καρπὸν καλὸν ἐκκόπτεται ὑπὸ τῆς ἀξίνης, καὶ εἰς πῦρ βάλλεται, ἀναγκαίως οἱ δρυμοὶ ἀνακαθαίρονται, αἱ ὑλώδεις ψυχαὶ, ἐν αἷς, ὥσπερ τινὰ θηρία, τὰ ποικίλα πάθη τῶν ἁμαρτιῶν ἐμφωλεύει, ὑπὸ τοῦ λόγου, ὅς ἐστι τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἐπεὶ δὲ πολλοὶ τῶν ἀνθρώπων, πεφορτισμένοι ταῖς βιωτικαῖς μερίμναις, οἷόν τινα γῆν ἀκανθοφόρον τὰς ἑαυτῶν ψυχὰς ἔχουσι, καὶ οὐκ ἐῶσιν αὐτὰς εἰς τὴν τοῦ λόγου καρποφορίαν ἐντρέφεσθαι, ἀποκαλύπτει ὁ Κύριος τοὺς δρυμοὺς, τουτέστι, τὸ ἄσχημον καὶ ἀπρεπὲς καὶ βλαβερὸν τῶν ἐν τῷ βίῳ τούτῳ φροντίδων, ἵνα, τρανωθέντος τοῦ περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπου, μὴ ἔχωσιν οἱ ἄνθρωποι ὑπὸ ἀμαθίας τὰς περὶ τῶν πραγμάτων κρίσεις ἐνηλλαγμένας. Πολλοὶ γὰρ τὰ μὲν ἀγαθὰ, ὅταν ἐπίπονα ᾖ, κακὰ νομίζουσι· τὰ δὲ κακὰ διὰ τὴν προσοῦσαν αὐτοῖς ἡδονὴν ὡς ἀγαθὰ μεταδιώκουσι· καὶ ἀμύθητος ἐν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα πλάνη. Ἔστι μὲν οὖν τῆς τῶν ἀγαθῶν φύσεως ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, ἃ καὶ πρὸς τὸν αἶνον παραλαμβάνεται· τῶν δὲ κακῶν οἱ δρυμοὶ, οὓς, ὑπὲρ τοῦ μὴ ἀπατηθῆναι τοὺς νομίζοντας εὑρήσειν τινὰ καρπὸν χρήσιμον ἐν αὐτοῖς, ἀποκαλύπτει καὶ φανεροῖ ἡ τοῦ Θεοῦ φωνή. Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀκουέτωσαν τῶν ῥημάτων τοῦ ψαλμοῦ, καὶ ἐντραπήτωσαν οἱ τοῖς μακροῖς λόγοις ἑαυτοὺς ἐπιδιδόντες. Τί φησιν ὁ ψαλμός; Ὁ ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων γέμοντα ῥήματα ἀπαγγέλλει, ἀλλ' ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἅγιοι ἄγγελοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ ἐπουράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ' ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον δοξολογεῖν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα, καὶ ἡ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν συνδραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται προληφθέντες ὑπὸ τῆς ἁμαρτίας· οὐ λυποῦνται εἰς
good fruit is cut down by the axe, and is cast into fire, of necessity the thickets are cleared away, the wooded souls, in which, like certain wild beasts, the manifold passions of sins lurk in dens, by the word, which is sharper than any two-edged sword. And since many of mankind, burdened with the cares of life, have their own souls like a kind of thorn-bearing land, and do not suffer them to be nurtured unto the fruit-bearing of the word, the Lord lays bare the thickets, that is, what is unseemly and unbecoming and harmful in the cares of this life, so that, once the topic concerning good and evil has been made clear, men may not out of ignorance hold inverted judgements concerning things. For many suppose good things, whenever they are laborious, to be evil; while evil things, because of the pleasure attached to them, they pursue as good; and unspeakable among men is the error concerning such matters. Fruit-bearing trees and all cedars, then, belong to the nature of good things, which are also taken up unto praise; whereas to that of evil things belong the thickets, which, so that those who suppose they will find some useful fruit in them may not be deceived, the voice of God lays bare and makes manifest. And in His temple everyone utters glory. Let those hear the words of the psalm, and be put to shame, who give themselves over to long talk. What says the psalm? He who has come to be in the temple of God utters no evil-speaking, no vanity, no words teeming with shameful matters, but in His temple everyone utters glory. The holy angels stand by recording the words; the Lord is present overseeing the dispositions of those who enter. The prayer of each one lies open before God: who out of disposition, who with understanding seeks after heavenly things; who perfunctorily with the tips of his lips utters the words, while his heart is far away from God. Even if he prays, he seeks after health of flesh, and bodily wealth, and human glory. Yet none of these things ought to be sought, as the word teaches, but in His temple everyone utters glory. The heavens declare the glory of God. For angels it is their work to glorify God. For all the host of heavenly beings this one thing is their work, to send up glory to the Creator. All creation, both that which keeps silence, and that which utters voice, both the supramundane, and the terrestrial, glorifies the Creator. Yet pitiable men, having left their houses and run together to the temple, as though about to benefit themselves in some way, do not lend their ears to the words of God, do not take perception of their own nature, do not grieve when overtaken by sin; they do not grieve unto