Migne Reading Room

PG 29 · cols. 740–749 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:740Read from the page
περὶ τῆς γεέννης τὸ Πνεῦμα τὸ θεῖον συγκατατάττεις, διὰ τὸ λέγειν τὸν Ἰωάννην· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ταῦτα ποίαν ἀσεβείας ὑπερβολὴν κατέλιπεν, εἰ τὴν ὕδατος ἀξίαν τῷ Πνεύματι τῷ ἁγίῳ περιάπτεις, ἐπειδὴ Πνεύματος κατεφόδῳ τὸ ὕδωρ ἁγιάζεται; Ἰσάζειν γάρ σοι ἔδοξε τῷ ἁγιάζοντι τὸ ἁγιαζόμενον, καὶ Θεῷ μὲν Υἱῷ συναριθμούμενον εἰς τὴν αὐτὴν ἐνέργειαν καὶ δόξαν οὐ φρίττεις, ἰδίᾳ τὴν μίαν ἐνέργειαν καὶ δόξαν ἀνακόπτων· ὅτι δὲ ὕδατι χρῆται πρὸς τὸν τῶν σωμάτων καθαρμὸν, διὰ τοῦτο τῆς τοῦ ὕδατος ἰσοτιμίας ἄξιον ἐλογίσω τὸ Πνεῦμα. Καὶ τὴν μὲν ἰατρικὴν, ὕλαις χρωμένην, οὐκ ἰσάξιον ταῖς ὕλαις λέγεις, ἀλλὰ κυριευτικὴν τῶν ὑλῶν· τὸ δὲ θεῖον Πνεῦμα, χρώμενον ὕδατι πρὸς τὴν τῶν ἁμαρτίας ῥύπων ἀποκάθαρσιν, εἰς τὴν τοῦ ὕδατος ἀδοξίαν καὶ ταπεινότητα καταβέβληκας· ὕδατος, ὃ πρὸς κοινὴν χρῆσιν ἀνεῖται καὶ δυσσεβῶν· ὕδατος, ᾧ μολυσμοὶ σωμάτων πάντες ἀποκαθαίρονται. Ἐὰν δὲ καὶ τὸ τοῦ πυρὸς ἐνθυμηθῇς, οἷον ἐννοῆσαι τετόλμηκας; Θαυμάζω τὴν ἀπόνοιαν, εἰ μὴ δέδοικας ὄντως τὸ πῦρ. Βαπτίζει Χριστὸς ἐν Πνεύματι τοὺς ἀξίους ἁγιασμοῦ· τοὺς δὲ ἀναξίους ἐπὶ τὸ πῦρ παραπέμπει, τοὺς ἀλλοτρίους τοῦ ἀγαθοῦ τῷ κακῷ παραδιδούς. Διὰ τοῦτό σοι ἄρα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀδελφὰ καὶ ὁμόκτιστα καὶ κοινωνὰ φαίνεται. Καὶ ἡμῶν μὲν ἐπιδεικνύντων ἐνεργείας τὰς αὐτὰς Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὁρᾷς τὴν ἕνωσιν, οὐδ' ὅτε καταμόνας ἐν Θεοῦ δόξῃ τὸ Πνεῦμα κηρύσσεται, συνίεις τὴν θεϊκὴν δόξαν ἐπ' αὐτοῦ, λεγόντων τῶν ἀποστόλων, Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ προφῆται, Τάδε λέγει Κύριος. Καὶ Κυρίου πεῖραν λεγόντων τὴν τοῦ Πνεύματος πεῖραν, ὅτε φησὶ πρὸς τοὺς πειράσαντας ὁ Πέτρος· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα Κυρίου; καὶ πρὸς τοὺς αὐτούς· Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ Θεῷ.
fire of Gehenna rank the divine Spirit together, because John says: He will baptize you in the Holy Spirit and fire. What excess of impiety have these things left behind, if you attach the worth of water to the Holy Spirit, because by the descent of the Spirit the water is sanctified? For it seemed good to you to equate that which is sanctified with that which sanctifies; and when it is numbered together with God the Son unto the same operation and glory you do not shudder at severing apart the single operation and glory; yet because it uses water for the cleansing of bodies, on this account you reckoned the Spirit worthy of equal honour with water. And the art of medicine indeed, though it uses material substances, you do not call equal in worth to those materials, but mistress over the materials; whereas the divine Spirit, because it uses water for the purging away of the stains of sin, you have cast down to the ingloriousness and lowliness of water—of water, which is given over to the common use even of the impious; of water, whereby all defilements of bodies are cleansed away. And if you ponder the matter of fire as well, what a thing have you dared to conceive? I marvel at your madness, if you have not truly feared the fire. Christ baptizes in the Spirit those worthy of sanctification; whereas the unworthy He consigns to the fire, handing over to evil those estranged from the good. On this account, then, good and evil appear to you akin and co-created and partners. And while we demonstrate the operations of the Father and the Son and the Holy Spirit to be the same, you do not see the union; nor when the Spirit is proclaimed by itself in the glory of God do you understand the divine glory belonging to it, when the apostles say, Thus says the Holy Spirit, just as the prophets say, Thus says the Lord. And they call the tempting of the Spirit a tempting of the Lord, when Peter says to those who tempted it: Why is it that it was agreed by you to tempt the Spirit of the Lord? and to the same: You did not lie to men, but to God.
2. Ἐὰν δὲ οἱ ἀπόστολοι λέγωσιν· Ἔδοξε δὲ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, οὐ συντάσσοντες ἑαυτοὺς τῇ τοῦ Πνεύματος ἐξουσίᾳ, ἀλλ' ὑποτάσσοντες, ὡς ὑπ' αὐτοῦ χορηγούμενοι τότε, καθάπεο μίαν
2. And if the apostles say: Now it seemed good to the Holy Spirit and to us—not ranging themselves alongside the authority of the Spirit, but subjecting themselves to it, as being then guided and supplied by it, as though speaking of a single
Notes, col. 740

On the reading

Printed καθάπεο, for καθάπερ.

PG 29:741Read from the page
γνῶσιν καὶ φρόνησιν λεγόντων ἑαυτῶν τε καὶ τοῦ Πνεύματος, καὶ μίαν ἐξουσίαν, σὺ εἰς κτίσιν τὸ Πνεῦμα κατάγειν βιάζῃ· ὥσπερ εἰ καὶ τῷ Μωσεῖ τὸν Θεὸν ἰσάζειν ἔφασκες, ἀκούων, ὅτι Ἐπίστευσεν ὁ λαὺς τῷ Κυρίῳ, καὶ Μωσεῖ τῷ θεράποντι αὐτοῦ. Ἀλλὰ δήλη ἡ διαφορὰ Δεσπότου καὶ δούλου· ἥνπερ καὶ δεικνὺς ὁ γράφων εἴρηκε· Μωσεῖ τῷ θεράποντι αὐτοῦ. Θεὸς μὲν γὰρ ὡς Δεσπότης καὶ ὡς ἀποστείλας Μωσέα πιστεύεται· Μωσῆς δὲ, ὡς θεράπων ἀποσταλείς. Οὕτω δὴ καὶ τῷ Πνεύματι μὲν ἔδοξε δεσποτικῶς τὰ τῇ Ἐκκλησίᾳ δοθέντα νόμιμα, τοῖς δὲ ἀποστόλοις ὑπηρετικῶς τὰ δι' αὐτῶν ἐκφωνηθέντα προστάγματα. Ἀλλ' οὐ τὸ Πνεῦμα δοῦλον. Ὁ γὰρ Κύριος, φησὶ, τὸ Πνεῦμά ἐστι· καὶ οὗ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία. Καὶ δουλαγωγεῖται μὲν ἐπιτάγμασι τοῖς τοῦ Πνεύματος ὁ Ἰσραὴλ σὺν φόβῳ νουθετούμενος, υἱοθετεῖται δὲ Χριστιανῶν Ἐκκλησία δι' ἀγάπης ἁγιαζομένη. Διό φησιν ὁ Παῦλος· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. Οὐ δὴ ὁ τὸ δοῦλον εἰληφὼς υἱὸς ἐκ δούλου καθίσταται, οὐδὲ διὰ τὴν δούλου μετουσίαν Πατέρα τὸν Θεὸν παῤῥησιάζεται· οὐδὲ τὸ δοῦλον τὰ τοῦ Θεοῦ πάντα ἐνεργεῖ, καθὼς βούλεται. Οὐδ' ἂν τὴν τοῦ Πνεύματος παρουσίαν, δούλου καὶ κτίσματος ὄντος, ἐπὶ πάντα διήκειν ἔφασκεν ὁ ὑμνῳδὸς, πρόσωπον αὐτὸ καὶ χεῖρα Θεοῦ προσαγορεύων καὶ λέγων· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα γάρ ἐστι τὸ πεπληρωκὸς τὰ σύμπαντα, κατὰ τὸ γεγραμμένον· Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, φησὶν ὁ Σολομών. Διὸ καὶ ἐπείπερ καθ' ἑπτὰ ἐνεργείας γινώσκεται τὸ Πνεῦμα, ἃς ὁ Ἠσαΐας ἔφρασεν, ἑπτὰ ὀφθαλμοὺς τὸ Πνεῦμα Κυρίου εἶπε καὶ ὁ Ζαχαρίας, οὕτω λέγων· Οὗτοι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες τὴν γῆν· καὶ τὸ λεγόμενον· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, τὴν διὰ τοῦ θείου Πνεύματος σημαίνει πλήρωσιν· ὥσπερ καὶ διὰ τοῦ Ζαχαρίου φησὶν ὁ Θεός· Ἐγώ εἰμι ἐν ὑμῖν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Προείρηται δὲ καὶ ἕτερα πλείονα τοιαῦτα, περὶ τοῦ τὸ Πνεῦμα εἶναι τὸ πληροῦν τὴν κτίσιν. Τίς οὖν οὐκ αἰσθάνεται τῆς θεϊκῆς τοῦ Πνεύματος δόξης, ἀκούων τὸ, Ποῦ πορευθῶ ἀπὸ τοῦ
knowledge and prudence of themselves and of the Spirit, and a single authority—you strive to bring the Spirit down into creation, just as if you were to assert that God is equated with Moses too when you hear that The people believed the Lord, and Moses His servant. Yet manifest is the difference between Master and slave, which very thing the writer also pointed out when he said: Moses His servant. For God is believed in as Master and as having sent Moses, whereas Moses is believed in as a servant sent forth. Even so, then, the ordinances given to the Church seemed good to the Spirit with a Master's authority, and to the apostles as ministers in respect of the commands proclaimed through them. Yet the Spirit is not a slave. For the Lord, he says, is the Spirit; and where the Spirit of the Lord is, there is freedom. And Israel indeed is led in servitude by the injunctions of the Spirit, being admonished with fear, whereas the Church of Christians is adopted into sonship, being sanctified through love. Wherefore Paul says: For you did not receive a spirit of slavery again unto fear, but you received a spirit of adoption, in which we cry, Abba, Father. Surely he who has received what is a slave is not constituted a son by a slave, nor through participation in a slave does he boldly call God Father; nor does a slave work all the things of God, just as it wills. Nor would the psalmist have declared that the presence of the Spirit, had it been a slave and a creature, reaches unto all things, addressing it as face and hand of God and saying: Whither shall I go from Thy spirit, and from Thy face whither shall I flee? If I ascend into heaven, Thou art there; if I descend into Hades, Thou art present. If I take up my wings at dawn, and pitch my tent at the uttermost parts of the sea, even there shall Thy hand guide me, and Thy right hand shall hold me fast. For it is the Spirit that has filled the universe, according as it is written: For the Spirit of the Lord has filled the habitable world, says Solomon. Wherefore also, inasmuch as the Spirit is known according to seven operations, which Isaiah declared, Zechariah too called the Spirit of the Lord seven eyes, speaking thus: These are the eyes of the Lord that look upon the earth; and the saying: Heaven and earth I fill, says the Lord, signifies the filling wrought through the divine Spirit; just as through Zechariah also God says: I am among you, and My Spirit stands in your midst. And many other such things have been said before, concerning the Spirit's being that which fills creation. Who then does not perceive the divine glory of the Spirit, when he hears the saying, Whither shall I go from
Notes, col. 741

On the reading

Printed λαὺς, for λαὸς.

PG 29:744Read from the page
Πνεύματός σου; καὶ πάλιν· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος. Εἰς ἓν καὶ ταυτὸν συντρέχουσαν ὁρῶ τήν τε Θεοῦ καὶ Πνεύματος λεγομένην καθολικὴν ἐπὶ πάντα παρουσίαν. Σὺ δὲ ἐν ταῖς τοιούτοις οὐκ ἄκτιστον τὸ Πνεῦμα νοεῖν ἢ λέγειν μὴ δυνάμενος, αὐτὸν τὸν Θεὸν πνεῦμα καλεῖσθαι λέγεις. Ἀλλ' οὐδὲ ἐγκατοικεῖ δι' ἑαυτοῦ τῇ κτίσει Θεὸς, οὔτε τὸν Θεὸν τὸ τοῦ Θεοῦ Πνεῦμα δύναιτο ἄν τις παραδέχεσθαι, σαφῶς ἀκούων τοῦ Ἀποστόλου περὶ τοῦ ἐν ἡμῖν οἰκοῦντος τοιαῦτα γράφοντος· Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ
Thy Spirit? and again: Heaven and earth I fill, says the Lord. I see the universal presence over all things attributed both to God and to the Spirit concurring into one and the same. Yet you, in such matters, being unable to conceive or say that the Spirit is not uncreated, say that God Himself is called spirit. Yet neither does God dwell in creation by Himself, nor could anyone accept God to be the Spirit of God, when he clearly hears the Apostle writing such things concerning Him Who dwells in us: For to us God has made revelation through His Spirit. For the Spirit searches all things, even the depths of God. For who among men knows the things of a man except the spirit of the man that is in him? So also the things of God no one knows except the
3. Εἰ τοίνυν ἐν τούτοις οὐδεὶς ἂν δύναιτο τὸ Πνεῦμα τοῦ Θεοῦ τὸν Θεὸν ἀκούειν (καίτοιγε οὕτως ἡνωμένον αὐτὸ τῇ τοῦ Θεοῦ δόξῃ θεωρῶν ὡς ἀνθρώπῳ τὸ ἀνθρώπου πνεῦμα), μὴ βιαζέσθω τὸ Πνεῦμα τοῦ Θεοῦ λέγειν αὐτὸν εἶναι τὸν Θεόν. Τὸ Πνεῦμα, φησὶ, τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοί· οὐ τὸν Θεὸν, ἀλλὰ τὸ παρὰ Θεοῦ Πνεῦμα δεδήλωκε. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Τὸ Πνεῦμα τῆς χρίσεως Πνεῦμα Κυρίου κέκληκεν. Ἓν τὸ Πνεῦμα τὸ θεῖον· μὴ πλείω τοῦ ἑνὸς λεγέτω τις, κἂν πνεῦμα ὁ Θεὸς ὑπὸ τοῦ Κυρίου λέγηται. Τῇ τοῦ πνεύματος ἐπωνυμίᾳ τὸν Πατέρα δεδήλωκεν, ὅτι ἀσώματος. Ὥσπερ γὰρ τὸ Πνεῦμα ὁ Θεός, κατὰ τὸ, Ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν· οὕτω καὶ ὁ Θεὸς τὸ Πνεῦμα, τῆς Τριάδος μὴ διακοπτομένης μηδὲ χωριζομένης τὴν φύσιν, ὥστε καὶ τὰ ὀνόματα μὴ χωρίζεσθαι. Διόπερ καὶ ἑνὸς ὄντος τοῦ Θεοῦ, Θεὸς ὁ Υἱὸς πατρικῇ φύσει καὶ πατρικῷ ὀνόματι· καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κύριος ὁ Πατὴρ τῷ τῆς εἰκόνος ὀνόματι καλούμενος, ὡς πρωτότυπος αὐτῆς καὶ γεννήτωρ· οὕτω καὶ τὸ Πνεῦμα Κύριος, ἀπὸ τοῦ Κυρίου τὴν ἐπωνυμίαν ἔχον, ἀφ' οὗ καὶ μεταδίδοται, καὶ ὁ Κύριος ἀπὸ τῆς εἰκόνος πνεῦμα· ἐπεὶ καὶ ὁ Θεὸς πνεῦμα ἀπ' αὐτοῦ προσηγόρευται. Οὐ δὴ τρεῖς θεοὺς, οὐδὲ τρεῖς κυρίους, οὐδὲ τρία πνεύματα διὰ τοῦτο ποιητέον, ἀλλὰ τῆς Τριάδος τὴν ἕνωσιν ἐν τῇ κοινωνίᾳ τῶν ὀνομάτων ἐπιγνωστέον. Καίτοιγε σὺ πρὸς τοσοῦτον ἀπονοίας
3. If therefore in these passages no one could understand the Spirit of God to be God (even though beholding it so united to the glory of God as a man's spirit is to a man), let him not force the words so as to say that the Spirit of God is God Himself. My Spirit, He says, which is upon you: He has signified not God, but the Spirit that is from God. The Spirit of the Lord is upon me, on account of which He has anointed me. The Spirit of anointing He has called the Spirit of the Lord. One is the divine Spirit; let no one speak of more than the one, even if God is called spirit by the Lord. By the appellation of spirit He has signified the Father, because He is incorporeal. For just as the Spirit is God, according to the saying, You are a temple of God, and the Spirit of God dwells in you; so also God is the Spirit, since the Trinity is neither severed nor divided in nature, so that the names also are not divided. Wherefore, even though God is one, the Son is God by paternal nature and by paternal name; and though the Son is one Lord, the Father is Lord, being called by the name of the image, as its prototype and begetter; so also the Spirit is Lord, having the appellation from the Lord, from Whom also it is imparted, and the Lord is spirit from the image; since God also has been addressed as spirit from it. One must certainly not on this account make three gods, nor three lords, nor three spirits, but one must recognize the union of the Trinity in the communion of the names. And yet you to such a pitch of madness
Notes, col. 744

On the reading

Printed ταῖς, for τοῖς.

PG 29:745Read from the page
ἥκεις ἀφορίζων καὶ ἀφιστὰς Πατρός τε καὶ Υἱοῦ τὸ Πνεῦμα, ὥστε καὶ λέγειν ἄνευ τοῦ Πνεύματος τὴν ζωὴν αἰώνιον ἐν Πατρὶ καὶ Υἱῷ κατηγγέλθαι, διὰ τὸ λέγειν τὸν Κύριον· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τοιγαροῦν εἰ τὸ Πνεῦμά σοι διὰ τοῦτο ἐξῃρῆσθαι δοκεῖ, βαπτίζου χωρὶς τοῦ Πνεύματος τὸ βάπτισμα τῆς ζωῆς· εἰ δὲ ἐν Πνεύματι τὴν ζωὴν κληρονομεῖς, πῶς τὴν αἰώνιον ζωὴν ἄνευ τοῦ Πνεύματος ὀνειροπολεῖς; Εἴ τις Πνεῦμα Χριστοῦ, φησὶν, οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πῶς ἂν οὖν εἰς αἰῶνα ζήσεις, εἰ μὴ εἴης Χριστοῦ; Οὐκ ἂν δὲ εἴης Χριστοῦ, τὸ Πνεῦμα μὴ ἔχων αὐτοῦ. Ἀλλὰ διατί, φῂς, οὐχὶ προσέθηκεν· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἀφορίζων τὸ Πνεῦμα τῆς δυάδος, ὦ οὗτοι, ἀλλὰ τοὐναντίον ἑνῶν καὶ δηλῶν ἐν Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἀχώριστον. Ἐπεὶ καὶ ὅτε φησὶ Παῦλος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, οὐ δήπου καὶ χωρὶς τοῦ Πατρὸς τὸν ἁγιασμὸν εἰσηγήσατο, ἀλλ' ἐν Υἱῷ καὶ τὸν Πατέρα δεδήλωκεν. Καὶ ὅτε φησίν· Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ, οὐχ ὑπεξῄρηκε τὸν Υἱὸν τὸν λέγοντα· Οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Εἰ δὲ, καὶ μὴ ὀνομάζων Πατέρα, δηλοῖ μετὰ τῆς υἱοῦ προσηγορίας καὶ τὸν γεννήτορα, καὶ μὴ ὀνομάζων τὸν Υἱὸν, δηλοῖ μετὰ τοῦ πατρῴου ὀνέματος καὶ τὸν γεγεννημένον· οὕτω καὶ ἔνθα τὸ Πντῦμα μὴ ὀνομάζεται, ἐν τῷ χορηγοῦντι αὐτὸ καὶ μεταδιδόντι νοεῖται. Ἢ καὶ ὅτε φασὶν οἱ ἀπόστολοι, Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, μόνον ὑποληψόμεθα τὸ Πνεῦμα νομοθετεῖν ἡμῖν καὶ προσαγορεύειν τὰ μέλλοντα, καὶ μὴ ἐκ Πατρὸς δι' Υἱοῦ τὴν νομοθεσίαν καὶ προφητείαν κατάρχεσθαι; Καὶ ὅτε λέγεται τὸ παιδίον ἅγιον ἐκ Πνεύματος ἁγίου γεγεννῆσθαι, οὐ χωρὶς τοῦ λόγου Πνεῦμα παραγεγονὸς εἰς τὴν τοῦ βρέφους ὑπόστασιν ὑποληψόμεθα, καίτοι λέγοντος τοῦ Ἰωάννου ὅτι, Ὁ Λόγος σὰρξ
have come, severing and removing the Spirit from both Father and Son, so as even to say that eternal life has been proclaimed in Father and Son without the Spirit, because the Lord says: And this is eternal life, that they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent. Therefore, if on this account the Spirit seems to you to have been excluded, be baptized with the baptism of life apart from the Spirit; but if in the Spirit you inherit life, how do you dream of eternal life without the Spirit? If anyone, he says, does not have the Spirit of Christ, this man is not His. How then will you live for ever, unless you belong to Christ? Yet you could not belong to Christ if you do not have His Spirit. But why, you say, did He not add: That they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent, and the Holy Spirit? Not because He severs the Spirit from the dyad, O you men, but on the contrary because He unites and signifies in Father and Son the inseparable Spirit. Since even when Paul says: As many of you as were baptized into Christ have put on Christ, surely he did not introduce sanctification apart from the Father as well, but in the Son he signified the Father also. And when he says: For to us God has made revelation through His Spirit, he did not exclude the Son Who says: Nor does anyone know the Father except the Son, and him to whom the Son wills to reveal Him. And if, even without naming Father, one signifies together with the appellation of son the begetter also, and without naming the Son, one signifies together with the paternal name Him also Who is begotten; so too where the Spirit is not named, it is understood in Him Who supplies and imparts it. Or even when the apostles say, Thus says the Holy Spirit, shall we suppose that the Spirit alone legislates for us and foretells things to come, and that legislation and prophecy do not originate from the Father through the Son? And when the holy child is said to have been begotten of the Holy Spirit, we shall suppose that not apart from the Word was the Spirit present for the constitution of the infant, especially when John says that The Word flesh
Notes, col. 745

On the reading

Printed ὀνέματος, for ὀνόματος.

Printed Πντῦμα, for Πνεῦμα.

PG 29:748Read from the page
ἐγένετο, καὶ τῷ Λόγῳ τῆς σαρκώσεως ἐπιγραφομένης. Ἀλλὰ διὰ πάντων δῆλον, ὅτι καὶ ἐν τῷ Λόγῳ τὸ Πνεῦμα, καὶ ὁ Λόγος ἐν τῷ Πνεύματι, τῆς ἑνώσεως τῆς κατὰ τὴν θειότητα μὴ διαιρουμένης. Τριάδα μὲν γὰρ ἡ τῶν τριῶν ὀνομάτων παράληψις ἐξαριθμεῖ, καὶ παρίστησι, τῆς δὲ Τριάδος ἔχει τὴν ἕνωσιν ἡ καθ' ἓν ὄνομα δήλωσις· ὡς τό· Ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ ἐν αὐτῷ τὰ πάντα, συνήγαγεν εἰς ἓν ὄνομα τό τε τοῦ Πατρὸς ἰδίωμα καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα· ἓν δὲ Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, καθὸ λέγεται τό· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Ὥστε καὶ τὸ, Ἐν Θεῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, σαφῶς ἴδιον Πνεύματος ἐν Θεῷ δηλούμενον. Οὐ δὴ κτίσματι κτίσις περιέχεται, καὶ ζῇ, καὶ ἔστι, καὶ αὐτῷ δεομένῳ στηρίζεσθαι τῇ τοῦ πεποιηκότος δυνάμει· οὐ δὴ τῇ κτίσματος ἐνεργείᾳ Θεὸς δοξάζεται, αὐτὸς εἶναι λεγόμενος, ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· ἀλλ' ὄντως τὸ Πνεῦμα θεϊκὸν, τὰ ἐκ Θεοῦ πάντα καὶ τὰ δι' Υἱοῦ στηρίζον ἐν τῷ εἶναι. Διὸ καὶ τοῦ εἶναι τὴν διαμονὴν δωρεῖται μεταλαμβανόμενον. Καὶ ζῶμεν ἐν αὐτῷ πάλιν οἱ πρότερον διὰ τὸν ἀπ' αὐτοῦ χωρισμὸν φθειρόμενοι. Πολλῶν δὲ ἐνόντων εἰπεῖν ἃ δηλοῖ Θεόν τε ἐν τῇ κτίσει, καὶ τὴν κτίσιν ἐν Θεῷ, Πνεύματος ὄντα δηλωτικὰ, τοῖς εἰρημένοις ὥσπερει δείγμασι τῶν πλειόνων ἀρκεσθησόμεθα, δείξαν-
became, and the incarnation is ascribed to the Word. Yet through all things it is plain that both the Spirit is in the Word and the Word is in the Spirit, since the union according to deity is undivided. For the taking together of the three names enumerates and presents the Trinity, while the declaration by a single name holds the union of the Trinity; just as the saying: From Him, and through Him, and in Him are all things, gathered into one name the distinctive property both of the Father and of the Son and of the Holy Spirit. For there is one God, from Whom are all things; and one Lord Jesus Christ, through Whom are all things; and one Holy Spirit, in Whom are all things, inasmuch as it is said: You are not in the flesh, but in the Spirit, if indeed the Spirit of God dwells in you. So that the saying also, In God we live, and move, and have our being, clearly manifests the distinctive property of the Spirit in God. Creation is certainly not encompassed by a creature, nor does it live and exist by one that itself also needs to be upheld by the power of the Maker; God is certainly not glorified by the activity of a creature when He Himself is said to be the One in Whom we live, and move, and have our being; rather, the Spirit is truly divine, upholding in being all the things that are from God and through the Son. Wherefore also, when participated in, it bestows permanence of being. And in it we live again who formerly were perishing through separation from it. Although there are many things to say that signify both God in creation and creation in God, which are indicative of the Spirit, we shall be content with what has been said as specimens of the greater number, having shown
Ὅτι οὐκ ἀπὸ ὁμωνυμίας ταυτότης, ἀλλ' ἀπὸ φύσεως θείας ἑνότης γνωρίζεται.
That not from homonymy is identity made known, but from divine nature is unity recognized.
1. Ἀλλὰ πνεῦμα, φησὶ, λέγεται καὶ ἀνθρώπου· ὡς τὸ, Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι· Πνεῦμα καὶ τὸ τοῦ Θεοῦ, ὡς τὸ, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις· καὶ τὸ ἀνεμιαῖον· ὡς τὸ, Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα· καὶ ἕτερα πολλὰ
1. Yet spirit, he says, is also spoken of a man: as in the saying, Thou wilt take away their spirit, and they will fail; Spirit is spoken also of that of God, as in the saying, My Spirit shall by no means abide in these men; and of the wind: as in the saying, His spirit will blow, and waters will flow; and many other instances
Notes, col. 748

On the reading

Printed ὥσπερει, for ὡσπερεὶ.

PG 29:749Read from the page
εὕροι τις ἄν. Ἀλλ' ὀρθοτέρως ἂν ἀκούσειεν ὁ εὐσεβῶς τὰ θεῖα νοήματα τεκμαιρόμενος, λέγων πρὸς τὴν τῶν ἐναντίων ἀντίθεσιν, ὅτι, εἰ νομίσειέ τις ταυτότητα εἰσάγειν ἀπὸ τῶν ὁμωνύμων, τί ποιήσειεν, ὅτι ὄντα πολλὰ λέγεται ἢ καλεῖται; Ἑνὸς δέ ἐστι τοῦτο, λέγοντος Κυρίου καὶ ἀληθῶς Θεοῦ· Ἐγώ εἰμι ὁ ὤν. Λέγονται δὲ καὶ πατέρες πολλοὶ, καὶ θεοὶ, καὶ γεννήτορες, καὶ σοφοὶ, καὶ δυνατοὶ, καὶ δημιουργοὶ, ἃ τῷ Θεῷ μόνῳ φύσει πρόσεστιν ἀεί. Καὶ ἀγέννητα ὡσαύτως λέγονται τὰ μηδέπω γεννηθέντα, μέλλοντα δὲ γεννᾶσθαι ἢ γίνεσθαι· ὡς καὶ ἡ τῶν νεκρῶν ἀνάστασις, οὔπω γεγονυῖα, ἀγέννητος, μέλλουσα δὲ εἶναι· ἢ ὡς ἀπὸ σιδήρου δακτύλιος μέλλων γίνεσθαι, ἀγέννητος ὢν ἐν τῇ τοῦ σιδήρου φύσει· ἢ ὡς ὅταν ἀπὸ ὕδατος ἢ λίθου πῦρ, ἢ ἄλλης τινὸς ὕλης, ὡσαύτως τὸ τοιοῦτον γένηται πῦρ. Πάλιν ἀγέννητον ἀνούσιον νοοῦμεν τὸ μηδαμῆ μηδαμῶς ὄν. Εἶπέ τις ἀνούσιον, ὑπόστασιν ἀνεῖλε καὶ οὐσίας ὕπαρξιν. Ἀνούσιον, καὶ ἀνυπόστατον, τὴν μὴ ὑπάρχουσαν μήτε οὖσαν ὅλως σημαίνει φύσιν. Τὸ δὲ ἐνούσιον καὶ ἀνυπόστατον λέγων τις, τὴν ἐνυπάρχουσαν οὐσίαν ἐδήλωσε. Τὸ δὲ λέγειν ἀγέννητον τὸν Θεὸν, ἢ ἀγέννητον μετὰ τοῦ ἄρθρου, προτάξας Θεὸν, ἢ ἐπενέγκας πάλιν τὸ αὐτὸ ὄνομα, οὐκ οὐσίαν ἀνεῖλεν, οὐδὲ τὸ εἶναι τοῦ Θεοῦ, ταύτην δὲ καὶ μὴ γεγεννημένην εἶναι λέγει· ἀλλὰ μὴν οὐδὲ κτισθεῖσαν δηλοῖ τοῦ Θεοῦ τὴν οὐσίαν. Ἀλλ' οὐκ ἐπειδὴ τὸ εἶναι τοῦ Θεοῦ οὐκ ἀνεῖλεν, ἤδη τὸ τί εἶναι τοῦ Θεοῦ τὴν οὐσίαν ἐδήλωσεν. Οὐ λέγω ποιότητα ἢ ποσότητα, ὡς ἐκεῖνοι ἐπαγγέλλονται ἀποδεῖξαι ματαιολογοῦντες· ἀλλὰ τοῦτο, πῶς εἶναι δείκνυσι τοῦ Θεοῦ τὴν οὐσίαν ἡ τῆς ἀγεννήτου φωνῆς ὀνομασία. Τὸ δὲ πῶς εἶναί τι, καὶ αὐτὸ ἐκεῖνο ὅ ἐστιν, ὁποῖον εἶναι ἢ τί εἶναι, πολὺ μᾶλλον ἄδηλον τυγχάνει ὡς ἀνεξιχνίαστον πάσῃ κτιστῇ φύσει ὑπάρχον. Εἰ γὰρ τὰ κρίματα αὐτοῦ ἄβυσσος πολλὴ, ὥς φησιν ὁ Προφήτης, καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, οὐκοῦν πάντως καὶ ἀνεξερεύνητοι, κατὰ τὸν Ἀπόστολον· πόσῳ μᾶλλον αὐτὸς, οὗ αἱ κρίσεις καὶ αἱ ὁδοὶ τοιαῦται; Καὶ οὐ θαῦμα εἰ αὐτὸς ὁ Θεὸς τοιοῦτος, ὅπου γε τὰ αὐτοῦ τοιαῦτα. Εἰ γὰρ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, κατὰ τὸ γεγραμμένον· πόσῳ μᾶλλὸν αὐτοῦ τοῦ τὰ τοιαῦτα παρασκευάσαντος Θεοῦ τὴν φύσιν ἀῤῥητοτέραν ἄν τις εἴποι τῶν εὐσεβῶς καὶ ἀπεριέργως εἰς αὐτὸν πιστευόντων;
one might find. Yet he who piously judges divine meanings would understand these things more rightly, saying in reply to the objection of the adversaries that, if someone should think to introduce identity from homonyms, what would he do, seeing that many things are spoken of or called beings? Yet this belongs to One alone, since the Lord and truly God says: I am He Who is. Many are also called fathers, and gods, and begetters, and wise, and mighty, and makers, attributes which belong by nature ever to God alone. Likewise too, things not yet begotten, though about to be begotten or come into being, are called unbegotten: just as the resurrection of the dead, not yet having taken place, is unbegotten, though about to be; or as a ring about to come into being from iron is unbegotten within the nature of the iron; or as when fire comes from water or stone, or some other matter, such fire likewise comes to be. Again, by unbegotten that is unsubstantial we understand that which in no way and nowhere exists. Someone said unsubstantial, and he abolished subsistence and the existence of substance. Unsubstantial and unsubsistent signifies a nature that does not subsist and does not exist at all. Whereas one who speaks of the substantial and subsistent has signified an existing substance. Now saying that God is unbegotten, or the Unbegotten with the article, whether placing God first or bringing in the same name afterwards again, has not abolished substance, nor the being of God, but says that this substance is also not begotten; nay more, it signifies that the substance of God was not created either. Yet not because it has not abolished the being of God has it thereby declared what the substance of God is. I do not mean quality or quantity, as those men idly talking promise to demonstrate; rather, the naming of the term unbegotten shows this: how the substance of God exists. But how anything exists, and what that very thing which exists is—of what sort it is or what it is—is much more obscure, inasmuch as it is untraceable by every created nature. For if His judgements are a great deep, as the Prophet says, and His ways untraceable, and therefore altogether unsearchable as well, according to the Apostle, how much more He Himself, Whose judgements and ways are such? And it is no wonder if God Himself is such, seeing that the things that are His are such. For if eye has not seen, nor ear heard, nor have there entered into the heart of man the things that God has prepared for those who love Him, according to what is written, how much more ineffable would any of those who believe in Him piously and without meddlesome curiosity say is the nature of God Himself Who has prepared such things?
Notes, col. 749

On the reading

Printed ἀνυπόστατον, for ἐνυπόστατον.

Printed μᾶλλὸν, for μᾶλλον.