οδίου σκηνῆς. Τί δὲ τοῦτό ἐστι; Νοήσωμεν τί τὸ ἐξόδιον, καὶ τίς ἡ σκηνὴ, ἵνα ἐν τῷ βουλήματι τοῦ ψαλμοῦ δυνηθῶμεν γενέσθαι. Πρὸς μὲν οὖν τὴν ἱστορίαν δόξει τοῖς ἱερεῦσι καὶ τοῖς Λευΐταις ἀφεμένοις τοῦ ἔργου τὸ παράγγελμα δίδοσθαι τοῦτο, ὥστε μεμνῆσθαι τῶν ὀφειλόντων αὐτοῖς παρασκευασθῆναι πρὸς τὴν λατρείαν. Ἐξοδεύουσι γὰρ ἀπὸ τῆς σκηνῆς καὶ ἐξιοῦσι λοιπὸν ὁ λόγος διαμαρτύρεται ἅτινα αὐτοὺς ἑτοιμάσαντας προσῆκε, τίνα ἔχοντας πρὸς τὴν ἐξῆς ἀπαντῆσαι· ὅτι, υἱοὺς κριῶν· ὅτι, δόξαν καὶ τιμήν· ὅτι, δόξαν ὀνόματι αὐτοῦ· ὅτι, οὐδαμοῦ ἀλλαχοῦ λατρεύειν ἢ ἐν τῇ αὐλῇ τοῦ Κυρίου καὶ ἐν τῷ τόπῳ τοῦ ἁγιάσματος προσῆκε. Πρὸς δὲ τὸν ἡμέτερον νοῦν τὸν τὰ ὑψηλὰ θεωροῦντα, καὶ διὰ τῆς μεγαλοφυοῦς καὶ πρεπούσης τῇ θείᾳ Γραφῇ διανοίας οἰκειοῦντα ἡμῖν τὸν νόμον, ἐκεῖνα ἡμῖν ὑποπίπτει· οὔτε κριὸς τὸ ἄῤῥεν ἐν τοῖς προβάτοις νοεῖται, οὔτε σκηνὴ τὸ ἐκ τῆς ἀψύχου ταύτης ὕλης συμπηγνύμενον οἴκημα, οὔτε ἔξοδος σκηνῆς ἡ ἀπὸ τοῦ ναοῦ ἀναχώρησις, ἀλλὰ σκηνὴ μὲν ἡμῖν τὸ σῶμα τοῦτο, ὡς ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων, ὅτι Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν· καὶ πάλιν ὁ ψαλμός· Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ἐξόδιον δὲ σκηνῆς ἡ ἀπὸ τοῦ βίου τούτου ἀναχώρησις, πρὸς ἣν παρασκευάζεσθαι ἡμᾶς ὁ λόγος παρεγγυᾷ, τάδε τινὰ καὶ τάδε κομίζοντας τῷ Κυρίῳ· ἐπείπερ ἡ ἐνταῦθα ἐργασία ἐφόδιόν ἐστι πρὸς τὸ μέλλον. Καὶ ὁ ἐνταῦθα διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρων καὶ τιμὴν τῷ Κυρίῳ, οὗτος δόξαν ἑαυτῷ καὶ τιμὴν κατὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀνταπόδοσιν θησαυρίζει. Ἐν πολλοῖς μέντοι τῶν ἀντιγράφων προσκείμενον εὕρομεν τὸ, Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Καὶ ἐπείπερ οὐ παντὸς δῶρον εὐπρόσδεκτον τῷ Θεῷ, ἀλλὰ τοῦ ἀπὸ καρδίας προσάγοντος καθαρᾶς· Οὐ γὰρ ἁγναὶ, φησὶν, εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας· καὶ πάλιν Ἱερεμίας, Μὴ εὐχαὶ, φησὶ, καὶ κρέα ἅγια ἀφελοῦσί σου τὰς κακίας, ἢ τούτοις ἔσῃ καθαρός; διόπερ ὁ ψαλμὸς πρότερον ἡμᾶς βούλεται υἱοὺς εἶναι Θεοῦ, εἶτα τότε ἀπαντᾷν ἐπὶ τὸ προσκομίζειν τὰ δῶρα τῷ θεῷ, καὶ ταῦτα οὐ τὰ τυχόντα, ἀλλ' οἷα αὐτὸς διετάξατο. Πρότερον εἰπὲ, Πάτερ, εἶτα αἴτησον τὰ ἐφεξῆς. Δοκίμασον δὲ σεαυτὸν ἐκ ποταποῦ βίου ἀπήντηκας· εἰ ἄξιος εἶ Θεὸν τὸν ἅγιον πατέρα σεαυτοῦ ὀνομάζειν. Δι' ἁγιασμοῦ ἐστιν ἡμῖν ἡ πρὸς τὸν ἅγιον οἰκείωσις. Εἰ βούλει ἀεὶ υἱὸς τοῦ ἁγίου εἶναι, ἁγιασμός σε υἱοθετείτω. Ἐνέγκατε οὖν τῷ Κυρίῳ οὐχ οἱ τυχόντες, οὐδὲ οἱ ἐκ τῶν τυχόντων, ἀλλ' υἱοὶ τοῦ Θεοῦ. Μεγάλα μέλλει ἐπιζητεῖν τὰ δῶρα· διὰ τοῦτο μεγάλους ἐκλέγεται τοὺς προσφέροντας. Ἵνα γάρ σου μὴ ῥίψῃ χαμαὶ τοὺς λογισμοὺς, μηδέ σε ποιήσῃ κριὸν τὸ ἄλογον τοῦτο τετράπουν καὶ βληχητικὸν ζῶον ἐπιζητεῖν, ὡς ἐκ τῆς τούτου θυσίας
ing forth from the tabernacle. Now what is this? Let us understand what the going forth is, and what the tabernacle is, so that we may be able to enter into the intention of the psalm. With regard to the history, then, this charge will seem to be given to the priests and the Levites when released from their service, so that they should remember the things that ought to be prepared by them for worship. For as they go forth from the tabernacle and now depart, the word testifies what things it behoved them to have made ready, and having what things to come to meet what follows: namely, sons of rams; namely, glory and honour; namely, glory to His name; namely, that nowhere else did it behove them to worship than in the court of the Lord and in the place of the sanctuary. Yet according to our mind, which contemplates lofty things and appropriates the law to us through a noble understanding befitting divine Scripture, these thoughts occur to us: neither is a ram understood as the male among sheep, nor the tabernacle as the dwelling framed together out of this lifeless matter, nor the going forth from the tabernacle as departure from the temple, but for us the tabernacle is this body, as the Apostle taught us, saying, We who are in the tabernacle groan; and again the psalm: And a scourge shall not draw near to your dwelling. And the going forth from the tabernacle is departure from this life, for which the word exhorts us to prepare ourselves, bringing such and such things to the Lord; inasmuch as labour here is provision for the hereafter. And he who here through good works brings glory and honour to the Lord, this man treasures up glory and honour for himself according to the righteous recompense of the Judge. In many of the copies, however, we found added: Bring to the Lord, O sons of God. And inasmuch as not everyone's gift is acceptable to God, save that of one who offers from a pure heart—For vows from the hire of a harlot, it says, are not pure; and again Jeremiah says, Shall vows and holy flesh take away your wickednesses from you, or by these shall you be clean?—wherefore the psalm wishes us first to be sons of God, and then afterwards to come to offer gifts to God, and those not casual ones, but such as He Himself ordained. First say, Father, then ask what follows. Examine yourself, from what sort of life you have come to meet Him: whether you are worthy to call God the Holy One your own Father. Through sanctification comes our kinship with the Holy One. If you wish always to be a son of the Holy One, let sanctification adopt you. Bring to the Lord, therefore, not casual men, nor those sprung from casual men, but sons of God. Great are the gifts He is about to seek; therefore He chooses great ones as those who offer them. For lest He cast your thoughts down to the ground, or cause you to seek a ram, this irrational four-footed and bleating animal, as though from the sacrifice of this