Migne Reading Room

PG 29 · cols. 644–653 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:644Read from the page
τοιγε οἱ τῆς φύσεως νόμοι οὐχὶ διάστασιν ἀπ' ἀλλήλων Υἱῷ πρὸς Πατέρα, ἀλλ' ἀναγκαίαν καὶ ἄῤῥηκτον τὴν κοινωνίαν ποιοῦσιν. Εἰ μὲν γὰρ βουλήσει ἔλεγε τὸ πρὸς ἑαυτὸν ἀκοινώνητον κατεσκευακέναι τὸν Θεὸν τῶν ὅλων, οὐδ' οὕτω μὲν ἂν ὁ τῆς ἀγαθότητος τοῦ Θεοῦ συνεχώρει λόγος πιθανὸν εἶναι τὸν λέγοντα ἀκοινώνητον εἶναι τὸν Πατέρα τῶν αὐτῷ παρόντων πρὸς τὸν ἐξ αὐτοῦ· εἶχε δ' ἂν ὅμως ἀκολουθίαν τὰ εἰρημένα. Νόμῳ δὲ φύσεως λέγειν ὑπάρχειν τὴν ἀλλοτρίωσιν, οὐδὲ τὴν ἐν τοῖς αἰσθητοῖς ἐστι φύσιν ἐπεσκεμμένου· καθ' ἣν οὐχὶ τὰ ἀλλότρια, οὐδὲ τὰ ἐναντία, τὰ οἰκεῖα δὲ μᾶλλον καὶ τὰ προσήκοντα ἀπογεννᾶσθαι πέφυκεν ὑφ' ἑκάστου.
though the laws of nature produce not a severance of Son from Father in relation to one another, but a necessary and unbroken communion. For if he had said that the God of the universe had brought about non-communion with Himself by an act of will, not even so would the principle of the goodness of God allow him to be plausible who says that the Father does not communicate the things present in Him to Him Who is from Him; nevertheless what was said would have had logical sequence. Yet to say that the alienation exists by a law of nature belongs to one who has not even examined nature among perceptible things, according to which not things alien, nor things contrary, but rather things akin and fitting are naturally begotten by each thing.
31. Πάλιν οὖν καὶ ἐνταῦθα οὐ συνεῖδε τὴν πρὸς ἑαυτὰ τῶν εἰρημένων ἐναντιότητα. Ἐν γὰρ τοῖς κατόπιν ἀγανακτῶν, πρὸς τοὺς ὅμοιον κατ' οὐσίαν τὸν Μονογενῆ τῷ Πατρὶ λέγοντας, ἔγραψεν οὕτως·
31. Again, therefore, here too he failed to perceive the mutual contradiction of the things said. For in what precedes, growing indignant against those who say that the Only-begotten is like in substance to the Father, he wrote thus:
ΕΥΝ. Τὴν ἀρχὴν δὲ δοκοῦσί μοι οἱ τὴν ἀδέσποτον, καὶ πάσης μὲν αἰτίας κρείττονα, πάντων δὲ νόμων ἐλευθέραν οὐσίαν τῇ γεννητῇ καὶ νόμοις πατρικοῖς δουλευούσῃ συγκρίνειν τολμήσαντες, ἢ μηδὲ ὅλως τὴν τῶν ὅλων φύσιν ἐπεσκέφθαι, ἢ μὴ καθαρᾷ τῇ διανοίᾳ τὰς περὶ τούτων ποιεῖσθαι κρίσεις.
Eun. At the outset, those who have dared to compare the substance that is masterless, superior to every cause, and free from all laws with that which is begotten and enslaved to paternal laws seem to me either not to have examined the nature of things at all, or not to make their judgements concerning these matters with a pure mind.
ΒΑΣ. Πῶς οὖν ἡ ἀδέσποτος καὶ πάντων νόμων ἐλευθέρα ἀνεφάνη νῦν οὐχ ἑκούσιον ἔχουσα τὸ ἀσύγκριτον, ἀλλὰ νόμῳ φύσεως προειλημμένη, καὶ ἀπροαιρέτως τῆς πρὸς ἑαυτὴν κοινωνίας τὸ γεννητὸν ἀπελαύνουσα, ὥστε διὰ τοῦτο καὶ αὐτῷ τυγχάνειν τῷ Μονογενεῖ ἀπροσπέλαστος; Τοσοῦτον μὲν οὖν ἐν τοῖς λεγομένοις ὑπ' αὐτοῦ τὸ ἀσύμφωνον· τὸ δὲ ἀσεβὲς ὅσον; Ἀδέσποτον μὲν καὶ ἐλευθέραν τὴν τοῦ Πατρὸς οὐσίαν προσαγορεύει (εἴπερ οὖν ἀδέσποτος ἡ τῷ νόμῳ τῆς φύσεως ὑποκύπτουσα)· δουλικὴν δὲ εἶναι ἐξ ἀντιθέτου τὴν τοῦ Μονογενοῦς ἀποφαίνεται, καὶ ἐντεῦθεν τὸ ὁμότιμον τῆς φύσεως ἀφαιρούμενος. Δύο γὰρ ὄντων πραγμάτων, κτίσεώς τε καὶ θεότητος· καὶ τῆς μὲν κτίσεως ἐν δουλείᾳ καὶ ὑπακοῇ τεταγμένης, ἀρχικῆς δὲ οὔσης καὶ δεσποτικῆς τῆς θεότητος· ὁ ἀφαιρούμενος τῆς δεσποτείας τὸ ἀξίωμα, καὶ εἰς τὸ τῆς δουλείας ταπεινὸν καταβάλλων, οὐχὶ δῆλός ἐστι καὶ διὰ τοῦτο συστοιχοῦντα αὐτὸν τῇ πάση κτίσει δεικνύς; Οὐ γὰρ δὴ τοῦτο σεμνὸν αὐτῷ, εἰ τῶν ὁμοδούλων προέξει. Ἀλλ' εἰ μὴ βασιλεὺς καὶ Δεσπότης ὁμολογοῖτο, οὐ τῇ τῆς φύσεως ἐλαττώσει, τῇ ἀγαθότητι δὲ τῆς προαιρέσεως καταδεχόμενος τὸ ὑπήκοον· τοῦτο χαλεπὸν καὶ φρικτὸν, καὶ ὄλεθρον φέρον τοῖς ἀρνουμένοις. Ὁ δὲ προστίθησιν·
Bas. How then has the substance that is masterless and free from all laws now turned out to hold its incomparability not voluntarily, but to be preoccupied by a law of nature, and involuntarily driving away the begotten from communion with itself, so as on this account to prove unapproachable even to the Only-begotten Himself? So great, then, is the discord in the things said by him; and how great is the impiety? Masterless and free he styles the substance of the Father (if indeed that which bows beneath the law of nature is masterless); whereas by contrast he pronounces that of the Only-begotten to be servile, stripping away from this angle too equality of honour in nature. For since there are two things, creation and Godhead, and since creation is ordered in servitude and obedience, whereas Godhead is ruling and sovereign, is not he who strips away the dignity of sovereignty and casts Him down to the lowliness of servitude manifestly showing Him through this as well to be ranged alongside the whole creation? For surely this brings Him no reverence, if He shall excel His fellow slaves. Rather, unless He be confessed as King and Sovereign Master, accepting subjection not through inferiority of nature, but through goodness of deliberate choice, this is grievous and dreadful, and brings ruin upon those who deny it. Yet he adds:
ΕΥΝ. Ὅτι τοῖς νόμοις τῆς φύσεως ἑπομένη ἡ τοῦ Θεοῦ οὐσία, οὔτε τὴν πρὸς ἕτερον σύγκρισιν ἐπιδέχεται, καὶ παρέχει ἡμῖν ἀκόλουθον καὶ προσ-
Eun. Because the substance of God, following the laws of nature, neither admits comparison with another, and affords us to conceive as consistent and befit-
Notes, col. 644

On the reading

Printed πάση, for πάσῃ.

PG 29:645Read from the page
ήκουσαν τῷ ἰδίῳ ἀξιώματι νοεῖν αὐτοῖς τὴν ἐνέργειαν.
ting its own dignity its operation.
ΒΑΣ. Τοῦτο εἴρηται μὲν ἐκείνῳ εἰς ἀπόδειξιν τῆς ἀλλοτριώσεως τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα· συνίστησι δὲ τὸν ἡμέτερον λόγον. Εἰ γὰρ ἀκόλουθον καὶ προσήκουσαν τῷ ἰδίῳ ἀξιώματι παρέχει νοεῖν καὶ τὴν ἐνέργειαν ἡ τοῦ Θεοῦ οὐσία, ἀξίωμα μέν ἐστιν ἡ ἀγεννησία, ὡς Εὐνομίῳ δοκεῖ· τὸ δὲ αὐτὸ καὶ οὐσία κατὰ τὸν τούτων λόγον, ἐνέργεια δὲ τοῦ Θεοῦ ὁ Μονογενὴς, ἢ ἐνεργείας εἰκών. Καὶ τοῦτο κατὰ τὸν τούτων λόγον· ὥστε τούτοις ἀντιλέγειν παρέλκον ἂν εἴη, οὐδὲν ἔχουσιν. Ἢ πολλοῦ ἂν τιμησαίμην ἀρνεῖσθαι αὐτοὺς βλασφημίαν ταύτην· πλὴν, ἐπειδήπερ εἰρήκασιν, ἐξ αὐτῶν τῶν τούτοις εἰρημένων συλλογισώμεθα, ὅτι εἰς ἀξίωμα μὲν τοῦ Θεοῦ ἡ ἀγεννησία, τὸ δὲ αὐτὸ καὶ οὐσία, ἀκόλουθος δὲ καὶ προσήκουσα τῷ ἀξιώματι τοῦ Θεοῦ ἡ ἐνέργεια, αὕτη δέ ἐστιν ὁ Χριστὸς κατὰ τὴν τούτων ὑπόληψιν, οἰκεῖος ἄρα καὶ προσήκων τῇ οὐσίᾳ ἔσται τοῦ Θεοῦ. Καὶ τούτων οὐδέν ἐστιν ἡμέτερον. Αὐτὰ γὰρ τὰ τούτων συνθέντες ῥήματα, ἐπ' αὐτῶν τὴν δεῖξιν ποιούμεθα. Τῇ οὐσίᾳ, φησὶ, τοῦ Θεοῦ ἀκολουθεῖ τὸ ἀξίωμα· τῷ ἀξιώματι ἀναλογοῦσά ἐστιν ἡ ἐνέργεια· τῆς ἐνεργείας εἰκὼν ὁ Μονογενής· καὶ ἀνάπαλιν, εἰ τῆς μὲν ἐνεργείας ὁ Μονογενὴς εἰκὼν, ἡ δὲ ἐνέργεια τοῦ ἀξιώματος, τὸ δὲ ἀξίωμα τῆς οὐσίας, ὁ Μονογενὴς ἔσται τῆς οὐσίας εἰκών. Οὕτω καὶ αὐτοὶ πολλάκις οἱ ἐργάται τοῦ ψεύδους, ὑπὸ τῆς ἐνεργείας ἀγχόμενοι, μαρτυροῦσι τῇ ἀληθείᾳ καὶ μὴ βουλόμενοι. Ἐπεὶ καὶ οἱ δαίμονες οὐχὶ εὐαγγελιστῶν ἐποίουν ἔργον, ἀλλ' ἀντιβλέπειν μὴ δυνάμενοι τῷ τῆς ἀληθείας φωτὶ, ἐβόων· Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.
Bas. This has been said by him for a demonstration of the alienation of the Only-begotten towards the Father, yet it establishes our own argument. For if the substance of God affords us to conceive its operation also as consistent with and befitting its own dignity, unbegottenness is a dignity, as seems good to Eunomius; and this same thing is also substance according to their argument, while the Only-begotten is the operation of God, or the image of the operation. And this is according to their argument; so that to reply against them would be superfluous, since they have nothing to urge. Assuredly I would count it of great worth for them to repudiate this blasphemy; however, since they have uttered it, let us reason from the very things uttered by them: that unbegottenness counts as a dignity of God, and this same thing is also substance, while the operation is consistent with and befitting the dignity of God, and this is Christ according to their supposition; therefore He will be akin to and befitting the substance of God. And none of these premises is ours. For putting together their own very words, upon them we construct the proof. Dignity, he says, follows upon the substance of God; proportionate to the dignity is the operation; of the operation the Only-begotten is the image; and conversely, if the Only-begotten is the image of the operation, and the operation is of the dignity, and the dignity is of the substance, the Only-begotten will be the image of the substance. Thus oftentimes even the workers of falsehood themselves, throttled by the force of the truth in action, bear witness to the truth even against their will. Since the demons too were not doing the work of evangelists, yet being unable to look straight against the light of the truth, cried out: We know Thee Who Thou art, the Holy One of God.
32. Ἴδωμεν δὲ καὶ τὰ ἀκόλουθα.
32. Let us inspect what follows as well.
ΕΥΝ. Εἴτε γὰρ, φησὶν, ἐκ τῶν δημιουργημάτων σκοπούμενός τις, ἐκ τούτων ἐπὶ τὰς οὐσίας ἀνάγοιτο
Eun. For whether, he says, someone examining on the basis of the works of creation should ascend from these to the substances
PG 29:648Read from the page
τοῦ μὲν ἀγεννήτου τὸν Υἱὸν εὑρίσκων ποίημα, τοῦ δὲ Μονογενοῦς τὸν Παράκλητον, κάκ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὴν τῆς ἐνεργείας διαφορὰν πιστούμενος, ἀναμφισβήτητον λαμβάνει καὶ τῆς κατ' οὐσίαν παραλλαγῆς τὴν ἀπόδειξιν.
finding the Son to be a creature of the unbegotten, and the Paraclete a creature of the Only-begotten, and confirming the difference of operation from the pre-eminence of the Only-begotten, he obtains an indisputable demonstration of the divergence in substance as well.
ΒΑΣ. Πρῶτον μὲν οὖν πῶς δυνατὸν ἐκ τῶν δημιουργημάτων τὰς οὐσίας ἀναλογίζεσθαι, ἐγὼ μὲν οὐχ ὁρῶ. Δυνάμεως γὰρ, καὶ σοφίας, καὶ τέχνης, οὐχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι ποιήματα. Καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησιν, ἐκδεχομένου ποτὲ τὸν τεχνίτην μὴ πᾶσαν ἑαυτοῦ τὴν ἰσχὺν ἐναποθέσθαι ταῖς ἐνεργείαις, ἀλλ' ὑφειμένοις πολλάκις ἐπὶ τῶν ἔργων τῆς τέχνης τοῖς τόνοις χρήσασθαι. Εἰ δὲ καὶ ὅλην τὴν δύναμιν ἐπὶ τὸ ἔργον ἀνακινήσειε, καὶ οὕτως ἂν ὑπάρχοι τὴν ἰσχὺν αὐτοῦ διὰ τῶν ἔργων ἀναμετρεῖσθαι, οὐχὶ δὲ τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, καταλαμβάνεσθαι. Εἰ δὲ διὰ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς θείας φύσεως τῇ μὲν δυνάμει σύνδρομον τίθεται τὴν οὐσίαν, καὶ διὰ τὴν προσοῦσαν ἀγαθότητα τῷ θεῷ ὅλην μὲν κεκινῆσθαι λέγοι τὴν τοῦ Πατρὸς δύναμιν εἰς τὴν γέννησιν τοῦ Υἱοῦ, ὅλην δὲ πάλιν τὴν τοῦ Μονογενοῦς εἰς τὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος, ὥστε ἐκ μὲν τοῦ Πνεύματος τὴν τοῦ Μονογενοῦς δύναμιν θεωρεῖσθαι, ὁμοῦ δὲ καὶ τὴν οὐσίαν, ἐκ δὲ τοῦ Μονογενοῦς πάλιν τὴν τοῦ Πατρὸς δύναμίν τε καὶ οὐσίαν καταλαμβάνεσθαι· σκοπεῖτε τὸ συναγόμενον. Ἐξ ὧν γὰρ ἐπεχείρησε τὸ ἀνόμοιον συστῆσαι τῆς οὐσίας, ἐκ τούτων ἐφάνη κατασκευάζων τὴν ὁμοιότητα. Εἰ μὲν γὰρ οὐδὲν ἔχει κοινὸν ἡ δύναμις πρὸς τὴν οὐσίαν, πῶς ἐκ τῶν δημιουργημάτων, ἅπερ δυνάμεώς ἐστιν ἀποτελέσματα, πρὸς τὴν κατάληψιν αὐτῆς ὡδηγήθη; εἰ δὲ ταυτὸν οὐσία τέ ἐστι καὶ δύναμις, τὸ τὴν δύναμιν χαρακτηρίζον χαρακτηρίσει πάντως καὶ τὴν οὐσίαν. Ὥστε τὰ δημιουργήματα, ὡς σὺ φᾒς, οὐ πρὸς τὸ ἀνόμοιον τῆς οὐσίας, ἀλλὰ πρὸς τὴν ἀκρίβειαν τῆς ὁμοιότητος φέρει. Πάλιν μέντοι καὶ τοῦτο τὸ ἐγχείρημα τὸν ἡμέτερον μᾶλλον ἢ τὸν αὐτοῦ λόγον συνίστησιν. Ἢ γὰρ οὐδαμόθεν ἔχει παρασχέσθαι τῶν εἰρημένων τὰς ἀποδείξεις, ἢ εἴπερ ἐκ τῶν ἀνθρωπίνων τὰς εἰκόνας λαμβάνοι, εὑρήσει οὐκ ἐκ τῶν ἔργων τοῦ τεχνίτου ἐν περινοίᾳ τῆς οὐσίας αὐτοῦ γινομένους ἡμᾶς, ἀλλ' ἐκ τοῦ γεννηθέντος τὴν τοῦ γεγεννηκότος φύσιν ἐπιγινώσκοντας. Οὐ γὰρ ἐκ τῆς οἰκίας τὴν οὐσίαν τοῦ οἰκοδόμου καταλαβεῖν δυνατόν· ἐκ μέντοι τοῦ γεννήματος νοῆσαι ῥᾴδιον τοῦ γεγεννηκότος τὴν φύσιν. Ὥστε εἰ μὲν δημιούργημα ὁ Μονογενὴς, οὐ παρίστησιν ἡμῖν τοῦ Πατρὸς τὴν οὐσίαν· εἰ δὲ γνωρίζει ἡμῖν δι' ἑαυτοῦ τὸν Πα-
Bas. First of all, then, how it is possible to reckon the substances from the works of creation, for my part I do not see. For things made are indicative of power, and wisdom, and art, yet not of the substance itself. Nor do they even necessarily present the whole power itself of the Creator, since it is sometimes possible that the craftsman has not deposited all his own strength in his operations, but has oftentimes employed relaxed efforts upon the works of his art. And even if he should rouse his whole power for the work, even so it would be possible to measure his strength through the works, yet not to comprehend the substance, whatever it may be. Whereas if, on account of the simple and uncompounded character of the divine nature, he posits the substance as coextensive with the power, and on account of the goodness inherent in God should say that the whole power of the Father was moved unto the begetting of the Son, and again the whole power of the Only-begotten unto the subsistence of the Holy Spirit, so that from the Spirit the power of the Only-begotten is beheld, and together with it the substance as well, while from the Only-begotten in turn both the power and the substance of the Father are comprehended, consider what is concluded. For from the very grounds on which he attempted to establish unlikeness of substance, from these he has turned out to construct likeness. For if power has nothing in common with substance, how from the works of creation, which are effects of power, was he guided towards the comprehension of it? Whereas if substance and power are identical, that which characterizes the power will altogether characterize the substance as well. Consequently the works of creation, as you say, lead not towards unlikeness of substance, but towards exactness of likeness. Once again, however, this argument too establishes our account rather than his. For either he has nowhere whence to supply the proofs of what has been said, or if indeed he should take illustrations from human affairs, he will find us coming to a conception of the substance not of the craftsman from his works, but recognizing from the offspring the nature of him who begot him. For from the house it is not possible to comprehend the substance of the housebuilder; from the offspring, however, it is easy to conceive the nature of him who begot him. Consequently, if the Only-begotten is a work of creation, He does not present to us the substance of the Father; whereas if He makes known to us through Himself the Fa-
Notes, col. 648

On the reading

Printed κάκ, for κἀκ.

PG 29:649Read from the page
33. Ἡ δὲ παρενθήκη τῆς βλασφημίας ὅση; Καταφρονήσας τῆς ἐν τοῖς Εὐαγγελίοις ἀπειλῆς, ἣν ὁ Κύριος τοῖς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσασι φοβερωτάτην ἐπανετείνατο, δημιούργημα λέγει τὸ Πνεῦμα τὸ ἅγιον· μικροῦ μηδὲ ζῶον αὐτὸ εἶναι διδοὺς, τοῖς ἀψύχοις, ὡς τὰ πολλὰ, τῆς προσηγορίας ταύτης ἐφαρμοζούσης. Οὐ γὰρ δὴ, ὅτι προέλαβε τῇ βλασφημίᾳ ταύτῃ τὸν Κύριον, καθυφεῖναί τι ἡμᾶς τῆς ἀγανακτήσεως ἄξιον. Οὐ γὰρ παραμυθία τοῦτο τῆς ἀσεβείας, ἀλλὰ προσθήκη τῆς κατακρίσεως. Ἐπεὶ καὶ ὁ Κύριος τὴν μὲν εἰς αὐτὸν βλασφημίαν δι' ἀγαθότητα συνεχώρησε· τὴν δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀναπόδραστον εἶναι τοῖς τολμήσασιν ἀπεφήνατο. Πρῶτος τοίνυν τῶν ἀφ' οὗ τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεται ἐπιφυέντων τῇ ἀληθείᾳ, ταύτην ἐτόλμησε τὴν φωνὴν ἀφεῖναι περὶ τοῦ Πνεύματος. Οὔκουν τινὸς μέχρι τήμερον ἀκηκόαμεν δημιούργημα τὸ ἅγιον Πνεῦμα προσειπόντος, ἢ ἐν τοῖς καταλειφθεῖσιν ὑπ' αὐτῶν λόγοις τὴν προσηγορίαν ταύτην εὑρήκαμεν. Εἶτά φησιν·
33. And how great is the appendage of his blasphemy! Having despised the threat in the Gospels, which the Lord held out as most fearful against those who blaspheme the Holy Spirit, he calls the Holy Spirit a work of creation, scarcely granting it even to be a living being, since this appellation applies for the most part to inanimate things. For surely it is not right that we should abate anything of our indignation because he assailed the Lord beforehand with this blasphemy. For this is no mitigation of impiety, but an addition to condemnation. Since the Lord too through goodness forgave blasphemy against Himself, whereas that against the Holy Spirit He pronounced to be inescapable for those who have dared it. First, therefore, of those who have sprung up to attack the truth ever since the proclamation of piety has been heralded abroad, he has dared to utter this expression concerning the Spirit. Certainly until today we have heard of no one addressing the Holy Spirit as a work of creation, nor have we found this appellation in the discourses left behind by them. Then he says:
ΕΥΝ. Εἰ ἐκ τῶν δημιουργημάτων ἀνάγοιτό τις πρὸς τὴν τῆς οὐσίας κατάληψιν, εὑρήσει τοῦ μὲν ἀγεννήτου τὸν Υἱὸν ποίημα, τοῦ δὲ Μονογενοῦς τὸν Παράκλητον.
Eun. If from the works of creation one should ascend towards the comprehension of the substance, he will find the Son to be a creature of the unbegotten, and the Paraclete a creature of the Only-begotten.
ΒΑΣ. Ἄλλος οὗτος τρόπος τῆς ἀσεβείας· διπλᾶ βλασφημεῖν ἐν ἑνὶ ῥήματι, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐξουδένωσιν ὡς ὁμολογουμένην λαβόντα, ἐντεῦθεν ὁρμῆσαι πρὸς τὴν ἀπόδειξιν τῆς τοῦ Μονογενοῦς ἐλαττώσεως. Καὶ, ὡς ἔοικεν, Οἱ μὲν οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὴν τῆς δόξης ἐλάττωσιν τοῦ Μονογενοῦς ἀναγγέλλει. Καὶ ὁ μὲν Κύριος περὶ τοῦ Παρακλήτου λέγων, Ἐκεῖνος ἐμὲ δοξάσει, φησίν· ἡ δὲ κατήγορος γλῶττα ἐμπόδιον εἶναι τῷ Υἱῷ τῆς πρὸς τὸν Πατέρα συγκρίσεως ἀποφαίνεται. Ἐπειδὴ γὰρ τοῦ Πνεύματος. φησὶ, ποιητὴς ὁ Υἱὸς (ἵλεως δὲ ἡμῖν, Κύριε, ἐπὶ τοῖς λαλουμένοις εἴης), τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς μηδεμίαν σεμνότητα τῷ δημιουργήσαντι προστιθέναι, διὰ τοῦτο οὐδὲ συγκρίνεσθαι τῷ Πατρὶ ἄξιος, ἐκ τῆς ὧν ἐποίησεν εὐτελείας τὸ ὁμότιμον τῆς ἀξίας ἀφῃρημένος
Bas. Here is another mode of impiety: to blaspheme doubly in a single utterance, and taking the disparagement of the Holy Spirit as agreed upon, to set out from there towards the demonstration of the lessening of the Only-begotten. And, as it seems, The heavens declare the glory of God, whereas the Holy Spirit proclaims the lessening of the glory of the Only-begotten. And the Lord, speaking concerning the Paraclete, says, He shall glorify Me; whereas this accusing tongue pronounces it to be an obstacle to the Son against comparison with the Father. For since of the Spirit, he says, the Son is Maker (and mayest Thou be merciful to us, O Lord, over the things that are spoken), and this Spirit is of such a sort as to add no reverence to Him Who fashioned it, on this account He is not worthy even to be compared with the Father, having been stripped of equality of honour in dignity by the paltriness of the things He has made.
34. Ἆρα ἀκηκόατέ ποτε βλασφημίας χαλεπωτέρας; ἆρά τις οὕτω περιφανῶς εἰς τὸ ἄφυκτον κρῖμα τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίας κατέπεσε; Μον-
34. Have you ever heard a more grievous blasphemy? Has anyone fallen so manifestly into the inescapable judgement of blasphemy against the Holy Spirit? Of Mon-
Notes, col. 649

On the reading

Printed Πνεύματος., for Πνεύματος,.

PG 29:652Read from the page
τανοῦ ἦν μόνου τοσοῦτον μανῆναι κατὰ τοῦ Πνεύματος, καὶ ὀνόμασί τε αὐτὸ ταπεινοῖς καθυβρίσαι, καὶ τὴν φύσιν αὐτοῦ τοσοῦτον ἐξευτελίσαι, ὥστε ἀδοξίαν εἰπεῖν τῷ πεποιηκότι προστρίβεσθαι. Μᾶλλον δὲ κἀκεῖνος ἔφυγεν ἂν ταπεινῶς εἰπεῖν τι περὶ τοῦ Πνεύματος, ὡς ἂν μὴ τὸν τῦφον ἑαυτοῦ καταβάλοι. Καὶ περὶ μὲν τούτου κατὰ σχολὴν ἐροῦμεν. Ἐκεῖνο δὲ τίνι τῶν πάντων ἄδηλον, ὅτι οὐδεμία ἐνέργεια τοῦ Υἱοῦ ἀποτετμημένη ἐστὶ τοῦ Πατρὸς, οὐδὲ ἐστί τι ἐν τοῖς οὖσι τῷ Υἱῷ ὑπάρχον, ὃ τοῦ Πατρὸς ἠλλοτρίωται; Πάντα γὰρ, φησὶ, τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Πῶς οὖν τοῦ Πνεύματος τὴν αἰτίαν τῷ Μονογενεῖ μόνῳ προστίθησι, καὶ κατηγόρημα τῆς φύσεως αὐτοῦ τὴν τούτου λαμβάνει δημιουργίαν; Εἰ μὲν οὖν, δύο ἀρχὰς ἀντιπαρεξάγων ἀλλήλαις, ταῦτά φησι, μετὰ Μανιχαίου καὶ Μαρκίωνος συντριβήσεται· εἰ δὲ μιᾶς ἐξάπτει τὰ ὄντα, τὸ παρὰ τοῦ Υἱοῦ γεγενῆσθαι λεγόμενον πρὸς τὴν πρώτην αἰτίαν τὴν ἀναφορὰν ἔχει. Ὥστε κἂν πάντα εἰς τὸ εἶναι παρῆχθαι διὰ τοῦ Θεοῦ Λόγου πιστεύωμεν, ἀλλὰ τὸ πάντων αἴτιον εἶναι τὸν Θεὸν τῶν ὅλων οὐκ ἀφαιρούμεθα. Πῶς δὲ οὐ φανερὸν ἔχει τὸν κίνδυνον διαιρεῖν ἀπὸ τοῦ Θεοῦ τὸ Πνεῦμα; τοῦτο μὲν τοῦ Ἀποστόλου συνημμένως ἡμῖν παραδιδόντος, καὶ νῦν μὲν Χριστοῦ λέγοντος, νῦν δὲ τοῦ Θεοῦ, ἐν οἷς γράφει· Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· καὶ πάλιν· Ὑμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβετε, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· τοῦτο δὲ τοῦ Κυρίου τὸ Πνεῦμα τῆς ἀληθείας λέγοντος· ἐπειδὴ αὐτὸς ἡ ἀλήθεια, καὶ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Ἀλλ' οὗτος, εἰς καθαίρεσιν τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀφαιρεῖ μὲν αὐτὸ τοῦ Πατρὸς, τῷ δὲ Μονογενεῖ διαφερόντως ἐπὶ καθαιρέσει τῆς δόξης προστίθησιν, ἐφυβρίζων, ὡς οἴεται, οὐδεμίαν ἐκδίκησιν
tanus alone was it to rage so greatly against the Spirit, and both to insult it with lowly names and to disparage its nature to such a degree as to say that dishonour is rubbed off upon Him Who made it. Or rather, even that man would have shunned speaking anything lowly concerning the Spirit, lest he cast down his own arrogance. And concerning him we shall speak at leisure. Yet to whom of all men is this unclear, that no operation of the Son is severed from the Father, nor is there anything among existing things belonging to the Son that has been alienated from the Father? For all Mine, He says, are Thine, and Thine are Mine. How then does he assign the cause of the Spirit to the Only-begotten alone, and take the fashioning of it as an accusation against His nature? If, therefore, setting up two principles in opposition to one another, he says these things, he will be crushed together with Manichaeus and Marcion; whereas if he attaches existing things to one principle, that which is said to have come into being from the Son has its reference back towards the first cause. Consequently, even though we believe all things to have been brought into being through God the Word, nevertheless we do not take away the fact that the God of the universe is the Cause of all things. And how does it not involve manifest danger to divide the Spirit from God, on the one hand when the Apostle hands it down to us conjointly, calling it now Christ's and now God's, where he writes: Yet if anyone does not have the Spirit of Christ, this man is not His; and again: Yet you have received not the spirit of the world, but the Spirit which is from God; and on the other hand when the Lord calls it the Spirit of truth, since He Himself is the truth, and it proceeds from the Father? Yet this man, unto the pulling down of the glory of our Lord Jesus Christ, takes it away from the Father, and assigns it distinctively to the Only-begotten for the pulling down of His glory, committing outrage while expecting, as he supposes, no vengeance
PG 29:653Read from the page
ΚΑΤ' ΕΥΝΟΜΙΟΥ
Against Eunomius
ΛΟΓΟΣ Γʹ.
Book III.
ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.
On the Holy Spirit.
1. ΒΑΣ. Μόλις ποτὲ κορεσθεὶς τῶν εἰς τὸν Μονογενῆ βλασφημιῶν, ἐπὶ τὸ Πνεῦμα τὸ ἅγιον μετελήλυθεν, ἀκόλουθα τῇ ὅλῃ αὐτοῦ προαιρέσει καὶ περὶ τούτου διαλεγόμενος· γράφει δὲ οὕτως·
1. Basil. Having scarcely at length had his fill of blasphemies against the Only-begotten, he has passed over to the Holy Spirit, discoursing concerning Him also in a manner consistent with his whole purpose; and he writes thus:
ΕΥΝ. Ἀρκούντων δὲ ἡμῖν τοσούτων περὶ τοῦ Μονογενοῦς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ Παρακλήτου λοιπὸν εἰπεῖν· οὐ ταῖς ἀνεξετάστοις τῶν πολλῶν ἀκολουθοῦντας δόξαις, τὴν δὲ τῶν ἁγίων ἐν ἅπασι φυλάσσοντας διδασκαλίαν, παρ' ὧν τρίτον αὐτὸ ἀξιώματι καὶ τάξει μαθόντες, τρίτον εἶναι καὶ τῇ φύσει πεπιστεύκαμεν.
Eunomius. Since so much suffices us concerning the Only-begotten, it would be consistent next to speak concerning the Paraclete also: not following the unexamined opinions of the multitude, but keeping in all things the teaching of the saints, from whom having learned that It is third in dignity and order, we have believed that It is third in nature also.
ΒΑΣ. Ὅτι μὲν γὰρ οὐκ οἴεται δεῖν τῇ ἁπλῇ καὶ ἀνεπιτηδεύτῳ πίστει τῶν πολλῶν ἐμμένειν, ἀλλὰ τεχνικοῖς τισι καὶ σεσοφισμένοις λόγοις πάλιν πρὸς τὸ δοκοῦν ἑαυτῷ παρακρούεσθαι τὴν ἀλήθειαν, ἱκανῶς ἐξ ὧν εἶπεν ἐδήλωσεν. Ἀτιμάζων γὰρ τὴν τῶν πολλῶν δόξαν, ᾗ δοξάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, προσποιεῖται τὴν τῶν ἁγίων φυλάσσειν διδασκαλίαν, καὶ τοὺς ταύτην αὐτῷ παραδεδωκότας ἀποσιωπᾷ, καὶ νῦν, ἅπερ κἀν τοῖς περὶ τοῦ Μονογενοῦς λόγοις ποιῶν ἀπεδείχθη. Εἶτά φησι παρὰ μὲν τῶν ἁγίων μεμαθηκέναι τὸ τρίτον εἶναι τῇ τάξει καὶ τῷ ἀξιώματι, παρ' ἑαυτοῦ δὲ πεπιστευκέναι τὸ καὶ τρίτον εἶναι τῇ φύσει. Τίνες δὲ οἱ ἅγιοι, καὶ ἐν ποίοις λόγοις τὴν διδασκαλίαν πεποίηνται, εἰπεῖν οὐκ ἔχει. Ἆρα γέγονεν οὕτω τολμηρὸς ἄνθρωπος, τὰς περὶ τῶν θείων δογμάτων καινοτομίας εἰσηγούμενος; Τίς γὰρ ἀνάγκη, εἰ τῷ ἀξιώματι καὶ τῇ τάξει τρίτον ὑπάρ-
Basil. For that he does not think one ought to abide in the simple and uncontrived faith of the multitude, but again by certain technical and sophistical arguments to wrest the truth aside towards what seems good to himself, he has sufficiently made clear from what he has said. For dishonouring the opinion of the multitude whereby they glorify the Holy Spirit, he pretends to keep the teaching of the saints, and passes over in silence those who handed this down to him, doing now also the very things he was shown to do in his discourses concerning the Only-begotten as well. Then he says that from the saints indeed he has learned its being third in order and in dignity, while from himself he has believed its being third in nature as well. Yet who those saints are, and in what writings they have set forth this teaching, he is unable to say. Has there ever been so audacious a man, introducing innovations concerning the divine doctrines? For what necessity [is there], if in dignity and in order third it sub-