Migne Reading Room

PG 29 · cols. 292–301 · Read from the page

Homily on Psalm 28 (29)

Homily on Psalm 28 (29)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:292Read from the page
ίσταται δὲ ἡ βροντὴ, ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐναποληφθὲν, καὶ ὑπὸ εὐτονίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον, ζητῇ διέξοδον πρὸς τὰ ἔξω. Ἀντέχουσαι μὲν οὖν ὑπὸ τῆς ἄγαν πιλήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ἦχον· ἐπειδὰν δὲ ὥσπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυνατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι καὶ πρὸς τὴν ἔξω ἀναπνοὴν διεῖσαι τὸ πνεῦμα, τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦσι ψόφους. Τοῦτο δὲ καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκε. Κύριος οὖν ἐστιν ὁ καὶ ἐπὶ τῶν ὑδάτων ὢν, καὶ ὁ τοὺς μεγάλους ψόφους τῆς βροντῆς ἐνεργῶν, ἐν ἁπαλῇ τοῦ ἀέρος φύσει τοσαύτην ψόφου ὑπερβολὴν ἐργαζόμενος. Δυνατὸν δέ σοι καὶ κατὰ τὸν ἐκκλησιαστικὸν λόγον τὴν μετὰ τὸ βάπτισμα γινομένην ἐκ τῆς μεγαλοφωνίας τοῦ Εὐαγγελίου ἐν ταῖς ψυχαῖς τῶν ἤδη τελειουμένων παράδοσιν βροντὴν ὀνομάζειν. Ὅτι γὰρ βροντὴ τὸ Εὐαγγέλιον, δηλοῦσιν οἱ παρὰ τοῦ Κυρίου μετονομασθέντες μαθηταὶ καὶ υἱοὶ βροντῆς χρηματίζοντες. Διὰ τοῦτο οὐκ ἐν τῷ τυχόντι τῆς τοιαύτης βροντῆς ἡ φωνὴ, ἀλλ' ἐάν τις ἄξιος ᾖ ὀνομάζεσθαί τροχός. Φωνὴ γὰρ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ. Ἐάν τις ᾖ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, ὥσπερ ὁ τροχὸς, ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος, καὶ ὅλως τοιοῦτος, ὁποῖος ἦν
stituted, moreover, is thunder, whenever a dry and violent wind, caught within the hollows of a cloud, and whirling round by its vigour in the cavities of the clouds, seeks a way out towards the exterior. Resisting, then, by reason of their extreme compression, the clouds produce that harsh sound from the friction of the wind; but whenever, stretched round by the wind like bubbles, they are unable any longer to resist and contain it, bursting violently apart and letting the wind pass through to an outward vent, they produce the crashes that occur in thunderclaps. And this by nature also brings about lightning. It is the Lord, therefore, Who both is upon the waters, and works the great crashes of thunder, working in the soft nature of the air so great an excess of sound. And it is possible for you also, according to the ecclesiastical teaching, to name thunder the tradition which after baptism comes about from the mighty voice of the Gospel in the souls of those now being perfected. For that the Gospel is thunder is shown by the disciples who were given a new name by the Lord and were styled sons of thunder. On this account the voice of such thunder is not in any chance person, but if anyone be worthy to be named a wheel. For the voice of Thy thunder, it says, was in the wheel. If anyone be stretching forward to the things ahead, like the wheel, touching the earth with a small part of itself, and altogether such as was
4. Ὁ Θεὸς οὖν τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὕδατά εἰσι καὶ οἱ ἅγιοι, διότι ποταμοὶ ῥέουσιν ἐκ τῆς κοιλίας αὐτῶν, τουτέστι, πνευματικὴ διδασκαλία ἄρδουσα τὰς ψυχὰς τῶν ἀκουόντων. Καὶ πάλιν, λαμβάνουσιν ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, ὅπερ γίνεται ἐν τοῖς καλῶς λαβοῦσι πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐπὶ τῶν τοιούτων οὖν ὑδάτων ὁ Κύριος. Μνήσθητι δὲ καὶ τῆς ἱστορίας Ἠλίου, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ· ὅτε, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουσε φωνῆς ὑδάτων πολλῶν· εἶτα ἐπηκολούθησε τὸ καὶ βροντὴν γενέσθαι ἐκ νεφελῶν καὶ ὕδωρ ῥυῆναι. Κύριος οὖν ἐπὶ ὑδάτων πολλῶν. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ὥσπερ ἐν τῷ τροχῷ ἡ φωνὴ γίνεται, οὕτως ἐν ἰσχύϊ ἡ φωνὴ συνίσταται τοῦ Κυρίου. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου, οὐκ ἐν τῇ ἀσθενεῖ καὶ ἐκλελυμένῃ ψυχῇ, ἀλλ' ἐν τῇ εὐτόνως καὶ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Ἡ μεγαλοπρέπεια ἀρετή ἐστιν ἐκπρεπῶς μεγάλη. Ὁ οὖν πρεπόντως ἀποδιδοὺς τὰς περὶ τῶν μεγάλων
4. The God of glory, therefore, thundered, the Lord upon many waters. The saints also are waters, because rivers flow out of their belly, that is, spiritual teaching watering the souls of the hearers. And again, they receive water leaping up into eternal life, which becomes in those who have received it well a spring of water leaping up into eternal life. Upon such waters, therefore, is the Lord. And remember also the history of Elijah, when heaven was shut up for three years and six months; when, while the sky was clear upon the summit of Carmel, he heard a sound of many waters; then there followed both the coming of thunder out of clouds and the flowing down of water. The Lord, therefore, is upon many waters. The voice of the Lord is in strength. Just as the voice comes to be in the wheel, so in strength is the voice of the Lord constituted. For he who has strength for all things in Christ Who strengthens him, this man hears the commandments of the Lord, and does them. The voice of the Lord, therefore, is not in the weak and slackened soul, but in that which vigorously and strongly works out what is good. The voice of the Lord is in magnificence. Magnificence is a virtue surpassingly great. He, therefore, who fittingly renders, concerning great
Notes, col. 292

On the reading

Printed ὀνομάζεσθαί, for ὀνομάζεσθαι.

PG 29:293Read from the page
πράξεων ἐνεργείας, ὁ τοιοῦτος ἀκούει μεγαλοπρεπής. Ὅταν οὖν ψυχὴ ἀδούλωτος ᾖ τῷ φρονήματι τῆς σαρκὸς, μέγεθος δὲ καὶ ἀξίωμα πρέπον ἑαυτῇ ἐκ τῆς συναισθήσεως τῶν προσόντων αὐτῇ ἀπὸ Θεοῦ ἀναλάβῃ, ἐν ταύτῃ γίνεται ἡ φωνὴ τοῦ Κυρίου. Οἱ οὖν μεγαλοφυεῖς μὲν ἔχοντες τὰς περὶ Θεοῦ ἐννοίας, ὑψηλῶς δὲ τεθεωρηκότες τοὺς περὶ κτίσεως λόγους, καὶ δυνηθέντες ἐπὶ ποσὸν γοῦν ἐπιβαλεῖν τῷ ἀγαθῷ τῆς τοῦ Θεοῦ προνοίας, καὶ προσέτι ἐν ταῖς δαπάναις ἀφειδεῖς, καὶ μεγαλόδωροι ἐν τῷ τὰς τῶν ἀδελφὼν χρείας ἐπανορθοῦσθαι, οὗτοί εἰσιν οἱ μεγαλοπρεπεῖς, ἐν οἷς ἡ φωνὴ τοῦ Κυρίου ἐμπολιτεύεται. Τῷ ὄντι γὰρ ὁ μεγαλοπρεπὴς ὑπερορᾷ πάντα τὰ σωματικὰ, οὐδενὸς εἶναι ἄξια κρίνων λόγου τῇ παραθέσει τῶν ἀοράτων. Τὸν μεγαλοπρεπῆ οὐδεμία λυπήσει περίστασις· οὐδὲ ὅλως πάθος τι αὐτὸν ἐκταράξει, οὐδὲ ἀνθρωπαρίων φαύλων καὶ εὐκαταφρονήτων ἁμαρτήματα κινήσει· οὐδὲ ἀκαθαρσία τῆς σαρκὸς αὐτὸν ταπεινώσει. Δυσπρόσιτος γάρ ἐστι τοῖς ταπεινωτικοῖς πάθεσιν, οὐδὲ προσβλέπειν αὐτῷ δυναμένοις διὰ τὸ ὕψος τῆς γνώμης. Λέγεται δέ τις καὶ Θεοῦ μεγαλοπρέπεια· ὡς τὸ, Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Οἱ οὖν τὰ μεγάλα περὶ Θεοῦ δοξάζοντες, οὗτοι ὑπεραίρουσιν αὐτοῦ τὴν μεγαλοπρέπειαν.
deeds, their operations, such a man is called magnificent. Whenever, therefore, a soul is unenslaved to the mindset of the flesh, and takes up a greatness and dignity fitting for itself from the consciousness of the endowments belonging to it from God, in this soul comes to be the voice of the Lord. Those, therefore, who hold noble conceptions concerning God, and have loftily contemplated the principles concerning creation, and have been able at least to some extent to grasp the goodness of God's providence, and furthermore are unsparing in expenditures, and munificent in setting right the needs of the brethren, these are the magnificent, in whom the voice of the Lord dwells as citizen. For in truth the magnificent man looks down upon all bodily things, judging them worthy of no account by comparison with the unseen things. No circumstance will grieve the magnificent man; nor will any passion at all throw him into confusion, nor will the offences of paltry and contemptible manikins move him; nor will uncleanness of the flesh abase him. For he is unapproachable by abasing passions, which are not even able to look towards him because of the loftiness of his mind. And a certain magnificence of God is also spoken of; as in the saying, Thy magnificence has been lifted up above the heavens. Those, therefore, who hold great conceptions concerning God, these exalt His magnificence.
5. Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Ἡ κέδρος ποτὲ μὲν ὡς μόνιμον, καὶ σήψεως βέλτιον, καὶ εὐῶδες, καὶ σκέπην ἱκανὸν παρέχεσθαι παρὰ τῆς Γραφῆς ἐπαινεῖται· ποτὲ δὲ ὡς ἄκαρπον καὶ δυσκαμπὲς διαβάλλεται, ὡς καὶ εἰκόνα πληροῦν τοῦ ἀσεβοῦς. Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καθ' ὃ τὸ σημαινόμενον καὶ νῦν παρελήφθη. Ἡ γὰρ φωνὴ τοῦ Κυρίου συντρίβει κέδρους. Ὥσπερ γὰρ ἐν τῇ μεγαλοπρεπεῖ ψυχῇ γίνεται, οὕτω τοὺς εἰκῆ φυσιουμένους, τοὺς ἐπαίροντας ἑαυτοὺς ἐν τοῖς νομιζομένοις ὑψώμασι τοῦ κόσμου τούτου, πλούτου, ἢ δόξης, ἢ δυναστείας, ἢ κάλλους σώματος, ἢ δυνάμεως, ἢ ἰσχύος, συντρίβειν λέγεται. Καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Οἱ τοῖς ἀλλοτρίοις πράγμασιν ἐπιβαίνοντες, καὶ ἀπ' ἐκείνων ἑαυτοῖς τὴν ἀλαζονείαν συνάγοντες, οὗτοί εἰσι κέδροι τοῦ Λιβάνου. Ὥσπερ γὰρ αἱ κέδροι, καθ' ἑαυτὰς οὖσαι ὑψηλαὶ, τῷ ἐπ' ὄρους ὑψηλοῦ πεφυκέναι, ἐκ τῆς προσθήκης τοῦ ὄρους περιφανέστεραι γίνονται· οὕτω καὶ οἱ τοῖς φθαρτοῖς τοῦ κόσμου πράγμασιν ἐπερειδόμενοι κέδροι μέν εἰσι διὰ τὴν ἀλαζονείαν καὶ τὸ τῆς διανοίας ἔπαρμα, Λιβάνου δὲ κέδροι προσαγορεύονται, διὰ τὸ τῷ ἀλλοτρίῳ ὑψώματι ἐπαγάλλεσθαι, καὶ ὑπὸ γῆς καὶ τῶν γηίνων πραγμάτων, οἷον ὑπὸ τῆς κορυφῆς τοῦ Λιβάνου, πρὸς ἀλαζονείαν ἐπαίρεσθαι. Οὐ πάσας δὲ τὰς κέδρους συντρίβει ὁ Κύριος, ἀλλὰ τὰς τοῦ Λιβάνου. Ἐπειδὴ γὰρ εἰδωλολατρείας τόπος ὁ Λίβανος, ὅσαι ψυχαὶ ἐπαίρονται κατὰ τῆς γνώσεως
5. The voice of the Lord breaking the cedars. The cedar is sometimes praised by Scripture as enduring, and superior to rot, and fragrant, and capable of affording shelter; and sometimes it is disparaged as fruitless and unbending, so as even to fulfil the image of the ungodly man. For I saw the ungodly man lifted high and exalted like the cedars of Lebanon. According to which signification it has been taken now also. For the voice of the Lord breaks cedars. For just as it comes to be in the magnificent soul, so it is said to break those who are vainly puffed up, who exalt themselves in the supposed heights of this world, of wealth, or glory, or dominion, or beauty of body, or power, or strength. And the Lord shall break the cedars of Lebanon. Those who mount upon things foreign to themselves, and from those gather arrogance for themselves, these are cedars of Lebanon. For just as the cedars, being lofty in themselves, by growing upon a lofty mountain become more conspicuous through the addition of the mountain; so too those who lean upon the perishable things of the world are cedars indeed because of their arrogance and the haughtiness of their mind, and are called cedars of Lebanon because they glory in a height foreign to themselves, and are lifted up unto arrogance by earth and earthly things, as though by the summit of Lebanon. Yet the Lord breaks not all the cedars, but those of Lebanon. For since Lebanon is a place of idolatry, whatever souls lift themselves up against the knowledge
Notes, col. 293

On the reading

Printed ἀδελφὼν, for ἀδελφῶν.

PG 29:296Read from the page
τοῦ Θεοῦ, αὗται τοῦ Λιβάνου ὀνομάζονται, καὶ συντριβῆς ἀξιοῦνται. Εἰσὶ γάρ τινες κέδροι τοῦ Θεοῦ, ἃς αἱ ἀναδενδράδες τῆς ἀπ' Αἰγύπτου μετατεθείσης ἀμπέλου καλύπτουσιν, ὡς ἐν Ψαλμοῖς μεμαθήκαμεν· Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐπεὶ οὖν μετὰ τῶν ἄλλων τῶν περὶ Χριστοῦ ἐννοιῶν καὶ ἄμπελος ὁ Κύριος ἡμῶν λέγεται· Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· κέδροι εἰσὶ τοῦ Θεοῦ οἱ τέως μὲν ἄκαρποι καὶ πρὸς καῦσιν ἐπιτήδειοι, ὑπελθόντες δὲ τὴν σκέπην τοῦ Χριστοῦ, καὶ οἱονεὶ ἐνδυσάμενοι αὐτὸν, ἐκ τῆς παρ' αὐτοῦ χάριτος τὸ ἄκαρπον τῆς ἑαυτῶν ζωῆς συγκαλύπτουσι. Τὰς μὲν οὖν κέδρους τοῦ Θεοῦ ἀναδενδράδες εὔκαρποι περιπλακεῖσαι φυλάττουσι· τὰς δὲ κέδρους τοῦ Λιβάνου συντρίβει ὁ Κύριος. Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Μνήσθητι τοῦ μόσχου τοῦ ἐν τῇ Ἐξόδῳ, ὃν κατὰ τὴν εἰδωλολατρείαν ἀνέπλασαν, ὃν ἐλέπτυνε Μωϋσῆς καὶ ἐπότισε τὸν λαόν. Ἐκείνῳ τοίνυν τῷ μόσχῳ παραπλησίως ὅλον τὸν Λίβανον καὶ τὴν ἐν αὐτῷ κρατοῦσαν συνήθειαν τῆς εἰδωλολατρείας ἐξαφανίσει. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ὁ μονογενὴς Υἱὸς, ὁ διδοὺς ζωὴν τῷ κόσμῳ, ὅταν μὲν προσφέρῃ θυσίαν καὶ προσφορὰν ἑαυτὸν τῷ Θεῷ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀμνὸς ὀνομάζεται, τοῦ Θεοῦ καὶ πρόβατον. Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ· καὶ πάλιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ὅταν δὲ ἀμύνασθαι δέῃ καὶ καθελεῖν τὴν δυναστείαν τὴν ἐπιφυομένην τῷ γένει τῶν ἀνθρώπων, ἐκτεθηριωμένην τινὰ καὶ ἀπηγριωμένην δύναμιν, τότε υἱὸς μονοκερώτων ὀνομάζεται. Ζῶον γὰρ, ὡς ἐν τῷ Ἰὼβ μεμαθήκαμεν, ὁ μονόκερώς ἐστιν ἄμαχον τὴν δύναμιν, ἀνυπότακτον τοῖς ἀνθρώποις. Οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Καὶ πολλὰ περὶ τοῦ ἐλευθεριάζειν τὸ ζῶον καὶ μὴ ὑπείκειν τοῖς ἀνθρώποις ἐν ἐκείνῳ τῷ μέρει τῆς προφητείας εἴρηται. Καὶ παρατετήρηται, ὅτι ἐπ' ἀμφότερα κέχρηται τῇ εἰκόνι τοῦ μονοκέρωτος ἡ Γραφή· ποτὲ μὲν ἐπαινετῶς, ἄλλοτε δὲ διαβεβλημένως. Ῥῦσαι γὰρ, φησὶν, ἐκ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Τὸν πολεμοποιὸν λαὸν διαβάλλων ταῦτά φησι παρὰ τὸν καιρὸν τοῦ πάθους ἐπαναστάντα αὐτῷ. Πάλιν δὲ, Ὑψωθήσεται, φησὶν, ὡς μονοκέρωτος τὸ κέρας μου.
of God, these are named of Lebanon, and are deemed worthy of being broken. For there are certain cedars of God, which the climbing vines of the vine transplanted out of Egypt cover, as we have learned in the Psalms: Its shadow covered the mountains, and its climbing vines the cedars of God. Since, therefore, among the other conceptions concerning Christ our Lord is also called a vine: For I am, He says, the vine, you the branches; cedars of God are those who formerly indeed were fruitless and fit for burning, yet having come under the shelter of Christ, and having as it were put Him on, out of the grace that is from Him cover over the fruitlessness of their own life. Fruitful climbing vines, therefore, twining round the cedars of God, guard them; whereas the cedars of Lebanon the Lord breaks. And He shall beat them small as the calf, Lebanon. Remember the calf in Exodus, which they fashioned in idolatry, which Moses beat small and gave to the people to drink. Like that calf, therefore, He shall utterly blot out all Lebanon and the custom of idolatry prevailing in it. And the beloved is like a son of unicorns. The only-begotten Son, Who gives life to the world, when on the one hand He offers Himself as a sacrifice and offering to God on behalf of our sins, is named both Lamb of God and sheep. For behold, it says, the Lamb of God; and again: Like a sheep He was led to slaughter. But when there is need to avenge and pull down the dominion that attacks the race of men, a certain brutalized and savage power, then He is named son of unicorns. For the unicorn, as we have learned in Job, is an animal invincible in strength, unsubjugated to men. For you will not bind him, He says, with a strap, nor will he lie down at a manger. And many things concerning the animal's roaming free and not yielding to men have been spoken in that part of the prophecy. And it has been observed that Scripture has used the image of the unicorn in both ways: sometimes by way of praise, and at other times disparagingly. For deliver, he says, my soul from the sword, and my lowliness from the horns of unicorns. Disparaging the warlike people that rose up against Him at the time of the passion, he says these things. And again, My horn shall be exalted, he says, like that of a unicorn.
PG 29:297Read from the page
Ἔοικεν οὖν διὰ μὲν τὸ ἀμυντικὸν τοῦ ζώου ἐπὶ τὴν τῶν χειρόνων εἰκασίαν πολλάκις παραλαμβάνεσθαι, διὰ δὲ τὸ ὑψίκερων καὶ ἐλευθέριον πρὸς τὴν τοῦ βελτίονος ἄγεσθαι εἰκασίαν. Καὶ ὅλως, ἐπειδὴ τὸ κέρας ὑπὸ τῆς Γραφῆς ἀντὶ τῆς δόξης πολλαχοῦ παρειλημμένον ἔστιν εὑρεῖν, ὡς τὸ, Ὑψώσει κέρας λαοῦ
It seems, therefore, that because of the animal's retaliatory nature on the one hand it is often taken for the likeness of worse things, and because of its lofty horn and freedom of spirit on the other hand it is drawn towards the likeness of what is better. And in general, since it is possible to find the horn taken in many places by Scripture for glory, as in the saying, He shall exalt the horn of the people
6. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Διεκόπη μὲν καὶ κατὰ τὴν ἱστορίαν τῶν παίδων τῶν τριῶν ἐν τῇ Βαβυλωνίᾳ ἡ φλὸξ τοῦ πυρὸς, ὅτε ὑπερεξεχύθη μὲν τεσσαρακονταεννέα πήχεις ἡ κάμινος, ἐνεπύριζε δὲ τοὺς κύκλῳ πάντας· διακοπεῖσα δὲ τῷ προστάγματι τοῦ Θεοῦ, πνεῦμα ἐδέξατο ἐν ἑαυτῇ, ἡδίστην ἀναπνοὴν καὶ ἀνάψυξιν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν, ἐν εἰρηνικῇ καταστάσει παρεχομένη τοῖς παισίν. Ἐγένετο γὰρ, φησὶν, ὡσεὶ πνεῦμα δρόσου διασυρίζον. Καὶ θαυμαστότερόν γε πολλῷ πυρὸς φύσιν διακοπῆναι, ἢ καταδιαιρεθῆναι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Ἀλλ' ὅμως ἡ φωνὴ τοῦ Κυρίου καὶ τὸ συνεχὲς τῇ φύσει καὶ ἡνωμένον τοῦ πυρὸς διακόπτει. Καίτοι ἄτμητον καὶ ἀδιαίρετον ἐπινοίαις ἀνθρωπίναις τὸ πῦρ εἶναι δοκεῖ, ἀλλ' ὅμως προστάγματι Κυρίου διακόπτεται καὶ διίσταται. Οἶμαι δὲ, ὅτι τὸ πῦρ τὸ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φωνῇ τοῦ Κυρίου· ἵνα, ἐπειδὴ δύο εἰσὶν ἐν τῷ πυρὶ δυνάμεις, ἥ τε καυστικὴ καὶ ἡ φωτιστικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύσεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι τῶν εὐφραινομένων ἀποκληρωθῇ. Φωνὴ οὖν Κυρίου διακόπτοντος φλόγα πυρὸς καὶ μερίζοντος, ὡς ἀλαμπὲς μὲν εἶναι τὸ πῦρ τῆς κολάσεως, ἄκαυστον δὲ τὸ φῶς τῆς ἀναπαύσεως ἀπομεῖναι. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Ἐπ' εὐεργεσίᾳ τῆς ἐρήμου ὁ συσσεισμὸς αὐτῇ παρὰ τοῦ Κυρίου οἰκονομεῖται, ἵνα, μεταβαλοῦσα ἀπὸ τοῦ ἔρημος εἶναι, γένηται γῆ κατοικουμένη, καὶ ἀποθεμένη τὸ τῆς ἀτεκνίας ὄνειδος, τῆς πολυπαιδίας λάβῃ τὸν ἔπαινον (Πολλὰ γὰρ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα), καὶ τῶν ὑδάτων τοῦ πνεύματος πληρωθεῖσα, γένηται ἡ πρὸ τούτου ἔρημος εἰς λίμνας ὑδάτων. Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Οὐ πᾶσαν οὖν ἔρημον ὁ Κύριος συσσείσει, ἀλλὰ τὴν Κάδης, τουτέστι, τὸν ἁγιασμόν· Κάδης γὰρ ἁγιασμὸς ἑρμηνεύεται. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὁμότιμα χρὴ τοῖς προ-
6. The voice of the Lord dividing a flame of fire. Divided indeed was the flame of fire also according to the history of the three youths in Babylonia, when the furnace streamed forth forty-nine cubits above, and burned up all those round about; yet when divided at the command of God, it received a wind within itself, affording a most sweet breath and refreshment, as though in some shade of plants, in a peaceful state to the youths. For it became, it says, as it were a whistling wind of dew. And far more marvellous indeed is it that the nature of fire should be divided, than that the Red Sea should be parted into divisions. Yet nevertheless the voice of the Lord divides even what is continuous by nature and united in fire. Although fire seems to human conceptions to be uncuttable and indivisible, yet nevertheless at the command of the Lord it is divided and parted asunder. And I suppose that the fire prepared for punishment for the devil and his angels is divided by the voice of the Lord; so that, since there are two powers in fire, the burning and the illuminating, the fierce and punitive part of the fire may remain attached to those worthy of burning, while its illuminating and bright part may be allotted to the gladness of those who rejoice. It is the voice of the Lord, therefore, dividing a flame of fire and apportioning it, so that the fire of punishment is unshining, while the light of rest remains unburning. The voice of the Lord shaking the wilderness. For the benefit of the wilderness the shaking is dispensed to it from the Lord, so that, changing from being desolate, it may become an inhabited land, and putting off the reproach of childlessness, may receive the praise of having many children (For many are the children of the desolate, more than of her who has a husband), and being filled with the waters of the spirit, what was formerly a wilderness may become pools of waters. And the Lord shall shake the wilderness of Kadesh. Not every wilderness, therefore, will the Lord shake, but that of Kadesh, that is, sanctification; for Kadesh is interpreted sanctification. The voice of the Lord perfecting hinds. Of equal honour with the pre-
PG 29:300Read from the page
άγουσιν ἀποδοθῆναι καὶ τὰ περὶ τοῦ καταρτισμοῦ τῶν ἐλάφων, ὃν ἡ φωνὴ τοῦ Κυρίου ἐνεργεῖ. Ἐπεὶ τοίνυν ἡ ἔλαφος τοιαύτης ἔτυχε τῆς κατασκευῆς ὡς κρείττων εἶναι τῆς ἐκ τῶν ἑρπετῶν βλάβης, ἀλλὰ καὶ καθαρτήριον αὐτῇ ἐστιν, ὥς φασιν οἱ τὰ τοιαῦτα τετηρηκότες, τὸ τῆς ἐχίδνης βρῶμα, πάντα δὲ τὰ ἰοβόλα πρὸς τὴν τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων εἰκόνα λαμβάνεται (τοῦ Κυρίου λέγοντος· Δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ τοῦ ψαλμοῦ πάλιν ἐπαγγελλομένου τῷ προφήτῃ, ὅτι Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήση)· ἀνάγκη, ὅταν ἐλάφου ὄνομα ἀκούωμεν ἐν τῇ Γραφῇ, πρὸς τὴν βελτίονα εἰκόνα τὸν λόγον ἕλκειν. Ὄρη γὰρ τὰ ὑψηλὰ ταῖς ἐλάφοις· καὶ, Ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Ἐπεὶ οὖν καὶ πᾶς δίκαιος ἐν ὑψηλοῖς ἔχει τὴν διατριβὴν, Κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πρὸς τὰς ποτίμους πηγὰς ἀνατρέχει, τὰς πρώτας ἀρχὰς τῆς θεολογίας ἀναζητῶν. Ἕλκει δὲ ἡ ἔλαφος τῇ ἀναπνοῇ τοῦ στόματος τὰ φωλεύοντα τῶν ἰοβόλων, καὶ ἀπὸ τῶν καταδύσεων ἐξάγει τῇ βίᾳ τοῦ πνεύματος. Ὥσπερ οὖν ἀετὸς λέγεται ὁ ἅγιος διὰ τὸ μετεωροπόρον, καὶ διὰ τὸ διηρμένον ἀπὸ γῆς ἐπὶ πλεῖον· καὶ ὡς πρόβατον διὰ τὸ ἥμερον καὶ μεταδοτικὸν ὧν ἔχει· καὶ κριὸς διὰ τὸ ἡγεμονικόν· καὶ περιστερὰ διὰ τὸ ἄκακον· οὕτω καὶ ἔλαφος διὰ τὴν πρὸς τὰ πονηρὰ ἐναντίωσιν. Διὸ καὶ ὁ Σολομὼν φησιν· Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· διδάσκων ἡμᾶς τοὺς προειρημένους ἐλάφους ἐπιτηδείους εἶναι πρὸς θεολογίας διδασκαλίαν.
ceding things must also be rendered the account of the things concerning the perfecting of the hinds, which the voice of the Lord effects. Since, then, the hind has obtained such a constitution as to be superior to harm from creeping things, and indeed eating the viper is even a purgative for her, as those who have observed such matters say, and all venomous creatures are taken as an image of the evil and opposing powers (since the Lord says: I have given you authority to tread upon serpents, and scorpions, and upon all the power of the enemy; and the psalm again promises to the prophet, Upon the asp and the basilisk you shall tread); it is necessary, whenever we hear the name of hind in Scripture, to draw the meaning towards the better image. For the high mountains are for the hinds; and, The hind longs for the springs of waters. Since, therefore, every righteous man also has his dwelling on high, Pressing on towards the mark for the prize of the upward calling, he also runs back to the drinkable springs, seeking out the first principles of theology. Moreover, the hind draws by the breath of her mouth the venomous creatures that lurk in dens, and brings them out from their burrows by the force of her breath. Just as, therefore, the saint is called an eagle because of his soaring on high, and because of his being raised far above the earth; and as a sheep because of his gentleness and readiness to share what he possesses; and a ram because of his gift of leadership; and a dove because of his guilelessness; so also a hind because of his opposition towards evil things. Wherefore Solomon also says: Let a hind of friendship, and a foal of your graces converse with you; teaching us that the aforesaid hinds are well suited for instruction in theology.
7. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὅταν οὖν ἴδωμέν τινα ἄνθρωπον Θεοῦ τέλειον καὶ κατηρτισμένον, τὴν ἀπὸ τῆς ὁμιλίας αὐτοῦ ὠφέλειαν μεταδιώκωμεν. Ὅπου γὰρ ἐλάφου παρουσία, φυγαδεύεται πᾶσα τῶν ἑρπετῶν ἡ κακία. Οὐ γὰρ φέρει τὴν ὀσμὴν τοῦ ζώου τὰ ἰοβόλα, ὅπου γε καὶ τοῖς κέρασιν αὐτῶν ὑπαθυμιωμένοις ὑποχωρεῖ. Καὶ ἀποκαλύψει δρυμούς. Πρῶτον ἡ φωνὴ τοῦ Κυρίου καταρτίζεται τὰς ἐλάφους· ἔπειτα ἀποκαλύπτει δρυμοὺς, τοὺς συμφύτους καὶ ἀπὸ ἀγρίας καὶ ἀκάρπου ὕλης πεπυκνωμένους τόπους, οἷς μάλιστα προσφεύγειν τὰ ἰοβόλα πέφυκεν. Ἐπεὶ οὖν ἤδη τετελείωται διὰ τὸν παρὰ τοῦ Κυρίου γενόμενον καταρτισμὸν ἡ ἔλαφος, ὁ ταύτῃ ὁμοιούμενος δίκαιος ἀποκαλύπτει τοὺς δρυμοὺς, ἵνα γυμνοὶ καὶ ἕτοιμοι παραδοθῶσιν οἱ φθαρτικοὶ τῆς ζωῆς ἡμῶν. Καὶ ἐπειδὴ Πᾶν ξύλον μὴ ποιοῦν
7. The voice of the Lord perfecting hinds. Whenever, therefore, we see some man of God complete and perfected, let us pursue the benefit from conversing with him. For where the presence of a hind is, all the malice of creeping things is put to flight. For venomous creatures do not bear the scent of the animal, seeing that they retreat even when their horns are burned as fumes beneath them. And He shall lay bare the thickets. First the voice of the Lord perfects the hinds; next it lays bare thickets, the overgrown places made dense by wild and fruitless timber, in which above all venomous creatures by nature take refuge. Since, therefore, the hind has now been perfected through the perfecting wrought by the Lord, the righteous man likened to her lays bare the thickets, so that those destructive of our life may be delivered up stripped and exposed. And since Every tree not bearing
Notes, col. 300

On the reading

Printed ἐπιβήση, for ἐπιβήσῃ.

Printed Σολομὼν φησιν, for Σολομών φησιν.

Printed ὑπαθυμιωμένοις, for ὑποθυμιωμένοις.

PG 29:301Read from the page
καρπὸν καλὸν ἐκκόπτεται ὑπὸ τῆς ἀξίνης, καὶ εἰς πῦρ βάλλεται, ἀναγκαίως οἱ δρυμοὶ ἀνακαθαίρονται, αἱ ὑλώδεις ψυχαὶ, ἐν αἷς, ὥσπερ τινὰ θηρία, τὰ ποικίλα πάθη τῶν ἁμαρτιῶν ἐμφωλεύει, ὑπὸ τοῦ λόγου, ὅς ἐστι τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἐπεὶ δὲ πολλοὶ τῶν ἀνθρώπων, πεφορτισμένοι ταῖς βιωτικαῖς μερίμναις, οἷόν τινα γῆν ἀκανθοφόρον τὰς ἑαυτῶν ψυχὰς ἔχουσι, καὶ οὐκ ἐῶσιν αὐτὰς εἰς τὴν τοῦ λόγου καρποφορίαν ἐντρέφεσθαι, ἀποκαλύπτει ὁ Κύριος τοὺς δρυμοὺς, τουτέστι, τὸ ἄσχημον καὶ ἀπρεπὲς καὶ βλαβερὸν τῶν ἐν τῷ βίῳ τούτῳ φροντίδων, ἵνα, τρανωθέντος τοῦ περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπου, μὴ ἔχωσιν οἱ ἄνθρωποι ὑπὸ ἀμαθίας τὰς περὶ τῶν πραγμάτων κρίσεις ἐνηλλαγμένας. Πολλοὶ γὰρ τὰ μὲν ἀγαθὰ, ὅταν ἐπίπονα ᾖ, κακὰ νομίζουσι· τὰ δὲ κακὰ διὰ τὴν προσοῦσαν αὐτοῖς ἡδονὴν ὡς ἀγαθὰ μεταδιώκουσι· καὶ ἀμύθητος ἐν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα πλάνη. Ἔστι μὲν οὖν τῆς τῶν ἀγαθῶν φύσεως ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, ἃ καὶ πρὸς τὸν αἶνον παραλαμβάνεται· τῶν δὲ κακῶν οἱ δρυμοὶ, οὓς, ὑπὲρ τοῦ μὴ ἀπατηθῆναι τοὺς νομίζοντας εὑρήσειν τινὰ καρπὸν χρήσιμον ἐν αὐτοῖς, ἀποκαλύπτει καὶ φανεροῖ ἡ τοῦ Θεοῦ φωνή. Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀκουέτωσαν τῶν ῥημάτων τοῦ ψαλμοῦ, καὶ ἐντραπήτωσαν οἱ τοῖς μακροῖς λόγοις ἑαυτοὺς ἐπιδιδόντες. Τί φησιν ὁ ψαλμός; Ὁ ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων γέμοντα ῥήματα ἀπαγγέλλει, ἀλλ' ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἅγιοι ἄγγελοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ ἐπουράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ' ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον δοξολογεῖν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα, καὶ ἡ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν συνδραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται προληφθέντες ὑπὸ τῆς ἁμαρτίας· οὐ λυποῦνται εἰς
good fruit is cut down by the axe, and is cast into fire, of necessity the thickets are cleared away, the wooded souls, in which, like certain wild beasts, the manifold passions of sins lurk in dens, by the word, which is sharper than any two-edged sword. And since many of mankind, burdened with the cares of life, have their own souls like a kind of thorn-bearing land, and do not suffer them to be nurtured unto the fruit-bearing of the word, the Lord lays bare the thickets, that is, what is unseemly and unbecoming and harmful in the cares of this life, so that, once the topic concerning good and evil has been made clear, men may not out of ignorance hold inverted judgements concerning things. For many suppose good things, whenever they are laborious, to be evil; while evil things, because of the pleasure attached to them, they pursue as good; and unspeakable among men is the error concerning such matters. Fruit-bearing trees and all cedars, then, belong to the nature of good things, which are also taken up unto praise; whereas to that of evil things belong the thickets, which, so that those who suppose they will find some useful fruit in them may not be deceived, the voice of God lays bare and makes manifest. And in His temple everyone utters glory. Let those hear the words of the psalm, and be put to shame, who give themselves over to long talk. What says the psalm? He who has come to be in the temple of God utters no evil-speaking, no vanity, no words teeming with shameful matters, but in His temple everyone utters glory. The holy angels stand by recording the words; the Lord is present overseeing the dispositions of those who enter. The prayer of each one lies open before God: who out of disposition, who with understanding seeks after heavenly things; who perfunctorily with the tips of his lips utters the words, while his heart is far away from God. Even if he prays, he seeks after health of flesh, and bodily wealth, and human glory. Yet none of these things ought to be sought, as the word teaches, but in His temple everyone utters glory. The heavens declare the glory of God. For angels it is their work to glorify God. For all the host of heavenly beings this one thing is their work, to send up glory to the Creator. All creation, both that which keeps silence, and that which utters voice, both the supramundane, and the terrestrial, glorifies the Creator. Yet pitiable men, having left their houses and run together to the temple, as though about to benefit themselves in some way, do not lend their ears to the words of God, do not take perception of their own nature, do not grieve when overtaken by sin; they do not grieve unto