπὸ ποδῶν ἓως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· διὰ τὰς ἐφ' ἑκάστῳ ἁμαρτήματι παρὰ τοῦ ἐπιμελομένου αὐτῶν ἐπενεχθείσας μάστιγας. Εἶτα ἐπειδὴ τραῦμα λύσις ἐστὶ τῆς τοῦ σώματος συνεχείας, κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης· καὶ ὡς ὁ μώλωψ ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος, καὶ τοῦτο δὲ κατά τι μέρος συνίσταται· καὶ ἡ φλεγμονὴ ὄγκος ἐστὶ πυρώδης, συῤῥεόντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός· ὁ λόγος τί φησι περὶ τῶν ὅλων δι' ὅλου τῇ ἀσθενείᾳ κατειλημμένων; Ὅτι οὐχ ὡς τραῦμα, φησὶν, οὐδὲ ὡς μώλωψ, οὐδὲ ὡς πληγὴ φλεγμαίνουσα, οὕτως ὑμῶν ἡ ἀῤῥωστία ἥψατο, ἀλλὰ ἡνωμένως ἐπίκειται ὑμῖν τὸ κακὸν, ὡς πάντα εἶναι συγκεχυμένα, καὶ τραῦμα εἶναι, καὶ μώλωπα, καὶ πληγήν. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἐπειδὴ ὑπὲρ τραῦμα καὶ μώλωπα καὶ πληγὴν φλεγμαίνουσαν ἡ ἀῤῥωστία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον ὡς τρὸς τὰ τραύματα. Οὐ χρεία, φησὶ, τῆς ἀπὸ τούτων βοηθείας· μείζονα γὰρ τὰ συμπτώματα ἢ ὥστε τούτοις ἐνδοῦναι. Τραύματα μὲν οὖν ἐστι τὰ ἐν Ἐκκλησίᾳ σχίσματα· μώλωπες δὲ, αἱ ὕπουλοι καρδίαι· φλεγμονὴ δὲ, ἔπαρσις ψυχῆς ἐξ ἀλόγου οἰήσεως ὀγκουμένης, καὶ διὰ τοῦτο ἐπαιρομένης κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Μάλαγμα μὲν οὖν ἐστιν ὁ μετὰ πραότητος καὶ ἐπιεικείας ταπεινωτικὸς τῶν ματαίων φυσιώσεων λόγος· ἔλαιον δὲ, ὁ μετὰ οἴκτου καὶ συμπαθείας τὸ δολερὸν καὶ ὕπουλον καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολόγων καταλεαίνων· κατάδεσμος δὲ, λόγος ὁ τὰ πρὸς διάστασιν ἐπειγόμενα συγκρατῶν.
and punishment has overtaken all, and every heart is sorrowful, since the people is being led into captivity on account of its sins. From the feet unto the head there is no soundness in it, neither wound, nor bruise, nor inflamed stripe. The expression, Head, he took for the whole human being. From the feet unto the head there is no soundness in it, neither wound, nor bruise, nor inflamed stripe: on account of the scourges inflicted for each sin by Him Who cared for them. Next, since a wound is a dissolution of the continuity of the body, when the juncture is severed in some small part; and just as the bruise is a bloodshot trace of a stripe, when the body is crushed from the hard impact of the striker, and this too subsists in some part; and an inflammation is a fiery swelling, when the humours flow together towards the weakened part, and with unnatural heat inflame what is afflicted: what does the word say concerning those who are wholly seized throughout by infirmity? That not as a wound, it says, nor as a bruise, nor as an inflamed stripe has your sickness thus touched you, but unitedly does the evil lie upon you, so that all things are confounded together, and are at once wound, and bruise, and stripe. It is not possible to apply a poultice, nor oil, nor bandages. Since the sickness is beyond wound and bruise and inflamed stripe, it is not possible to apply a poultice, as towards the stripe, nor oil as towards the wounds. There is no need, it says, of the help from these; for the symptoms are greater than such as to yield to these remedies. Wounds, then, are the schisms in the Church; bruises are the festering, deceitful hearts; and inflammation is the lifting up of a soul swollen from irrational conceit, and on this account exalting itself against the knowledge of Christ. A poultice, then, is the word that with meekness and gentleness humbles vain puffings up; oil is that which with pity and sympathy smooths down what is treacherous and festering and harsh in those who speak falsehood in hypocrisy; and a bandage is a word that binds together the things hastening towards division.
19. Ἡ γῆ ὑμῶν ἔρημυς, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἡρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐπειδὴ ἀπέγνω τῆς διορθώσεως, ἀπειλεῖ τὸν ἀφανισμόν. Ταῦτα δὲ οὐκ ἐπὶ τῶν χρόνων Ἠσαΐου γέγονεν· ἀλλὰ σύνηθες τῇ προφητείᾳ τὰ μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα λέγειν, ὡς τὸ, Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Διὰ γὰρ τὴν ἐπὶ τῇ ἐκβάσει τῶν προαγορευθέντων πεποί-
19. Your land is desolate, your cities are burned with fire; your country, strangers devour it before your face, and it has been made desolate, overthrown by strange peoples. Since He despaired of their amendment, He threatens utter destruction. Yet these things did not come to pass in the times of Isaiah; rather, it is customary for prophecy to speak of things about to come to pass as having already come to pass, as in the saying, They gave gall for my food, and for my thirst they gave me vinegar to drink. For on account of confidence in the outcome of the things foretold
Notes, col. 148

On the reading

Printed ἓως, for ἕως.

Printed τρὸς, for πρὸς.

Printed ἔρημυς, for ἔρημος.

PG 30:149Read from the page
θησιν, ὡς ἀναυτιῤῥήτως ἐκβημσομένων, τὸ μέλλον ἔσεσθαι τῷ παρελθόντι συνάπτεται. Συμβέβηκε δὲ ταῦτα ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, τήν τε γῆν κενωθῆναι τῶν οἰκητόρων, καὶ τὰς πόλεις ἐμπρησθῆναι, καὶ ὑπὸ τῶν ἐκ τῆς Μηδείας ἀποσταλέντων ἐποίκων τὴν χώραν ἐσθίεσθαι, βλεπόντων τῶν καταλειφθέντων· ὅτε καὶ ἐγένετο πᾶσα ἡ χώρα κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Κατὰ δὲ τὰς ὑψηλοτέρας ἐννοίας, τὰς ἡμῖν προσοικειούσας τὰ παλαιά· Ὅταν ἀποστωμεν ἀπὸ Θεοῦ τοῦ ἡμετέρου, καὶ διαπετάσωμεν τὰς χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, παραδιδόμεθα ἀλλοτρίοις τοῖς ἐρημοῦσιν ἡμᾶς καὶ καταστρὲφουσιν. Ἔξεστι γὰρ θεωρῆσαι πάντα τὰ ἀπειλημένα συμβαίνοντα τοῖς ἁμαρτάνουσιν. Ἡ γῆ ὑμῶν ἔρημος. Γῆν πολλαχοῦ τὴν ψυχὴν ὁ λόγος λέγει τὴν ὑποδεχομένην τὰ τοῦ λόγου σπέρματα, ὡς ἐν τῷ Εὐαγγελίῳ δεδιδάγμεθα διὰ τῆς παραβολῆς τοῦ Κυρίου, ὅτι τὰ μὲν ἔπεσεν ἐπὶ τὴν γῆν τῆν καλὴν, τὴν δεκτικὴν μαθημάτων θείων, κλὶ πρὸς καρποφορίαν εὔθετον. Ἔρημος δὲ, ἡ σοφίαν μὴ ἔχουσα, μηδὲ λόγον, μηδὲ κατὰ δικαιοσύνην βιοῦσα, μηδὲ ἐν ἀληθείᾳ πορευομένη. Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πόλις ἐστὶ σύστημα ἀνθρώπων ἐκ διαφόρων ἐπιτηδευμάτων ἐπὶ κοινωνίᾳ βίου συγκεκροτημένον· ὅπερ διὰ τὸ πολλὴν ἔχειν τὴν ἐν τοῖς ἔργοις ματαιότητα, ξύλα, χόρτον καὶ καλάμην, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταπίμπραται, καὶ γίνεται τὰ συστήματα τῶν ἀσεβῶν πυρίκαυστα. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν, ὅταν ἐκ προτέρου βίου καὶ πολιτείας ἀγαθῆς πεπληρωμένης τῆς ψυχῆς τῶν καρπῶν τοῦ Πνεύματος, ἀγάπης, χαρᾶς, εἰρήνης, μακροθυμίας, χρηστότητος, ἐπιπεσόντες ἀλλότριοι λογισμοὶ καταναλίσκωσι τὰ προπεπονημένα. Ἀλλὰ ἐὰν καὶ ἐν τῇ πράξει τῶν κατὰ τὸν βίον τὸ πρακτικὸν τῆς ψυχῆς ἔκδοτον δῶμεν δαιμονίοις ἀκαθάρτοις, γίνεται ἡ γῆ ἡμῶν κατεστραμμένη ὑπὸ ἀλλοτρίων. Θεοῦ γὰρ γεώργιον, Θεοῦ οἰκοδομή ἐσμεν. Ἕως ἐσμὲν κλήματα μένοντα ἐν τῇ ἀμπέλῳ τῷ Χριστῷ, φέροντα τοὺς καρποὺς τοὺς ἐπιβάλλοντας ἡμῖν, Θεὸν ἔχομεν γεωργόν· ἐὰν δὲ ἀποστῶμεν τῆς ζωοποιοῦ ῥίζης, τῆς εἰς Χριστὸν πίστεως, ξηραινόμενοι βαλλόμεθα ἔξω, καὶ καιόμεθα· καὶ ἡ ἐκ τῆς διδασκαλίας οἰκοδομὴ ἡμῶν, παρὰ τὸ καθῆκον βιούντων, καταστρέφεται. Ἐὰν γὰρ μὴ ἐπιμένωμεν τῷ θεμελίῳ τῶν ἀποστόλων, ἀποικοδομοῦντες τὰ τίμια. ὡς μὴ ἔχοντες θεμέλιον καταῤῥηγνύμεθα, καὶ γίνεται τὸ πτῶμα ἡμῶν μέγα· οἱονεὶ γὰρ κατεσθίει σωφροσύνην μὲν ἡ ἀκολσία, καὶ τὸ ἁπλοῦν ἐν μεταδόσει ἡ φιλαργυρία, καὶ τὸ ἀγαπητικὸν ἡ φιλεχθρία. Ἐλεεινὸν οὖν τὴν εὐθηνοῦσαν τῇ τῶν ἀγαθῶν καρποφορίᾳ ψυχὴν κατάβρωμα γίνεσθαι τοῖς ὑπεναντίοις, οἳ οὐκ ἀρκοῦνται ἡμῶν τῇ ἐρημώσει, ἐὰν μὴ καὶ τὴν καταστροφὴν ἐπαγάγωσιν. Ἡ μὲν γὰρ καταστροφὴ ἐκ
as things that will indisputably come to pass, what is about to be is joined to what is past. Now these things came to pass at the captivity into Babylon, both that the land was emptied of its inhabitants, and that the cities were burned up, and that the country was devoured by the settlers sent out from Media while those left behind looked on; when indeed the whole country became overthrown by strange peoples. Yet according to the higher conceptions, which adapt the ancient things to us: Whenever we depart from our God, and spread out our hands towards a strange god, we are delivered over to strangers who lay us waste and overthrow us. For one may behold all the things threatened befalling those who sin. Your land is desolate. In many places Scripture calls the soul that receives the seeds of the word land, as we have been taught in the Gospel through the parable of the Lord, that some fell upon the good land, receptive of divine teachings, and well suited towards fruit-bearing. Desolate, however, is she that does not have wisdom, nor reason, nor lives according to righteousness, nor walks in truth. Your cities are burned with fire. A city is a body of men welded together out of diverse pursuits for a fellowship of life; which, because it has much vanity in its works, wood, hay, and stubble, is burned up in the day of judgement, and the communities of the ungodly become burned with fire. Your country strangers devour before your face, whenever, after the soul from its former life and good conduct has been filled with the fruits of the Spirit, love, joy, peace, long-suffering, kindness, alien thoughts falling upon it consume what had been previously laboured for. Moreover, if even in the conduct of the affairs of life we give up the practical faculty of the soul as a prey to unclean demons, our land becomes overthrown by strangers. For we are God's tillage, God's building. So long as we are branches abiding in the vine, Christ, bearing the fruits incumbent upon us, we have God as husbandman; but if we depart from the life-giving root, faith in Christ, we are withered and cast outside, and burned; and our building from teaching, when we live contrary to duty, is overthrown. For if we do not abide upon the foundation of the apostles, building up precious things, as having no foundation we are dashed to pieces, and our fall becomes great; for, so to speak, licentiousness devours temperance, and avarice simplicity in giving, and fondness for enmity the loving disposition. Pitiable, therefore, is it that the soul flourishing with the fruit-bearing of good things should become food for the adversaries, who are not content with our desolation unless they also bring on our overthrow. For overthrow on the one hand arises from
Notes, col. 149

On the reading

Printed ἀναυτιῤῥήτως, for ἀναντιῤῥήτως.

Printed ἐκβημσομένων, for ἐκβησομένων.

Printed ἀποστωμεν, for ἀποστῶμεν.

Printed καταστρὲφουσιν, for καταστρέφουσιν.

Printed τῆν, for τὴν.

Printed κλὶ, for καὶ.

Printed ἀκολσία, for ἀκολασία.

PG 30:152Read from the page
τῶν πονηρῶν διδαγμάτων γίνεται, οἷον ἐδαφιζομένης τῆς ψυχῆς τῶν ἀποσφαλλομένων· ἡ δὲ ἐρήμωσις στέρησίς ἐστι τῶν προπεπολιτευμένων. Τοῦτο δὲ ῥᾳδίως γίνεται περὶ τὴν ἀνθρωπίνην ψυχήν. Ὅρα γάρ μοι νέον τινὰ ἐκ παιδὸς τεθραμμένον ἐν βίῳ σεμνῷ, εἰς οἴκους ἀπαντῶντα τῶν προσευχῶν φιλοπόνως, τῆς κατὰ δύναμῖν εὐποιίας μὴ ἀμελοῦντα, μεμνημένον κρίματος αἰωνίου, ὰντεχόμενον λόγου διδασκαλίας, εἶτα ὀλισθήσαντα εἰς τὴν πορνείαν, πῶς μετὰ τὸν ἀφανισμὸν τῆς σωφροσύνης, καὶ τὴν ἐρήμωσιν τῶν καρπῶν, λοιπὸν καὶ ἡ παντελὴς αὐτῷ καταστροφὴ ἀκολουθεῖ. Οὐκ ἄγει δὲ αὐτὸν ἡ πονηρὰ συνείδησις εἰς τὸν τόπον τῆς προσευχῆς, διότι ἐν τῇ τάξει τῶν πιστῶν οὐχ ἕστηκεν· ἐξέπεσε γάρ· ἐν δὲ τῇ τῶν ὑποκλαιόντων χώρᾳ οὐχ ἱστάται, αἰσχύνεται γάρ. Ἐντεῦθεν ὄκνος εἰς προφάσεις πεπλασμένας ἐπινυῶν πρὸς τοὺς ἐπιζητοῦντας. Ὁ δεῖνά με, φησὶν, ἐπείγει, καὶ οὐκ ἀναμένω τὴν σύναξιν· καὶ διὰ τόδε πάλιν πρὸ τῆς τῶν πιστῶν εὐχῆς ὑπεξῆλθεν, ὅ τι ἂν τύχῃ πλασάμενος. Εἶτα ἐκ τῆς κατὰ μικρὸν συνηθείας μελέτη αὐτῷ πρὸς ἀποστασίαν ἐγγίνεται, καὶ εἰς παντελῆ ἀπώλειαν περιάγεται. Καθόλου δὲ, ἴδιον τῶν πονηρῶν δυνάμεων. μετὰ τὸ ἐρήμους ἀποδεῖξαι τῶν καρπῶν τῆς δικαιοσύνης, μὴ ἀφίστασθαι πρὶν ἂν καὶ τοῖς κατὰ τὴν γνῶσιν σφάλμασι περιβάλωσιν.
evil teachings, as though the soul of those led astray were dashed to the ground; whereas desolation is a deprivation of past good conduct. And this easily comes to pass with respect to the human soul. For behold for me some youth reared from childhood in a reverent life, diligently frequenting the houses of prayer, not neglecting beneficence according to his ability, mindful of eternal judgement, holding fast to the word of teaching, then having slipped into fornication, how after the destruction of temperance and the desolation of his fruits, thereafter utter overthrow also follows upon him. An evil conscience does not lead him to the place of prayer, because he does not stand in the rank of the faithful; for he has fallen out of it; nor does he stand in the place of the weepers, for he is ashamed. Hence comes sloth in prayer, devising feigned excuses towards those who inquire after him. Such a one, he says, presses me, and I am not staying for the assembly; and on this account again before the prayer of the faithful he slips away, fabricating whatever excuse may chance. Then out of little-by-little habit, practice towards apostasy springs up in him, and he is brought round to utter perdition. And in general, it belongs to the evil powers, after rendering men destitute of the fruits of righteousness, not to withdraw before they also plunge them into errors concerning knowledge.
20. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀλπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. Ἀπόδειξιν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἔχει ἡ τῶν ὁμοίων ἀντίδοσις, Ἐγκατέλιπε Κύριον, διὰ τοῦτο ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών. Ἔτι δὲ ἔχεται τῆς φιλανθρωπίας, θυγατέρα ὀνομάζει, ἐκ τοῦ προτέρου αὐτὴν ὀνόματος ἀνακαλῶν, ὃ εἶχε πρὶν ἀλλοτριωθῆναι. Ἐγκαταλειφθήσεται ὡς σκηνῆ ἐν ἀμπελῶνι. Εἰς φρουρὰν τῶν ἐν ταῖς ἀμπέλοις καρπῶν αἱ σκηναι πήγνυνται. Ὅταν μὲν οὖν εὐθηνῇ τοῖς οἰκείοις καρποῖς ἡ ἄμπελος, σπουδάζεται ἡ σκηνὴ, καὶ πάσης ἀξιοῦται ἐπιμελείας, ὥστε ἀπ' αὐτῆς κατοπτεύειν τὸν φύλακα, μήποτε τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν. Ὅταν δὲ ἄκαρπος ᾖ, ἀμελεῖται ἀναγκαίως τῆς ἀμπέλου τὰ φυλακτήρια. Διὰ τοῦτο τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὴν ἐγκατάλειψιν ἀπειλεῖ, ὡς μὴ καρποφοροῦντος τὰ ἐπιβάλλοντα. Φοβηθῶμεν οὖν εἶναι ἄκαρποι, μὴ ἐλκαταλειφθῶμεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ Θεοῦ. Τὸ φυλάσσον ἡμᾶς, τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι. Ὅταν μὲν οὖν καρποφορῇ ἡ ψυχὴ ἄξια τῶν αἰωνίων ἀπο-
20. The daughter of Sion shall be left behind, like a booth in a vineyard, and like a watchman's lodge in a cucumber-garden. Recompense of like for like furnishes proof of the righteous judgement of God: She forsook the Lord, therefore the daughter of Sion shall be left behind. Yet He still cleaves to His loving-kindness, and names her daughter, calling her back by her former name, which she had before becoming estranged. She shall be left behind like a booth in a vineyard. For the guarding of the fruits in the vineyards booths are pitched. Whenever, then, the vine flourishes with its own fruits, the booth is cared for and deemed worthy of all diligence, so that from it the watchman keeps lookout, lest those passing by along the way pluck its fruit. But whenever it is fruitless, the guard-posts of the vine are necessarily neglected. Therefore He threatens the abandonment of the Israelite people, as not bearing the fruits incumbent upon it. Let us fear, then, to be fruitless, lest we be left behind by the visitation of God. That which guards us is the Holy Spirit. Whenever, then, the soul bears fruit worthy of the eternal store-
Notes, col. 152

On the reading

Printed δύναμῖν, for δύναμιν.

Printed ὰντεχόμενον, for ἀντεχόμενον.

Printed ἱστάται, for ἵσταται.

Printed ἐπινυῶν, for ἐπινοῶν.

Printed ἀλπελῶνι, for ἀμπελῶνι.

Printed σκηνῆ, for σκηνὴ.

Printed σκηναι, for σκηναὶ.

Printed ἐλκαταλειφθῶμεν, for ἐγκαταλειφθῶμεν.

PG 30:153Read from the page
θηκῶν, παραμένει καὶ φυλάσσει, καὶ πόῤῥωθεν ἀπείργει τὰς τοῦ μονιοῦ τοῦ ἀγρίου ἐπιβουλάς. Ὅταν δὲ σταφυλὴν χολῆς γεωργῇ, καὶ βότρυν πικρίας ἐκφέρῃ, ἐγκαταλιμπάνει τὴν ἄκαρπον ψυχὴν, καὶ τότε ὑπὸ παντὸς λογισμοῦ θηριώδους καὶ πάσης ἀλόγου ἐπιθυμίας καταπατεῖται. Πολλαχοῦ δὲ τροπικῶς ἀμπελῶνα τὸν Ἰσραὴλ ὁ λόγος προσαγορεύει, ὡς τὸ, Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· καὶ, Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· καὶ, Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Εἰ δὲ ὁ Ἰσραὴλ ἀμπελὼν, σκηνὴ δὲ τῆς ἀμπέλου ταύτης ὁ οἶκος τάχα ὁ τοῦ ναοῦ· σκήνωμα γὰρ δόξης ἐλέγετο, καὶ Σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἕως μὲν οὖν ὅτε ἐποίει καρπὸν πολὺν, καὶ ἡ σκηνὴ διὰ τὴν τῶν καρπῶν φυλακὴν συνειστήκει· ἐπεὶ δὲ ὁ φυτεύσας αὐτὴν ἔμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, αἷς τὸν Κύριον ἐστεφάνωσαν, καὶ ἐστράφη πᾶσα εἰς πικρίαν (ἐποίει γὰρ σταφυλὴν χολῆς καὶ βότρυν πικρίας, διὸ καὶ εἰς τὸ βρῶμα ἔδωκαν τῷ Κυρίῳ χολὴν), διὰ τοῦτο ἐγκατελείφθη ἡ σκηνὴ τοῦ ἀμπελῶνος. Ἰδοὺ γὰρ, φησὶν, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τότε ἐπληρώθη ἡ ἀπειλὴ αὕτη· Ἐγκατελείφθη γὰρ, Ὡς σκηνὴ ἐν ἀμπελῶνι· ἐξ ἐκείνου λοιπὸν καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα. Διὰ τοῦτο οὐκέτι προφῆται παρ' αὐτοῖς, οὐκέτι οὐρανία χάρις, ἀλλὰ γέγονεν εἰς χέρσον καὶ καταπάτημα. Οἵ τε γὰρ φραγμοὶ τοῦ λαοῦ ἐκείνου καθηρέθησαν, ὁ ὑπερασπισμὸς τῶν ἁγίων δυνάμεων, κἄν τι ἐργάσωνται κατὰ τὸν νόμον, εἰς ἀπώλειάν ἐστι.
houses, He remains beside it and guards it, and wards off from afar the plots of the wild solitary boar. But whenever it cultivates a grape of gall, and brings forth a cluster of bitterness, He forsakes the fruitless soul, and then it is trampled down by every beastly thought and every irrational desire. Now in many places Scripture figuratively calls Israel a vineyard, as in the saying, Thou didst transplant a vine out of Egypt; and, My beloved had a vineyard; and, Yet I planted you a fruit-bearing vine, wholly true. And if Israel is a vineyard, the booth of this vine is perhaps the house of the temple; for it was called a tabernacle of glory, and the Tabernacle where He pitched His tent among men. So long, then, as it produced much fruit, the booth also stood together for the guarding of the fruits; but when He Who planted it waited for it to produce grapes, and it produced thorns, wherewith they crowned the Lord, and the whole of it was turned into bitterness (for it produced a grape of gall and a cluster of bitterness, wherefore also they gave gall to the Lord for food), on this account the booth of the vineyard was left behind. For behold, He says, your house is left to you desolate. Then was this threat fulfilled: for it was left behind, Like a booth in a vineyard; from that time onwards He also commanded the clouds not to rain upon the vineyard. Therefore there are no longer prophets among them, no longer heavenly grace, but it has become waste land and a trampling-ground. For both the hedges of that people were pulled down, namely the shielding protection of the holy powers, and even if they perform anything according to the law, it is unto perdition.
21. Διὰ τοῦτο νῦν μὲν Τρυγῶσιν οἱ παραπορευόμενοι τὴν ὁδόν· καὶ ὗς ἐκ δρυμοῦ ἐλυμήνατο, καὶ μονιὸς ἄγριος κατενεμήσατο· νῦν δὲ αἱ ἀόρατοι δυνάμεις καταπατοῦσιν αὐτούς. Καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Εἶς φυλακὴν τῶν σικύων τὰ φυλακτήρια τῆς ὀπώρας κατασκευάζεται. Σικυήλατον οὖν ἐστι τόπος προσκαίρων καὶ ὀλιγοχρονίων καρπῶν οἰστικὸς, τέρψιν τινὰ μᾶλλον ἢ ὠφέλειαν παρεχομένων. Τοιοῦτος δὲ καὶ ὁ νόμος, ὀλιγοχρόνιον ἔχων τὴν χρῆσιν. Πρόσλαιρος γὰρ ἡ λατρεία, καὶ πρὸς ὀλίγον ἀνθήσασα, εἶτα τῇ ἀληθινῇ
21. Therefore now on the one hand, All who pass by along the way pluck its fruit; and a boar out of the thicket has ravaged it, and a wild solitary beast has devoured it; and now on the other hand, the invisible powers trample them down. And like a watchman's lodge in a cucumber-garden. For the guarding of the cucumbers the guard-posts of the autumn fruit are constructed. A cucumber-garden, then, is a place productive of temporary and short-lived fruits, which afford a certain pleasure rather than benefit. And such also was the law, having its use short-lived. For the service was temporary, and having flourished for a little while, afterwards to the true
Notes, col. 153

On the reading

Printed Εἶς, for Εἰς.

Printed Πρόσλαιρος, for Πρόσκαιρος.