Migne Reading Room

PG 29 · cols. 632–641 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:632Read from the page
νοχε, τοσοῦτον διοίσει τὸ φῶς πρὸς τὸ φῶς, καὶ ἡ ζωὴ πρὸς την ζωήν, καὶ ἡ δύναμις πρὸς τὴν δύναμιν. Ἐρωτήσωμεν τοίνυν αὐτόν· Τὸ δὲ ἀγέννητον τοῦ γεννητοῦ πόσῳ μέτρῳ διώρισται; ἆρα μικρῷ τινι, καὶ τοσούτῳ, ὥστε δύνασθαί ποτε καὶ εἰς ταυτὸν ἀλλήλοις συμβῆναι; ἢ τοῦτο παντελῶς ἀμήχανον, καὶ πλέον ἀδυνατώτερον τοῦ τὸν αὐτὸν ζῇν ἐν τῷ αὐτῷ καὶ τεθνάναι, καὶ ὑγιαίνειν κατὰ ταυτὸν καὶ νοσεῖν, καὶ ἐγρηγορέναι ὁμοῦ καὶ καθεύδειν; Τοιαῦτα γὰρ ὅσα κατὰ τὴν ἄκραν ἀντίθεσιν ἀλλήλοις ἀντικαθέστηκεν, ὥστε παρόντος τοῦ ἑτέρου ἀναγκαίως ἀπεῖναι θάτερον, ἃ καὶ ἀσυνύπαρκτα παντελῶς καὶ ἀσύμβατα εἶναι πέφυκε.
by so much will light differ in relation to light, and life in relation to life, and power in relation to power. Let us therefore ask him: By how great a measure is the unbegotten separated from the begotten? Is it by some small measure, and only so great that they might one day even come together into one and the same thing with each other? Or is this altogether impossible, and even more impossible than for the selfsame man at the selfsame time to live and to be dead, and at once to be in health and to be sick, and together to be awake and to sleep? For of such a sort are all things that stand arrayed against one another in extreme opposition, so that when the one is present the other is necessarily absent—things which by nature are utterly incapable of coexisting and incompatible.
26. Κατὰ δὴ οὖν τοῦτον τὸν τρόπον πρὸς τὸ γεννητὸν τῷ ἀγεννήτῳ τῆς ἀντιθέσεως οὔσης, ὁ τὸν Πατέρα φῶς ὀνομάζων, φῶς δὲ καὶ τὸν Υἱὸν, τοσοῦτον δὲ τοῦτο τὸ φῶς ἐκείνου τοῦ φωτὸς διωρίσθαι λέγων, ὅσον τὸ γεννητὸν ἀπὸ τοῦ ἀγεννήτου διώρισται, οὐχὶ δῆλός ἐστι, κἂν τῷ ῥήματι προσποιῆται φιλανθρωπεύεσθαι, φῶς ὀνομάζων δῆθεν καὶ τὸν Υἱὸν, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων πρὸς τὸ ἐναντίον ἀπάγων τὴν ἔννοιαν; Σκοπεῖτε γὰρ τί ἀντίκειται τῷ ἀγεννήτῳ, ἄλλο ἀγέννητον, ἢ τὸ γεννητόν; Τὸ γεννητὸν δηλονότι. Τί δὲ ἀντίκειται τῷ φωτί; φῶς ἕτερον, ἢ τὸ σκότος; Τὸ σκότος πάντως. Ει τοίνυν ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, τίνι τῶν ἁπάντων ἄδηλος ἡ ἀσέβεια, ὅτι, ἐν προσηγορίᾳ φωτὸς τὸ ἀντικείμενον τῷ φωτὶ παρεισάγων, ἐναντίαν εἶναι τῇ τοῦ φωτὸς φύσει τὴν οὐσίαν τοῦ Μονογενοῦς ὑποβάλλει; Ἢ δεικνύτω ἡμῖν φῶς ἀντικείμενον τῷ φωτὶ, κἀκεῖνο τὸ μέτρον τῆς ἀντιθέσεως ἔχον, ὃ τῷ γεννητῷ πρὸς τὸ ἀγέννητόν ἐστιν. Εἰ δὲ τοῦτο οὔτε ἐστὶν, οὔτ' ἂν αὐτὸς ἐπινοήσειε, μὴ ἀγνοείσθω ἡ τέχνη μεθ' ἧς βαθέως κατασκευάζει τὸ βλάσφημον. Ἐπειδὴ γὰρ οἴεται τῷ ἀγεννήτῳ τὸ γεννητὸν κατ' ἐναντίωσιν ἀντικεῖσθαι, τὴν αὐτὴν τῷ φωτὶ πρὸς τὸ φῶς ἀντίθεσιν ἐφαρμόζει, ἵνα διὰ πάντων τὴν τοῦ Πατρὸς οὐσίαν ἀντίπαλον καὶ πολεμίαν τῇ τοῦ Μονογενοῦς ἐπιδείξῃ. Διὰ ταῦτα ἡ καινὴ αὕτη τῶν δογμάτων νομοθεσία· Ὅσον παρήλλακται τὸ γεννητὸν τοῦ ἀγεννήτου, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς. Καίτοι τῷ μὲν ἀγεννήτῳ πρὸς τὸ γεννητόν ἐστί τις, κατὰ τὴν θέσιν τῶν ῥημάτων, εἰ καὶ μὴ κατὰ τὴν φύσιν τῶν πραγμάτων, ἀντίθεσις, ὅπερ οὗτοι κατασκευάζουσι· φωτὶ δὲ πρὸς τὸ φῶς οὔτε κατὰ τὴν προφορὰν οὔτε κατὰ τὴν ἔννοιαν ἐπινοῆσαί τινα δυνατὸν ἐναντίωσιν. Ἀλλὰ γὰρ ἔοικε σοφίσμασιν ἀπατηλοῖς ἑαυτὸν παρακρούεσθαι. Οἴεται γὰρ, ὅτι τὰ τοῖς ἐναντίοις ἑπόμενα
26. Since, then, the opposition of the unbegotten to the begotten is after this manner, is not the man who names the Father light, and the Son also light, yet says that this light is separated from that light by so much as the begotten is separated from the unbegotten, manifestly—even though in word he pretends to be generous, naming the Son too light, forsooth—leading the sense away to the opposite by the force of what is said? For consider: what is opposed to the unbegotten—another unbegotten, or the begotten? Plainly the begotten. And what is opposed to light—another light, or darkness? Darkness, assuredly. If, therefore, by so much as the begotten is diverse in relation to the unbegotten, by so much must light necessarily be diverse in relation to light, to whom of all men is his impiety unclear: namely, that while smuggling in under the appellation of light that which is opposed to light, he insinuates that the substance of the Only-begotten is contrary to the nature of light? Or let him show us a light opposed to light, and possessing that measure of opposition which the begotten has in relation to the unbegotten. And if this neither exists nor could ever be conceived by him, let not the artifice go unrecognized wherewith he deeply contrives his blasphemy. For since he supposes the begotten to be opposed by way of contrariety to the unbegotten, he applies the selfsame opposition between light and light, in order throughout all things to show the substance of the Father to be adversarial and hostile to that of the Only-begotten. On this account comes this novel legislation of dogmas: By so much as the begotten is diverse from the unbegotten, by so much must light necessarily be diverse in relation to light. And yet between the unbegotten and the begotten there is a certain opposition according to the positing of the words, even if not according to the nature of the realities, as these men contrive; whereas between light and light it is not possible to conceive any contrariety, either in utterance or in thought. Indeed, he seems to be deluding himself with deceitful sophisms. For he supposes that the things which follow upon contraries
Notes, col. 632

On the reading

Printed την, for τὴν.

Printed Ει, for Εἰ.

PG 29:633Read from the page
τὴν αὐτὴν ἔχει πρὸς ἄλληλα μάχην, ἥνπερ ἂν ἔχει καὶ τὰ ἡγούμενα· καὶ ὅταν τῷ ἑτέρῳ τῶν ἐναντίων τὸ ἐναντίον ὑπάρχῃ, καὶ τῷ ἑτέρῳ πάντως τὸ ἐναντίον ἀκολουθήσει. Οἷον, εἰ τῇ ὁράσει τὸ φῶς ἕπεται, τῇ τυφλότητι τὸ σκότος· εἰ τῷ ζῇν τὸ αἰσθάνεσθαι, τῷ τεθνηκέναι τὸ ἀναισθητεῖν. Τοῦτο δὲ ὡς ἀσθενὲς καὶ διαπῖπτον τὸ παρατήρημα, παντὶ γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι. Οὐ γὰρ ἐπειδὴ τῷ ἐγρηγορέναι τὸ ζῇν ἕπεται, τῷ καθεύδειν ἀκολουθεῖ πάντως τὸ τεθνάναι. Ἀλλ' οὔτε ἐναντίως ἔχει τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον. Ει γὰρ ἐναντία καὶ φθαρτικὰ ἀλλήλων, ὅπερ εἰς κεφαλὴν τοῖς βλασφημοῦσι τρέ- ἐδείκνυτο ἔχειν καὶ τὰ ἡγούμενα.
have the selfsame conflict with one another as the leading terms also have; and whenever the contrary belongs to the one of two contraries, the contrary will altogether follow upon the other as well. For instance, if light follows upon sight, darkness follows upon blindness; if sensation follows upon living, insensibility follows upon being dead. Yet how weak and collapsible this observation is, is familiar to anyone who has paid even slight attention. For it is not the case that, because living follows upon being awake, being dead altogether follows upon sleeping. Moreover, neither is the begotten contrary in relation to the unbegotten. For if they were contraries and destructive of one another—which may it turn- were shown to have, as also the leading terms.
27. Ἢ τοίνυν ἀπάλειψόν σου τὰ ῥήματα, ἢ μὴ ἀρνοῦ τὴν ἀσέβειαν. Σὴ γάρ ἐστιν ἡ βλασφημία τοῦ εἰπόντος· Ὅσον παρήλλακται τοῦ γεννητοῦ τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς. Οὐκοῦν ὡς οὐδέποτε μεθέξει τῆς ἀγεννησίας ὁ γεννητὸς, οὕτως οὐδέποτε αὐτῷ τοῦ φωτὸς μεταδώσεις. Καὶ ἔσται, κατὰ σὲ, ἡ οὐσία τοῦ Μονογενοῦς ἴσον ἀπέχουσα τοῦ γε ἀγέννητος εἶναι, καὶ τοῦ φῶς νοεῖσθαι καὶ ὀνομάζεσθαι. Ἀλλὰ Ἰωάννης μὲν τῇ μεγαλοφωνίᾳ τοῦ Πνεύματος ἐμβοᾷ σοι λέγων· Ἦν τὸ φῶς τὸ ἀληθινόν· σοὶ δὲ οὐκ ἔστιν ὦτα τοῦ ἀκούειν, οὐδὲ καρδία τοῦ συνιέναι· ἀλλὰ πρὸς τὴν ἀντίπαλον φύσιν, καὶ ἀσυνύπαρκτον τῷ φωτὶ τὴν οὐσίαν τοῦ Μονογενοῦς, τοῖς σοφίσμασιν ἀπελαύνεις. Οὐ γὰρ δὴ ἐκεῖνο ἰσχυρὸν ἐρεῖς, ὅτι καὶ ἐπὶ τοῦ Μονογενοῦς τὴν προσηγορίαν τοῦ φωτὸς οὐκ ἀφείλου. Οὐ γὰρ ἐν ψόφῳ ἀέρος, ἀλλ' ἐν τῇ δυνάμει τῶν σημαινομένων τὸ εὐσεβές. Ὁ δὲ οὐχ ἐπὶ τούτων ἔστη, ἀλλὰ καὶ τὴν ζωὴν καὶ τὴν δύναμιν τῷ σύτῷ μέτρῳ τῆς εἰς ἐναντίον ἀποστάσεως συνεπάγει, εἰπών· Ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς. καὶ τὴν ζωὴν πρὸς τὴν ζωὴν, καὶ τὴν δύναμιν πρὸς τὴν δύναμιν. Οὐκοῦν οὔτε ζωὴ, κατὰ σὲ, οὔτε δύναμις ὁ Μονογενής. Ἀλλὰ παραγράφῃ μὲν αὐτὸν τὸν Κύριον λέγοντα· Ἐγώ εἰμι ἡ ζωή· παραγράφῃ δὲ Παῦλον τὸν εἰπόντα· Χριστὸς Θεοῦ δύναμις. Ἃ γὰρ ἐν τοῖς κατόπιν ἐδείκνυτο, ταῦτα καὶ τοῖς νῦν ἐφαρμόσει. Οὔτε γὰρ ζωὴν οὔτε δύναμιν τῇ ζωῇ καὶ τῇ δυνάμει ἀντικεῖσθαι φαίη τις ἄν· ἀλλὰ θάνατον καὶ ἀδυναμίαν τὴν τελεωτάτην ἀντίθεσιν ἐκπληροῦν. Ἅπερ οὗτος, ἐν παν-
27. Either, therefore, blot out your words, or do not deny your impiety. For yours is the blasphemy of one who said: By so much as the unbegotten is diverse from the begotten, by so much must light necessarily be diverse in relation to light. Accordingly, just as he who is begotten will never partake of unbegottenness, so you will never grant him a share of light. And the substance of the Only-begotten, according to you, will be equally far removed from being unbegotten and from being conceived and named light. Yet John cries aloud to you with the mighty voice of the Spirit, saying: He was the true Light; whereas you have neither ears to hear nor a heart to understand, but by your sophisms you drive the substance of the Only-begotten away to the adversarial nature that cannot coexist with light. For surely you will not urge that as a strong point, that you did not strip away the appellation of light in the case of the Only-begotten as well. For piety lies not in a noise of air, but in the force of the things signified. Yet he did not stop at these, but sweeps both life and power along by the selfsame measure of divergence unto the contrary, saying: By so much as the begotten is diverse in relation to the unbegotten, by so much must light necessarily be diverse in relation to light, and life in relation to life, and power in relation to power. Therefore, according to you, the Only-begotten is neither life nor power. Rather, you strike out the Lord Himself when He says, I am the Life; and you strike out Paul when he said, Christ the power of God. For what was proved in the preceding arguments will apply to the present points as well. For no one would say that life and power are opposed to life and power, but that death and powerlessness fulfil the most complete opposition. Which very things this man, in cunn-
Notes, col. 633

On the reading

Printed Ει, for Εἰ.

Printed οὐχ, for οὐκ.

Printed σύτῷ, for αὐτῷ.

PG 29:636Read from the page
ουργίᾳ δόλον τὸν λόγων ἀποκρυψάμενος, βαθέως καὶ περικεκαλυμμένως τὸ φρικτὸν τῆς ἀσεβείας κατασκευάζει, καὶ τοῖς τῶν λόγων τεχνάσμασι πρὸς τὸ ἐναντίον τῷ Πατρὶ τὴν φύσιν τοῦ Μονογενοῦς ἀποστήσας, μόνην καταλείπει τὴν εὐφημίαν τῶν ὀνομάτων. Τί οὖν ἡμεῖς; πῶς, καὶ ἀγέννητον τὸν Πατέρα καὶ γεννητὸν τὸν Υἱὸν ὁμολογοῦντες, τὴν κατ' αὐτὸ τὸ εἶναι διαφύγοιμεν ἐναντίωσιν; τί λέγοντες; Ὅτι ἀγαθοῦ μὲν Πατρὸς ἀγαθὸς ὁ Υἱός· φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγὴ, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἡ τοῦ Θεοῦ δύναμις ἐξεφάνη· σκότος δὲ, καὶ θάνατος, καὶ ἀσθένεια τῷ ἄρχοντι τοῦ κόσμου τούτου, καὶ τοῖς κοσμοκράτορσι τοῦ σκότους, καὶ τοῖς πνευματικοῖς τῆς πονηρίας, καὶ πάσῃ τῇ ἐχθρᾷ τῆς θείας φύσεως δυνάμει συντέτακται, οὐδὲ τούτοις κατ' αὐτὴν τὴν οὐσίαν πρὸς τὸ ἀγαθὸν λαχοῦσι τὴν ἐναντίωσιν (οὕτω γὰρ ἂν ἡ μέμψις ἐπὶ τὸν Δημιουργὸν ἐπανίοι), ἀλλ' ἐκ τῆς οἰκείας προαιρέσεως ἐν τῇ τοῦ καλοῦ στερήσει πρὸς τὴν κακίαν ἀποῤῥυεῖσιν. Ἀλλ' ὅμως εἰς ταύτην τὴν τάξιν ἡ θεομάχος γλῶσσα τὴν φύσιν τοῦ Μονογενοῦς περιαγαγεῖν ἐπεχείρησεν. Οὐ γὰρ δὴ ἐκεῖνο εἰπεῖν ἔχει, ὅτι, τὴν τοῦ Πατρὸς οὐσίαν φῶς εἶναι τιθέμενος, ὑπερβάλλον δόξῃ τε καὶ λαμπρότητι, τὴν τοῦ Μονογενοῦς φῶς καὶ αὐτὴν, ἀμαυρότερον δέ πως καὶ οἱονεὶ τεθολωμένον ὑπέλαβεν. Εὐσεβοῦς μὲν γὰρ διανοίας οὐδὲ ταῦτα, τῷ τῆς εἰκόνος ἐν τῇ ἀμαυρότητι παραιρεῖσθαι τὴν ὁμοιότητα. Πλὴν ἀλλ' εὐχῆς
ing hiding away the deceit of his words, deeply and covertly contrives the horror of his impiety, and having by the artifices of his arguments removed the nature of the Only-begotten to the opposite of the Father, leaves behind only the fair sound of the names. What then of us? How, while confessing both the Father as unbegotten and the Son as begotten, might we escape contrariety in very being itself? By saying what? That of a good Father, good is the Son; and from the unbegotten Light shone forth the everlasting Light, and out of real Life came forth the life-giving Fountain, and out of Power-in-itself was manifested the Power of God; whereas darkness, and death, and weakness have been ranged with the ruler of this world, and the world-rulers of darkness, and the spiritual forces of wickedness, and every power hostile to the divine nature—though not even these obtained their contrariety towards the good in their very substance itself (for thus the blame would recoil upon the Creator), but slipped away towards evil out of their own free choice in the privation of the good. Yet nonetheless the God-fighting tongue attempted to bring the nature of the Only-begotten round into this rank. For surely he cannot say this: that, positing the substance of the Father to be light excelling in glory and brilliance, he supposed that of the Only-begotten to be light as well, yet somewhat dimmer and as it were turbid. For not even such notions belong to a pious mind, seeing that the likeness of the Image is taken away in dimness. Yet it were a matter for prayer
28. Νυνὶ δὲ τῷ ἀγεννήτῳ πρὸς τὸ γεννητὸν οὐχὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἡ διαφορὰ, ὡς τῷ ἐλάττονι φωτὶ πρὸς τὸ πλεῖον, ἀλλ' ὅση ἡ τῶν πάντη ἀλλήλοις ἀσυνυπάρκτων διάστασις. Ἀμήχανον γὰρ ᾧ θάτερον συνυπάρχει, ἐκ μεταβολῆς ὄν ποτε πρὸς τὸ ἀντικείμενον μεταβῆναι, ὥστε ἢ ἐξ ἀγεννήτου γεννητὸν γενέσθαι, ἢ ἀνάπαλιν, ἀπὸ τοῦ γεννητοῦ μεταβαλεῖν πρὸς τὸ ἀγέννητον. Τῷ τοίνυν ἅπαξ ἀποφηναμένῳ, ὅτι ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, οὐδ' οὗτος ὁ λόγος πρὸς ἀποφυγὴν ἀπολείπεται. Φῶς μὲν γὰρ τὸ ἀκραιφνὲς τοῦ οἷον ἐξιτήλου καὶ ἀμαυροτέρου φωτὸς, τῷ γένει ταυτὸν ὑπάρχον, τῇ ἐπιτάσει διενήνοχε μόνῃ· τὸ δὲ ἀγέν-
28. Now, however, the difference between the unbegotten and the begotten is not according to the more and the less, as between a lesser light and a greater, but as great as is the interval between things utterly incapable of coexisting with one another. For it is impossible that a being in which the one of the two inheres should ever through change pass over to the opposite, so as either from unbegotten to become begotten, or conversely from the begotten to change over to the unbegotten. For one, therefore, who has once pronounced that by so much as the begotten is diverse in relation to the unbegotten, by so much must light necessarily be diverse in relation to light, not even this plea is left as a means of escape. For pure light, being identical in kind with a fading and dimmer light, as it were, has differed solely in intensity; whereas the unbegot-
Notes, col. 636

On the reading

Printed τὸν λόγων, for τῶν λόγων.

PG 29:637Read from the page
νητον οὐχὶ ἐπίτασίς ἐστι του γεννητοῦ· οὐδὲ μὴν τὸ γεννητὸν ὕφεσίς τίς ἐστι τοῦ ἀγεννήτου· ἀλλ' οἱονεὶ κατὰ διάμετρον τούτων ἐστὶν ἡ ἀπόστασις. Τοῖς μὲν οὖν οὐσίαν τιθεμένοις τὸ γεννητὸν καὶ ἀγέννητον ταῦτα καὶ ἔτι πλείω τούτων ἀκολουθήσει τὰ ἄτοπα. Ἔσται γὰρ ἐκ τοῦ ἐναντιου τὸ ἐναντίον γεγεννημένον· καὶ ἀντὶ τῆς φυσικῆς οἰκειώσεως ἀναγκαία τις αὐτοῖς καὶ κατ' αὐτὴν τὴν οὐσίαν ἡ στάσις ἀναφανήσεται. Τοῦτο δὲ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν ἔχει, τὴν οὐσίαν λέγειν καὶ ᾡτινιοῦν τῶν ἁπάντων ἐναντίαν εἶναι τῇ οὐσίᾳ, πάλαι διωμολογημένου καὶ παρὰ τοῖς ἔξω σοφοῖς (οὓς, ὅταν μὴ εὕρωσιν οὗτοι συναγωνιζομένους ταῖς βλασφημίαις αὐτῶν, ὡς οὐδενὸς ἀξίους παραλογίζονται), ἀμήχανον ὑπάρχειν ἐν οὐσίᾳ τὴν ἐναντίωσιν. Εἰ δ' ὅπερ ἐστὶν ἀληθὲς, γνωριστικάς τινας ἰδιότητας ἐπιθεωρουμένας τῇ οὐσίᾳ δέχοιτό τις εἶναι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον, πρὸς τὴν τρανὴν καὶ ἀσύγχυτον Πατρὸς καὶ Υἱοῦ χειραγωγούσας ἔννοιαν, τόν τε τῆς ἀσεβείας διαφεύξεται κίνδυνον, καὶ τὸ ἐν τοῖς λογισμοῖς ἀκόλουθον διασώσει. Αἱ γάρ τοι ἰδιότητες, οἱονεὶ χαρακτῆρές τινες καὶ μορφαὶ ἐπιθεωρούμεναι τῇ οὐσίᾳ, διαιροῦσι μὲν τὸ κοινὸν τοῖς ἰδιάζουσι χαρακτῆρσι· τὸ δὲ ὁμοφυὲς τῆς οὐσίας οὐ διακόπτουσιν. Οἷον, κοινὴ μὲν ἡ θεότης, ἰδιώματα δέ τινα πατρότης καὶ υἱότης· ἐκ δὲ τῆς ἑκατέρου συμπλοκῆς, τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου, ἡ κατάληψις ἡμῖν τῆς ἀληθείας ἐγγίνεται· ὥστε, ἀγέννητον μὲν φῶς ἀκούσαντας, τὸν Πατέρα νοεῖν, γεννητὸν δὲ φῶς, τὴν τοῦ Υἱοῦ λαμβάνειν ἔννοιαν· καθὸ μὲν φῶς καὶ φῶς, οὐδεμιᾶς ἐν αὐτοῖς ἐναντιότητος ὑπαρχούσης, καθὸ δὲ γεννητὸν καὶ ἀγέννητον, ἐπιθεωρουμένης τῆς ἀντιθέσεως. Αὕτη γὰρ τῶν ἰδιωμάτων ἡ φύσις, ἐν τῇ τῆς οὐσίας ταυτότητι δεικνύναι τὴν ἑτερότητα· καὶ αὐτὰ μὲν πρὸς ἄλληλα ἀντιδιαιρούμενα πολλάκις τὰ ἰδιώματα, πρὸς τὸ ἐναντίον διίστασθαι, τήν γε μὴν ἑνότητα τῆς οὐσίας μὴ διασπᾷν· ὡς τὸ πτηνὸν καὶ τὸ πεζὸν, καὶ τὸ ἔνυδρον καὶ τὸ χερσαῖον, καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον. Μιᾶς γὰρ οὐσίας τοῖς πᾶσιν ὑποκειμένης, τὰ ἰδιώματα ταῦτα οὐκ ἀλλοτριοῖ τὴν οὐσίαν, οὐδὲ οιονεὶ συστασιάζειν ἑαυτοῖς ἀναπείθει· τῇ ἐνεργείᾳ δὲ τῶν γνωρισμάτων, ὥσπερ τι φῶς ταῖς ψυχαῖς ἡμῶν ἐντιθέντα, πρὸς τὴν ἐφικτὴν ταῖς διανοίαις σύνεσιν ὁδηγεῖ. Ἀλλ' οὗτος, τὴν τῶν ἰδιωμάτων ἀντίθεσιν πρὸς τὴν οὐσίαν μετακομίσας, ἐντεῦθεν τὴν ἀφορμὴν τῆς ἀσεβείας ἐφέλκεται, ὥσπερ παῖδας ἡμᾶς μορμολυττόμενος τοῖς σοφίσμα-
ten is not an intensification of the begotten; nor yet is the begotten any remission of the unbegotten; rather, their separation is diametrically opposed, as it were. For those, therefore, who posit the begotten and unbegotten as substance, these absurdities and even more than these will follow. For the contrary will have been begotten from the contrary; and instead of natural kinship, a necessary faction even in substance itself will come to light for them. Yet this involves even greater ignorance than impiety—to say that substance is contrary in substance to anything whatsoever of all things, when it has long been agreed even among the wise outside the Church (whom these men, whenever they do not find them fighting alongside their blasphemies, brush aside as worth nothing) that contrariety cannot exist in substance. Whereas if—as is true—someone should accept that the begotten and the unbegotten are certain distinguishing properties contemplated upon the substance, guiding us by the hand towards a clear and unconfused conception of Father and Son, he will both escape the peril of impiety and preserve logical consistency in his reasonings. For the properties, contemplated upon the substance like certain marks and forms, divide what is common by their distinctive marks, yet do not sever the homogeneity of the substance. For instance, deity is common, while fatherhood and sonship are particular properties; and from the interweaving of each—both the common and the proper—comprehension of the truth arises in us: so that, on hearing of unbegotten Light, we conceive of the Father, and on hearing of begotten Light, we receive the conception of the Son; inasmuch as both are light and light, no contrariety exists in them, whereas inasmuch as they are begotten and unbegotten, their opposition is contemplated. For such is the nature of properties, to show otherness within the identity of the substance; and while the properties themselves, when set in contradistinction to one another, often stand apart towards the opposite, yet they do not rend asunder the unity of the substance—just like winged and footed, aquatic and terrestrial, rational and irrational. For while one substance underlies them all, these properties do not alienate the substance, nor persuade its members, as it were, to rise in faction against themselves; rather, by the efficacy of their distinguishing tokens, implanting like a kind of light within our souls, they guide us towards the understanding attainable by our minds. This man, however, having transferred the opposition of the properties to the substance, draws thence the pretext for his impiety, frightening us like children with the bugbears of his sophism-
Notes, col. 637

On the reading

Printed του, for τοῦ.

Printed ἐναντιου, for ἐναντίου.

Printed οιονεὶ, for οἱονεὶ.

PG 29:640Read from the page
σιν· ὅτι, εἴπερ ἕτερόν τε εἴη τὸ φῶς παρὰ τὸ ἀγέννητον, ἀναγκαίως ἡμῖν σύνθετος ὁ Θεὸς ἀποδειχθήσεται.
that, if indeed the light should also be something other beside the unbegotten, God will of necessity be demonstrated to us as composite.
29. Ἐγὼ δὲ τί φημί; Ὅτι, εἰ μὴ ἕτερόν τι εἴη τοῦ ἀγεννήτου τὸ φῶς, οὐκέτι τῷ Υἱῷ δυνατὸν ἐπιλέγεσθαι, ὥσπερ οὐδὲ αὐτὸ τὸ ἀγέννητον. Μάθοι δ' ἄν τις κἀκεῖθεν τῶν σημαινομένων ὑπὸ τῶν φωνῶν τὸ διάφορον. Φῶς οἰκεῖν εἴρηται ὁ Θεὸς, καὶ ἀναβάλλεσθαι φῶς, οὐδήπου ἐνοικεῖν αὐτὸν τῇ ἑαυτοῦ ἀγεννησίᾳ, οὐδὲ ἔξωθεν ἑαυτῷ περικειμένην ἔχειν, τοῦ λόγου λέγοντος (ἢ ταῦτα μὲν καταγέλαστα)· τὸ δὲ γεννητὸν καὶ ἀγέννητον γνωριστικαί τινές εἰσιν ἰδιότητες. Εἰ γὰρ μηδὲν εἴη τὸ τὴν οὐσίαν χαρακτηρίζον, οὐδενὶ ἂν τρόπῳ πρὸς τὴν σύνεσιν ἡμῶν διικνοῖτο. Μιᾶς γὰρ οὔσης θεότητος, ἀμήχανον ἰδιάζουσαν ἔννοιαν Πατρὸς λαβεῖν ἢ Υἱοῦ, μὴ τῇ τῶν ἰδιωμάτων προσθήκῃ τῆς διανοίας διαρθρουμένης. Ἀλλὰ μὴν πρός γε τὸ σύνθετον ἀναφανήσεσθαι τὸν Θεὸν, εἰ μὴ ταυτὸν ληφθείη τῷ ἀγεννήτῳ τὸ φῶς, ἐκεῖνο εἰπεῖν ἔχομεν, ὅτι, εἰ μὲν ὡς μέρος τῆς οὐσίας τὸ ἀγέννητον ἐλαμβάνομεν, εἶχεν ἂν αὐτοῦ χώραν ὁ λόγος, σύνθετον εἶναι λέγων τὸ ἐκ διαφόρων συγκείμενον· εἰ δὲ οὐσίαν μὲν Θεοῦ τὸ φῶς τιθέμεθα, ἢ τὴν ζωὴν, ἢ τὸ ἀγαθὸν, ὅλον, ὅπερ ἐστὶ, ζωὴν ὄντα, καὶ ὅλον φῶς, καὶ ὅλον ἀγαθὸν, παρεπόμενον δὲ ἔχει ἡ ζωὴ τὸ ἀγέννητον· πῶς οὐκ ἀσύνθετος ὁ κατὰ τὴν οὐσίαν ἁπλοῦς; Οὐ γὰρ δὴ οἱ δεικτικοὶ τῆς ἰδιότητος αὐτοῦ τρόποι τὸν τῆς ἁπλότητος λόγον παραλυπήσουσιν· ἢ οὕτω γε πάντα, ὅσα περὶ Θεοῦ λέγεται, σύνθετον τὸν Θεὸν ἡμῖν ἀναδείξει. Καὶ, ὡς ἔοικεν, εἰ μέλλοιμεν τὴν τοῦ ἁπλοῦ καὶ ἀμεροῦς ἔννοιαν διασώζειν, ἢ οὐδὲν ἐροῦμεν περὶ Θεοῦ πλὴν τὸ ἀγέννητον, καὶ παραιτησόμεθα αὐτὸν ὀνο⟨…⟩άζειν ἀόρατον, ἄφθαρτον, ἀναλλοίωτον, δημιουργὸν, κριτὴν, καὶ πάντα ὅσα νῦν εἰς δοξολογίαν παραλαμβάνομεν· ἢ δεχόμενοι τὰ ὀνόματα ταῦτα, τί καὶ ποιήσομεν; πότερον εἰς τὴν οὐσίαν ἅπαντα φέροντες καταθήσομεν; Οὐκοῦν οὐχὶ μένον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν αὐτὸν συγκείμενον ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ' ἑκάστου τούτων τῶν ὀνομάτων σημαίνεσθαι· ἀλλ' ἔξω τῆς οὐσίας ἐκληψόμεθα; Ὅνπερ τοίνυν ἂν ἐπ' ἐκείνων ἑκάστου λόγον ἐπινοή-
29. Yet what do I say? That unless the light were something other than the unbegotten, it could no longer be predicated of the Son, just as the unbegotten itself cannot be either. One might learn from this too the difference of the things signified by the terms. God is said to dwell in light, and to clothe Himself with light, not at all because the word says that He dwells in His own unbegottenness or has it wrapped around Himself from outside (or else these things are ludicrous); rather, begotten and unbegotten are certain distinctive properties that make Him known. For if there were nothing characterizing the substance, in no way would it reach towards our understanding. For since the Godhead is one, it is impossible to grasp a distinct notion of Father or of Son unless our thought is articulated by the addition of the distinctive properties. Moreover, towards the claim that God will turn out to be composite unless the light be taken as identical with the unbegotten, we have this to say: that if we took the unbegotten as a part of the substance, his argument would have place, saying that what is compounded out of different things is composite; whereas if we posit the substance of God to be light, or life, or the good, He being wholly, whatever He is, life, and wholly light, and wholly good, while life has the unbegotten attending upon it, how is He Who is simple in substance not uncompounded? For surely the modes indicative of His distinctive property will not impair the principle of His simplicity; otherwise everything that is said concerning God will exhibit God to us as composite. And, as it seems, if we are to preserve the notion of the simple and partless, either we shall say nothing concerning God except the unbegotten, and decline to name Him invisible, incorruptible, unchangeable, Creator, Judge, and all the terms that we now adopt for doxology; or, if we accept these names, what then shall we do? Shall we refer them all to the substance and lay them down there? Then we shall demonstrate Him to be not only composite, but even compounded out of unlike parts, because one thing and another is signified by each of these names; or shall we take them as outside the substance? Whatever account, therefore, they may devise in the case of each of those-
Notes, col. 640

On the reading

Printed μένον, for μόνον.

PG 29:641Read from the page
σωσι, τοῦτον καὶ ἐπὶ τῆς τοῦ ἀγεννήτου προσηγοριας καταδειξάσθωσαν.
let them show this same one in the case of the appellation of the unbegotten as well.
30. Ἐμπλήσας δὲ τὸν λόγον φλυαρίας κενῆς, καὶ πάντων ὁμοῦ τῶν πώποτε περὶ τὴν τοῦ Θεοῦ γνῶσιν ἐσχολακότων κατεπαρθεὶς, ὡς αὐτὸς ὁδόν τινα καινὴν καὶ πρόσφατον τετμηκὼς πρὸς τὸν Θεὸν φέρουσαν, ἣν οὐδεὶς τῶν προτέρων ἐξεῦρε, τελευταῖον ἐπάγει, ὡς παρ' αὐτῆς δεδιδαγμένος τοῦ Θεοῦ τῆς οὐσίας, τὴν κατὰ τοῦ Υἱοῦ βλασφημίαν.
30. Having filled his discourse with empty babbling, and having exalted himself against all together who have ever devoted themselves to the knowledge of God, as though he himself had cut some new and fresh road leading towards God which none of the ancients discovered, he finally brings forward, as though taught by the very substance of God, his blasphemy against the Son.
ΕΥΝ. Ὅτι ἡ μὲν ἀνωτέρω βασιλείας καὶ πάντη γενέσεως ἀνεπίδεκτος, τούτοις παιδεύουσα τὴν μετ' εὐνοίας προσιοῦσαν διάνοιαν, ἀπωθεῖν ὡς ποῤῥωτάτω παρακελεύεται νόμῳ φύσεως τὴν πρὸς ἕτερον σύγκρισιν.
Eun. Because that which is above dominion and altogether incapable of generation, instructing by these truths the mind that approaches with goodwill, commands us by a law of nature to thrust away to the farthest distance comparison with another.
ΒΑΣ. Ἆρα οὐχὶ σαφῶς ἐνδείκνυται, ὅτι αὐτὸς ἠξιώθη τῆς τῶν ἀποῤῥήτων ἀποκαλύψεως, μετ' εὐνοίας τὴν διάνοιαν προσαγαγὼν τῷ Θεῷ; Καὶ διὰ τοῦτο ἀπωθεῖται ὡς ποῤῥωτάτω τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς κοινωνίας, μηδὲ εἰς σύγκρισιν αὐτὸν ἀξιῶν παραδέχεσθαι· ἀλλὰ καὶ νόμῳ φύσεως τὴν τοῦ Μονογενοῦς οὐσίαν ἀπὸ τῆς τοῦ Πατρὸς διωρίσθαι φησί. Τί τοῦτο λέγων; Ὅτι ὁ Θεὸς τῶν ὅλων οὐδὲ βουλόμενος ἐδύνατο πρὸς τὴν τῆς οὐσίας οἰκειότητα τὸν Μονογενῆ παραδέξασθαι, νόμῳ φύσεως τῆς συναφείας τῆς πρὸς αὐτὸν ἐξειργόμενος, οὐκ ὢν, ὡς ἔοικεν, αὐτὸς ἑαυτοῦ κύριος, ἀλλὰ τοῖς τῆς ἀνάγκης ὅροις ὑπεζευγμένος. Τοιαῦτα γάρ ἐστι τὰ τῷ τῆς φύσεως νόμῳ κατειλημμένα, ἀπροαιρέτως εἰς τὸ τῇ φύσει δοκοῦν ὑπαγόμενα. Ὡς γὰρ τῷ πυρὶ φύσει τὸ θερμαίνειν, οὐ προαιρέσει, καὶ ἀναγκαίως ἀνεπίδεκτόν ἐστι τῆς ψυχρότητος, τῷ τῆς φύσεως νόμῳ τὴν πρὸς αὐτὸ κοινωνίαν ἀφῃρημένον· οὕτω βούλεται καὶ τὸν Θεὸν καὶ Πατέρα νόμῳ φύσεως ἠλλοτριωμένην ἔχειν πρὸς τὸν Υἱὸν τὴν οὐσίαν. Καί-
Bas. Does he not clearly indicate that he himself was counted worthy of the revelation of ineffable mysteries, having brought his mind towards God with goodwill? And on this account he thrusts the Only-begotten away to the farthest distance from communion with the Father, not deigning even to admit Him into comparison, and moreover asserts that by a law of nature the substance of the Only-begotten has been parted from that of the Father. What does he mean in saying this? That the God of the universe could not, even had He willed it, admit the Only-begotten into kinship of substance, being barred by a law of nature from conjunction with Him, not being, as it seems, Master of Himself, but yoked beneath the bounds of necessity. For of such a sort are the things held fast by the law of nature, being led involuntarily into what seems fit to nature. For just as heating belongs to fire by nature, not by choice, and it is of necessity incapable of coldness, having been deprived by the law of nature of communion with it, so too he wishes the God and Father to have His substance alienated by a law of nature towards the Son. Al-
Notes, col. 641

On the reading

Printed προσηγοριας, for προσηγορίας.