Migne Reading Room

PG 29 · cols. 752–761 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:752Read from the page
2. Ἀλλά μὴν οὖν καὶ λόγοι πολλοὶ προσαγορεύονται, εἷς δὲ ὁ τοῦ Θεοῦ ἀΐδιος, ὁ καὶ Θεὸς ἐν Εὐαγγελίῳ κηρυσσόμενος, δι' οὗ τὰ πάντα ἐγένετο. Καὶ υἱοὶ Θεοῦ λέγονται πολλοὶ ἐν τῇ Γραφῇ, κατὰ τὸ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ πάλιν· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Θέσει μέντοι καὶ χαρακτῆρί τινι υἱοθετούμενοι ἀπὸ τοῦ ἀληθινοῦ Θεοῦ, υἱοὶ θετοὶ καὶ μὴ ἀληθινοί. Ἀπὸ γὰρ φύσεως καὶ ἀληθείας ὁρμᾶται τὰ πράγματα. Εἰ δὲ ὁ φύσει οὐσιωδῶς ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἔστι κατὰ τὴν τῶν ἀνομοιουσιαστῶν ἀθέτησιν, ποῦ οἱ θέσει εὑρεθήσονται; Ἀλλὰ τὰ ἀνθρωπολογούμενα οἱ ἀμαθέστατοι τῇ θεότητι ἀσεβῶς προσάπτουσι, καὶ τὰς πολυμερῶς καὶ πολυτρόπῶς ῥηθείσας Γραφὰς μονομερῶς ἐκλαμβάνοντες πίπτουσιν, ὁδηγεῖσθαι καλῶς οὐκ ἀνεχόμενοι. Εὐθεῖαι γὰρ αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἐν ταῖς εὐθείαις προσκόπτουσι. Καὶ τὸ θαῦμα, ἀφ' ὧν ὠφελοῦνται οἱ τῇ πίστει ὑγιαίνοντες, ἀπὸ τούτων βλάπτονται οἱ νοσοῦντες περὶ ζητήσεις καὶ λογομαχίας ἀργὰς, ὡς εἶπεν ὁ Ἀπόστολος. Ὅτι δὲ ψυχῆς νόσημά ἐστι τὸ κακῶς καὶ περιέργως ζητεῖν περὶ Θεοῦ, καὶ μάλιστα μετὰ ἀπιστίας, πᾶσι φανερόν. Εἰ γὰρ αὐτῷ τῷ παναγίῳ Θεῷ τὰ περὶ αὐτοῦ ἀπιστοῦσι· πῶς τῶν προφητῶν αὐτοῦ ἢ ἀποστόλων ἀκούσωσι, λεγόντων ἐν θείαις Γραφαῖς τὰ περὶ αὐτοῦ καὶ τῶν εἰς αὐτὸν μελλόντων ἐλπίζειν; Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Πιστεῦσαι· μὴ γὰρ ἀπίστως περιεργάζεσθαι ὅ τί ἐστιν· μὴ γὰρ ὅ τι οὐκ ἔστιν. Ὃ γάρ ἐστιν, ἦν, καὶ ἔστι, καὶ ἔσται ἀεί· καὶ τοῖς πᾶσι τὸ εἶναι δωρεῖται, ὡς φύσει ὢν Θεός. Τί οὖν ἀπιστεῖς, ὦ ἄνθρωπε; Ἀπιστεῖς, ὅτι ἴδιον ἔχει Υἱὸν ὁ Θεὸς, καὶ ζητεῖς πῶς ἐγέννησε Θεός; Εἰ δὲ τὸ πῶς ἐπὶ Θεοῦ ἐπερωτᾷς, πάντως καὶ τὸ ποῦ, ὡς ἐν τόπῳ, καὶ πότε, ὡς ἐν χρόνῳ συνεπερωτήσειας. Εἰ δὲ ἄτοπον ἐπὶ Θεοῦ τὸ τοιοῦτον ἐπερωτᾷν, ἀτοπώτερον ἂν εἴη τὸ μὴ πιστεύειν. Τάχα οὔπω ἐρυθριᾷς ἐν ἀπιστίᾳ ὑπάρχων. Ζητεῖς γὰρ ἵνα εὕρῃς οὐ πίστιν, ἀλλ' ἀπιστίαν. Τοῦτο ἀληθὲς κατὰ τὸ γεγραμμένον· Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Φίλος Θεοῦ ὁ μακάριος Ἀβραὰμ καὶ εἴρηται, καὶ ἔστι. Φίλος διὰ πίστιν, φίλος δι' ὑπακοὴν Θεοῦ· σὺ δὲ ἐχθρὸς διὰ ἀπιστίαν καὶ παρακοὴν Θεοῦ. Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, ἐπίστευσέν ὡς αὐτὸς, καὶ οὐκ ἠπίστησεν ὡς ὑμεῖς. Διὰ τοῦτο αὐτὸς
2. Moreover, many words also are so called, yet one is the eternal Word of God, Who is also proclaimed as God in the Gospel, through Whom all things came to be. Many too are called sons of God in Scripture, according to the saying, I have begotten and exalted sons; and again: Israel is My firstborn son. Yet being adopted by position and by a certain character from the true God, they are adopted sons and not true ones. For realities proceed from nature and truth. Now if He Who was begotten from Him essentially by nature does not exist, according to the rejection of the Anomoeans, where will those who are sons by adoption be found? Yet those most ignorant men impiously attach expressions spoken in human fashion to the Godhead, and taking one-sidedly the Scriptures spoken in many portions and in many manners they fall, not enduring to be rightly guided. For straight are the ways of the Lord, and the righteous will walk in them; but the ungodly stumble in straight ways. And the marvel is that from the very things by which those who are sound in the faith are benefited, by these those who are sick over questionings and idle disputes of words are harmed, as the Apostle said. Now that inquiring wrongly and meddlesomely concerning God, and above all with unbelief, is a sickness of soul is manifest to all. For if they disbelieve the all-holy God Himself regarding the things concerning Him, how should they listen to His prophets or apostles when they speak in the divine Scriptures the things concerning Him and those who are to hope in Him? For he who draws near to God must believe that He is. Believe: for one must not unbelievingly pry into what He is; still less into what He is not. For what He is, He was, and is, and ever will be; and to all things He bestows being, since He is God by nature. Why then do you disbelieve, O man? Do you disbelieve that God has His own Son, and do you seek how God begot? Yet if you ask the how in regard to God, you would altogether ask along with it the where, as in a place, and the when, as in time. And if it is absurd to ask such a thing in regard to God, more absurd would it be not to believe. Perhaps you do not yet blush at remaining in unbelief. For you seek in order to find not faith, but unbelief. This is true according to what is written: Into a malicious soul wisdom will not enter. And Abraham believed God, and it was reckoned to him for righteousness, and he was called the friend of God. Blessed Abraham both has been called the friend of God, and is so. A friend through faith, a friend through obedience towards God; whereas you are an enemy through unbelief and disobedience towards God. Abraham believed God, he believed as he himself did, and did not disbelieve as you do. On this account he himself is
Notes, col. 752

On the reading

Printed Ἀλλά, for Ἀλλὰ.

Printed πολυτρόπῶς, for πολυτρόπως.

Printed ἐπίστευσέν, for ἐπίστευσεν.

PG 29:753Read from the page
φίλος, ὑμεῖς δὲ ἐχθροί. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, κατὰ τὸ γεγραμμένον· ὅτι τὸν φύσει Υἱὸν Θεοῦ θέσει καὶ χάριτι υἱοποιηθέντα λέγουσι, καὶ τὸν κτίστην κτίσμα, καὶ τὸν ποιητὴν ποίημα, καὶ τὸν ἀεὶ ὄντα ἐν Πατρί ποτε μὴ ὄντα, καὶ τὸν ἐξ ὄντος Θεοῦ Υἱὸν λέγοντες ἐκ μὴ ὄντων γεγονέναι. Οὐ μόνον δὲ κατὰ τοῦ Θεοῦ καὶ Υἱοῦ ψεύδονται θεομαχοῦντες καὶ χριστομαχοῦντες, ἀλλὰ καὶ πνευματομαχοῦντες οὐ παύονται, τὸ Πνεῦμα τοῦ Θεοῦ κυριολογεῖν μὴ βουλόμενοι, σκληρῷ τραχήλῳ καὶ ἀπεριτμήτῳ καρδίᾳ ταῖς θείαις Γραφαῖς ἐναντιούμενοι. Τί δὲ ἐναντιοῦσαι τῇ καλῇ ταύτῃ πίστει καὶ σωζούσῃ ὁμολογίᾳ· Θεὸς, Λόγος, Πνεῦμα· Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα; Οὐ ξένος ὁ Υἱὸς, οὐδὲ ἀλλότριον τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Υἱοῦ, οὐ τόποις μεμερισμένα, οὐκ αἰῶσι παραλαμβανόμενα, οὐ διαστήμασι μετρούμενα. Οὐκ ἐνέλιπεν Υἱός ποτε Πατρὶ, οὐδὲ Υἱῷ Πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Οὐ Πατὴρ ὁ Υἱὸς, ἀλλὰ Πατὴρ Υἱοῦ γεννήτωρ, ὡς νοῦς λόγου πατὴρ, ὡς δύναμις δυνατοῦ, ὡς σοφὸς σοφίαν γεγεννηκὼς, ὡς ὑπόστασις ἴδιον χαρακτῆρα. Ὁ δὲ Υἱὸς ἀεὶ Υἱὸς, ὡς μορφὴ Θεοῦ ὑπάρχων ἀεὶ, ὡς εἰκὼν Θεοῦ φυσικὴ ὁ Υἱός.
a friend, whereas you are enemies. The enemies of the Lord have lied to Him, according to what is written: because Him Who is Son of God by nature they say was adopted as son by position and grace, and call the Creator a creature, and the Maker a thing made, and Him Who ever is in the Father once non-existent, saying too that the Son Who is from the God Who is came into being out of things that are not. And not only do they lie against God and the Son, fighting against God and fighting against Christ, but neither do they cease fighting against the Spirit, refusing to call the Spirit of God Lord, opposing the divine Scriptures with stiff neck and uncircumcised heart. Why do you oppose this noble faith and saving confession: God, Word, Spirit; Father, Son, and Spirit? Not foreign is the Son, nor alien is the Spirit from God and the Son—not parted by places, not comprehended by ages, not measured by intervals. Never was Son wanting to Father, nor Spirit to Son; rather, immutable and unchangeable is the same Trinity for ever. The Son is not Father, but the Father is begetter of the Son, as mind is father of word, as power of one who is powerful, as a wise one who has begotten wisdom, as hypostasis its own express image. And the Son is ever Son, existing ever as form of God, as natural image of God is the Son.
3. Ἀλλὰ καὶ τὸ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ εἴρηται, καὶ δάκτυλος Θεοῦ, καὶ Θεοῦ πνεῦμα, καὶ ῥῆμα καὶ πνεῦμα στόματος, καὶ ἀγαθὸν πνεῦμα, καὶ εὐθὲς, καὶ ἡγεμονικὸν, καὶ πνεῦμα δυνάμεως, καὶ Κύριος καὶ Θεὸς εἴρηται τὸ τοῦ Θεοῦ πνεῦμα, ὡς καὶ ὁ Λόγος. Εἰ γὰρ μετὰ τοῦ Θεοῦ καὶ Λόγου στερεοῖ τὰς δυνάμεις τῶν οὐρανῶν τὸ Πνεῦμα, πῶς ἀλλότριον; Ὅπερ οἱ λαβόντες ναὸς Θεοῦ εἰσιν, ὃ δὴ καὶ πνεῦμα στόματος Θεοῦ προσαγορεύεται, καὶ τῆς δημιουργίας αἴτιον μετὰ τοῦ Λόγου δείκνυται, τὸ ἐνεργοῦν τὰ πάντα ὡς Θεὸς, καθὼς βούλεται, ὥς φησιν ὁ Ἀπόστολος, τὸ τῆς υἱοθεσίας Πνεῦμα, τὸ τῆς ἐλευθερίας αἴτιον, τὸ ὅπου θέλει πνέον θειότητα, ὃ δὴ καὶ πνεῦμα τῆς ἀληθείας ὁ τῶν ὅλων Κύριος σαφῶς ὀνομάζει· τὸ ἐν εἴδει περιστερᾶς ἐπ' αὐτὸν ἐξ οὐρανοῦ καταβὰν, τὸ ἁγιάζον τὴν Κυριακὴν σάρκα μετὰ τῆς δυνάμεως, τὸ τὴν οἰκουμένην πληροῦν, τὸ παντὶ παρὸν ὡς Θεὸς, καὶ μετὰ Θεοῦ ἀχωρίστως ὂν ἀεί· τὸ γινῶσκον τὰ τοῦ Θεοῦ πάντα, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμῶν, τὸ ἀνθρώπινον λέγω πνεῦμα τὸ ἐν ἡμῖν. Οὕτω γάρ φησι· Καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα Θεοῦ. Καὶ πάλιν φησὶν ὁ Σωτήρ· Οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται
3. Moreover, the Spirit also has been called image of the Son, and finger of God, and spirit of God, and word and breath of the mouth, and good spirit, and upright, and sovereign, and spirit of power, and the spirit of God has been called both Lord and God, just as the Word also has. For if together with God and the Word the Spirit establishes the powers of the heavens, how is it alien? Those who have received it are a temple of God—that very Spirit which is also addressed as breath of the mouth of God, and is shown together with the Word to be cause of creation, working all things as God, just as it wills, as the Apostle says: the Spirit of adoption, the cause of freedom, breathing deity where it wills, which indeed the Lord of all clearly names the Spirit of truth; that which descended upon Him out of heaven in the form of a dove, sanctifying the Lord's flesh with power, filling the habitable world, present to everything as God, and existing inseparably with God for ever; knowing all the things of God, as the spirit that is in us knows our own things—the human spirit that is in us, I mean. For thus he says: Even the things of God no one knows except the Spirit of God. And again the Saviour says: No one knows Who the Son is except the Father, nor does anyone know the Father except the Son, and him to whom may will
PG 29:756Read from the page
ὁ Υἱὸς ἀποκαλύψαι. Τοῦτο ἐκείνου ὅμοιον, κἀκεῖνο τούτου ἰσοδύναμον. Ἡμῖν γὰρ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ὅρα τοιγαροῦν πῶς ποτὲ μὲν Πατὴρ Υἱὸν ἀποκαλύπτει, ποτὲ δὲ Υἱὸς Πατέρα, ποτὲ δὲ τὸ Πνεῦμα Υἱὸν καὶ Πατέρα ὡσαύτως. Ὥστε ἡ σύμπασα θεότης δῆλός σοι, ποτὲ μὲν ἐν Πατρὶ, ποτὲ δὲ ἐν Υἱῷ καὶ Πνεύματι προσηγορία γίνεται. Καὶ σοὶ λύει τὸ προφητικὸν ζήτημα σαφῶς ὁ Ἀπόστολος, καὶ οὐκ ἐᾷ πρόσωπον ἓν ὑπολαβεῖν τὴν θεότητα διὰ τὰς τοῦτο δηλοῦν νομιζομένας φωνάς. Ἐπεὶ καὶ αὐτὴς, καίτοι τὸ τοῦ Υἱοῦ πρόσωπον σαφῶς πανταχοῦ κηρύττων ὡς δημιουργικὸν, ὅμως εἰς τὸ τοῦ Πατρὸς πρόσωπον ἀνήγαγε τὴν πᾶσαν δημιουργίαν. Ἢ γὰρ οὐκ αὐτός ἐστιν ὁ λέγων· Εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ; Καὶ ὁμοίως ἐνταῦθα τὸν ἕνα καὶ τὸν ἕνα σαφῶς εἰρηκὼς, καὶ τὸ δι' Υἱοῦ πάντα γίνεσθαι μεμαρτυρηκὼς, ἕνα πρὸς Ῥωμαίους εἴρηκε, καὶ τὸ δι' αὐτοῦ γίνεσθαι πάντα προστέθεικεν, οὐ μόνον τὸ ἐξ αὐτοῦ. Ὥστε ἡ δυὰς ἐν δυάδι δεδηλωμένη, ἢ καὶ τριὰς ἐν τριάδι, ὡσαύτως ἐν τῷ αὐτῷ Ἀποστόλῳ σαφῶς μαρτυρήσει καὶ τοῖς προφήταις, ὅτι μὴ τὴν δυάδα ἀναιροῦσι· μᾶλλον δὲ Τριάδα τὴν μονάδα κηρύσσοντες, ἀλλ' ἑνότητα θεότητος εἰδότες, ἐν ἑνὶ προσώπῳ τὰ τρία κηρύσσουσι.
the Son to reveal Him. This is like that, and that is equivalent in force to this. For to us, he says, God has made revelation through His Spirit. See therefore how at one time the Father reveals the Son, at another the Son the Father, and at another the Spirit reveals Son and Father likewise. So that the whole Godhead is manifest to you: at one time the appellation is made in the Father, at another in the Son and the Spirit. And the Apostle clearly resolves the prophetic question for you, and does not allow one to suppose the Godhead to be a single person on account of the expressions thought to signify this. Since he himself also, even though everywhere clearly proclaiming the person of the Son as creative, nevertheless referred the whole creation back to the person of the Father. Or is it not he himself who says: One God, the Father, from Whom are all things, and we unto Him; and one Lord Jesus Christ, through Whom are all things, and we through Him? And having likewise here clearly spoken of the One and the One, and having borne witness that all things come to be through the Son, in writing to the Romans he spoke of One, and added that all things come to be through Him, not only from Him. So that the dyad manifested in a dyad, or even the triad in a triad, likewise in the same Apostle will clearly bear witness also to the prophets, that they do not abolish the dyad, or rather the Trinity, in proclaiming the monad, but knowing the unity of the Godhead, in one person they proclaim the three.
4. Καὶ ἀπ' ἀρχῆς μὲν κατὰ τὴν κοσμοποιίαν πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα διαλεγόμενος δῆλός ἐστιν ὁ Θεὸς, ὡς ἀνθρωπικωτέρῳ τύπῳ παρέστησεν ὁ Μωσῆς διαλεγόμενον αὐτὸν καὶ φάσκοντα· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Τίνι γὰρ λέγει τὸ, Ποιήσωμεν, ἢ τῷ Λόγῳ καὶ μονογενεῖ Υἱῷ, δι' οὗ τὰ πάντα ἐγένετο, κατὰ τὸν εὐαγγελιστὴν, καὶ τῷ Πνεύματι, περὶ οὗ γέγραπται, Πνεῦμα θεῖον τὸ ποιῆσάν με; Εἰ δὲ καὶ μὴ ῥητῶς λέγει περὶ τίνων, ἢ πρὸς τίνας διαλέγεται, ὅμως ὅτι μὴ περὶ ἑαυτοῦ μόνου λέγει δῆλόν ἐστιν, ὅτε φησίν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· καὶ πάλιν· Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώττας, ἵνα καὶ συναριθμουμένους νοήσῃς. Οὔτε
4. And from the beginning, at the creation of the world, God is manifestly conversing with the Son and the Spirit, as Moses in a more human fashion presented Him conversing and saying: Let Us make man according to Our image and according to likeness. For to whom does He say Let Us make, if not to the Word and Only-begotten Son, through Whom all things came to be, according to the evangelist, and to the Spirit, concerning Whom it is written, The divine Spirit that made me? And even if He does not state expressly concerning whom or with whom He converses, nevertheless that He does not speak concerning Himself alone is manifest when He says: Behold, Adam has become as one of Us; and again: Come, let Us go down and confound their tongues, so that you may also understand Them as numbered together. Neither
Notes, col. 756

On the reading

Printed αὐτὴς, for αὐτὸς.

PG 29:757Read from the page
γὰρ εἰς ἰσοτιμίαν ἀγγέλους συντάξαι τολμήσει τις τῷ δημιουργῷ καὶ Δεσπότῃ, οὔτε Θεῷ πάλιν ἓν πρόσωπον οἷόν τε νοεῖν, τῷ λέγεσθαι· Ὡς εἷς ἐξ ἡμῶν· καὶ, Δεῦτε, καταβάντες συγχέωμεν. Ἐναργὲς δὲ καὶ τὸ περὶ τῆς καταστροφῆς Σοδόμων λεγόμενον· τό τε, Ἔβρεξε Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ· καὶ τὸ ἐν τοῖς προφήταις παραπλησίως τούτοις εἰρημένον ἐκ προσώπου τοῦ Θεοῦ· Κατέστρεψα αὐτους, φησὶν, ὡς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα. Καὶ ἑτέρως φιλανθρωπευόμενος λέγει ὁ Θεός· Σώσω αὐτοὺς ἐν Κυρίῳ τῷ Θεῷ αὐτῶν· ὅπερ οὐκ ἀπέοικε τῆς ἀποστολικῆς λέξεως τῆς λεγούσης· Δώῃ αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Τί δὲ ὁ Ζοροβάβελ καὶ ἡ τοῦ Ζοροβάβελ σοφία; Ἆρά σοι μετρίως καὶ οὐ σαφῶς παριστάναι δοκεῖ τὴν ὑπόστασιν καὶ ζωὴν τῆς ἀληθείας, ὅτε φησί· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει; Τίς δὲ ἡ ἀλήθεια, ἢ ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς, δι' οὗ τὰ πάντα; Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Ἀλήθεια δὲ οὐκ ἔστιν, εἰ μὴ ἡ ἐκ τοῦ ἀληθινοῦ φυσικῶς καὶ ἀϊδίως ἐξ αὐτοῦ γεννηθεῖσα. Διὸ ἐπιφέρει λέγων· Εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας, ὅς ἐστι Πατὴρ τῆς ἀληθείας Χριστοῦ. Χριστὸς ἡ ἀλήθεια, ὃν πᾶσα πνοὴ σέβεται καὶ τρέμει. Ὥστε ὅτι μὲν ζῶν ὁ Λόγος, καὶ πρόσωπον τέλειον, καὶ τὸ Πνεῦμα ὡσαύτως, ἱκανὰ καὶ τὰ νῦν εἰρημένα διδάξαι· τύποι δὲ ἀνθρώπινοι παρὰ Θεῷ πολλοὶ καὶ ἄλλοι, καὶ οὐ διὰ τοῦτο τὸν Θεὸν ἄνθρωπον ὑπολαμβάνομεν, οἷον εἰ πρόσωπον ἀκούοιμεν, ὀφθαλμούς τε καὶ ὦτα καὶ χεῖρας καὶ πόδας. Οὐδὲ τὸ καθέζεσθαι ἐν οὐρανῷ καθάπερ ἐν θρόνῳ, καὶ τὴν γῆν ὑποπόδιον τῶν ποδῶν αὐτοῦ πατουμένην σωματικῶς θέλει λέγειν περὶ Θεοῦ, ἀλλ' ὡς ὑποκειμένην τῇ θεϊκῇ ἐξουσίᾳ. Οὕτω δὲ πάλιν, ἐὰν ἀκούσῃς γαστέρα ἐπὶ Θεοῦ, μὴ πτυρῇς ὡς σωματικόν τι ἐνθυμούμενος· ἀλλὰ πνευματικόν τι ἐννοούμενος, λέξεις τι κρεῖττον, αὐτὸ τὸ γεννητικὸν τοῦ Θεοῦ ἐμφανῶς σοι ἐξ αὐτοῦ ἀποκαλυπτόμενον. Οὕτω πάλιν, χεῖρας ἀκούων Θεοῦ, τὸ ποιητικὸν αὐτοῦ γνώριζε σαφῶς· οὖς δὲ, τὸ ἀκουστικὸν αὐτοῦ· ὀφθαλμοὺς δὲ, τὸ διορατικόν· πτέρυγας, τὸ σκεπαστικόν. Καὶ
for will anyone dare to rank angels in equal honour with the Creator and Master, nor again is it possible to conceive one person in God, since it is said: As one of Us; and, Come, let Us go down and confound. Clear too is what is said concerning the overthrow of Sodom: both the saying, The Lord rained brimstone and fire from the Lord out of heaven; and what is spoken in like manner to these in the prophets in the person of God: I overthrew them, He says, as God overthrew Sodom and Gomorrah. And elsewhere in His loving-kindness towards man God says: I will save them in the Lord their God; which is not unlike the apostolic utterance that says: May the Lord grant him to find mercy from the Lord in that day. And what of Zerubbabel and the wisdom of Zerubbabel? Does he seem to you to set forth moderately and not clearly the subsistence and life of the truth, when he says: All the earth calls upon the truth, and heaven blesses it, and all works shake and tremble? And who is the truth, if not the Word and Son of God, through Whom are all things? For I am, He says, the way, and the truth, and the life. And there is no truth, except that which from the True One is naturally and eternally begotten out of Him. Wherefore he continues, saying: Blessed is the God of truth, Who is Father of the truth, Christ. Christ is the truth, Whom every breath reveres and trembles before. So that even what has now been said suffices to teach that the Word is living and a perfect person, and the Spirit likewise; whereas there are many human figures besides with God, and we do not on that account suppose God to be a man, as for instance if we should hear of face, and eyes, and ears, and hands, and feet. Nor does sitting in heaven as upon a throne, and the earth trodden as a footstool of His feet, mean to speak bodily concerning God, but as subject to the divine authority. So too again, if you hear of a womb in regard to God, be not startled as though pondering something bodily; rather, conceiving something spiritual, you will speak of something nobler—the very generative power of God manifestly revealed to you from it. So again, when hearing of hands of God, recognize clearly His creative power; of an ear, His hearing power; of eyes, His perceptive power; of wings, His sheltering power. And
Notes, col. 757

On the reading

Printed αὐτους, for αὐτοὺς.

PG 29:760Read from the page
τὰ ἄλλα πάντα ὡσαύτως, ἕκαστον ἰδίαν σώζει ἔννοιαν ὀρθοτάτην περὶ Θεοῦ, μάλιστα τοῖς ὀρθῶς πιστεύουσι. Τὰ οὖν ὀνόματα χρῆσίς ἐστιν ἀνθρώποις πρὸς γνῶσιν καὶ διάκρισιν οὐσιῶν, ἢ καὶ πραγμάτων καὶ τῶν περὶ τὰς οὐσίας ἐπινοηθέντων. Μὴ οὖν σε ξενιζέτω γαστὴρ ἐπὶ Θεοῦ· ἐπεὶ μηδὲ χεὶρ, ἢ τὰ ἄλλα τὰ προειρημένα. Οὐκοῦν οὐδὲ γέννησις ἐπὶ Θεοῦ ξενίσειέ σε, ἤ τινα τῶν ἀκουόντων.
all the other things likewise, each preserves its own most upright conception concerning God, especially among those who believe rightly. Names, therefore, are a usage for human beings towards the knowledge and distinction of substances, or also of things and of what is conceived concerning substances. Let not, then, a womb in reference to God strike you as strange, since neither does a hand, nor the other things spoken of beforehand. Therefore neither would generation in reference to God strike you as strange, or anyone of those who hear.
5. Εἰ δὲ πάθος ἐν Θεῷ γεννῶντι φοβεῖταί τις, ἔστι καὶ κτίζοντος φοβηθῆναι κίνησιν, καὶ κάματον, καὶ πρόσληψιν ὕλης, καὶ χρείαν ὀργάνων. Ταῦτα γὰρ ἐπ' ἀνθρώπων δημιουργούντων. Εἰ δὲ ταῦτα οὐ πρόσεστι Θεῷ, οὐδὲ πάθος ἐν τῷ γεννᾷν. Ἀδύνατον γὰρ τὴν ἀπαθῆ φύσιν πάθει περιπεσεῖν. Τί οὖν φοβεῖταί τις φόβον, οὗ οὐκ ἔστι φόβος; Θεὸς οὐδὲ γεννῶν ἐξ αὐτοῦ φύσει πάσχει· μὴ γένοιτο· οὔτε κτίζων ἐκ τοῦ μὴ ὄντος τι, ἢ τὸ πᾶν, κάμνει· μὴ γένοιτο, μηδὲ ῥηθείη. Εἰ δὲ τὸ ἓν φεύγεις, καὶ τὸ πᾶν· εἰ τὸ πᾶν ὁμοίως, καὶ τὸ ἓν· εἰ τὸ ἓν ἀνθρωπίνως, καὶ τὸ πᾶν· εἰ δὲ τὸ πᾶν οὐκ ἀνθρωπίνως, οὐδὲ τὸ ἕν. Εἰ γὰρ τὰ ἐξ οὐκ ὄντων ποιεῖ βουλήσει Θεὸς, τὸ πᾶν ἀκαμάτως· καὶ οὐκ ἄπιστον τοῦτο παρ' ἡμῖν. Πιστότερον δ' ἂν πᾶσι, τὸ ἐξ αὐτοῦ φύσει θείᾳ καὶ θεοπρεπῶς γεγεννηκέναι ἀπαθῶς τὸν Θεὸν Υἱὸν γνήσιον, ὁμότιμον, ὁμόδοξον, σύνθρονον, σύμβουλον καὶ συνεργὸν, ὁμοούσιον τῷ Πατρὶ καὶ Θεῷ, καὶ οὐχ ἑτεροούσιον, οὐδὲ ἀλλότριον τῆς ἐκείνου μόνης θεότητος. Εἰ δὲ μή γε, οὐδὲ προσκυνητός. Οὐδὲ γὰρ προσκυνήσεις θεῷ ἀλλοτρίῳ, γέγραπται· οὐδὲ πρόσφατόν τινα παραδέξασθαι θεὸν παρακελευόμεθα. Μὴ τοίνυν λέγε προσθήκην σεβάσματος, μηδ' ὅτι σεσιώπητο τοῖς παλαιοῖς ὁ Υἱὸς, ἡμῖν δὲ ἀποκεκάλυπται, εἴπερ Λόγον δημιουργὸν ὁμολογεῖς τὸν Υἱόν. Λόγον γὰρ ᾔδεισαν οἱ πατέρες, Λόγον Θεοῦ προσεκύνουν, καὶ σὺν Λόγῳ τὸ Πνεῦμα. Μηδὲ χωρίσῃς αὐτὸν ἀπὸ τοῦ λέγοντος, Ἐγὼ Θεὸς μόνος, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ· ἵνα μὴ βλασφημεῖν ἀναγκασθῇς τὸν Υἱὸν ὡς οὐκ ὄντα Θεόν· μηδὲ χωρίσῃς αὐτὸν ἀπὸ τοῦ λέγοντος· Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος, ἵνα μὴ καὶ τοῦ δημιουργὸν λέγειν τὸν Υἱὸν ἀποστῇς· ὅτι τῆς τοῦ μόνου Θεοῦ δόξης ὁ τὸν οὐρανὸν ἐκτείνας οὐ κεχώρισται. Οὐκοῦν ἐν Υἱῷ γνῶθι Πατέρα, ἐν Πατρὶ δόξασον Υἱόν. Μὴ μερίσῃς τὰ ἀμέριστα, μὴ σχίζε τὰ ἄσχιστα. Κᾶν γὰρ θέλῃς, οὐ σχίζεται. Κᾶν διαῤῥαγῶσιν οἱ αἱρετικοὶ, οὐ διαῤῥήγνυται ἡ Τριάς· ἀλλ' ἔστιν ὅ ἐστι, κἂν ἑτέροις μὴ δοκῇ. Σπεῖρα γάρ ἐστιν ἡ ἁγία Τριὰς, καὶ σεβάσμιός ἐστιν ἐν μιᾷ καὶ ἀϊδίῳ δόξῃ, τὴν αὐτὴν καὶ μίαν μόνην θεότητα πανταχοῦ περι-
5. Now if anyone fears passion in God when He generates, it is possible also when He creates to fear movement, and toil, and the taking up of matter, and the need of instruments. For these belong to human beings when they fashion things. Yet if these do not belong to God, neither is there passion in His generating. For it is impossible for the impassible nature to fall into passion. Why then does anyone fear a fear where no fear is? Neither does God suffer passion in generating out of Himself by nature—far be it!—nor does He toil in creating out of non-being either something or the universe—far be it, let it not even be spoken! If you shun the one, then the whole as well; if the whole likewise, then the one as well; if the one in human fashion, then the whole as well; whereas if the whole is not in human fashion, neither is the one. For if God makes by His counsel the things that come from what is not, He makes the whole untiringly; and this is not incredible among us. More credible still to all would it be that God has impassibly generated out of Himself, in a divine nature and in a manner befitting God, a genuine Son, equal in honour, equal in glory, sharing the same throne, counsellor and fellow-worker, consubstantial with the Father and God, and not of a different substance, nor alien from His sole deity. Otherwise He is not even to be worshipped. For you shall not worship a strange god, it is written; nor are we bidden to accept any recent god. Do not, therefore, speak of an addition of an object of worship, nor say that the Son had been passed over in silence among the ancients, whereas to us He has been revealed, if indeed you confess the Son to be the Creator Word. For the fathers knew the Word, they worshipped the Word of God, and together with the Word the Spirit. Neither separate Him from Him Who says, I am God alone, and there is none besides Me; lest you be compelled to blaspheme the Son as not being God; nor separate Him from Him Who says: I alone stretched out the heaven, lest you also shrink away from calling the Son Creator; because He Who stretched out the heaven has not been separated from the glory of the only God. Therefore in the Son know the Father, in the Father glorify the Son. Do not divide what is indivisible, do not split what cannot be split. For even if you wish, it is not split. Even if the heretics burst apart, the Trinity is not burst apart; rather, it is what it is, even if to others it does not seem so. For the Holy Trinity is a coil, and is adorable in one and eternal glory, bearing the same and one sole deity everywhere around
Notes, col. 760

On the reading

Printed Κᾶν, for Κἂν.

PG 29:761Read from the page
φέρουσα, ἄῤῥηκτος, ασχιστος, ἀδιαίρετος, πάντα πληροῦσα, πάντα περιέχουσα, ἐν πᾶσιν οὖσα, δημιουργοῦσα, κυβερνῶσα, ἁγιάζουσα καὶ ζωοποιοῦσα. Αὕτη ἡ θεία καὶ θαυμασιωτάτη πλοκὴ οὐ διαῤῥήγνυται, κατὰ τὸ γεγραμμένον, ὅτι Τὸ τρίπλοκον σπαρτίον οὐ διαῤῥαγήσεται. Τούτῳ τῷ νοήματι καὶ ὁ μακάριος Παῦλος γράφων που πρὸς τοὺς ὀρθῶς πιστεύοντας ἔλεγεν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ὅταν γὰρ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι, ἀχώριστον ὁρῶ τὴν ἐνέργειαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ διὰ τοῦτο ναοὶ Θεοῦ καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου εισὶ πάντες οι ἅγιοι, ἐν οἷς οἰκεῖ ἡ μία θεότης, καὶ μία κυριότης, καὶ ἁγιότης μία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, διὰ τὸν ἕνα τοῦ βαπτίσματος ἁγιασμόν.
carrying, unbroken, unsplit, undivided, filling all things, encompassing all things, being in all things, fashioning, governing, sanctifying, and giving life. This divine and most marvellous intertwining is not burst apart, according to what is written, that The threefold cord shall not be broken apart. In keeping with this thought the blessed Paul also, writing somewhere to those who believe rightly, said: The grace of our Lord Jesus Christ, and the love of God, and the communion of the Holy Spirit be with you all. For whenever all things are wrought by God through Jesus Christ in the Spirit, I behold as inseparable the operation of the Father, and of the Son, and of the Holy Spirit. And on this account all the saints are temples of God and of the Son and of the Holy Spirit, in whom dwells the one deity, and one lordship, and one holiness of Father and Son and Holy Spirit, through the one sanctification of baptism.
Πρὸς τοὺς λέγοντας, ὅτι πολλάκις γέγραπται περὶ Υἱοῦ καὶ Πατρὸς, περὶ δὲ τοῦ Πνεύματος ἐν τῷ βαπτίσματι μόνον.
Against those who say that it is written many times concerning the Son and the Father, whereas concerning the Spirit in baptism alone.
1. Ἐὰν δὲ λέγῃ ὁ Πατὴρ, Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, τί εἴπωμεν περὶ τοῦ Υἱοῦ; Οὐ γέγραπται γὰρ ἐνταῦθα. Ἐὰν δὲ λέγῃ ὁ προφήτης· Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐχ ὑπελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Δαβίδ· Καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ· ποῦ ὁ Υἱός; Ἐὰν λέγῃ ὁ αὐτός· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς πάλιν· Καὶ τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτός· Καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς Ἰώβ· Πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Δαβίδ· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ποῦ ὁ Υἱός; Ἐὰν δέ λέγῃ· Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς
1. Now if the Father says, In the last days I will pour out from My Spirit upon all flesh, what shall we say concerning the Son? For it is not written here. And if the prophet says: There the hinds met together, and saw one another's faces; they passed through by number, and not one of them was left behind, because the Lord commanded them, and His Spirit gathered them together: where is the Son? And if He says: A Spirit shall go forth from Me, and every breath I have made: where is the Son? And if David says: And do not take Thy Holy Spirit away from me: where is the Son? If the same says: Create a clean heart in me, O God, and renew a right Spirit in my inward parts: where is the Son? And if the same says again: And Thy good Spirit shall lead me in an upright land: where is the Son? And if the same says: And establish me with a guiding Spirit: where is the Son? And if Job says: The divine Spirit is that which made me: where is the Son? And if the same Job says: There is a Spirit in mortals, and the breath of the Almighty is what teaches me: where is the Son? And if David says: Thou wilt send forth Thy Spirit, and they shall be created, and Thou wilt renew the face of the earth: where is the Son? And if he says: Where shall I go from Thy Spirit, and from Thy presence where shall I flee? where is the Son? And if He says: Woe, apostate children, thus says the Lord: You made counsel not through Me, and covenants not through My Spirit: where is the Son? And if he says: And there shall come forth a rod out of the root of Jesse, and a blossom out of the
Notes, col. 761

On the reading

Printed ασχιστος, for ἄσχιστος.

Printed εισὶ, for εἰσὶ.

Printed οι, for οἱ.

Printed δέ, for δὲ.