Migne Reading Room

PG 30 · cols. 132–141 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:132Read from the page
ΑΡΧΗ ΤΟΥ ΡΗΤΟΥ.
Beginning of the text.
8. Ὅρασις, ἣν εἶδεν Ἠσαίας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα. Τῶν παρ' ἡμῖν αἰσθητηρίων τὸ ἐνεργεστάτην τὴν κατάληψιν ἔχον τῶν αισθητῶν, ὅρασίς ἐστιν. Οὔτε γὰρ τὰ φοβερὰ δι' ἀκοῆς δύνατόν ἐστι γνωρίσαι, ὡς δι' ὁράσεως· οὔτε τῶν ἐπιθυμητῶν ἄλλη τις οὕτως ἀντιλαμβάνεται δύναμις, ὡς ἡ ὅρασις. Διόπερ ἡ τῶν ἀληθῶν θεωρία, διὰ τὸ ἐναργὲς καὶ ἀναμφίβολον, ὅρασις προσηγόρευται. Ὅθεν καὶ ὁ ὁρῶν ἐκαλεῖτο ὁ προφήτης, καὶ ὁ εμπροσθεν ὁρῶν. Ἐν μὲν γὰρ τῷ Ἀμὼς μεμαθήκαμεν, ὅτι εἶπεν Ἀμασίας· Ὁ ὁρῶν, βάδιζε καὶ ἐκγώρησον εἰς γῆν Ἰούδα, κἀκεῖ προφητεύσεις. Ἔμπροσθεν δὲ ὁρῶν ὁ Σαμοὴλ εἴρηται ἐν ταῖς Βασιλείαις· ἐκαλεῖτο γὰρ, φησιν, ὁ πρυφήτης ὁ ἔμπροσθεν βλέπων. Καθ' ὃ μὲν γὰρ ἐπιβλεπτικοὶ τρῦ μέλλοντος ἦσαν, ἔμροσθεν ὁρῶντες ἐχρημάτιζον· καθ' ὃ δὲ θεωρητικοὶ τοῦ θείου βουλήματος ἦσαν, ὁρῶντες προσηγορεύοντο.
8. The vision which Isaiah the son of Amoz saw, which he saw against Judea, and against Jerusalem, in the days of Uzziah, and Jotham, and Ahaz, and Hezekiah, kings of Judah. Of the organs of sense among us, the one that possesses the most active apprehension of sensible things is sight. For neither is it possible to recognize fearful things through hearing in the same way as through sight; nor does any other faculty lay hold of desirable things in such a way as sight does. Wherefore the contemplation of true things, on account of its clearness and certainty, has been called vision. Hence the prophet too used to be called the seer, and the foreseer. For in Amos we have learned that Amaziah said: O seer, go and withdraw into the land of Judah, and there you shall prophesy. And Samuel is called a foreseer in the Books of Kingdoms; for previously, it says, the prophet used to be called the seer. For inasmuch as they looked upon the future, they bore the title of foreseers; and inasmuch as they were contemplators of the divine counsel, they were addressed as seers.
9. Ἡμέτερον μὲν οὖν ἔργον, ἐπιμέλειαν ποιεῖσθαι τοῦ νοῦ, ἵνα γένηται διορατικὸς διὰ τῶν καταλλήλων γυμνασιῶν τελειούμενος· Θεοῦ δὲ δωρεὰ, ἐλλάμψαι ἡμῖν τὸ Πνεῦμα πρὸς τὴν τῶν μυστηρίων αὐτοῦ κατανόησιν. Ὅρασιν δὲ προτάξας, λόγων ἀπαγγελίαν ἐπήγαγεν, ἵνα δείξῃ, ὅτι οὐ δι' ἀκοῆς ἐδέξατο, ἀλλὰ τῷ νῷ ἐντυπωθεῖσαν τοῦ λόγου τὴν διάνοιαν ἐξαγγέλλει. Καὶ γὰρ ἡμῖν φωνῆς μὲν χρεία πρὸς τὸ σημᾶναι ἡμῶν τὰ νοήματα· ὁ δὲ Θεὸς, αὐτοῦ τοῦ ἡγεμονικοῦ τῶν ἀξίων ἁπτόμενος, τὴν τοῦ ἰδίου βουλήματος γνῶσιν αὐτοῖς ἐντυποῖ. Τίς ἡ τοῦ πατρὸς προσθήκη; Ἵνα δείξῃ, ὅτι πατκρικὸν αὐτῷ τῆς προφητείας τὸ χάρισμα. Ἣν εἶδε κατὰ τῆς Ἰουδαίας. Τί βούλεται ἡ ἐπανάληψις; Ὅτι μὲν διὰ τυῦ πρώταυ, τὸ κοινὸν τῆς ὁράσεως, διὰ δὲ τοῦ δευτέροο, τὸ ἰδικὸν ἤδη σημαίνει, τίς καὶ ποταπὴ, καὶ τίνι διαφέρουσά ἐστιν ἡ ὅρασις. Δόγοι οὖν ὁρατοὶ, τουτέστι νῷ θεωρητοὶ, οὓς ἑώρακεν ὁ προφήτης, κατὰ τὸ ἐν τῇ Ἐξόδῳ εἰρημένον, ὅτι Πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν. Προοιμιάσαντο δὲ καὶ ἄλλοι προφῆται παραπλησίως· Ὅρασις Ἀβδίου· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ· Ἀκοὴν ἤκουσα παρὰ
9. It is our task, therefore, to take care of the mind, so that it may become clear-sighted when perfected through fitting exercises; whereas it is the gift of God that the Spirit shines upon us towards the understanding of His mysteries. Having placed vision first, he subjoined a declaration of words, in order to show that he did not receive them through hearing, but proclaims the meaning of the word impressed upon his mind. For we indeed have need of a voice to signify our thoughts; whereas God, touching the very governing faculty of the worthy, imprints upon them the knowledge of His own counsel. What is the addition of his father? To show that the gift of prophecy was ancestral for him. Which he saw against Judea. What does the repetition mean? That through the first he signifies the general character of the vision, while through the second he already signifies what is particular, what sort of vision it is, of what nature, and to whom it pertains. They are, then, visible words, that is, contemplable by the mind, which the prophet has seen, according to what is said in Exodus, that All the people saw the voice. Other prophets too made their prefaces in a similar way: The vision of Obadiah; thus says the Lord God to Idumea; I have heard a report from
Notes, col. 132

On the reading

Printed αισθητῶν, for αἰσθητῶν.

Printed δύνατόν, for δυνατόν.

Printed εμπροσθεν, for ἔμπροσθεν.

Printed ἐκγώρησον, for ἐκχώρησον.

Printed Σαμοὴλ, for Σαμουὴλ.

Printed πρυφήτης, for προφήτης.

Printed τρῦ, for τοῦ.

Printed ἔμροσθεν, for ἔμπροσθεν.

Printed πατκρικὸν, for πατρικὸν.

Printed τυῦ, for τοῦ.

Printed πρώταυ, for πρώτου.

Printed δευτέροο, for δευτέρου.

Printed Δόγοι, for Λόγοι.

PG 30:133Read from the page
Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε. Καὶ ἐπὶ τὸν Ναούμ· Λῆμμα Νινευή· βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου· Καὶ ἐπὶ τοῦ Ἀμβακούμ· Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης. Καὶ ὁ Μαλαχίας λῆμμα εἶπεν ἄνευ τῆς ὁράσεως, οὕτω λέγων· Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ. Καὶ ἐοίκασι διὰ τοῦ λήμματος ἐμφαίνειν, ὅτι οὐκ ἀφ' ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ἀλλὰ λαβόντες· ὥστε τὸ λῆμμα ἴσον δύνασθαι τῷ, δόμα παρὰ Θεοῦ. Οὗτοι μὲν οὖν ὁράσεως εἶναι τὰ βιολία φασίν· οἱ δὲ λοιποὶ προφῆται λόγους ἐκηκοέναι παρὰ Θεοῦ φασιν. Ὁ λόγος γὰρ, φησὶ, Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρὶ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα· καὶ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Ἰωᾶς βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου πρὸς Ὡσηὲ. Ἐν δὲ τῷ Ἀμώς· Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶν ἐκ Θεοκουὲ, οὓς εἶδε περὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Ἀντέστραπται ἡ τάξις ἐνταῦθα ὡς πρὸς τὸν Ἠσαίαν. Ἐκεῖ μὲν ὅρασις προτέτακται, καὶ λόγοι ἐπήχθησαν· Ἄκουε, οὐρανέ· ἐνταῦθα δὲ, λόγων προκειμένων, ὅρασις ἐπηκολούθησε· Λόγοι γὰρ Ἀμὼς, οὐχὶ ὅρασις Ἀμὼς, οὐχὶ οὓς ἤκουσεν, ἀλλὰ, Οὓς εἶδεν. Ἐν δὲ τῷ Μιχαίᾳ· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαν καὶ Ἀχάζ καὶ Ἐζεκίου βασιλέων Ἰαύδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήν· καὶ, Δόγος Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ· καὶ, Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν· καὶ, Αόγος Κυρίου ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσὶ υἱὸν τοῦ Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου τοῦ υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. Ἰδιότροπος δὲ καὶ ἡ τῶν χρόνων ἐπισημείωσις καὶ ἡ τοῦ λόγου ὑποδοχὴ παρὰ τῷ Ἀγγαίῳ εἴρηται. Ἐν τῷ δευτέρῳ γὰρ, φησὶν, ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Λγγαίου τοῦ προφήτου. Δοκεῖ δέ μοι τὸ ἐνταῦθα εἰρημένον, Ἐν χειρὶ, ἴσον δύνασθαι τῷ παρὰ τοῖς ἄλλοις ἀναγεγραμμένῳ λήμματι. Καὶ ἐπὶ τοῦ Ζαχαρίου δέ· Ἐν τῷ ὀγδόῳ
the Lord, and He has sent forth an encirclement among the nations. And in Nahum: The burden of Nineveh; the book of the vision of Nahum the Elkesite. And in Habakkuk: The burden which Habakkuk the prophet saw. Malachi too spoke of a burden without vision, saying thus: The burden of the word of the Lord upon Israel in the hand of His messenger. And by the word burden, literally a thing received, they seem to indicate that they do not possess the power of prophecy of themselves, but as having received it; so that burden is equivalent in force to a gift from God. These, then, say that their books are of a vision; whereas the rest of the prophets say that they have heard words from God. For it says: The word of the Lord which came to Hosea the son of Beeri in the days of Uzziah and Jotham and Ahaz and Hezekiah, kings of Judah, and in the days of Jeroboam the son of Joash, king of Israel. The beginning of the word of the Lord to Hosea. And in Amos: The words of Amos, which came in Accarim out of Tekoa, which he saw concerning Jerusalem in the days of Uzziah king of Judah, and in the days of Jeroboam king of Israel, two years before the earthquake. The order here is inverted in comparison with Isaiah. There vision has been placed first, and words were brought in afterwards: Hear, O heaven; whereas here, when words have been set forth first, vision followed: for it is The words of Amos, not the vision of Amos, not which he heard, but Which he saw. And in Micah: And the word of the Lord came to Micah the Morasthite, in the days of Jotham and Ahaz and Hezekiah, kings of Judah, concerning the things which he saw regarding Samaria and Jerusalem; and: The word of the Lord which came to Joel the son of Bethuel; and: The word of the Lord came to Jonah; and: The word of the Lord which came to Zephaniah the son of Cushi, the son of Gedaliah, the son of Amariah, the son of Hezekiah, in the days of Josiah the son of Amon, king of Judah. And in a distinctive manner both the notation of the times and the reception of the word have been stated in Haggai. For in the second year, it says, under Darius the king, in the sixth month, on the first day of the month, the word of the Lord came in the hand of Haggai the prophet. What is said here, In the hand, seems to me to be equivalent in force to the burden recorded in the others. And in Zechariah also: In the eighth
Notes, col. 133

On the reading

Printed βιολία, for βιβλία.

Printed ἐκηκοέναι, for ἀκηκοέναι.

Printed Ἰεροβοὰμ, for Ἱεροβοὰμ.

Printed Θεοκουὲ, for Θεκουὲ.

Printed Ἀχάζ, for Ἀχὰζ.

Printed Ἰαύδα, for Ἰούδα.

Printed Ἱερουσαλήν, for Ἱερουσαλήμ.

Printed Δόγος, for Λόγος.

Printed Αόγος, for Λόγος.

Printed ᾿Λγγαίου, for Ἀγγαίου.

PG 30:136Read from the page
10. Ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. Ἡ τῶν χρόνων παρατήρησις ἀναγκαία, ἵνα φανῇ, τὰ πρὸ πόσου χρόνου προῤῥηθέντα μετα πόσον χρόνον ἀπήντησε, καὶ ὅτι, ὅτε ἐπλεόνασεν ἡ ἀσθένεια, ὑπερεπερίσσευσεν ἡ παρὰ τοῦ Θεοῦ ἐπιμέλεια. Σχεδὸν γὰρ οἱ πλεῖστοι συνέδραμον ἀλλήλοις κατὰ τὸν χρόνον. Ὁσηὲ ἐν ἡμέραις Ὀζίου, καὶ ἐν ἡμέραις Ἰεροβοάμ. Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχάζ· Σοφονίας ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμῶς. Τῶν δὲ λοιπῶν οἱ μὲν ἀχρόνως ἀνέγραψαν τὰς προφητείας, οἱ δὲ τὰς τῶν βαρβάρων βασιλείας, ὡς γνωριμωτέρας διὰ τὸ κρατεῖν τηνικαῦτα, παρεσημήναντο. Ἀγγαῖος καὶ Ζαχαρίας, Ἀβδίας τε καὶ Ναοὺμ, καὶ Ἀμβακοὺμ, Ἰωνᾶς και Μαλαχίας τῶν χρόνων οὐκ ἐμνήσθησαν, ἀλλ' οὐδὲ οἱ πλείους πατέρων. Καὶ τάχα οἱ μὲν ἐξ ἐπισήμων πατέρων ἠδύναντο εὐπαράδεκτοι γενέσθαι. Πιστότεροι γὰρ οἱ γνωριμώτεροι· οἱ δὲ ἀσήμων γονέων παρεσιωπήθησαν. Οὐ μὴν οὗτος Ἀμὼς, ὃν τοῖς δώδεκα συντεταγμένον ἔχομεν, πατήρ ἐστι τοῦ Ἠσαίου· οὔτε γὰρ ἡ ἐκφώνησις ἡ αὐτὴ, οὔτε τὸ ὑπὸ τῆς φωνῆς σημαινόμενον· τὸ μὲν γὰρ δασυτέρῳ τῷ πνεύματι ἀναφωνεῖται, τὸ δὲ ψιλοτέρῳ. Καὶ τὰ δηλούμενα διάφορα· τὸ μὲν γὰρ τοῦ πατρὸς Ἠσαίου ὄνομα, καὶ τὸ τῆς φωνῆς ἰδίωμα, στερέωσιν καὶ δύναμιν καὶ ἰσχὺν ἐμφαίνει· τῷ δὲ τοῦ προφήτου, λόγος σκληρὸς δηλοῦται· πρὸ δὲ τοῦ Ἠσαίου ἔοικεν εἶναι ἡ προφητεία τοῦ Ὡσηὲ, διὰ τὸ εἰρῆσθαι· Ἀρχὴ λόγου Κυρίου πρὸς Ὡσηέ. Γνωστέον μέντοι, ὅτι ὁ Ὀζίας οὗτος ὁ αὐτὸς καὶ Ἀζαρίας εἴρηται· ἐν γὰρ τῇ προτέρᾳ τῶν Παραλειπομένων Ὀζίας εἴρηται. ἐν δὲ τῇ δευτέρᾳ τῶν Βασιλείων Ἀζαρίας. Πλὴν καὶ πατρὸς τοῦ αὐτοῦ, καὶ μητρός· ἡ μὲν γὰρ μήτηρ Χαλία, ὁ δὲ πατὴρ Ἀμασίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτός· πεντήκοντα δύο ἔτη. Ἐπὶ Ὁζίου προφήτεῦσεν Ἠσαίας, Ὡσηὲ καὶ Ἀμώς. Ἀλλ' ἐπειδὴ, Ἀρχὴ λόγου Κυρίου πρὸς Ὡσηὲ, μήποτε πρῶτος ἤρξατο προφητεύειν; Καὶ ἐπειδὴ ὁ Ἀμὼς πρὸ δύο ἐτῶν σεισμοῦ, μήποτε πρὸ τῆς ὁράσεως τοῦ Ἠσαίου, ἐν ᾗ φησι· Καὶ ἐπήρθη τὸ ὑπέρθυρον;
10. In the days of Uzziah and Jotham and Ahaz and Hezekiah. The observation of the times was necessary, so that it might become clear after how much time the things foretold how much time beforehand came to pass, and that when weakness abounded, the care from God abounded all the more exceedingly. For nearly the greatest number coincided with one another in time: Hosea in the days of Uzziah, and in the days of Jeroboam; Micah in the days of Jotham and Ahaz; Zephaniah in the days of Josiah the son of Amon. Of the rest, some recorded their prophecies without indication of time, while others noted the reigns of the barbarian kings, as being better known because they held sway at that time. Haggai and Zechariah, Obadiah too and Nahum, and Habakkuk, Jonah and Malachi made no mention of the times, nor indeed did most of them mention their fathers. And perhaps those descended from distinguished fathers could be readily accepted—for the better known command greater credence—whereas those born of obscure parents were passed over in silence. Yet this Amos, whom we have ranked among the Twelve, is by no means the father of Isaiah; for neither is the pronunciation the same, nor what is signified by the word, since the one is uttered with a rougher breathing, the other with a smoother. And the things signified are different: for the name of Isaiah's father, and the proper force of the word, indicates steadfastness and power and strength; whereas by that of the prophet, a hard word is signified. Moreover, the prophecy of Hosea appears to be earlier than Isaiah, because it is said: The beginning of the word of the Lord to Hosea. It must be known, however, that this same Uzziah is also called Azariah; for in the first Book of Chronicles he is called Uzziah, while in the second Book of Kingdoms he is called Azariah. Yet he is of the same father and mother: for his mother was Jecoliah, and his father Amaziah. And the length of his reign is the same: fifty-two years. Under Uzziah prophesied Isaiah, Hosea, and Amos. But since it says, The beginning of the word of the Lord to Hosea, did he perhaps begin to prophesy first? And since Amos prophesied two years before the earthquake, did he perhaps do so before the vision of Isaiah in which he says: And the lintel was lifted up?
Notes, col. 136

On the reading

Printed μετα, for μετὰ.

Printed Ὁσηὲ, for Ὡσηὲ.

Printed Ἰεροβοάμ, for Ἱεροβοάμ.

Printed και, for καὶ.

Printed Ὁζίου, for Ὀζίου.

Printed προφήτεῦσεν, for προεφήτευσεν.

PG 30:137Read from the page
11. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἐπειδὴ κατὰ γενεὰν πονηρὰν ἡ προφητεία ἐγένετο, οὐκ ἔχων ἐν τοῖς ἀνθρώποις τοὺς ἀκούοντας, οὐρανῷ καὶ γῇ διαλέγεται. Ἐπὶ γὰρ τούτων τῶν μαρτύρων ὁ νόμος ἐδόθη, Μωϋσέως εἰπόντος· Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἔπρεπεν οὖν τοὺς ὅτε ἐδίδοτο ὁ νόμος παραληφθέντας μάρτυρας, τοὺς αὐτοὺς κληθῆναι ἐπὶ τῷ ἐλέγχῳ τῆς παραβάσεως τοῦ νόμου. Ἐκκλησιάσατε γὰρ, φησὶ, πρὸς μὲ τοὺς φυλάρχους ὑμῶν, καὶ τοὺς πρεσβυτέρους ὑμῶν, καὶ τυὺς κριτὰς, καὶ τοὺς γραμματοεισαγωγεῖς, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν. Παρατετήρηται δὲ ὅτι ἐναντίως ἔχει ὡς πρὸς τὴν ᾠδὴν ὁ λόγος ἐνθάδε. Ἐκεῖ μὲν γάρ· Πρόσεχε, οὐρανὲ, ἢ κατὰ τὰς ἄλλας ἐκδόσεις, Ἐνωτίζου, οὐρανὲ, καὶ ἀκουέτω γῆ· ἐνταῦθα δέ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὅτι ὅταν μὲν τὰ ὑψηλὰ φρονῇ ὁ λαὸς, καὶ Θεοῦ μὴ ἀποστῇ, ὡς ἐκ τοῦ σύνεγγυς ὄντα τὸν οὐρανὸν προσκαλεῖται, καὶ ἐντίθεσθαι εἶς τὰ ὦνα τοὺς λόγους παρακαλεῖ· τοῦτο γάρ ἐστι τὸ, Ἐνωτίζου. Ὅταν δὲ μακρυνθῇ τῶν οὐρανίων, ὡς μακρὰν ὄντι αὐτῷ διαλέγεται· Ἄκουε, οὐρανέ.
11. Hear, O heaven, and give ear, O earth, for the Lord has spoken. Since the prophecy took place during a wicked generation, having none among men who would hear, he addresses heaven and earth. For before these witnesses the law was given, when Moses said: I call both heaven and earth to witness to you today; and again: Give heed, O heaven, and I will speak; and let earth hear the words out of my mouth. It was fitting, therefore, that the witnesses taken when the law was being given should be the very ones summoned at the reproof of the transgression of the law. Gather together to me, he says, your tribal leaders, and your elders, and your judges, and your officers, so that I may speak into their ears, and call both heaven and earth to witness to them. Now it has been observed that the saying here stands in the opposite order to the Song. For there it says: Give heed, O heaven, or according to the other editions, Give ear, O heaven, and let earth hear; whereas here: Hear, O heaven, and give ear, O earth. Because when the people minds lofty things and does not depart from God, he summons heaven as being near at hand, and exhorts it to take the words into its ears—for this is what Give ear means. When, however, the people has removed itself far from heavenly things, he speaks to heaven as being far off: Hear, O heaven.
12. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς. Διὰ τοῦτο Μωϋσῆς μὲν ὡς ἐγγὺς ἔχων τὸν οὐρανὸν, διὰ τὴν προκοπὴν τοῦ λαοῦ, Πρόσεχε, οὐρανὲ, ἢ, Ἐνωτίζου, ὡς οἱ λοιποί. Ἠσαίας δὲ, ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, καὶ τὰ γήινα φρονοῦντος, ὡς σύνεγγυς τὴν οὖσαν, τὴν γῆν εἰς τὰ ὦτα τοὺς λόγους δέχεσθαι ἐπιτάσσει· τοῦτο γάρ ἐστι τὸ ἐνωτίζεσθαι. Ἡ μετωνυμικῶς οὐρανὸν μὲν τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας· ὡς πόλιν λέγομεν τοὺς ἐν τῇ πόλει, καὶ γῆν τοὺς ἐν αὐτῇ πάντας· πρὸς τὸ μὴ ἐντεῦθεν περιελκυσθῆναι ἡμᾶς ἔμψυχα νομίζειν τὸν οὐρανὸν καὶ τὴν γῆν. Οὕτω γὰρ καὶ θρόνος Θεοῦ λέγεται ὁ οὐρανὸς, ἐκ τοῦ τὰς ἐπουρανίους δυνάμεις παγίως ἓν αὐταῖς τὴν τοῦ Θεοῦ γνῶσιν ἐνιδρυμένην ἔχειν. Καὶ ἡ γῆ, ὑποπόδιον, διὰ τὸ τοὺς ἐπὶ γῆς ἀνθρώπους τὰ τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Κατὰ τοῦτο εἴρηται· Ἀνὴρ πανοῦργος, θρόνος αἰσθήσεως· θρόνος δὲ ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. Ὥσπερ καὶ αἰσθήσεως θρόνος, ὁ αἰσθητικὸς καὶ ἔμφρων· οὕτως Θεοῦ θρόνος, ὁ χωρήσας τὰ ἀνωτάτω περὶ Θεοῦ διηγήσεως. Ὅτι Κύριος ἐλάλησε. Φοβερὸν τὸ παρακούειν τῶν τοῦ Θεοῦ λόγων.
12. The same holds in the case of the earth as well. On this account Moses, having heaven near at hand because of the progress of the people, says: Give heed, O heaven, or, Give ear, as the others render it. Isaiah, however, since the people is in sins and minds earthly things, commands the earth, as being the one near at hand, to receive the words into its ears; for this is what to give ear means. Or metonymically he calls heaven those who dwell in heaven—just as by city we mean those in the city, and by earth all who are upon it—so that we may not be drawn away from this into supposing that heaven and earth are animate. For in this way too heaven is called the throne of God, from the fact that the heavenly powers have the knowledge of God firmly established within themselves. And the earth is His footstool, because men upon earth are scarcely able to grasp the lowest of the things concerning God. In accordance with this it has been said: A shrewd man is a throne of perception; but a woman who hates righteous things is a throne of dishonour. Just as the perceptive and prudent man is a throne of perception, so too he who has grasped the highest matters of discourse concerning God is a throne of God. For the Lord has spoken. Fearful it is to disregard the words of God.
Notes, col. 137

On the reading

Printed τυὺς, for τοὺς.

Printed εἶς, for εἰς.

Printed ὦνα, for ὦτα.

Printed Ἡ, for Ἢ.

Printed ἓν, for ἐν.

PG 30:140Read from the page
13. Υἱοὺς ἐγέννησα καὶ ὕψῶσα, αὐτοὶ δέ με ἠθέτησαν. Ὢ τῆς φιλανθρωπίας! Δικαιολογεῖται ὁ Δεσπότης, ἵνα μετὰ τὰς ἀποδείξεις ἐπαγάγῃ τὰ πρὸς ἀξίαν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Σύνθετος ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος· ἡ σὰρξ ἀπὸ τῆς γῆς, ἡ ψυχὴ οὐρανία. Ἐπεὶ οὖν πρὸς ἀμφότερα αὐτῷ ἡ συγγένειά ἐστιν, ἐπὶ τῶν οἰκειοτάτων αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Γενέσεως εἴδη δύο. Ἡ μὲν, ἡ κατὰ Θεὸν μόρφωσις, ἐξ ἔργων καὶ παραδοχῆς δογμάτων ἐπιτελουμένη· ὡς γεννᾷ Παῦλος διὰ τοῦ Εὐαγγελίου, καὶ τοὺς ἐκπέσοντας ὠδίνει, καὶ διαμορφοῖ ἀναπλάσσων αὐτοὺς εἰς εὐσέβειαν· ἡ δέ τίς ἐστιν, ἡ εὶς τὸν βίον εἴσοδος, ὡς τὸ, Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς. Ἀμφοτέρας οὖν αὐτοῖς προφέρει, καὶ ὀνειδίζει, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν ἀχθέντες, καὶ κατ' εἰκόνα Θεοῦ γενόμενοι (τοῦτο γάρ ἐστι τὸ καὶ γεννηθῆναι καὶ ὑψωθῆναι), οὔτε ὡς Κτίστῃ ηὐχαριστήσατε, οὔτε ὡς πατρὶ ἑαυτοὺς ὡμοιώσατε· ἀλλὰ διὰ τῆς πρὸς τὸ χεῖρον τροπῆς ἠθέτησαν μὲν τὸν Θεὸν, πατέρα δὲ ἑαυτῶν ἐποίησαν τὸν διάβολον Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου γεγέννηται· καὶ ὁ Κύριος δὲ τοῖς πονηρευομένοις φησιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Μεγάλη μὲν οὖν κατηγορία, καὶ τὸν υἱὸν ὄντα καὶ τῆς σωματικῆς γενέσεως τετυχηκότα, ἀγνώμονα εἶναι περὶ τὸν γεννήσαντα· ἀφορήτου δὲ μίσους ἄξιος ὁ καὶ ὑψωθεὶς τῷ γενέσθαι τῶν οὐρανίων μέτοχος, καὶ μηδὲ οὕτως ἐπιμένων τῇ πρὸς τὸν εὐεργέτην ἀγάπῃ.
13. I have begotten and exalted sons, but they have rejected me. O the love towards mankind! The Master pleads His case, so that after the proofs He may bring on what accords with desert. I have begotten and exalted sons. Man is compounded of soul and body: the flesh is from the earth, the soul heavenly. Since, therefore, he has kinship with both, He convicts his sin before what is most akin to him. I have begotten and exalted sons. There are two kinds of generation. The one is the formation according to God, accomplished out of works and the acceptance of doctrines—as Paul begets through the Gospel, and travails over those who have fallen away, and forms them anew, refashioning them unto godliness; and the other is a certain entrance into life, as in the saying: This is the book of the generation of heaven and earth. Both, therefore, He sets before them, and reproaches them because, having been brought from non-existence into generation and having been made according to the image of God (for this is what it is both to have been begotten and to have been exalted), you neither gave thanks as to a Creator, nor likened yourselves as to a father; rather, through their turn towards the worse they rejected God, and made the devil their own father. For everyone who commits sin has been begotten of the devil; and the Lord too says to the wicked: You are of your father the devil. Great indeed, then, is the accusation that even one who is a son and has obtained bodily generation should be ungrateful towards him who begot him; yet worthy of intolerable hatred is he who has also been exalted by becoming a partaker of heavenly things, and not even so abides in love towards his Benefactor.
14. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Βοῒ καὶ ὄνῳ συγκρίνεται ὁ ἀθετήσας Θεόν. Ἐπειδὴ γὰρ Ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Τοιοῦτοι δέ εἰσιν οἱ μὴ κατὰ λόγον, ἀλλὰ κατὰ πάθος ζῶντες, ἐκ τῆς ἀλογίας πρὸς τὸν κτηνώδη βίον ὑποφερόμενοι. Τὰ σύντροφα δὲ τοῖς ἀνθρώποις καὶ γνώριμα πρὸς τὴν εἰκόνα παρέλαβεν, ἵνα αἰσχυνώμεθα, καὶ τούτων ὄντες ἀσυνετώτεροι, καὶ μηδὲ ἧς παρὰ τῶν ἀλόγων εὐνοίας τυγχάνομεν, ταύτης αὐτοὶ τῶ κτίσαντι ἡμᾶς μεταδιδόντες. Βοῦς μὲν γὰρ, ὁ συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται, καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπιγινώσκει· ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς τῆς καταλύσεως συνήθεις τόπσυς ὁρμᾷ. Εἰ οὖν τοῖς ἀλόγοις τοσαύτη πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια, πόσον ἡ λογικὴ φύσις τῆς πρὸν τὸν Θεὸν ἀγά-
14. The ox knows his owner, and the ass his master's crib; but Israel has not known me, and my people has not understood me. He who has rejected God is compared to an ox and an ass. For since, Being in honour, he did not understand, he was compared to the senseless beasts, and became like them. Such are those who live not according to reason, but according to passion, slipping down out of irrationality into a brutish life. And He took for the comparison creatures reared together with men and familiar to them, so that we might be put to shame, both at being more senseless than these, and at not even imparting to Him Who created us that goodwill which we ourselves obtain from irrational creatures. For the ox, given over to us as a fellow-worker for tillage, both perceives the voice of him who feeds him and recognizes the one who customarily brings him his nourishment; while the ass of his own accord hastens to the accustomed places of his lodging. If, then, irrational creatures have so great a familiarity towards him who cares for them, how great a
Notes, col. 140

On the reading

Printed ὕψῶσα, for ὕψωσα.

Printed ἐκπέσοντας, for ἐκπεσόντας.

Printed εὶς, for εἰς.

Printed τῶ, for τῷ.

Printed τόπσυς, for τόπους.

Printed πρὸν, for πρὸς.

PG 30:141Read from the page
πης τὸ μέτρον ἀπαιτηθήσεται; Παρατήρει δὲ, ὅτι ὁ βοῦς πλείονα τὴν σύνεσιν ἔχειν παρὰ τὸν ὅσον μεμαρτύρηται. Ὁ μὲν γὰρ αὐτὸν ἔγνω τὸν κτησάμενον, ὁ δὲ τὴν φάτνην μόνον. δεικνύντος τοῦ λόγου, ὅτι τὸ γαστρίμαργον ζῶον τὸν τῆς ἡδονῆς μόνον γνωρίζει τόπον, ὁ δὲ ἔχει τινὰ κάὶ αὐτοῦ τοῦ καλοῦ καὶ ὠφελίμου σύνεσιν. Διόπερ ὡς ἀνοικείως ἐχόντων τῶν ζώων πρὸς ἄλληλα, ἐν Δευτερονομίῳ ἀπηγόρευται ἀροτριᾷν. Ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό· τουτέστι, τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον, τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Οὐ γὰρ τῶν βοῶν μέλει τῷ Θεῷ ἀλλὰ δι' ἡμᾶς πάντως ἐγράφη, Ἀλλαχοῦ δὲ πάλιν συνέζευκται. Μακάριος γὰρ ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὔ βοῦς καὶ όνος πατεῖ· τουτέστι ὁ τῷ διδακτικῷ λόγῳ τό τε φιλόπονον τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλήδονον αὐτῆς θεραπεύων. Ὥσπερ γὰρ τὸ ζῶον ἀχθοφορικὸν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς τῷ βάρει τῆς ἁμαρτίας καταπεφόρτισται.
measure of love towards God will be required of rational nature? Observe, too, that the ox is attested to possess greater understanding than the ass. For the one knew his very owner, whereas the other knew only the crib—the word showing that the gluttonous animal recognizes only the place of pleasure, whereas the other possesses a certain understanding even of what is noble and profitable itself. Wherefore, since the animals are ill-suited to one another, it is forbidden in Deuteronomy to plough With a young bull and an ass together: that is, do not yoke what is spirited and industrious in the soul with what loves pleasure and is subject to passion. For God is not concerned for oxen, but it was altogether written on our account. Elsewhere, however, they have again been yoked together: For blessed is he who sows upon every water, where ox and ass tread; that is, he who by the word of teaching both rouses up the industrious part of the soul and heals its pleasure-loving part. For just as that animal is burden-bearing, so too the appetitive part of the soul has been weighed down by the burden of sin.
15. Καὶ βοῦς μὲν τὸν κτησάμενον ἔγνω, Ἰσραὴλ δέ με οὐκ ἔγνω τὸν κτίσαντα· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αἰτοῦ ἐπέγνω, Ἰσραὴλ δέ με οὐ συνῆκε. Καὶ φάτναι μὲν πολλαὶ, ἀλλ' ὅμως ὁ ὄνος τῆς τοῦ κεκτημένου αὐτὸν φάτνης οὐκ ἀποσφάλλεται. Θεὸς δὲ εἷς, καὶ ὁ ἀγνώμων λαὸς ἐπὶ τοὺς μὴ ὄντας θεοὺς ἀποπλανᾶται. Ἐμὲ οὐ συνῆκε, τον δι' οὐρανοῦ γνωριζόμενον, τὸν διὰ γῆς καὶ θαλάσσης δεικνύμενον· τὸν διὰ ἡλίου, καὶ σελήνης, τὸν διὰ τῶν ἀστέρων, τὸν διὰ πάσης τῆς κτίσεως καταμηνυόμενον. Οἰκείως δὲ τῇ μὲν τοῦ βοὸς εἰκόνι ὁ Ἰσραὴλ ἀποδέδοται, τῇ δὲ τοῦ ὄνου ὁ ἁπλῶς λαός. Ὁση γὰρ βοῒ πρὸς ὄνον ἡ διαφορὰ, τοσοῦτον τοῦ Ἰσραὴλ, ὃς ἑρμηνεύεται ὁ ὁρῶν Θεὸν, πρὸς τὸν ἁπλῶς λαὸν χρηματίζοντα τὸ διάφορον.
15. And the ox indeed knew his owner, whereas Israel did not know me, Who created him; and the ass recognized his master's crib, whereas Israel did not understand me. Now there are many cribs, and yet the ass does not stray from the crib of him who owns him; whereas God is one, and the ungrateful people wanders away after gods that do not exist. Me it did not understand, Who am made known through heaven, Who am shown through earth and sea, Who am declared through sun and moon, through the stars, and through the whole creation. Fittingly, too, Israel has been assigned to the image of the ox, and the people simply so called to that of the ass. For as great as is the difference between an ox and an ass, so great is the distinction between Israel, which is interpreted as he who sees God, and what bears merely the title of people.
16. Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι! Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται· ὡς τὸ. Ἐν πολλῷ ἔθνει, δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου· καὶ τὸ, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶναι ἁμαρτωλὸν ἀρξάμενοι, κατὰ τὴν ἐν πονηρίᾳ αὔξησιν γίνονται λαὸς πλήρης ἀνομιῶν, καὶ ἀπὸ τοῦ σπέρμα πονηρὸν εἶναι, ἐπὶ τὸ
16. Woe, sinful nation, a people full of sins, wicked seed, lawless sons! Nation and people are in many places spoken of conjointly; as in the saying: In a numerous nation is the glory of a king, while in the failing of a people is the ruin of a ruler; and the saying: Why did the nations rage, and the peoples meditate vain things? Here, however, having begun from being a sinful nation, through their growth in wickedness they become a people full of iniquities, and from being a wicked seed, they advance to
Notes, col. 141

On the reading

Printed ὅσον, for ὄνον.

Printed κάὶ, for καὶ.

Printed οὔ, for οὗ.

Printed όνος, for ὄνος.

Printed αἰτοῦ, for αὐτοῦ.

Printed τον, for τὸν.

Printed Ὁση, for Ὅση.