Migne Reading Room

PG 29 · cols. 472–481 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:472Read from the page
προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι. Διὰ τοῦτο ἐκεῖ μέν φησιν, Εἶπα, Φυλάξω τὰς ὁδούς μου, καὶ διηγεῖται τοῦ ἁμαρτωλοῦ τὴν ἐπισύστασιν, καὶ τὴν οἰκείαν μακροθυμίαν· Ἐν τῷ συστῆναι γὰρ, φησὶ, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· εἶτα προϊὼν λέγει· Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· εἶτα, Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ ἄρχεται διαπορητικῶς, οἱονεὶ τῇ ἑαυτοῦ ψυχῇ διαλεγόμενος, ὡς ἐξ ἀκολουθίας τῶν προειρημένων. Ἵνα γὰρ μὴ τῷ φρονήματι τῆς σαρκὸς ἡ ψυχὴ ὑποταγεῖσα, πρὸς ὀργὰς καὶ λύπας διερεθίζηται, ἵνα τί, φησὶ, δούλην ποιοῦμαι πονηρῶν παθῶν τὴν ψυχήν, παρὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ τὴν ἡγεμονίαν τοῦ σώματος καὶ τῶν ἐν αὐτῷ παθημάτων πεπιστευμένην; Δεῖ τοίνυν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι. Διὰ τοῦτο ἀποτεινόμενος ὁ Προφήτης τῷ ἐπάγοντι τοὺς πειρασμοὺς, καὶ τὸν πολὺν ὄχλον αὐτῷ τῶν κακῶν ἐπεγείροντι, καὶ σπουδὴν ἔχοντι δουλαγωγῆσαι τὸ φρόνημα
he holds it already grasped beforehand in his own heart that he has come into being out of clay. On this account he says there, on the one hand, I said, I will guard my ways, and recounts the conspiring of the sinner, and his own long-suffering: For when the sinner stood up, he says, against me, I became deaf and was humbled, and kept silence from good things; then proceeding he says: Yet all things together are vanity, every man living; then, He lays up treasure, and knows not for whom he will gather it. In the psalm before us, on the other hand, he begins in the manner of an inquiry, conversing as it were with his own soul, as following in sequence upon what had been said beforehand. For lest the soul, subjected to the mindset of the flesh, be provoked unto angers and griefs, why, says he, do I make the soul a slave of wicked passions, when it has been entrusted by God Who created it with the governance of the body and of the passions within it? One must therefore rule over the passions, on the one hand, and serve God, on the other. For it is impossible for it to be reigned over both by sin and by God; rather, it must prevail over wickedness, and be subjected to the Master of all things. On this account the Prophet, directing his speech against him who brings on temptations, and stirs up the great crowd of evils against him, and is eager to enslave the mindset
2. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Τὴν αἰτίαν εἶπε τῆς περὶ τὴν ὑποταγὴν σπουδῆς· ὅτι τὸ σωτήριον παρὰ τοῦ Θεοῦ. Ἴδιον γὰρ Δημιουργοῦ τὸ τῶν ἑαυτοῦ ποιημάτων τῆς ἀσφαλείας φροντίζειν. Ἢ, Παρ' αὐτοῦ τὸ σωτήριον· ἐπειδὴ προφητικῶς προορώμενος τὴν μέλλουσαν ἔσεσθαι χάριν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, ταῦτά φησιν· ὅτι δουλεύειν δεῖ τῷ Θεῷ, καὶ ἀγαπᾷν αὐτὸν, ὃς τηλικαύτην εὐεργεσίαν εἰς τὸ γένος τῶν ἀνθρώπων προκατεβάλετο, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι, ἀλλ' ὑπὲρ πάντων ἡμῶν παραδοῦναι. Σωτήριον γὰρ ἔθος ὀνομάζειν τῇ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ· ὥς που καὶ Συμεών φησι· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Ὑποταγησώμεθα οὖν τῷ Θεῷ, διότι παρ' αὐτοῦ τὸ σωτήριον. Τί δέ ἐστι τὸ σωτήριον, ἑρμηνεύει. Οὐκ ἐνέργειά τις ψιλὴ, χάριν τινὰ ἡμῖν παρεχομένη εἰς ἀπαλλαγὴν ἀσθενείας, καὶ σώματος εὐεξίαν. Ἀλλὰ τί ἐστι τὸ σωτήριον; Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Θεὸς ἡμῶν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Υἱός. Ὁ αὐτὸς καὶ Σωτὴρ τοῦ γένους τῶν
2. Shall not my soul be subjected to God? for from Him is my salvation. He stated the cause of his earnestness concerning subjection: because salvation is from God. For it is proper to a Creator to take thought for the safety of His own works. Or, From Him is salvation: since, prophetically foreseeing the grace of the incarnation of the Lord that was about to be, he says these things: that one must serve God, and love Him, Who laid down beforehand so great a benefaction towards the race of men as not even to spare His own Son, but to deliver Him up on behalf of us all. For it is the custom of Scripture to name the Christ of God salvation; just as Simeon also somewhere says: Now Thou dismissest Thy servant, O Master; because my eyes have seen Thy salvation. Let us therefore be subjected to God, wherefore from Him is salvation. And what salvation is, he interprets. It is not some bare operation, affording us some favour unto deliverance from infirmity, and bodily well-being. Rather, what is salvation? For indeed He Himself is my God and my Saviour, my Helper; I shall not be shaken any further. Our God is the Son Who is from God. He Himself is also the Saviour of the race of
PG 29:473Read from the page
ἀνθρώπων, ὁ τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, ὁ τὸν ἐκ τῶν πειρασμῶν ἐγγινόμενον ταῖς ψυχαῖς ἡμῶν σάλον ἐπανορθούμενος. Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον· ἀνθρωπίνως ὁμολογεῖ τὴν σάλον. Ἐπὶ πλεῖον, Ἀμήχανον γὰρ ἐν ἀνθρώπου ψυχῇ μὴ γενέσθαι τινὰ σάλον ἀπὸ τῶν πειρασμῶν. Ἕως μὲν οὖν μικρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σαλευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλεῖον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Ἐγὼ τοίνυν, φησὶν, ἐσαλεύθην μὲν ὡς ἄνθρωπος· ἐπὶ πλεῖον δὲ οὐ μὴ σαλευθῶ, διὰ τὸ ἀντιστηρίζεσθαι τῇ δεξιᾷ χειρὶ τοῦ Σωτῆρος.
men, Who props up our weakness, Who sets right the tossing that arises in our souls out of temptations. I shall not be shaken any further: in human fashion he confesses the tossing. Any further, For it is impossible that in a man's soul there should not occur some tossing from temptations. So long, therefore, as we commit small and few sins, being whirled about like plants by a gentle breeze, we are shaken somewhat gently; but whenever the evils are more numerous and greater, in proportion to the increase of the sins the tossing also naturally intensifies. And some are shaken still further; and others even to the point of being overturned roots and all and cast down, when, more violently than any tempest, the spiritual forces of wickedness tear away what are as it were the roots of the soul, by which it had been propped up in faith towards God. I, therefore, he says, was shaken indeed as a man; yet I shall not be shaken any further, because I am propped up in turn by the right hand of the Saviour.
3. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Πάλιν τοῖς πονηροῖς ὑπηρέταις τοῦ διαβόλου μάχεται, τὴν ἀμετρίαν αἰτιώμενος ὁ λόγος τῆς παρ' αὐτῶν ἐπαγομένης ἐπιβουλῆς. Ὅτι οἱ μὲν ἄνθρωποί εἰσι ζῶον ἀσθενές· ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι τῇ πρώτῃ προσβολῇ· ἀλλὰ καὶ δευτέραν καὶ τρίτην ἐπάγετε, ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ παραπεσόντος ὑμῖν καταστρέψητε, ὥστε γενέσθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνατραπέντι. Τοῖχος δὲ, ἕως μὲν ὅτε τὴν ὀρθὴν διαφυλάσσει στάσιν, πάγιος μένει· ἐπειδὰν δὲ κλιθῇ, ἀνάγκη πᾶσα αὐτὸν διαλυθέντα πεσεῖν. Τὰ μὲν γὰρ ἡνωμένα βάρη μετὰ τὴν κλίσιν ὀρθοῦται, τὰ δὲ ἐκ πλειόνων συγκείμενα, ἐπειδὰν ἐφ' ἓν τὴν ῥοπὴν πάθῃ, οὐκέτι δέχεται τὴν ἐπανόρθωσιν. Ἐνδείκνυται τοίνυν ὁ λόγος, ὅτι ἡ φύσις ἡ τοῦ ἀνθρώπου, σύνθετος οὖσα, ἐκλίθη μὲν ὑπὸ τῆς ἁμαρτίας, λυθῆναι δὲ πάντως αὐτὴν χρή· ὥστε, ὑπὸ τοῦ ἐξ ἀρχῆς οἰκοδομήσαντος αὐτὴν τεχνίτου πάλιν ἀνασκευασθεῖσαν, τὸ ἀσφαλὲς καὶ ἀκατάλυτον καὶ πρὸς δευτέραν πτῶσιν ἀνεπιβούλευτον ἀπολαβεῖν. Θεοῦ γεώργιον, φησὶ, Θεοῦ οἰκοδομή ἐστε. Τὴν οἰκοδομὴν ταύτην κατέσεισεν ὁ ἐχθρός· τὰ γενόμενα ἐν αὐτῇ ῥήγματα ἀνεσκεύασεν ὁ Δημιουργός. Οὕτως ἀναγκαία μὲν ἡ πτῶσις διὰ τὴν ἁμαρτίαν, μεγάλη δὲ ἡ ἀνάστασις διὰ τὴν ἀθανασίαν. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον
3. How long do you set upon a man? do all of you murder, as against a leaning wall and a tottering fence? Again the discourse fights against the wicked ministers of the devil, blaming the excessiveness of the plot brought on by them. Because men, on the one hand, are a weak living creature; and you, on the other, set upon them, not content with the first assault; rather, you bring on both a second and a third, until thus you overturn the soul of him who has fallen in your way, so that it becomes like a wall that has leaned and a fence that has been overturned. Now a wall, so long as when it preserves its upright standing, remains firm; but whenever it leans, there is every necessity that it be dissolved and fall. For united weights, on the one hand, are set upright again after leaning, whereas things compounded out of many parts, whenever they suffer inclination to one side, no longer admit of setting right. The discourse therefore shows forth that the nature of man, being composite, was made to lean indeed by sin, and must altogether be dissolved; so that, refashioned again by the Craftsman Who built it from the beginning, it may recover a state secure and indissoluble and unassailable against a second fall. You are God's tillage, he says, God's building. This building the enemy shook down; the breaches that occurred in it the Creator repaired. Thus necessary indeed was the fall on account of sin, and great is the resurrection on account of immortality. Yet they took counsel to thrust away my honour; they ran
Notes, col. 473

On the reading

Printed τὴν, for τὸν.

PG 29:476Read from the page
ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Τιμὴ ἀνθρώπου τὸ αἷμα τοῦ Χριστοῦ· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ταύτην οὖν τὴν τιμὴν ἐβουλεύσαντο ἄχρηστον ἡμῖν καταστῆσαι, τοὺς ἅπαξ ἐλευθερωθέντας πάλιν εἰς δουλείαν ἐνάγοντες, οἱ στρατιῶται τοῦ πονηροῦ. Ἔδραμον ἐν δίψει. Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ' ἡμῶν, διψῶντες ἡμῶν τὴν ἀπώλειαν. Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέγοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργῖλον ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνητον ὡς οἰκονομικὸν ἐπαινοῦσι, τὸν ἄσωτον ὡς ἐλευθέριον, τὸν πόρνον καὶ ἀσελγῆ ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκορίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατακρίσει δι' ὧν ἀποδέχονται καθιστῶντες. Πάλιν τῇ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπιτείνων. Πλὴν τῷ Θεῷ, φησὶν, ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου. Ἐνδείκνυται τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν. Παρ' αὐτοῦ γὰρ ἡ ὑπομονή μου
in thirst; with their mouth they blessed, and with their heart they cursed. The honour of man is the blood of Christ; For you were bought with a price, he says; do not become slaves of men. This honour, therefore, the soldiers of the evil one took counsel to render useless to us, leading back again into slavery those who had once been set free. They ran in thirst. He means the intensity of the plot of the demons, that they run against us, thirsting for our destruction. With their mouth they blessed, and with their heart they cursed. There are many who approve wicked deeds, calling the buffoon witty, and the foul-mouthed man urbane; the bitter and irascible man they name not to be despised; the stingy and unsharing man they praise as thrifty, the profligate as liberal, the fornicator and licentious man as someone convivial and easy-going; and in a word, they gloss over every vice by the name of the neighbouring virtue. Such men bless indeed with the mouth, and curse with the heart. For in the fair-sounding praise of their words they bring every curse upon their life, rendering them liable to eternal condemnation through the things that they approve. Again he converses with the soul, intensifying its subjection towards God. Yet to God, he says, be subjected, O my soul, because from Him is my endurance. He shows forth the greatness of the temptations, and states the saying of the Apostle: that He will not suffer us to be tempted above what we are able to bear. For from Him is my endurance
4. Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. Μακάριος ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψηλῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν· ὁ καύχημα ἔχων ἑαυτοῦ τὸν Χριστόν· ὁ δυνάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Νῦν δὲ πολλοὶ μὲν ἐνδοξάζονται σώματι, οἱ περὶ τοὺς γυμνικοὺς ἐσχολακότες ἀγῶνας, ἢ ὅλως οἱ ἐπὶ τῇ ἀκμῇ τῆς ἡλικίας σφριγῶντες· πολλοὶ δὲ τῇ κατὰ τοὺς πολέμους ἀνδρίᾳ, οἱ καὶ τὸ φονεύειν τοὺς ὁμοφύλους ἀρετὴν τιθέμενοι. Ἡ γὰρ ἐν τοῖς πολέμοις ἀριστεία καὶ τὰ τρόπαια ὑπὸ στρατηγοῦ καὶ πόλεων ἐγειρόμενα κατὰ τὴν τοῦ φονεύειν περιουσίαν γίνεται. Ἄλλοι δοξάζονται, τείχη πόλεσι περιβάλλοντες·
4. Upon God is my salvation and my glory; He is the God of my help, and my hope is upon God. Blessed is he who exults in none of the lofty things of life, but has God as his own glory; he who has Christ as his own boast; he who is able to say according to the Apostle: But far be it from me to boast save in the cross of Christ. Yet now many glory in the body, those who have devoted their leisure to gymnastic contests, or in general those swelling with vigour at the prime of age; and many in bravery in wars, who even count the slaying of men of their own race as virtue. For prowess in wars and trophies raised by a general and by cities come about according to abundance of slaying. Others are glorified in casting walls around cities;
Notes, col. 476

On the reading

Printed ὀργῖλον, for ὀργίλον.

PG 29:477Read from the page
καὶ ἄλλοι ἐν ὑδραγωγῶν κατασκευαῖς, καὶ γυμνασίων μεγάλων οἰκοδομήμασιν. Ὁ δεῖνα δὲ τὸν πλοῦτον ἑαυτοῦ θηριομάχοις προσαναλίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαίνοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον ἐν τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ ἁμαρτίαν ἐπὶ τῶν πινάκων δείκνυσιν. Ἄλλος ἐπὶ πλούτῳ δοξάζεται· καὶ ἄλλος, ὅτι ῥήτωρ ἐστὶ δεινός τις καὶ ἄμαχος, ἢ τῆς κατὰ τὸν κόσμον σοφίας ἔμπειρος. Ὧν πάντων ἐλεεῖν τὴν δόξαν προσῆκε· μακαρίζειν δὲ τοὺς τὸν Θεὸν ἑαυτῶν δόξαν ποιουμένους. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ' αὐτοῦ τὰ μεγάλα· πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου Βασιλέως, προσκληθεὶς παρ' αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν, λαβὼν τὸ Πνεῦμα τῆς ἐπαγγελίας, ὥστε σφραγισθεὶς ἐν αὐτῷ υἱὸς ἀποδειχθῆναι Θεοῦ; Ἐν ἑαυτῷ δὲ γνοὺς τὸ ὄφελος τῆς γνησίας ἐπὶ Θεὸν ἐλπίδος, ἐπὶ τὸν ἴσον ἑαυτοῦ ζῆλον παρακαλεῖ τὸν λαὸν, λέγων· Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ἀμήχανόν ἐστι χωρητικοὺς ἡμᾶς γενέσθαι τῆς θείας χάριτος μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμετοῖς ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος δυσώδους ὑγροῦ, μὴ ἐκπλυνθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶδε μὴ πάντας ἀκολουθοῦντας αὐτοῦ τῷ παραγγέλματι, μηδὲ καταδεχομένους ἐλπίζειν ἐπὶ τὸν Θεὸν, ἀλλ' ἔχοντας τὴν ἐλπίδα ἐπὶ τὰ μάταια τοῦ βίου. Διὰ τοῦτό φησι· Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων. Διὰ τί μάταιοι; Ἐπειδὴ ψευδεῖς. Ποῦ μάλιστα αὐτῶν τὸ ψεῦδος ἐλέγχεται; Ἐν ζυγοῖς, φησὶ, τοῦ ἀδικῆσαι. Ποίοις φησὶ ζυγοῖς; Μὴ γὰρ πάντες ἄνθρωποι ζυγοστατοῦσι; μὴ πάντες ἐριοπῶλαι, ἢ κρεωπῶλαι, ἢ χρυσὸν ἢ ἄργυρον διατίθενται, ἢ ὅλως περὶ ταύτας τὰς ὕλας τὴν σπουδὴν ἔχουσιν, ἃς ζυγοῖς καὶ σταθμοῖς πεφύκασιν οἱ ἔμποροι διαμείβειν; Ἀλλὰ πολὺ μὲν τὸ τῶν βαναύσων γένος, ζυγῶν οὐδὲν εἰς τὴν ἐργασίαν αὐτῶν προσδεόμενον· πολλοὶ δὲ οἱ ναυτιλλόμενοι· πολλοὶ δὲ οἱ περὶ τὰ δικαστήρια καὶ τὸ ἄρχειν στρεφόμενοι, παρ' οἷς μὲν τὸ ψεῦδός ἐστιν, ὁ δὲ διὰ τῶν ζυγῶν δόλος οὐκ ἐπιτηδεύεται. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι ἑκάστου ἡμῶν ἐν τῷ κρυπτῷ ζυγός τις ἐστὶ
and others in constructions of aqueducts, and buildings of great gymnasia. And such a one, spending his own wealth lavishly on beast-fighters, and exulting in the vain shouts of the populace, is puffed up by praises, and thinks highly of himself, having his glory in his shame; who indeed even displays his own sin inscribed on tablets in the conspicuous places of the city. Another is glorified upon wealth; and another, because he is some clever and invincible orator, or skilled in the wisdom of the world. Of all these it was fitting to pity the glory, and to call blessed those who make God their own glory. For if such a one thinks highly of himself because he is the slave of a king, honoured greatly by him, how much did it befit you to magnify yourself, because you are the slave of the great King, called near by Him into supreme intimacy, having received the Spirit of promise, so that, sealed in Him, you are shown forth a son of God? And having come to know in himself the benefit of genuine hope towards God, he exhorts the people unto zeal equal to his own, saying: Hope upon Him, all the congregation of peoples; pour out your hearts before Him. It is impossible for us to become receptive of divine grace unless we have driven out the passions from wickedness that have preoccupied our souls. I myself have seen physicians not giving salutary medicines before emptying out by vomitings the disease-producing matter which the intemperate stored up in themselves from an evil diet. Moreover, a vessel preoccupied by some foul-smelling liquid, unless washed out, will by no means admit the inflow of ointment. What is already present within must therefore be poured out, so that what is brought in may be able to find room. Yet vain are the sons of men. He saw not all following his precept, nor consenting to hope upon God, but having their hope upon the vain things of life. On this account he says: Yet vain are the sons of men, false are the sons of men. Why vain? Because false. Where especially is their falsehood convicted? In balances, he says, for doing injustice. What sort of balances does he mean? For do all men weigh with balances? are all wool-sellers, or flesh-sellers, or do they dispose of gold or silver, or in general have their pursuit about these materials which merchants are accustomed to barter with balances and weights? Yet large indeed is the class of artisans, needing balances not at all for their work; and many are those who sail the seas; and many are those busied about lawcourts and ruling, among whom indeed falsehood exists, yet deceit by means of balances is not practised. What then is it that he means? That in the secret place of each of us there is a certain balance
PG 29:480Read from the page
παρὰ τοῦ κτίσαντος ἡμᾶς ἐγκατασκευασθεὶς, ἐφ' οὗ τὴν φύσιν τῶν πραγμάτων δυνατόν ἐστι διακρίνεσθαι. Ἔθηκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν· δύο φύσεις ἀντικειμένας ἀλλήλαις· ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ οἰκείου σεαυτοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδονὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου τρυφῆς. Ψευδεῖς οὖν οἱ ἄνθρωποι, διεφθαρμένα ἔχοντες τῆς ψυχῆς τὰ κριτήρια· οὓς καὶ ταλανίζει ὁ Προφήτης λέγων· Οὐαὶ οἱ λέγοντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἐμοὶ, φησὶ, τὰ παρόντα· τίς δὲ οἶδε τὰ μέλλοντα; Κακῶς ζυγοστατεῖς, πονηρὰ τῶν ἀγαθῶν ἀνθαιρούμενος, τὰ μάταια τῶν ἀληθινῶν προτιμῶν, τὰ πρόσκαιρα τῶν αἰωνίων προτάσσων, τὴν παρερχομένην ἡδονὴν ἀντὶ τῆς ἀπαύστου εὐφροσύνης καὶ διηνεκοῦς ἐκλεγόμενος. Ψευδεῖς οὖν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. Ἀδικοῦσι δὲ προηγουμένως μὲν ἑαυτοὺς, ἔπειτα δὲ καὶ τοὺς πλησιάζοντας, οἱ καὶ ἑαυτοῖς πονηροὶ σύμβουλοι ἐπὶ τῶν πράξεων γινόμενοι, καὶ ἑτέροις μοχθηρὸν ὄντες ὑπόδειγμα. Οὐκ ἔστι σοι εἰπεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· Οὐκ ᾔδειν τὸ ἀγαθόν. Προφέρεταί σοι τὰ ἴδιά σου ζυγὰ ἱκανὴν παρεχόμενα διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Τὰ μὲν γὰρ τοῦ
constructed within by Him Who created us, upon which it is possible to discern the nature of things. I have set before your face life and death, good and evil: two natures opposed to one another; weigh them against each other upon your own tribunal; test with the balance accurately what is more profitable for you, to choose temporary pleasure, and through it to receive eternal death, or, having chosen hardship in the practice of virtue, to use this as a procurer of eternal delight. False, therefore, are men, having the criteria of the soul corrupted; whom the Prophet also calls wretched, saying: Woe to those who call darkness light, and light darkness; who call the bitter sweet, and the sweet bitter. For me, says one, the things present; and who knows the things to come? Badly do you weigh with the balance, choosing evil things instead of good, preferring vain things to true, setting temporary things before eternal, selecting passing pleasure instead of unceasing and perpetual gladness. False, therefore, are the sons of men in balances for doing injustice. Now they wrong primarily themselves, and next those also who draw near them, becoming both evil counsellors to themselves in their actions, and a wicked example to others. It is not possible for you to say in the day of judgement: I did not know the good. Your own balances are brought forward before you, affording sufficient discernment of good and evil. For the
5. Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Ἄνω εἶπεν· Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. Εἶδε τὸ ὀκνηρὸν τῆς ὑπακοῆς, καὶ ἀπεφήνατο, ὅτι Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Πάλιν ἀπαγορεύει μὴ ἐλπίζειν ἐπ' ἀδικίαν. Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι κρίνων ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ τῆς νόσου τὴν εὐεξίαν τιθεμένῳ. Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν. Αὕτη σοι ἐμποδίζει πρὸς πᾶσαν ἐνέργειαν. Καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Μὴ εἶναι τῶν ἀλλοτρίων ἐπιθυμητὰς παραινεῖ. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Ἐὰν ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακαρίσῃς αὐτοῦ τὴν ζωήν. Ἐάν σοι πολλαχόθεν καὶ ἐξ ἀφθόνων πηγῶν περιῤῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν περιουσίαν. Πλοῦτος ἐὰν ῥέῃ. Θαύμασον τὴν φωνήν. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου· χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε πα-
5. Hope not upon injustice, and long not after rapine. Above he said: Hope upon Him, all the congregation of peoples. He saw the sluggishness of their obedience, and declared that Yet vain are the sons of men. Again he forbids hoping upon injustice. He who judges wealth gathered from injustice to be a sufficient resource for himself towards being strong and prevailing is like a sick man who places well-being in the abundance of his disease. Hope not upon injustice. This hinders you towards every action. And long not after rapine. He exhorts us not to be cravers of what belongs to others. If wealth should flow, do not attach your heart to it. If you see someone among the exceedingly rich, do not call his life blessed. If money flows round about you from many quarters and from abundant springs, do not take to yourself its abundance. If wealth should flow. Marvel at the expression. Fluid is the nature of wealth; swifter than a winter torrent it runs past its possessors; at one time one man, at another another, it is wont to pass
PG 29:481Read from the page
ραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμενος ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀνεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρουσίαν, ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πεφυκυῖα. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου, καὶ μετ' ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη, ἀφ' οὗ γεγόνασιν, ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ' ἕτερον μεταβαίνει, καὶ ἀπ' ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον σεαυτῷ διαρκῶς συντηρῆσαι. Καλῶς οὖν εἴρηται τὸ, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Μὴ τῇ ψυχῇ σου προσπάθης· ἀλλὰ τὸ ἀπ' αὐτοῦ χρήσιμον καταδέχου, μὴ ὡς ἕν τι τῶν ἀγαθῶν ὑπεραγαπῶν καὶ θαυμάζων, ἀλλ' ὡς ὀργανικὴν αὐτοῦ τὴν ὑπηρεσίαν αἱρούμενος. Εἶτα ἐπάγει πᾶσι τοῖς εἰρημένοις ἀπόφασιν, οὐκέτι ἰδίων ῥημάτων, ἀλλ' ἣν παρ' αὐτοῦ ἤκουσε τοῦ Θεοῦ. Ἅπαξ γὰρ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. Καὶ μηδένα ταρασσέτω ὡς παράδοξον τὸ εἰρημένον, πῶς ὁ μὲν Θεὸς ἅπαξ ἐλάλησεν, ὁ δὲ Προφήτης δύο ἤκουσε. Δυνατὸν γὰρ ἅπαξ μέν τινα λαλῆσαι, ἐν δὲ τῷ ἅπαξ πολλὰ εἶναι τὰ λαληθέντα. Ἄνθρωπος γάρ τις, συντυχών τινι ἅπαξ, περὶ πολλῶν διελέχθη· καὶ δύναται ὁ ἀκούσας αὐτοῦ τῶν ῥημάτων εἰπεῖν ὅτι, Ἅπαξ μέν μοι ἐφθέγξατο, περὶ πολλῶν δὲ ἐλάλησε. Τοῦτό ἐστι τὸ εἰρημένον νῦν· Ἡ μὲν Θεοῦ ἐπιφάνεια ἅπαξ μοι γέγονε, δύο δὲ πράγματά ἐστιν ἃ ἐλάλησεν. Οὐκ εἶπεν· Ἓν ἐλάλησεν ὁ Θεὸς, δύο δὲ ταῦτα ἤκουσα· οὕτω γὰρ ἂν ἔδοξέ τινα ἔχειν ὁ λόγος πρὸς ἑαυτὸν ἐναντίωσιν. Τίνα οὖν ἦν τὰ δύο ἃ ἤκουσεν; Ὅτι, Τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος. Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, καὶ ὁ αὐτὸς ἐλεήμων. Μήτε οὖν ἐλπίζετε ἐπ' ἀδικίαν, μήτε πλούτῳ προστίθεσθε, μήτε αἱρεῖσθε ματαιότητα, μήτε τὸ τῆς ψυχῆς κριτήριον διεφθαρμένον περιφέρετε. Εἰδότες, ὅτι κραταιὸς ἡμῶν ὁ Δεσπότης, φοβήθητε αὐτοῦ τὸ ἰσχυρὸν, καὶ μὴ ἀπογνῶτε αὐτοῦ τῆς φιλανθρωπίας. Πρὸς μὲν οὖν τὸ μὴ ἀδικεῖν, ἀγαθὸς ὁ φόβος· πρὸς δὲ τὸν ἅπαξ εἰς ἁμαρτίαν ὀλισθήσαντα μὴ ἑαυτὸν προέσθαι διὰ τῆς ἀνελπιστίας, ἀγαθὴ ἡ ἐλπὶς τοῦ ἐλέους. Τὸ γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ' αὐτοῦ τὸ ἔλεος. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾯ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατήσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύσω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἐπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν προετίμησας; ἐκδέχου τού-
by. Just as a river borne down from on high draws near indeed to those standing by the bank, yet at once touched them and straightway withdrew, so also the facility of wealth has its presence most swift and slippery, naturally wont to pass from some to others. Today the field belongs to this man, and tomorrow to a second, and after a little while to another. Look away towards the houses in the city, how many names already, since they came into being, they have taken in succession, called at one time after one, at another after another of their owners. Gold too, ever slipping through the hands of its possessor, passes over to a second, and from that one towards another. You can more easily grasp water in your hand and hold it fast than preserve wealth lastingly for yourself. Well, therefore, has it been said, If wealth should flow, do not attach your heart to it. Do not cleave passionately to it with your soul; rather, accept what is useful from it, not loving it exceedingly and admiring it as one among good things, but choosing its service as instrumental. Then he subjoins to all that has been said a pronouncement, no longer of his own words, but one which he heard from God Himself. For once, says he, God spoke; these two things I heard. And let the saying trouble no one as paradoxical, how God, on the one hand, spoke once, and the Prophet, on the other, heard two things. For it is possible for someone to speak once, and in that once for the things spoken to be many. For some man, having met with someone once, conversed about many things; and he who heard his words is able to say, Once indeed he uttered speech to me, yet he spoke about many things. This is what is said now: The manifestation of God happened to me once, and two are the matters of which He spoke. He did not say: One thing God spoke, and these two things I heard; for so the statement would have seemed to have some contradiction against itself. What then were the two things which he heard? That, Might belongs to God, and to Thee, O Lord, mercy. Because God, he says, is mighty in judgement, and He Himself is merciful. Neither, therefore, hope upon injustice, nor attach yourselves to wealth, nor choose vanity, nor carry about the criterion of your soul corrupted. Knowing that our Master is mighty, fear His strength, and do not despair of His love towards mankind. Towards not doing injustice, therefore, fear is good; and towards one who has once slipped into sin not abandoning himself through despair, the hope of mercy is good. For might belongs to God, and from Him is mercy. Because Thou wilt render to each according to his works. For with what measure you measure, it shall be measured back to you. Did you afflict your brother? await the like. Did you seize the goods of inferiors, buffet the poor with your fists, put men to shame in revilings, practise extortion, bear false witness, plot against others' marriages, swear falsely, remove the boundaries of fathers, trespass upon the possessions of orphans, oppress widows, prefer present pleasure to the good things in the promises? await of these
Notes, col. 481

On the reading

Printed προσπάθης, for προσπάθῃς.