Migne Reading Room

PG 29 · cols. 436–445 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:436Read from the page
τως εἰσέρχου εις τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Μήτε οὖν ὁ πλούσιος τὸν πένητα ὑπερηφανείτω, μήτε ὁ
thus enter into the Church of God. Neither, therefore, let the rich man look down in pride upon the poor man, nor let the
2. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἐπειδὴ, κατὰ τὸν Ἀπόστολον, Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εις σωτηρίαν, καὶ ἡ ἀμφοτέρων ἐν τούτοις ἐνέργεια ὑποβάλλει τὴν τελειότητα· διὰ τοῦτο ἀμφότερα ὁ λόγος ἐν τῷ αὐτῷ συνείληφε, τήν τε τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς καρδίας μελέτην. Ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προαποκείμενον, πῶς προενέγκῃ τὸν θησαυρὸν διὰ τοῦ στόματος ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ; ἐάν τε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύῃ τῷ λόγῳ, λεχθήσεται αὐτῷ· Σοφία κεκρυμμένη, καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; Διόπερ εἰς μὲν τῶν ἑτέρων ὠφέλιμον τὸ στόμα μου λαλείτω σοφίαν, εἰς δὲ τὴν ἡμέτεραν αὐτῶν προκοπὴν ἡ καρδία μελετάτω σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἔτι τὸ ἑαυτοῦ πρόσωπον συνίστησιν ὁ Προφήτης, ἵνα μὴ εὐκαταφρόνητοι ὦσιν οἱ λόγοι ὡς ἀπὸ ἀνθρωπίνης εὑρέσεως προφερόμενοι. Ἃ διδάσκομαι, φησὶ, παρὰ τοῦ Πνεύματος, ταῦτα ὑμῖν ἀναγγέλλω, οὐδὲν ἐ⟨ ⟩ον, οὐδὲν ἀνθρώπινον λέγων· ἀλλ' ἐπειδὴ κατήκοος εγενόμην τῶν προβλημάτων τοῦ Πνεύματος, ἐν μυστηρίῳ παραδιδόντος ἡμῖν τὴν τοῦ Θεοῦ σοφίαν, ἀνοίγω ἡμῖν καὶ φανερὸν καθίστημι τὸ πρόβλημα, ἀνοίγω δὲ οὐχ ἑτέρως ἢ διὰ ψαλτηρίου. Ἔστι δὲ τὸ ψαλτήριον ὄργανον μουσικὸν, ἐναρμονίως τοὺς φθόγγους ἀποδιδὸν πρὸς τὴν ἐκ φωνῆς μελῳδίαν. Τὸ τοίνυν λογικὸν ψαλτήριον τότε ἀνοίγεται μάλιστα, ὅταν αἱ πράξεις ὦσι συμφώνως τοῖς λόγοις ἀποδιδόμεναι. Κἀκεῖνός ἐστι πνευματικὸν ψαλτήριον, ὁ ποιήσας καὶ διδάξας. Οὗτος ἐν ψαλμοῖς ἀνοίγει τὸ πρόβλημα, τὸ δυνατὸν τῶν διδαγμάτων ἐκ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος προτιθείς. Ὡς οὖν μηδὲν ἀνάρμοστον, μηδὲ ἐκμελὲς ἑαυτῷ συνειδὼς κατὰ τὸν βίον, οὕτως ἐν πεποιθήσει ποιεῖται τοὺς λόγους τοὺς ἐφεξῆς· Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου οὐ κυκλώσει με. Πονηρὰν ἡμέραν τὴν τῆς κρί-
2. My mouth shall speak wisdom, and the meditation of my heart understanding. Since, according to the Apostle, With the heart one believes unto righteousness, and with the mouth confession is made unto salvation, and the activity of both in these things supplies perfection; on this account the word has comprehended both together in the same place, both the activity of the mouth and the meditation of the heart. For if on the one hand the good be not laid away beforehand in the heart, how shall he who does not possess it in secret bring forth the treasure through the mouth? And if on the other hand, having the good things of the heart, he does not make them public by speech, it will be said to him: Hidden wisdom, and an unseen treasure, what profit is there in both? Wherefore, for the benefit of others let my mouth speak wisdom, and for our own advancement let the heart meditate understanding. I will incline my ear unto a parable, I will open my dark saying upon the psaltery. Still the Prophet commends his own person, so that his words may not be easy to despise as being brought forth from human invention. What I am taught, he says, from the Spirit, these things I announce to you, saying nothing ⟨ ⟩, nothing human; but since I became a hearer of the dark sayings of the Spirit, Who in mystery delivers to us the wisdom of God, I open for us and render manifest the dark saying, and I open it not otherwise than through a psaltery. Now the psaltery is a musical instrument, harmoniously rendering its notes towards the melody of the voice. Accordingly, the rational psaltery is opened most of all at that time when deeds are rendered in harmony with words. And that man is a spiritual psaltery who both did and taught. Such a one opens the dark saying in psalms, setting forth the practicability of the teachings from the example found in himself. Being conscious within himself, therefore, of nothing discordant nor out of tune throughout his life, he thus utters with confidence the words that follow: Why do I fear in an evil day? The iniquity of my heel shall not encompass me. By an evil day, that of judge-
Notes, col. 436

On the reading

Printed εις, for εἰς.

Printed ἡμέτεραν, for ἡμετέραν.

Printed εγενόμην, for ἐγενόμην.

PG 29:437Read from the page
σεως λέγει, περὶ ἧς εἴρηται· Ἡμέρα Κυρίου ἀνίατος ἐπὶ πάντα τὰ ἔθνη, ἐν ᾗ, φησὶν ὁ προφήτης, ὅτι κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Τότε οὖν, διὰ τὸ μηδέν μοι πεπράχθαι ἄνομον ἐν τῇ ὁδῷ τῇ κατὰ τὸν βίον, οὐ φοβοῦμαι τὴν ἡμέραν τὴν πονηράν. Οὐ γὰρ περιστήσεταί μοι τὰ ἴχνη τῶν ἡμαρτημένων, οὐδὲ κυκλώσει με, ἐν τῇ σιωπώσῃ κατηγορίᾳ τὸν ἔλεγχόν μοι ἐπάγοντα. Οὐδεὶς γάρ σου ἕτερος κατήγορος στήσεται ἢ αὐταὶ αἱ πράξεις μετὰ τῆς ἰδίας μορφῆς ἑκάστη παρισταμένη· ἡ μοιχεία, ἡ κλοπὴ, ἡ πορνεία, μετὰ τῆς νυκτὸς, μετὰ τοῦ τρόπου, μετὰ τῶν χαρακτηριζόντων αὐτὴν ἰδιωμάτων, καὶ ἁπαξαπλῶς, ἑκάστη ἁμαρτία μετὰ τοῦ ἰδίου χαρακτῆρος ἐναργῆ φέρουσα τὴν ὑπόμνησιν παραστήσεται. Ἐμὲ
ment he means, concerning which it has been said: The day of the Lord is incurable upon all the nations, in which, says the prophet, his own counsels shall encompass each man. Then, therefore, because nothing lawless has been done by me in the way of my life, I do not fear the evil day. For the footprints of sins committed will not stand round against me, nor encompass me, bringing proof against me in silent accusation. For no other accuser of you will stand up save your deeds themselves, each standing present with its own form: adultery, theft, fornication, with the night, with the manner, with the distinctive traits that characterize it; and in a word, each sin with its own stamp, bearing vivid remembrance, will stand beside you. Me
3. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Πρὸς δύο πρόσωπα τῷ Προφήτῃ ὁ λόγος ἐστί· πρός τε γηγενεῖς καὶ πρὸς τοὺς πλουσίους. Τοῖς μὲν γὰρ διαλέγεται, καθαιρῶν τὴν ἐπὶ τῇ δυνάμει αὐτῶν οἴησιν, τοῖς δὲ τὴν ἐπὶ τῇ περιουσίᾳ τῶν κτημάτων ἔπαρσιν. Ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν. Οὗτοι γὰρ οἱ γηγενεῖς, οἱ ἰσχύϊ σώματος ἐπελπίζοντες, καὶ οἰόμενοι αὐτάρκη εἶναι τὴν ἀνθρωπίνην φύσιν πρὸς τὸ δυνατῶς ἐπιτελεῖν ἃ βούλεται. Καὶ ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ πλούτου ἀδηλότητι, ἀκούσατε. Λύτρων ὑμῖν χρεία πρὸς τὸ εἰς τὴν ἐλευθερίαν ἐξαιρεθῆναι, ἣν ἀφῃρέθητε νικηθέντες τῇ βίᾳ τοῦ διαβόλου, ὃς, ὑποχειρίους ὑμᾶς λαβὼν, οὐ πρότερον τῆς ἑαυτοῦ τυραννίδος ἀφίησι, πρὶν ἄν τινι λύτρῳ ἀξιολόγῳ πεισθεὶς ἀνταλλάξασθαι ὑμᾶς ἕληται. Δεῖ οὖν τὸ λύτρον μὴ ὁμογενὲς εἶναι τοῖς κατεχομένοις, ἀλλὰ πολλῷ διαφέρειν τῷ μέτρῳ, εἰ μέλλοι ἑκὼν ἀφήσειν τῆς δουλείας τοὺς αἰχμαλώτους. Διόπερ ἀδελφὸς ὑμᾶς λυτρώσασθαι οὐ δύναται. Ἄνθρωπος γὰρ οὐδεὶς δυνατός ἐστι πεῖσαι τὸν διάβολον πρὸς τὸ τὸν ἅπαξ αὐτῷ ὑποπεσόντα ἐξελέσθαι ἀπὸ τῆς ἐξουσίας· ὅς γε οὐδὲ περὶ τῶν ἰδίων ἁμαρτημάτων οἷός τέ ἐστι ἐξίλασμα δοῦναι τῷ Θεῷ. Πῶς οὖν ἰσχύσει τοῦτο ὑπὲρ ἑτέρου πρᾶξαι; Τί δ' ἂν καὶ τοσοῦτον κτήσαιτο ἐν τῷ αἰῶνι τούτῳ, ὡς αὔταρκες ἔχειν τῆς ψυχῆς ἀντάλλαγμα τῆς φύσει τιμίας, διότι κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὴν ἐγένετο; Ποῖος δὲ κάματος τοῦ ἐνεστῶτος αἰῶνος αὔταρκες ἐφόδιον τοῦ μέλλοντος αἰῶνος τῇ ἀνθρωπίνῃ ψυχῇ; Τοσοῦτον μὲν οὖν ἁπλούστερον ταῦτα νενοήκαμεν. Κἂν τῶν μέγα τις δυναμένων ἐν τῷ βίῳ τούτῳ εἶναι δοκῇ, κἂν πλῆθος κτήσεως περιβεβλημένος ᾖ, διδάσκει καθεῖναι τῆς οἰήσεως ὁ λόγος, καὶ ταπεινωθῆναι ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, καὶ μήτε ἐπὶ νομιζομένῃ δυνάμει πεποιθέναι, μήτε ἐπὶ τῷ πλήθει τοῦ πλούτου καυχᾶσθαι. Δυνατὸν μέντοι καὶ μικρόν τι προσαναβῆναι τῇ διανοίᾳ, καὶ τοὺς πεποιθότας ἐπὶ τῇ δυνάμει αὐ-
3. Those who trust in their own strength, and boast in the multitude of their wealth. The Prophet's discourse is addressed to two classes of persons: both to the earthborn and to the rich. For he converses with the former, pulling down their conceit over their own strength, and with the latter, pulling down their elation over the abundance of their possessions. You, he says, who trust in their own strength. For these are the earthborn, who place their hope in bodily might, and suppose human nature to be self-sufficient for powerfully accomplishing whatever it wills. And you, he says, who trust in the uncertainty of wealth, hear. You have need of ransom in order to be rescued into the freedom of which you were stripped when vanquished by the violence of the devil, who, having taken you under his hand, does not release you from his tyranny before, persuaded by some ransom worthy of account, he chooses to give you up in exchange. The ransom, therefore, must not be of the same kind with those held fast, but must far excel in measure, if he is willingly to release the captives from slavery. Wherefore a brother cannot redeem you. For no human being is able to persuade the devil so as to rescue from his authority him who has once fallen under him; seeing that a man is not able to give a propitiation unto God even for his own sins. How then will he have strength to accomplish this on behalf of another? And what so great thing could he acquire in this age, as to have a sufficient exchange for the soul, which is precious by nature because it came into being according to the image of Him Who created it? And what toil of the present age is a sufficient provision for the age to come unto the human soul? To this extent, then, have we understood these words in a simpler sense. Even if someone seems to be among those of great power in this life, even if he be arrayed in a multitude of possessions, the word teaches him to let down his conceit, and to be humbled under the mighty hand of God, and neither to trust in supposed strength, nor to boast in the multitude of wealth. Yet it is possible also to ascend a little higher in thought, and to understand those who trust in their
PG 29:440Read from the page
τῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αυτῶν καυχωμένους νοῆσαι ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς, ὡς οὐκ αὐτοτελοῦς οὔσης οὐδ' αὐτῆς πρὸς σωτηρίαν. Καὶ γὰρ ἐὰν τέλειός τις ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ τοῦ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται. Κἂν πλῆθος ᾖ περιπεποιημένος ἑαυτῷ θεωρημάτων ἐκ τῆς τοῦ κόσμου σοφίας, καὶ πλοῦτόν τινα γνώσεως συνειληχὼς, ἀκουέτω πᾶσαν τοῦ πράγματος τὴν ἀλήθειαν· ὅτι πᾶσα ἀνθρωπίνη ψυχὴ ὑπέκυψε τῷ πονηρῷ τῆς δουλείας ζυγῷ τοῦ κοινοῦ πάντων ἐχθροῦ· καὶ τὴν παρὰ τοῦ κτίσαντος αὐτὴν ἐλευθερίαν ἀφαιρεθεῖσα, αιχμάλωτος ἤχθη διὰ τῆς ἁμαρτίας. Παντὶ δὲ αἰχμαλώτῳ λύτρων χρεία πρὸς τὴν ἐλευθερίαν. Οὔτε οὖν ἀδελφὸς τὸν ἑαυτοῦ ἀδελφὸν δύναται λυτρώσασθαι, οὔτε αὐτὸς ἕκαστος ἑαυτόν· διότι πολλῷ βελτίονα δεῖ εἶναι τὸν λυτρούμενον τοῦ κεκρατημένου καὶ δουλεύοντος ἤδη. Ἀλλὰ και οὐδὲ ὅλως ἄνθρωπος ἐξουσίαν ἔχει πρὸς Θεὸν, ὡς καὶ ἐξιλᾶσθαι περὶ ἡμαρτηκότος, ἐπει καὶ αὐτὸς ἁμαρτίας ὑπόδικος. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
own strength and boasting in the multitude of their wealth with reference to the faculties of the soul, inasmuch as not even the soul itself is self-complete towards salvation. For even if someone be perfect among the sons of men, if the wisdom that comes from God is absent, he will be reckoned as nothing. Even if he has acquired for himself a multitude of speculations from the wisdom of the world, and has gathered a certain wealth of knowledge, let him hear the whole truth of the matter: that every human soul bowed beneath the evil yoke of slavery of the common enemy of all; and having been stripped of the freedom granted by Him Who created it, was led captive through sin. Now every captive has need of ransom towards freedom. Neither, therefore, can a brother redeem his own brother, nor can each man himself redeem himself; because the one who redeems must be far superior to him who has been mastered and is already enslaved. Nay more, a human being has no authority at all before God so as even to make propitiation concerning one who has sinned, since he himself is also liable to sin. For all have sinned, and fall short of the glory of God, being justified freely by His grace through the redemption that is in Christ Jesus our Lord.
4. Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Μήτε οὖν τὸν ἀδελφὸν ζήτει εἰς ἀπολύτρωσιν, ἀλλὰ τὸν ὑπερβαίνοντά σου την φύσιν· μήτε ἄνθρωπον ψιλὸν, ἀλλ' ἄνθρωπον Θεὸν Ἰησοῦν Χριστὸν, ὃς καὶ μόνος δύναται δοῦναι ἐξίλασμα τῷ Θεῷ ὑπὲρ πάντων ἡμῶν, ὅτι αὐτὸν Προέθετο ὁ Θεὸς ιλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ἀδελφὸς ἦν τοῦ Ἰσραὴλ ὁ Μωϋσῆς· καὶ ὅμως λυτρώσασθαι αὐτὸν οὐκ ἠδυνήθη. Πῶς οὖν ὁ τυχὼν λυτρώσεται ἄνθρωπος; Διὸ τὸ μὲν ἀποφαίνεται· Ἀδελφὸς οὐ λυτροῦται· τὸ δὲ ἐρωτηματικῶς μετὰ βαρύτητος ἐπιφέρει· Λυτρώσεται ἄνθρωπος; Οὐ γὰρ τῆς ἁμαρτίας ἠλευθέρωσε τὸν λαὸν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἐπὶ τῇ ἁμαρτίᾳ παρητήσατο κίνησιν. Οὗτος δὲ οὐδὲ δοῦναι ἠδυνήθη ἐξίλασμα ἑαυτοῦ, γενόμενος ἐν παραπτώματι· ὅτι μετὰ τοσαῦτα καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ἃ εἶδε, τὴν διστακτικὴν ἐκείνην ἀφῆκε φωνήν· Ἀκούσατέ μου, οι ἀπειθεῖς. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Διόπερ καὶ ὁ Κύριος ἐπὶ τῷ ῥήματι τούτῳ εἶπε πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἐν ἐμοὶ, τοῦ ἁγιάσαι με ἐναντιον υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εισάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εις τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ. Τί γὰρ δύναται ἄνθρωπος εὑρεῖν τηλικοῦτον, ἵνα δῷ ὑπὲρ λυτρώσεως τῆς ψυχῆς αὐτοῦ; Ἀλλ' εὑρέθη ἓν ὁμοῦ πάντων ἀνθρώπων ἀντάξιον, ὃ ἐδόθη εἰς
4. He shall not, therefore, give unto God a propitiation for himself, and the price of the redemption of his soul. Neither, therefore, seek your brother for redemption, but Him Who surpasses your nature; nor a mere man, but the God-man Jesus Christ, Who alone also is able to give propitiation unto God on behalf of us all, because God set Him forth as a propitiatory through faith in His blood. Moses was a brother of Israel; and yet he was not able to redeem it. How then shall any ordinary human being redeem? Wherefore the one clause he states by way of assertion: A brother does not redeem; while the other he subjoins interrogatively with emphasis: Shall a man redeem? For Moses did not set the people free from sin, but deprecated God's movement of wrath over their sin. And this man was not able even to give a propitiation for himself, having fallen into transgression; because after so many and so great wonders and signs which he saw, he uttered that doubting voice: Hear me, you disobedient ones; shall we bring forth water for you out of this rock? Wherefore also the Lord upon this word said to Moses and Aaron: Because you did not believe in Me, to sanctify Me before the sons of Israel, on this account you shall not bring this congregation into the land which I gave them. He shall not, therefore, give unto God a propitiation for himself. For what so great thing can a man find, that he may give it on behalf of the redemption of his soul? Yet there was found one thing alone of equal worth with all mankind together, which was given for
Notes, col. 440

On the reading

Printed αυτῶν, for αὐτῶν.

Printed αιχμάλωτος, for αἰχμάλωτος.

Printed και, for καὶ.

Printed ἐπει, for ἐπεὶ.

Printed την, for τὴν.

Printed ιλαστήριον, for ἱλαστήριον.

Printed οι, for οἱ.

Printed ἐναντιον, for ἐναντίον.

Printed εισάξετε, for εἰσάξετε.

Printed εις, for εἰς.

PG 29:441Read from the page
τιμὴν λυτρώσεως τῆς ψυχῆς ημῶν, τὸ ἅγιον καὶ πολυτίμητον αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃ ὑπὲρ ἡμῶν ἐξέχεε πάντων· διόπερ καὶ τιμῆς ἠγοράσθημεν. Εἰ οὖν ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ει δὲ ἄνθρωπος λυτρώσασθαι ἡμᾶς οὐ δύναται, ὁ λυτρωσάμενος ἡμᾶς οὐκ ἄνθρωπος. Μὴ οὖν, διὰ τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπιδεδημηκέναι ἡμῖν, ἄνθρωπον μόνον ὑπολάβῃς τὸν Κύριον ἡμῶν, τὴν τῆς θεότητος δύναμιν ἀγνοήσας· ὃς οὐ χρείαν ἔσχε δοῦναι τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, οὐδὲ τὴν ἰδίαν ἀπολυτρώσασθαι ψυχὴν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἐξωνήσασθαι μὲν οὖν ἑαυτὸν οὐδεὶς ἱκανὸς, ἐὰν μὴ ἔλθῃ ὁ τὴν αιχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέφων, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, ὡς ἐν Ἠσαΐᾳ γέγραπται, ἀλλ' ἐν τῷ ἑαυτοῦ αἵματι. Οὗτος δὲ οὐχὶ ἀδελφοὺς ἡμᾶς ὄντας, ἀλλ' ἐχθροὺς ἡμᾶς γενομένους τοῖς παραπτώμασιν, οὔτε ἄνθρωπος ψιλὸς ὢν, ἀλλὰ Θεὸς, μετὰ τὴν ἐλευθερίαν ἣν χαρίζεται ἡμῖν, καὶ ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ προσαγορεύει. Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ὁ οὖν λυτρωσάμενος ἡμᾶς, ἐὰν μὲν τὴν φύσιν αὐτοῦ σκοπῇς, οὔτε ἀδελφὸς, οὔτε ἄνθρωπος· ἐὰν δὲ τὴν ἐκ χάριτος αὐτοῦ πρὸς ἡμᾶς συγκατάβασιν, καὶ ἀδελφοὺς ἡμᾶς ὀνομάζει, καὶ πρὸς τὸν ἀνθρώπινον καταβαίνει, ὃς Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, ἀλλὰ τοῦ κόσμου παντός. Οὐ γὰρ ἱλασμοῦ δεῖται, ἀλλ' αὐτός ἐστιν ἱλαστήριον. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οι ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν προσφέρειν θυσίας, ἔπειτα τῶν τοῦ λαοῦ ἀγνοημάτων. Εἶτά φησι· Καὶ ἐκοπίασεν εις τὸν αἰῶνα, καὶ ζήσε-
the price of redemption of our soul, the holy and surpassingly precious blood of our Lord Jesus Christ, which He poured out on behalf of us all; wherefore also we were bought with a price. If, then, a brother does not redeem, shall a man redeem? And if a man cannot redeem us, He Who redeemed us is not a mere man. Do not, therefore, on account of His having sojourned among us in the likeness of sinful flesh, suppose our Lord to be a man only, ignoring the power of His deity; Who had no need to give unto God a propitiation for Himself, nor to redeem His own soul, because He committed no sin, neither was guile found in His mouth. No one, indeed, is sufficient to buy himself out, unless He comes Who turns back the captivity of His people, not with ransoms, nor with gifts, as it is written in Isaiah, but with His own blood. And He, though we were not brothers, but had become enemies through our trespasses, and being Himself not a mere man, but God, after the freedom which He graciously bestows upon us, calls us also His own brothers. For I will declare, He says, Thy name unto My brothers. He Who redeemed us, therefore, if on the one hand you consider His nature, is neither brother nor man; yet if on the other hand you consider His condescension out of grace towards us, He both names us brothers and descends to our human condition, He Who Shall not give unto God a propitiation for Himself, but for the whole world. For He has no need of propitiation, but is Himself the propitiation. For such a high priest befitted us: holy, guileless, undefiled, separated from sinners, and made higher than the heavens; Who has no necessity daily, as those high priests, to offer up sacrifices first for his own sins, and then for the ignorances of the people. Then he says: And he laboured unto eternity, and shall live
5. Ὅς οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας (οὐ δώσει γὰρ τὸν ὅσιον αὐτοῦ ὁ Πατὴρ ἰδεῖν διαφθορὰν), ὅταν οἱ τὴν καταργουμένην σοφίαν αὐχοῦντες ἀποθνήσκωσιν. Εἰ δὲ βούλει καὶ ἐπὶ ἀνθρώπων δικαίων λαβεῖν τὰ εἰρημένα, μνήσθητι τοῦ Ἰὼβ λέγοντος· Ἄνθρωπος γεννᾶται κόπῳ· καὶ πάλιν τοῦ Ἀποστόλου, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ τὸ, Ἐν κόποις περισσοτέρως. Ὁ οὖν κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, οὗτος ζήσεται εἰς τέλος· ὁ δὲ ἐν τρυφῇ καὶ πάσῃ ἐκλύσει διάγων, διὰ τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδυόμενος, καὶ εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς, καὶ φεύγων τοὺς ὑπὲρ τῆς ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζόμενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὁ δὲ μυρίοις τοῖς
5. Who shall not see corruption, when he sees wise men dying (for the Father will not suffer His Holy One to see corruption), when those who vaunt the wisdom that is being brought to naught die. And if you wish to take what has been said with reference to righteous men as well, remember Job when he says: Man is born unto toil; and again the Apostle, that I laboured more abundantly than they all; and the saying, In labours more abundantly. He, therefore, who has laboured in this age, that man shall live unto the end; whereas he who passes his life in luxury and every sort of laxity, clothing himself in purple and fine linen by reason of his dainty living, and making merry every day in splendour, and fleeing the toils undertaken on behalf of virtue, neither laboured in this age, nor shall live in the age to come, but shall behold life from afar, while being tormented in the flame of the furnace. Yet he who in countless
Notes, col. 441

On the reading

Printed ημῶν, for ἡμῶν.

Printed Ει, for Εἰ.

Printed αιχμαλωσίαν, for αἰχμαλωσίαν.

Printed τὸν ἀνθρώπινον, for τὸ ἀνθρώπινον.

Printed οι, for οἱ.

Printed εις, for εἰς.

Printed Ὅς, for Ὃς.

PG 29:444Read from the page
ὑπὲρ τῆς ἀρετῆς ἀγῶσιν ἐνιδρώσας, καὶ ὑπὲρ τοῦ ἀναλαβεῖν αὐτὴν ἐν κόποις περισσοτέρως ἐξετασθεὶς, οὗτός ἐστιν ὁ ζήσειν μέλλων εἰς τέλος, ὡς ὁ πολλὰ κοπιάσας ἐν θλίψεσι Λάζαρος· ὡς ὁ κατάκοπος γενόμενος ἐν τοῖς πρὸς τὸν ἐναντίον ἀγῶσιν Ἰώβ· Ἐκεῖ, γὰρ, φησὶ, κατάκοποι ἀνεπαύσαντο. Διὸ καὶ ὁ Κύριος καλεῖ πρὸς τὴν ἀνάπαυσιν τοὺς κοπιῶντας καὶ πεφορτισμένους. Πῶς οὖν οἱ κοπιῶντες ἐν ἔργοις ἀγαθοῖς πεφορτισμένοι λέγονται; Ὅτι Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν πεπληρωμένα καρπῶν, τῶν κατὰ τὴν ἀναλογίαν ἐσπαρμένων ἀποδοθέντων αὐτοῖς. Πεφορτισμένοι οὖν λέγονται οἱ, διὰ τὸ σπεῖραι ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίζοντες, καὶ μετ' εὐφροσύνης αἰωνίου τὰ τῶν πνευματικῶν καρπῶν ἑαυτοῖς ἐπαναθέμενοι δράγματα. Ὁ οὖν λυτρωθεὶς διὰ τοῦ δεδωκότος Θεοῦ ὑπὲρ αὐτοῦ ἐξίλασμα, οὗτος ἐκοπίασε μὲν εἰς τὸν αἰῶνα τοῦτον, μετὰ δὲ ταῦτα ζήσεται εις τέλος. Οὗτος καὶ Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ὁ τὴν στενὴν καὶ ἔγκοπον ὁδὸν πρὸ τῆς λείας καὶ ἀνειμένης ἐκλεξάμενος, ἐν τῷ καιρῷ τῆς ἐπισκοπῆς τοῦ Θεοῦ, ἀπαγομένων εις τὴν αἰωνίαν κόλασιν τῶν ἀπιστησάντων μὲν τοῖς λόγοις τοῦ Θεοῦ, πορευθέντων δὲ ὀπίσω τῶν θελημάτων τῆς καρδίας αὐτῶν τῆς ματαίας, οὗτος τὴν αἰώνιον καταφθορὰν, τὴν εἰς τὸ διηνεκὲς κακοπάθειαν οὐκ ὄψεται. Σοφοὺς δὲ λέγει ἤτοι τοὺς δεινοὺς ἐν πανουργίᾳ, περὶ ὧν φησι Ἱερεμίας, ὅτι Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐ γινώσκουσιν· ἢ σοφοὺς λέγει καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, οἵτινες, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Διότι Ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ. Καὶ διὰ τὸ εἶναι μωροποιὸν τὴν σοφίαν ταύτην, ἀπολέσειν φησὶν ὁ Θεὸς τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσειν. Αἱ οὖν πιθανότητες τῆς ψευδωνύμου γνώσεως, θανάτου αἰτίαν τοῖς παραδεξαμένοις παρέχον-
contests on behalf of virtue has sweated therein, and has been proved more abundantly in labours in order to recover it, this is the man who is about to live unto the end, like Lazarus who laboured much in afflictions; like Job who grew worn out in the contests against the adversary: For there, it says, the weary have found rest. Wherefore the Lord also calls unto rest those who labour and are heavy laden. How then are those who labour in good works called heavy laden? Because Going forth they went and wept, casting their seeds; yet coming they shall come in exultation, bearing their sheaves filled with fruits, recompense having been rendered to them in proportion to what was sown. Heavy laden, therefore, are those called who, through sowing upon blessings, also reap upon blessings, and with eternal gladness lay upon their shoulders the sheaves of spiritual fruits. He, therefore, who has been redeemed through God Who gave a propitiation on his behalf—this man laboured indeed in this age, and hereafter shall live unto the end. This man also Shall not see corruption, when he sees wise men dying. He who has chosen the narrow and toilsome road ahead of the smooth and slack one, in the season of the visitation of God, when those who disbelieved the words of God and walked after the desires of their vain heart are being led away into eternal punishment, this man shall not see eternal corruption, that perpetual suffering of ill. Now he calls wise either those who are clever in craftiness, concerning whom Jeremiah says that They are wise to do evil, but to do good they know not; or he also calls wise the disciples of the rulers of this age who are being brought to naught, who, Professing themselves to be wise, became fools. Because The wisdom of this world is folly with God. And because this wisdom makes men fools, God says that He will destroy the wisdom of the wise, and will set aside the understanding of the discerning. Accordingly, the plausibilities of falsely-named knowledge furnish a cause of death to those who have accepted
6. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολουνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Καὶ οι τάφοι αὐτῶν οικίαι αὐτῶν εις τὸν αἰῶνα. Σκηνώματα αὐτῶν εις γενεὰν καὶ γενεάν. Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Ἄνω ἑνὶ ὀνόματι τῷ γενικῷ προσηγόρευσε σοφοὺς, οὓς νῦν ὑποδιαιρῶν, ἄφρονας καὶ ἄνους λέγει. Δῆλον ὅτι σοφοὺς μὲν αὐτοὺς εἶπεν, ἀπὸ τῆς οἰήσεως τῆς ἐκείνων συγχρησάμενος τῷ ὀνόματι. Ὡς καὶ
6. Together the senseless man and the fool shall perish, and they shall leave their wealth to strangers. And their graves are their houses unto eternity; their tabernacles unto generation and generation. They have called their own names upon their lands. Above, by a single generic name, he addressed as wise those whom he now subdivides and calls senseless and fools. Clearly he called them wise by employing the name in concession to their own conceit. Just as he also
Notes, col. 444

On the reading

Printed εις, for εἰς.

Printed ἀπολουνται, for ἀπολοῦνται.

Printed οι, for οἱ.

Printed οικίαι, for οἰκίαι.

PG 29:445Read from the page
θεοὺς ὀνομάζει τοὺς μὴ φύσει ὄντας, τῇ συνηθείᾳ τῶν ἠπατημένων ἑπόμενος, οὕτω καὶ σοφοὺς εἶπε τοὺς ἄφρονας καὶ ἀνοήτους. Δυνατὸν οὖν τῇ ἐπινοίᾳ διελεῖν τὸν ἄφρονα ἀπὸ τοῦ ἀνοήτου. Ἄφρων μὲν γάρ ἐστιν ὁ ἐστερημένος φρονήσεως, καὶ ὁ πρὸς τὰ κοινὰ καὶ ἀνθρώπινα διορατικῶς μὴ ἔχων. Οὕτω καὶ ἡ συνήθεια φρονίμους καλεῖ τοὺς ἐν τοῖς κατὰ τὸν βίον πράγμασι τὸ ὠφέλιμον καὶ βλαβερὸν διακρίνοντας· καθὸ εἴρηται καὶ ἐν τῷ Εὐαγγελίῳ· Ὅτι οι υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εις τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. Οὐ γὰρ ἁπλῶς φρονιμώτεροι, ἀλλ' εἰς τὴν διεξαγωγὴν τῆς ζωῆς ταύτης τῆς ἐν τῇ σαρκί. Οὗτοι δὲ καὶ οἰκονόμοι ἀδικίας λέγονται, διὰ τὸ φρόνιμον τῆς περὶ τὸν ἑαυτῶν βίον οἰκονομίας. Κατὰ τοῦτο τὸ σημαινόμενον, φρόνιμοί εἰσιν καὶ οἱ ὄφεις, καταδύσεις ἑαυτοῖς εὐτρεπίζοντες, καὶ ἐν τοῖς κινδύνοις παντὶ τρόπῳ τὰς ἐπὶ τὴν κεφαλὴν πληγὰς ἀποφεύγοντες. Ἄνους δὲ λέγεται ὁ οὐκ ἔχων τὰ τοῦ ἀνθρώπου ἐξαίρετα. Ταῦτα δέ ἐστι Θεοῦ Πατρὸς κατανόησις, καὶ ἡ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν Λόγου παραδοχὴ· καὶ ὁ παρὰ τοῦ ἁγίου Πνεύματος ἐγγινόμενος φωτισμός· ὅντινα νοῦν ἔχουσιν οἱ δυνάμενοι μετὰ Παύλου λέγειν· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Κέχρηται μέντοι καὶ ἐνηλλαγμένως τοῖς ῥήμασι τούτοις ἡ συνήθεια τῆς Γραφῆς, τὸν μὲν ἄθεον ἄφρονα λέγουσα ἐν τῷ, Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· καὶ πάλιν τὸ περὶ τὴν ζωὴν βλαβερὸν ἀνόητον ὀνομάζουσα· ὡς ὁ Ἀπόστολος περὶ τῶν ἐμπιπτόντων εἰς ἐπιθυμίας ἀνοήτους καὶ βλαβεράς. Οὕτω μέντοι ὁ ἄφρων καὶ ὁ ἄνους πρὸς ἓν κοινὸν τέλος τὴν ἀπώλειαν καταφέρονται. Δύναται δέ τις εἰπεῖν ἄφρονα μὲν ὠνομάσθαι τὸν ἐθνικῶς ζῶντα, ἄνουν δὲ τὸν Ἰουδαϊκῶς κατὰ τὴν ψιλὴν τοῦ νόμου τήρησιν πολιτευόμενον. Τούτῳ γὰρ τῷ ἄφρονι εἶπεν ὁ Θεὸς διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀθεότητα· Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀφαιροῦσιν ἀπὸ σοῦ. Ἄνους δὲ ὁ κατὰ σάρκα Ἰσραὴλ ὠνόμασται κατὰ τὸν προφήτην, ὅς φησι· Καὶ ἦν Ἐφραῗμ ὡς περιστερὰ ἄνους· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εις Ἀσσυρίους ἐπορεύετο. Τούτων οὖν κοινῇ ὑπὸ τῆς ἰδίας ἀγνοίας συντριβομένων, ἡμεῖς οἱ ἀλλότριοι αὐτῶν κληρονόμοι τοῦ πλούτου γινόμεθα. Ἡμῶν γὰρ αι ἐντολαὶ, ἡμέτεροι οἱ προφῆται,
names as gods those that are not so by nature, following the custom of those who have been deceived, so too he called the senseless and foolish wise. Now it is possible in thought to distinguish the senseless man from the fool. For the senseless man is one deprived of prudence, and lacking keen discernment with regard to common and human affairs. Thus custom also calls prudent those who discern what is beneficial and harmful in the affairs of life; according as it has been said in the Gospel as well: For the sons of this age are more prudent than the sons of light towards their own generation. For they are more prudent not simply, but towards the conduct of this life in the flesh. And these are also called stewards of unrighteousness, on account of the prudence of their stewardship concerning their own life. According to this signification, serpents too are prudent, making ready lurking-holes for themselves, and in dangers avoiding by every means blows upon the head. Whereas a fool is he called who does not possess the things that are mankind's chief prerogatives. And these are the apprehension of God the Father, and the reception of the Word Who was in the beginning with God, and the illumination arising within from the Holy Spirit; which mind those possess who are able to say with Paul: But we have the mind of Christ. Nevertheless, the usage of Scripture employs these terms interchangeably as well, calling the godless man senseless in the passage, The senseless man said in his heart: There is no God; and again naming what is harmful concerning life foolish, as does the Apostle concerning those who fall into foolish and harmful desires. In this way, however, both the senseless man and the fool are borne down towards one common end, perdition. Yet one may also say that he who lives after the manner of the Gentiles has been named senseless, while he who conducts his life after the Jewish manner according to the bare observance of the law has been named a fool. For to that senseless man God said on account of the godlessness dwelling within him: Senseless one, this night they require your soul of you. Whereas Israel according to the flesh has been named a fool according to the prophet, who says: And Ephraim was like a foolish dove; he called upon Egypt, and went unto the Assyrians. While these, therefore, are crushed together by their own ignorance, we, the strangers, become heirs of their wealth. For ours are the commandments, ours the prophets,
Notes, col. 445

On the reading

Printed οι, for οἱ.

Printed εις, for εἰς.

Printed αι, for αἱ.