Migne Reading Room

PG 29 · cols. 764–772 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:764Read from the page
ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ισχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν Πνεῦμα φόβου Θεοῦ· πῶς χωρίσω τὸ Πνεῦμα; Ἐὰν δὲ λέγῃ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἴνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αιχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· πῶς χωρίσω τὸ Πνεῦμα; Καὶ ὅσα φιλοπόνως δυνατὸν ἀπὸ τῆς Γραφῆς τῆς τε Παλαιᾶς εὑρεῖν καὶ ἀπὸ τῆς Καινῆς τε Διαθήκης περὶ τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· Ιδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν. Καὶ τῆς Μαρίας λεγούσης· Κατὰ τί γνώσομαι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; λέγει αὐτῇ ὁ ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πάλιν ὁ αὐτὸς ἄγγελος λέγων τῷ Ἰωσήφ· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σὸυ· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Καὶ πάλιν ὁ εὐαγγελιστὴς ἑρμηνεύων τὰ ἐν τῷ προφήτῃ λέγει· Ἵνα πληρωθῇ τὸ γεγραμμένον· Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτὸς, ὁ ἀγαπητός μου, εις ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν. Καὶ ἐν Εὐαγγελίῳ γέγραπται· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος· καὶ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ· Ει δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ πάλιν γέγραπται· Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἔχει ἄφεσιν. Καὶ ἐν τῷ βαπτίσματι κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἔμεινεν ἐπ' αὐτόν· οἱ δὲ ἄγγελοι κατελθόντες διηκόνουν αὐτῷ. Ἵνα γνῷς, ὅτι οἱ ἄγγελοι κατελθόντες διακονοῦσιν, ἵνα τὴν δουλείαν δείξωσι· τὸ δὲ Πνεῦμα ἔμεινεν ἐπ' αὐτὸν, ἵνα τὴν μονὴν ἀκούσας, ἐλευθερίαν νοήσῃς τῆς φύσεως αὐτοῦ. Γέγραπται δέ· Καὶ ὁ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτός. Καὶ πάλιν γέγραπται· Ἰησοῦς δὲ πλήρης Πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ Ἰορδάνου, καὶ
root shall come up, and there shall rest upon Him the Spirit of wisdom and of understanding, the Spirit of counsel and of strength, the Spirit of knowledge and of godliness, and the Spirit of the fear of God shall fill Him: how shall I separate the Spirit? And if He says: The Spirit of the Lord is upon Me, on account of which He anointed Me; He has sent Me to proclaim good tidings to the poor, to proclaim release to captives, and recovery of sight to the blind: how shall I separate the Spirit? And all the things that one can diligently find from the Scripture, both from the Old and from the New Testament, concerning the Spirit and the Son and the Father. Hail, favoured with grace, the Lord is with you: for behold, you shall conceive in the womb, and shall bear a son. And when Mary says: How shall I know this, since I do not know a man? the angel says to her: The Holy Spirit shall come upon you, and the power of the Most High shall overshadow you. And again the same angel speaking to Joseph: Do not fear to take unto you Mary your wife; for that which is begotten in her is of the Holy Spirit. And again the evangelist, interpreting the words in the prophet, says: That what was written might be fulfilled: Behold, My Servant Whom I have chosen, My Beloved, in Whom My soul is well pleased; I will put My Spirit upon Him. And in the Gospel it is written: The Spirit blows where it wills, and you hear its voice, yet you do not know whence it comes, and where it goes. So is everyone who has been born of the Spirit; and likewise in the Gospel: But if I cast out demons by the Spirit of God, then the kingdom of God has come upon you. And again it is written: Every sin and blasphemy shall be forgiven to human beings, whereas the blasphemy of the Spirit has no forgiveness. And in the baptism the Holy Spirit came down and abode upon Him; while the angels came down and ministered to Him. So that you may know that the angels came down and minister in order to show their servitude; whereas the Spirit abode upon Him, in order that, hearing of its abiding, you may understand the freedom of its nature. And it is written: And the Father abiding in Me Himself does the works. And again it is written: And Jesus, full of the Holy Spirit, returned from the Jordan, and
Notes, col. 764

On the reading

Printed ισχύος, for ἰσχύος.

Printed αιχμαλώτοις, for αἰχμαλώτοις.

Printed Ιδοὺ, for Ἰδοὺ.

Printed σὸυ, for σου.

Printed εις, for εἰς.

Printed Ει, for Εἰ.

PG 29:765Read from the page
2. Ἐὰν δὲ λέγωσιν· Οὐ λαλεῖ ἀφ' ἑαυτοῦ τὸ Πνεῦμα, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει· λέγομεν αὐτοῖς· Οὐδὲ ὁ Υἱὸς ἀφ' ἑαυτοῦ λαλεῖ· Ἀλλ' ὁ πέμψας με, φησὶ, Πατὴρ, ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω· πάντα γὰρ ὅσα λαλεῖ τὸ Πνεῦμα καὶ ὁ Υἱὸς, τοῦ Θεοῦ εἰσι λόγια. Καὶ διὰ τοῦτο Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμός ἐστιν, ἀπὸ τοῦ Πνεύματος λαληθεῖσα. Καὶ γὰρ ἀληθῶς τοῦτο δείκνυσι μὴ εἶναι τὸ Ηνεῦμα κτίσμα, ἐπειδὴ πᾶσα ἡ λογικὴ κτίσις ποτὲ ἀφ' ἑαυτῆς λαλεῖ, ποτὲ τὰ τοῦ Θεοῦ, ὡς ὅταν λέγῃ Παῦλος· Περὶ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος· καὶ ὁ προφήτης· Ὦ Κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ἀσεβεῖς εὐοδοῦνται; καὶ πάλιν· Οἴ μοι, μῆτερ, ὡς τίνα μ' ἔτεκες; Ποτὲ δὲ λέγει· Τάδε λέγει Κύριος. Καὶ ποτὲ Μωσῆς· Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ. Ποτὲ δὲ ὁ αὐτός· Τάδε λέγει Κύριος· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως. Οὐ γὰρ ποτὲ τὰ ἑαυτοῦ λέγει, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· τοῦτο γὰρ ἦν κτίσματος. Ἀλλὰ πάντα τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ εἰσι λόγια· ὁμοίως καὶ τὰ τοῦ Υἱοῦ. Διὰ τοῦτο οὐδὲ ὁ Υἱὸς λαλεῖ ἀφ' ἑαυτοῦ. Ὁ γὰρ πέμψας με, φησὶ, Πατὴρ, ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω· οὐ μανθάνων, τοῦτο γὰρ ἦν ἀτελοῦς καὶ ἀμαθοῦς· ἀλλ' ὅτι ὅσα ὁ Πατὴρ, διὰ τοῦ Υἱοῦ ἐν Πνεύματι λαλεῖ. Καὶ πάλιν γέγραπται· Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, ει μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω ει μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· καὶ πάλιν· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾶ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Ἐὰν δὲ λέγωσιν, ὅτι τὸ ἐρευνῶν οὐκ οἶδε, καὶ διὰ τοῦτο ἐρευνᾷ· ἐροῦμεν, ὅτι καὶ ὁ Θεὸς ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων. Καὶ διὰ τῶν προφητῶν λέγει· Ἐρευνήσω τὴν Ἱερουσαλὴμ μετὰ τοῦ λύχνου. Καὶ πάλιν γέγραπται· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ; καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οικεῖ; καὶ πάλιν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οικεῖ ἐν ὑμῖν. Καὶ πάλιν γέγραπται· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ
2. Now if they say: The Spirit does not speak from itself, rather whatever things it hears it will speak; we say to them: Neither does the Son speak from Himself: Rather, the Father Who sent Me, He says, He Himself told Me what I should say and what I should speak; for all things whatsoever that the Spirit and the Son speak are oracles of God. And on this account All Scripture is divinely inspired and profitable, having been spoken by the Spirit. For indeed this truly shows that the Spirit is not a creature, since every rational creature sometimes speaks from itself, sometimes the things of God, as when Paul says: Concerning virgins I have no command of the Lord, yet I give an opinion as one having received mercy from the Lord. Whereas to the married I give charge, not I, rather the Lord; and the prophet: O Lord, yet I will speak judgements unto Thee: why is it that the ungodly prosper? and again: Woe is me, mother, as whom did you bear me? And sometimes he says: Thus says the Lord. And sometimes Moses: Weak-voiced and slow-tongued am I. And sometimes the same: Thus says the Lord: Send forth My people, that they may serve Me. Yet the Spirit is not thus. For it does not sometimes speak its own things, and sometimes the things of God; for this would belong to a creature. Rather, all the things of the Spirit are oracles of God; likewise also the things of the Son. On this account neither does the Son speak from Himself. For the Father Who sent Me, He says, He Himself told Me what I should say and what I should speak; not as one learning, for that would belong to one imperfect and unlearned; rather because all things whatsoever that the Father speaks, He speaks through the Son in the Spirit. And again it is written: No one knows the things of a man, except the spirit of the man that is in him; so also the things of God no one has known except the Spirit of God; and again: For the Spirit searches all things, even the depths of God. Now if they say that what searches does not know, and on this account searches; we shall say that God too searches the hearts of human beings. And through the prophets He says: I will search Jerusalem with a lamp. And again it is written: Do you not know that your bodies are a temple of the Holy Spirit within you, which you have from God? and again: Do you not know that you are a temple of God, and the Spirit of God dwells in you? and again: Yet you are not in the flesh, rather in the Spirit, if indeed the Spirit of God dwells in you. And again it is written: And such were some of you, yet you washed yourselves clean, you were sanctified, yet you were justified in the name of the Lord Jesus Christ, and in the Spirit of God
Notes, col. 765

On the reading

Printed Ηνεῦμα, for Πνεῦμα.

Printed ει, for εἰ.

Printed ἐρευνᾶ, for ἐρευνᾷ.

Printed οικεῖ, for οἰκεῖ.

PG 29:768Read from the page
ἡμῶν. Καὶ πάλιν· Οὐ γὰρ τολμήσω τι λέγειν ὧν οὐκ ἀπειργάσατο Χριστὸς δι' ἐμοῦ λόγῳ καὶ ἔργῳ, εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου. Καὶ ἐν ἀρχῇ τῶν ἐπιστολῶν ὁ ἅγιος Παῦλος τοῦ Πατρὸς μέμνηται καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὕτω γράφων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης· καὶ πάλιν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος· καὶ πάλιν· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι· καὶ ὁ Ἰώβ· Ζῇ Κύριος ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχὴν, Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν· καὶ ὁ Δαβίδ· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· φῶς λέγων τὸ Πνεῦμα, καὶ ἀλήθειαν τὸν Υἱόν· καὶ ἐν ἄλλοις· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ Σωτήριόν σου δῴης ἡμῖν.
of us. And again: "For I will not dare to speak anything of the things which Christ has not wrought through me in word and deed, towards the obedience of the Gentiles, in the power of signs and wonders, in the power of the Holy Spirit." And at the beginning of his epistles Saint Paul makes mention of the Father and of the Son and of the Holy Spirit, writing thus: "Paul, a servant of Jesus Christ, a called apostle, set apart for the Gospel of God, which He promised beforehand through His prophets in the holy Scriptures concerning His Son, Who came from the seed of David according to the flesh, Who was appointed Son of God in power according to the Spirit of holiness"; and again: "The grace of our Lord Jesus Christ, and the love of God, and the communion of the Holy Spirit"; and again: "Now there are distributions of gifts, yet the same Spirit; and there are distributions of ministries, yet the same Lord; and there are distributions of workings, yet the same God, Who works all things in all"; and Job: "The Lord lives, Who has thus judged me, and the Almighty, Who has embittered my soul, while a divine Spirit is that which remains to me in my nostrils"; and David: "Send forth Thy light and Thy truth"; calling the Spirit light, and the Son truth; and elsewhere: "Show us, O Lord, Thy mercy, and grant us Thy salvation."
Περὶ τοῦ Πνεύματος.
On the Spirit.
Εὐθυμείσθω μὲν πᾶσα ψυχὴ ζητουσα περὶ τῶν θειοτέρων, εἰ ὄμμα τοιοῦτον ἔχει, ὥστε ταῦτα ζητεῖν καὶ ὁρᾷν τὰ αἰσθήσει ἀόρατα, καὶ εἰ, οὕτω ζητοῦσα, παρ' αὐτῷ τῷ ζητουμένῳ, κατὰ τὸ γεγραμμένον, οἰκεῖν δύναται. Γέγραπται γάρ· Ἐὰν ζητῇς, ζήτει, καὶ παρ' ἐμοὶ οἴκει. Οἰκεῖ δὲ τότε, ὅτε μετὰ πίστεως ζητεῖ. Κἂν γὰρ γένηται μὴ εὑρεῖν, οὐκ ἀναχωρεῖ τοῦ οἰκεῖν ἐν τῇ πίστει τοῦ ζητουμένου, ἀλλὰ λέγει κατὰ τὸν μακάριον Δαβίδ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν· καὶ κατὰ τὸν πατέρα τοῦ σεληνιαζομένου· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Τοῦτον οὖν ἔχοντες τὸν σκοπὸν, ζητήσωμεν μετὰ πίστεως περὶ τῆς τοῦ ἁγίου Πνεύματος φύσεως, παρ' αὐτοῦ ζητήσαντες τοῦ ζητουμένου
Let every soul take heart that seeks concerning things more divine, if it has such an eye as to seek these things and to behold what is invisible to sense, and if, so seeking, it is able, according to what is written, to dwell beside the very thing sought. For it is written: "If you seek, seek, and dwell beside me." And it dwells then, when it seeks with faith. For even if it should happen not to find, it does not withdraw from dwelling in the faith of what is sought, but says according to the blessed David: "Thy knowledge was made wonderful from me; it was made strong; I cannot attain towards it"; and according to the father of the epileptic: "I believe, Lord; help my unbelief." Having therefore this aim, let us seek with faith concerning the nature of the Holy Spirit, having sought from that very thing which is sought
Notes, col. 768

On the reading

Printed ζητουσα, for ζητοῦσα.

PG 29:769Read from the page
τὴν γνῶσιν. Αὐτὸ γάρ ἐστι τὸ ζητούμενον, καὶ αὐτὸ τὸ παρέχον τὴν περὶ ἑαυτοῦ γνῶσιν. Ὡς δὲ καὶ διὰ τῶν θείων Γραφῶν μεμαθήκαμεν παρ' αὐτοῦ, αὐτό ἐστιν ὃ τοὺς ἁγίους ἐποίησε, καὶ τὴν θείαν ζωὴν παρέχει τοῖς αἰτοῦσι παρ' αὐτοῦ τὸν Θεόν. Τῶν δὲ λαμβανόντων ἀνάγκη εἶναι τιμιώτερον· γινομένων τούτων ἁγίων, ὅταν αὐτὸ ἐπιφοιτήσῃ, καὶ φθειρομένων, ὅταν αὐτὸ καταλίπῃ. Αὐτὸ δὲ ἔστιν ἀεὶ, πηγὴ ὂν τῆς ἀϊδίου ζωῆς. Τίς δὲ ὁ τρόπος τῆς χορηγίας τοῦ εἶναι αὐτὸ ἔν τε τοῖς πᾶσι καὶ ἐν τοῖς καθ' ἕκαστον, σκοπείτω διάνοια, ἀξία τοῦ σκοπεῖν γενομένη, ἀπαλλαγεῖσα ἀπάτης καὶ αἱρέσεως καὶ τῶν γοητευουσῶν γυναικῶν τάς ἄλλας. Προσίτω δὲ ἡσύχῳ τῇ καταστάσει. Ἥσυχον δὲ αὐτῆς ἔστω μὴ μόνον τὸ περικείμενον σῶμα, καὶ ὁ τοῦ σώματος κλύδων, ἀλλὰ καὶ πᾶν τὸ περιέχον· οὐρανὸς, γῆ, θάλασσα, καὶ τὰ ἐν τούτοις λογικά. Καὶ νοείτω τὰ πάντα πληρούμενα, καὶ πάντοθεν εἰς αὐτὰ ἑστὼς τὸ Πνεῦμα, οἷον εἰσρέον καὶ εἰσχυθὲν, καὶ πάντοθεν εἰσιὸν, καὶ εἰσλάμπον. Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει Θεοῦ. Εἰσλάμπει δὲ ἐν πᾶσι τοῖς ἀξίοις. Καθάπερ γὰρ ἡλίου βολαὶ φωτίσασθαι νέφος καὶ λάμπειν ποιοῦσι, χρυσοειδῆ ὄψιν ποιοῦσαι· οὕτω καὶ Πνεῦμα ἅγιον, ἐπελθὸν εἰς ἀνθρώπου σῶμα, ἔδωκε μὲν ζωὴν, ἔδωκε δὲ ἀθανασίαν, ἔδωκεν ἁγιασμὸν, ἤγειρε δὲ κείμενον. Τὸ δὲ κινηθὲν κίνησιν ἀΐδιον ὑπὸ Πνεύματος ἁγίου ζῶον ἅγιον ἐγένετο. Ἔσχε δὲ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος, προφήτου, ἀποστόλου, ἀγγέλου Θεοῦ, ὢν πρὸ τούτου γῆ καὶ σποδός.
the knowledge. For it is itself that which is sought, and itself that which supplies the knowledge concerning itself. And as we have also learned from it through the divine Scriptures, it is itself that which made the saints, and supplies the divine life to those who ask for God from it. And of necessity it is more honourable than those who receive it, since these become holy when it visits them, and perish when it forsakes them. Yet itself exists always, being the fountain of eternal life. Now what the manner of its bestowal is, whereby it is both in all together and in each singly, let the mind consider, once it has become worthy of considering, having been freed from deceit and heresy and from the women who bewitch the others. And let it approach in a quiet state. And let not only the body that surrounds it, and the surge of the body, be quiet for it, but also all that encompasses it: heaven, earth, sea, and the rational beings within them. And let it apprehend all things as being filled, and the Spirit as standing from every side towards them, as though flowing in and poured in, and entering from every side, and shining in. "For the Spirit of the Lord has filled the inhabited world, and that which holds all things together has knowledge of God." And it shines in among all who are worthy. For just as the rays of the sun cause a cloud to be illumined and to shine, producing an appearance like gold, so also the Holy Spirit, having come into a man's body, gave life indeed, and gave immortality, gave sanctification, and raised up him who lay prostrate. And that which was moved with an everlasting motion by the Holy Spirit became a holy living creature. And man, once the Spirit had taken up its dwelling within, received the dignity of prophet, of apostle, of angel of God, though before this he was earth and ashes.
2. Γένοιτο δὲ ἂν φανερωτέρα καὶ ἐναργεστέρα τοῦ Πνεύματος ἡ δύναμις καὶ ἡ φύσις ἥτις ἐστὶν, εἰ ἐνθυμηθείημεν ὅπως περιέχει καὶ ἄγει τῷ ἑαυτοῦ βουλήματι τοὺς ἁγίους, καὶ πᾶσαν τὴν λογικὴν φύσιν. Ἅπαντι μὲν γὰρ τῷ πλήθει τῶν οὐρανίων δυνάμεων καὶ τῷ πλήθει τῶν δικαίων ἔδωκεν ἑαυτό. Καὶ πᾶσα ὑπόστασις δικαίων, καὶ μεγάλων καὶ μικρῶν, καὶ ἀγγέλων καὶ ἀρχαγγέλων, ἡγίασται. Καὶ ἄλλη μὲν καὶ ἄλλη κειμένων τῶν σωμάτων, τοῦ μὲν ὧδε, τοῦ δὲ ὧδε, καὶ τῶν ἄλλων δυνάμεων ἀπ' ἀλλήλων ἐχουσῶν τι μέσον. Οὐ τὸ Πνεῦμα οὕτως, οὐδὲ μέρος αὐτοῦ ἑκάστῳ κατακερματισθὲν ζῇν ποιεῖ θείως, ἀλλὰ ἅπαντα ζῇ τῇ ὅλῃ
2. Now the power of the Spirit and what its nature is would become clearer and more evident, if we should reflect how it encompasses and guides by its own counsel the saints, and the whole rational nature. For to the entire multitude of the heavenly powers and to the multitude of the righteous it has given itself. And every subsistence of the righteous, both great and small, and of angels and archangels, has been sanctified. And [their subsistence] is one and another as their bodies lie situated, the one here and the other there, and as the other powers have something intermediate between one another. Not so the Spirit, nor is a part of it parcelled out in fragments to each so as to make them live divinely, but all things live by the whole
Notes, col. 769

On the reading

Printed τάς, for τὰς.

PG 29:772Read from the page
αὐτοῦ δυνάμει. Καὶ πάρεστι πανταχοῦ τῷ ἐκπέμποντι αὐτὸ Θεῷ ὁμοιούμενον, καὶ κατὰ τὸ εἶναι, καὶ κατὰ τὸ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως εἶναι. Καὶ εὐαγγελιζόμενος τὴν Μαριὰμ ὁ Γαβριὴλ, καὶ ἄλλος ἀλλαχοῦ τινα τῶν ἁγίων· καὶ προφητεύων ἕκαστος τῶν προφητῶν· καὶ Παῦλος ἐν Ῥώμῃ εὐαγγελιζόμενος· καὶ Ἰάκωβος ἐν Ἱερουσαλήμ· καὶ Μάρκος ἐν Ἀλεξανδρείᾳ· καὶ ἄλλος ἐν ἄλλῃ πόλει, ἐπληροῦντο τῷ Πνεύματι, οὐδενὸς διαστήματος κωλύοντος ἐν τῷ αὐτῷ ἐνεργεῖσθαι τὴν αὐτὴν χάριν. Καὶ θεός ἐστι διὰ τοῦτο ἕκαστος τῶν ἁγίων. Εἴρηται γὰρ πρὸς αὐτοὺς παρὰ τοῦ Θεοῦ· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ, Θεὸς θεῶν, δηλονότι τῶν ἁγίων, Κύριος ἐλάλησε· καὶ, Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, δηλονότι τῶν ἁγίων. Ἀνάγκη δὲ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι θεῖον Πνεῦμα καὶ ἐκ Θεοῦ εἶναι. Ὡς γὰρ τοῖς καυστικοῖς αἴτιον τοῦ καυστικοὺς εἶναι, ἀνάγκη καυστικὸν εἶναι, καὶ τὸ ἁγίοις αἴτιον τοῦ ἁγίους εἶναι ἀνάγκη ἅγιον εἶναι· οὕτω καὶ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι ἀνάγκη Θεὸν εἶναι. Οὕτω δὴ τοιούτου ἀγαθοῦ καὶ θείου ὄντος κτήματος τοῦ Πνεύματος, πιστεύσας ἤδη τῷ τοιούτῳ, Χριστὸν τὸν τούτου χορηγὸν ἐπιζητεῖν μὴ δειλία. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ ἣν προΐεται δὲ ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ, ἀλλ' ὥσπερ πυρὸς τὸ μέν ἐστιν ἡ συνοῦσα θερμότης, τὸ δὲ, ἣν παρέχει τῷ ὕδατι, ἢ ἑτέρῳ τινὶ τῶν τοιούτων, οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωήν· καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι. Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει· νοῦν πάντα, ἄγγελον πάντα, ψυχὴν πᾶσαν, καὶ οὐδὲ ζητεῖ μεταβολὴν, εὖ ἔχον, οὐδὲ μετελθεῖν, πάντα παρ' ἑαυτῷ ἔχον. Ἀλλ' οὐδὲ αὔξησιν ἐπιζητεῖ, τελειότατον ὄν. Διὸ καὶ παρ' αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλὴ, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμὸς, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνάμεων, χαρίσματα ιαμάτων, καὶ ὅσα τούτοις παραπλήσια· οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον· ἀλλ' ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ, καὶ ἐξ αὐτοῦ πεφηνὸς, αἴτιον αὐτὸν ἔχον ὡς πηγὴν ἑαυτοῦ, κἀκεῖθεν πηγάζον. Πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν. Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι· τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ· ἐξέχεεν, οὐκ ἔκτισεν· ἐχαρίσατο, οὐκ ἐποίησεν· ἔδωκεν, οὐκ ἐδημιούργησεν. Ἐκ παοαλ-
of its power. And it is present everywhere, likened to God Who sends it forth, both as to being, and as to being everywhere and in all things alike. And Gabriel bringing good tidings to Mary, and another elsewhere to some one of the saints; and each of the prophets prophesying; and Paul preaching the Gospel in Rome; and James in Jerusalem; and Mark in Alexandria; and another in another city, were filled with the Spirit, with no interval hindering the same grace from being wrought at the selfsame moment. And on this account each of the saints is a god. For it has been said to them from God: "I said, You are gods, and all of you sons of the Most High"; and, "The God of gods", plainly of the saints, "the Lord has spoken"; and, "The God of gods shall appear in Sion", plainly of the saints. Now of necessity the divine Spirit that is for gods the cause of their being gods is also from God. For just as that which is for burning things the cause of their being able to burn must of necessity be able to burn, and that which is for holy ones the cause of their being holy must of necessity be holy, so also that which is for gods the cause of their being gods must of necessity be God. Since, then, the Spirit is so great a good and divine possession, having already believed in such a one, do not be afraid to seek after Christ, the Bestower of it. For "no one is able to say, Jesus is Lord, except in the Holy Spirit." And the life too which the Spirit sends forth into the subsistence of another is not severed from it, but just as of fire there is on the one hand the heat abiding with it, and on the other hand that which it imparts to water, or to some other thing of the kind, so also itself both has life in itself; and those who partake of it live in a manner worthy of God, having acquired a divine and heavenly life. For it encompasses within itself all things immortal: every mind, every angel, every soul, and neither seeks change, since it is well off, nor to pass elsewhere, since it has all things with itself. Nor yet does it seek after increase, being most perfect. Wherefore with it also all things are perfect: love, joy, peace, long-suffering, kindness, wisdom, understanding, counsel, steadfastness, godliness, knowledge, sanctification, redemption, faith, workings of powers, gifts of healings, and whatsoever things are akin to these; having nothing acquired in itself, but eternally having all things, as Spirit of God, and having shone forth from Him, having Him as cause like the fountain of itself, and springing forth from thence. And it is itself also the fountain of the aforesaid goods. Yet that which springs forth from God is subsistent, whereas the things that spring forth from it are its workings. This Holy Spirit God poured out richly upon us through Jesus Christ; He poured out, He did not create; He bestowed freely, He did not make; He gave, He did not fashion. In paral-
Notes, col. 772

On the reading

Printed ιαμάτων, for ἰαμάτων.

Printed παοαλ-, for παραλ-.