Migne Reading Room

PG 29 · cols. 264–273 · Read from the page

Two Homilies on Psalm 14 (15)

Two Homilies on Psalm 14 (15)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:264Read from the page
προσαιτούντων. Καὶ τοῦτο μεμαθήκαμεν ἐν ταῖς Πράξεσι, τίνα τρόπον δυνατὸν κατορθοῦσθαι παρὰ τῶν ἐπιστημόνως τὸν τῆς εὐσεβείας σκοπὸν ἐκπληρούντων· Ὅσοι γὰρ, φησὶ, κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Διεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερβαίνοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμπορίας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἀναγκαίως παρὰ τοῖς τὴν ἐπιμέλειαν τῶν πτωχῶν πεπιστευμένοις ἡ συγκομιδὴ τῶν χρημάτων ἐγίνετο, ὥστε ἐκεῖθεν ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς ἑκάστου χρείαις τὴν διανομὴν τῶν ἀναγκαίων γίνεσθαι. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων χρεία μὲν πολλάκις οἴνου, ἀλλ' οὐ παντός ἐστι καιροῦ καὶ μέτρου καὶ ποιότητος καταστοχάσασθαι· χρεία δὲ ἰατροῦ πρὸς τὴν δόσιν τοῦ οἴνου· οὕτω δὴ καὶ ἡ περὶ τὴν θεραπείαν τῶν δεομένων οἰκονομία οὐ παρὰ πάντων ὠφελίμως ἐνεργεῖσθαι δύναται. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπάτην συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος, καὶ τὰ ἕλκη πρὸς ἐμπορίας ἀφορμὴν προτιθεῖσιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλιμον. Ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γενήσεται. Ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον ἐπιδεικνυμένους, ἐν τοῖς μεθ' ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις· ὑπὲρ ὧν καὶ λεχθήσεται αὐτοῖς, ὅτι Ἐπε⟨…⟩νασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Καὶ ἀπὸ τοῦ θέλοντυς δανείσασθαι, μὴ ἀποστραφῇς. Καὶ τοῦτο τὸ παράγγελμα ἔχεται τῶν προτέρων. Καὶ γὰρ καὶ ὁ ἐνταῦθα αἰτῶν, πτωχὸς ὢν, δάνειον αἰτεῖ παρὰ σοῦ, δεικνύς σοι τὸν ἐν οὐρανοῖς πλούσιον, διαλύοντά σοι ὑπὲρ αὐτοῦ τὸ χρέος. Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν Θεῷ δανείζει. Ἐχέγγυον δὲ τοῦ δάνους ἡ βασιλεία τῶν οὐρανῶν. Ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
who beg. And this we have learned in the Acts, in what way it can be rightly accomplished by those who skilfully fulfil the aim of piety: For as many as were owners of lands or houses, it says, selling them brought the prices of the things sold, and laid them at the feet of the apostles. And distribution was made to each, according as anyone had need. For since many, going beyond the use of necessities, make begging an occasion of traffic and a pretext for licentious luxury, of necessity the gathering of funds took place with those entrusted with the care of the poor, so that from there skilfully and with good stewardship the distribution of necessities might be made for the needs of each. For just as in the case of the sick there is often need of wine, yet it does not belong to everyone to gauge accurately the season and measure and quality, rather there is need of a physician for the giving of the wine; so indeed the stewardship concerning the relief of the needy cannot be beneficially exercised by all. For to those who compose mournful songs for the deception of women, and who display bodily maimings and sores as an occasion of traffic, lavishness of ministration is by no means beneficial. For the supply will become for them an occasion unto wickedness. Rather with a small gift one ought to fend off the barking of such men, while showing sympathy and brotherly love among those taught to bear affliction with patience; on whose behalf also it will be said to them: I was hungry, and you gave Me to eat, and the rest. And from him who wishes to borrow, do not turn away. This precept also holds to the preceding ones. For indeed he who asks here, being poor, asks a loan from you, pointing out to you the Rich One in the heavens, Who discharges the debt to you on his behalf. For he who has mercy on a poor man, it says, lends to God. And the surety of the loan is the kingdom of the heavens. Of which may we all be counted worthy by the grace and loving-kindness towards mankind of our Lord Jesus Christ, with Whom to the Father and to the Holy Spirit be glory and dominion unto the ages of ages. Amen.
ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΜΕΡΟΣ τεσσαρεσκαιδεκάτου ψαλμοῦ, καὶ κατὰ τοκιζόντων.
Of the same, Homily on part of the fourteenth Psalm, and against those who lend at interest.
1. Χθὲς εἰς τὸν τεσσαρεσκαιδέκατον ψαλμὸν ὑμῖν διαλεγόμενοι, ἐξικέσθαι πρὸς τὸ πέρας τοῦ λόγου ὑπὸ
1. Yesterday, while discoursing to you on the fourteenth Psalm, to reach the end of the discourse on account of
Notes, col. 264

On the reading

Printed θέλοντυς, for θέλοντος.

PG 29:265Read from the page
τῆς ὥρας οὐκ ἐπετράπημεν. Νῦν δὲ ἥκομεν εὐγνώμονες ἀφειλέται τὰ χρέα τῶν ἐλλειφθέντων ὑμῖν ἀποτιννύντες. Ἔστι δὲ τὸ λειπόμενον βραχὺ μὲν τὸ ἀκοῦσαι, ὥστε οὐτωσὶ δόξαι, καὶ ἴσως τοὺς πολλοὺς ὑμῶν καὶ παρέλαθεν, ὡς μηδὲ παραλελεῖφθαί τι τοῦ ψαλμοῦ νομισθῆναι· μεγάλην μέντοι πρὸς τὰ τοῦ βίου πράγματα δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν καταμαθόντες, οὐκ ᾠήθημεν δεῖν παρεῖναι τὸ ἐκ τῆς ἐξετάσεως χρήσιμον. Ὑπογράφων τῷ λόγῳ τὸν τέλειον ὁ Προφήτης, τὸν τῆς ἀσαλεύτου ζωῆς ἐπιβήσεσθαι μέλλοντα, ἐν τοῖς ἀνδραγαθήμασιν ἀπηρίθμησε τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δοῦναι. Πολλαχοῦ τῆς Γραφῆς διαβέβληται ἡ ἁμαρτία αὕτη. Ὅ τε γὰρ Ἰεζεκιὴλ ἐν τοῖς μεγίστοις τῶν κακῶν τίθεται τόκον λαβεῖν καὶ πλεονασμὸν, καὶ ὁ νόμος διαῤῥήδην ἀπαγορεύει· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Καὶ πάλιν φησί· Δόλος ἐπὶ δόλῳ, καὶ τόκος ἐπὶ τόκῳ. Καὶ περὶ πόλεως δὲ τῆς ἐν πλήθει κακῶν εὐθηνουμένης ὁ ψαλμὸς τί φησιν; Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Καὶ νῦν χαρακτηριστικὸν τῆς κατὰ τὸν ἄνθρωπον τελειώσεως τὸ αὐτὸ τοῦτυ παρείληφεν ὁ Προφήτης, λέγων· Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ. Τῷ ὄντι γὰρ ἀπανθρωπίας ὑπερβολὴν ἔχει τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφαλαίῳ, ἀλλ' ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς· ὁ δὲ φιλάργυρος, ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινόν; τί οὐ φθεγγόμενον; οὐκ ἐλεεῖ παρ' ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ' ἄκαμπτος καὶ ἀμείλικτος ἕστηκεν, οὐ ταῖς δεήσεσιν εἴκων, οὐ δάκρυσιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντελῶς χρημάτων, καὶ περισκοπεῖν καὶ αὐτὸς εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἀνεμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον· καὶ, Ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη
the hour we were not permitted. Now, however, we have come as grateful debtors paying back to you the debts of what was left unfinished. Now what remains is brief to hear, so to appear at first glance, and perhaps it even escaped most of you, so that it was thought nothing at all of the Psalm had been left over; yet having perceived that this brief expression possesses great force for the affairs of life, we did not think we ought to pass over the benefit arising from its examination. Sketching in his discourse the perfect man, him who is about to set foot upon the unshakeable life, the Prophet numbered among his manly deeds not giving his money at interest. In many places of Scripture this sin is denounced. For both Ezekiel places taking interest and increase among the greatest of evils, and the law expressly forbids it: You shall not lend at interest to your brother and to your neighbour. And again it says: Deceit upon deceit, and interest upon interest. And concerning a city flourishing in a multitude of evils, what does the Psalm say? Interest and deceit have not failed from her streets. And now the Prophet has taken up this very same thing as characteristic of human perfection, saying: He has not given his money at interest. For in very truth it holds an excess of inhumanity that the man in want of necessities seeks a loan for the relief of life, while the other is not content with the principal, but contrives out of the misfortunes of the poor man to gather revenues and abundance for himself. Now the Lord expressly commanded us, saying: And from him who wishes to borrow from you do not turn away; whereas the lover of money, seeing a man bent down by necessity entreating before his knees—doing what abject act not? uttering what word not?—does not pity him who fares unworthily, does not reckon their common nature, does not yield to entreaties, but stands unbending and relentless, neither giving way to petitions nor moved to pity by tears, persisting in refusal, swearing off and invoking curses upon himself that assuredly he is altogether short of money, and that he himself is also looking around to see if he might find any lenders, confirming his falsehood through oaths, and acquiring perjury as an evil side-gain of his inhumanity. Yet whenever he who seeks the loan mentions interest, and names pledges, then letting down his brow he smiles at him, and perchance even recalls ancestral friendship, and calls him comrade and friend; and, We shall see, says he, whether there is any silver laid by with us. Indeed there is a deposit
Notes, col. 265

On the reading

Printed ἀφειλέται, for ὀφειλέται.

Printed οὐτωσὶ, for οὑτωσὶ.

Printed τοῦτυ, for τοῦτο.

PG 29:268Read from the page
φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐπ' αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπ' ἐλάττοσι τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος, ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς, παρὰ τοῦ ἀπόρου; Καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πολέμιον εὗρεν. Ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν, ἐκκαρποῦσθαι ζητῶν τὴν ἔρημον. Ὥσπερ ἂν εἴ τις ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ ὑγίειαν αὐτοῖς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο· οὕτω καὶ σὺ τὰς συμφορὰς τῶν ἀθλίων ἀφορμὴν πόρων ποιῇ. Καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀνθρώπων ἐπιζητεῖς, ἵνα σοι ἐνεργὰ τὰ χρήματα γένηται. Ἀγνοεῖς πλείονα προσθήκην ταῖς ἁμαρτίαις ποιούμενος, ἢ τῷ πλούτῳ τὴν αὔξησιν ἀπὸ τῶν τόκων ἐπινοῶν; Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν, ὅταν δὲ πρὸς τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Εἶτα ὁ μὲν ἡττήθη ὑποκύψας τῇ χρείᾳ· ὁ δὲ ἀπέρχεται, γραμματείοις αὐτὸν καὶ ἐχεγγύοις ἀσφαλισάμενος.
of a friend who placed it with us for profit. Yet that man fixed the interest upon it at a heavy rate; whereas we shall certainly remit something, and give it at lower interest. Making such pretences, and with such words fawning upon and enticing the wretched man, having bound him fast besides with written bonds, and in addition to his crushing poverty having stripped away the man's freedom as well, he went off. For he who has made himself liable to interest payments whose discharge he cannot sustain has accepted voluntary slavery for life. Money, tell me, and revenues do you seek from the destitute man? And if he were able to make you wealthier, why was he seeking at your doors? Having come for alliance, he found an enemy. Searching round for antidotes, he lighted upon poisons. Whereas you ought to relieve the man's poverty, you multiply his want, seeking to reap fruit from the desert. Just as if some physician coming in to the sick, instead of restoring health to them, should take away besides even the small remnant of their strength; so you too make the misfortunes of the wretched an occasion of revenues. And just as farmers pray for rains unto the multiplication of seeds, so you too seek after the wants and destitutions of men, that your money may become productive for you. Do you not know that you are making a greater addition to your sins than the increase for your wealth that you contrive from interest? And he who seeks the loan, caught in the midst of helplessness, whenever he looks away to his poverty, despairs of repayment, yet whenever he looks to his present necessity, hazards the loan. Then the one was worsted, bowing under need; while the other departs, having secured him with written bonds and sureties.
2. Λαβὼν δὲ τὰ χρήματα, την μὲν πρώτην λαμπρός ἐστι καὶ περιχαρὴς, ἀλλοτρίῳ ἄνθει γεγανωμένος, ἐπισημαίνων τῇ μεταβολῇ τοῦ βίου· τράπεζα γὰρ ἀνειμένη, ἐσθὴς πολυτελεστέρα· οἰκέται πρὸς τὸ φαιδρότερον ἐξηλλαγμένοι τῷ σχήματι, κόλακες, συμπόται· κηφῆνες οἴκων μυρίοι· ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ἁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει, οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἡμέρα φαιδρὰ, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τόκων πατέρας, Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ, τῇ κεφαλῇ περιστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστί· Δα-
2. Having received the money, at first indeed he is splendid and overjoyed, brightened with another's bloom, making a display by the change in his manner of life: for his table is lavish, his clothing more costly; domestics altered towards greater brightness in attire, flatterers, boon companions; myriad drones of households; yet as the money slips away, and advancing time brings on the interest along with itself, nights bring him no rest, no day is bright, no sun delightful, rather he loathes his life, hates the days hastening on towards the appointed term, fears the months as fathers of interest, Even if he sleeps, in a dream he sees the moneylender, an evil vision, standing over his head; and even if he lies awake, his thought and anxiety is the interest; [To the] money-
Notes, col. 268

On the reading

Printed την, for τὴν.

Printed ἁ, for ὁ.

PG 29:269Read from the page
νειστοῦ, φησὶ, καὶ χρεωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν. Ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέροις ἡ ψῆφος ἐπὶ δακτύλων· τοῦ μὲν χαίροντος ἐπὶ τῇ αὐξήσει τῶν τόκων, τοῦ δὲ στενάζοντος ἐπὶ τῇ προσθήκῃ τῶν συμφορῶν. Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· τουτέστι, τὰς οἰκείας ἀφορμὰς περισκόπει, μὴ ἐπ' ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ' ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ' αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησίν. Τί οὖν ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐν ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Μὴ βάδιζε ἐπ' ἀλλοτρίας θύρας. Φρέαρ γὰρ τῷ ὄντι στενὸν τὸ ἀλλότριον. Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθήσασθαι, ἢ ἀθρόως, ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Ει μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Μὴ δέξῃ πολιορκοῦντά σε δανειστήν. Μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι. Ψεύδους ἀρχὴ τὸ δανείζεσθαι· ἀχαριστίας ἀφορμὴ, ἀγνωμοσύνης, ἐπιορκίας. Ἄλλα ῥήματα τοῦ δανειζομένου, καὶ ἄλλα τοῦ ἀπαιτουμένου. Εἴθε σοι μὴ ἀπήντησα τότε, ἤδη ἂν εὕρον τὰς ἀφορμὰς πρὸς τὴν ἀπαλλαγὴν τῆς ἀνάγκης. Οὐχὶ δὲ ἄκοντός μου ἐνέβαλες τῇ χειρὶ τὰ χρήματα; Ὑπόχαλκον δέ σου τὸ χρυσίον, καὶ παρακεκομμένον τὸ νόμισμα. Εἴτε οὖν φίλος ὁ δανείζων, μὴ ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γένῃ τῷ δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμενος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν πατρῴων ἐκστήσῃ. Πένης εἶ νῦν, ἀλλ' ἐλεύθερος. Δανεισάμενος δὲ οὐδὲ πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφόρος ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαμβάνοντες ἡμεροῦνται· ὁ δὲ δανειστὴς λαμβάνων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλέον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, οὐ πιστεύει· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου
lender, it says, and debtor have met one another, the Lord makes inspection of both. The one runs upon his prey like a dog; the other cowers at the encounter like a ready quarry. For being poor takes away his freedom of speech. Both have their reckoning upon their fingers: the one rejoicing at the increase of the interest, the other groaning at the addition to his misfortunes. Drink waters from your own vessels; that is, look round at your own resources, do not go to another's springs, but from your own streams gather for yourself the consolations of life. Do you have bronze vessels, clothing, a beast of burden, utensils of every sort? Sell these; consent to part with all things, except your freedom. But I am ashamed to put them up publicly, he says. What then when a little later another brings them out, and auctions off what is yours, and disposes of them cheapened before your eyes? Do not go to another's doors. For another's well is narrow indeed. It is better to relieve your need by gradual contrivances than all at once, buoyed up by what belongs to others, afterwards to be stripped of all your possessions together. If then you have wherewithal to repay, why do you not resolve your present want from these resources? But if you lack means for repayment, you are curing evil with evil. Do not admit a moneylender besieging you. Do not endure to be hunted down and tracked like some other quarry. Borrowing is the beginning of falsehood; an occasion of ingratitude, of unfairness, of perjury. Different are the words of one borrowing, and different those of one from whom payment is demanded. Would that I had not met you then; by now I would have found the means for deliverance from necessity. Did you not thrust the money into my hand against my will? And your gold is copper underneath, and the coin is counterfeit. Whether then the lender is a friend, do not suffer the loss of his friendship; or whether an enemy, do not come under the power of one hostile to you. Having plumed yourself a little on what belongs to others, afterwards you will be ousted even from your paternal estate. You are poor now, yet free. Having borrowed, you will not grow rich either, and you will be deprived of your freedom. The borrower is a slave of him who has lent, and a hired slave bearing an inescapable servitude. Dogs grow tame when they receive; whereas the moneylender grows more provoked when he receives. For he does not cease barking, but demands still more. If you swear, he does not believe; he searches what is inside, your dealings
Notes, col. 269

On the reading

Printed Ει, for Εἰ.

PG 29:272Read from the page
πολυπραγμονεῖ. Ἐὰν προΐῃς του δωματίου, ἕλκει πρὸς ἑαυτὸν καὶ κατασύρει· ἐὰν ἔνδον σεαυτὸν κατακρύψῃς, ἐφέστηκε τῇ οἰκίᾳ, καὶ θυροκρουστεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει· κακὸν συνάντημα ἑορτῆς· ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη, καὶ οὐδεὶς πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ ἀγαθὸς δρομεὺς, καὶ ἡ αὐτὴ ἀνάγκη μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται Σήμερον πάθωμεν τὰ ἐκ τῆς ἐνδείας δυσχερῆ, καὶ μὴ ἀποτιθώμεθα εἰς τὴν αὔριον. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ πένης καὶ σήμερον καὶ πρὸς τὸ ἐφεξῆς· δανεισάμενος δὲ χαλεπώτερον ἐκτρυχωθήσῃ, τοῦ τόκου τὴν πενίαν προσεπιτείναντος. Καὶ νῦν μὲν οὐδεὶς ἐγκαλεῖ σοι πτωχεύοντι· ἀκούσιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὅστις οὐ μέμψεταί σου τῇ ἀβουλίᾳ.
he pries into. If you come forth from your chamber, he drags you towards himself and hauls you off; if you hide yourself inside, he stands at the house and pounds on the door. Before your wife he puts you to shame, before your friends he heaps insult upon you, in the marketplaces he throttles you; an evil encounter on a feast-day; he renders your life unliveable for you. But great, he says, is the necessity, and there is no other source of money. What then is the benefit from putting off today? For poverty will come upon you again like a good runner, and the same necessity will be present with an addition. For the loan affords not a complete deliverance, but a brief postponement of your helplessness Today let us suffer the hardships arising from want, and let us not put them off until tomorrow. If you have not borrowed, you will be poor in like manner both today and hereafter; whereas if you have borrowed, you will be worn down more grievously, since interest intensifies your poverty further. And now indeed no one reproaches you for being poor, for the evil is involuntary; whereas if you become liable to interest, there is no one who will not blame your folly.
3. Μὴ οὖν πρὸς τοῖς ἀκουσίοις κακοῖς ἔτι καὶ αὐθαίρετον κακὸν ἐκ τῆς ἡμετέρας ἀνοίας ἐπισπασώμεθα. Νηπίας φρενὸς μὴ ἐκ τῶν παρόντων ἑαυτὸν περιστέλλειν, ἀλλ' ἀδήλοις ἐλπίσιν ἐπιτρέψαντα φανερᾶς βλάβης καὶ ἀναντιῤῥήτου κατατολμᾷν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ' ὧν λαμβάνεις; Ἀλλ' οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσεται, ὥστε ἰδίᾳ μέν σου θεραπεύειν τὴν χρείαν, ἰδίᾳ δὲ ἐκπληροῦν τὸ κεφάλαιον, ἔξωθεν δὲ καὶ τόκους ἀπογεννᾷν; Ἀλλ' οὐκ ἐξ ὧν λαμβάνεις ἀποδώσεις τὸ δάνειον. Ἐτέρωθεν δέ; Ἐκείνας οὖν ἀναμένωμεν τὰς ἐλπίδας, καὶ μὴ ἔλθωμεν, ὥσπερ οἱ ἰχθύες ἐπὶ τὸ δέλεαρ. Ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τῆς τροφῆς τὸ ἄγκιστρον καταπίνουσιν, οὕτω καὶ ἡμεῖς διὰ τὰ χρήματα τοῖς τόκοις περιπειρόμεθα. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεῖ. Τί οὖν τὰ ἐκ τοῦ ὀφείλειν ὀνείδη ἑαυτοῖς προστιθέμεθα; Οὐδεὶς τραύματα τραύματι θεραπεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται, οὐδὲ πενίαν τόκοις ἐπανορθοῦται. Πλούσιος εἶ; μὴ δανείζου.
3. Let us not then, in addition to involuntary evils, draw upon ourselves a self-chosen evil as well out of our own senselessness. It is the mark of a childish mind not to regulate oneself according to present means, but, committing oneself to uncertain hopes, to venture boldly upon manifest and undeniable harm. Take counsel already as to whence you will repay. From what you receive? Yet it does not suffice both for your need and for the repayment. And if you also reckon the interest, whence will the money be multiplied to such an extent as separately to heal your need, separately to fulfil the principal, and over and above to breed interest as well? Nay, you will not repay the loan out of what you receive. From elsewhere, then? Let us then await those hopes, and let us not come like fish to the bait. For just as they swallow down the hook along with the food, so we too through the money are pierced through with interest. Being poor brings about no shame at all. Why then do we add to ourselves the reproaches that come from owing? No one cures wounds with a wound, nor heals evil with evil, nor sets poverty right by interest. Are you rich? Do not borrow.
Notes, col. 272

On the reading

Printed του, for τοῦ.

Printed παρέχεται Σήμερον, for παρέχεται. Σήμερον.

PG 29:273Read from the page
Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄζεις δανείσματος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀποτίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν, μήποτε μακαρίσῃς τὰς πρὸ τῶν τόκων ἡμέρας. Ἐνὶ τούτῳ διαφέρωμεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ. Καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ τῶν συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ καὶ πολυμέριμνος· ἄϋπνος νύκτωρ, ἄϋπνος μεθ' ἡμέραν, σύννους πάντα τὸν χρόνον· νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰκίας τὰς πολυτελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων, τὰ σκεύη τῶν ἑστιώντων. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπεδιδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ τόκου. Ταῦτα αὐτοῦ καὶ νύκτωρ ἐγκαθέζεται τῇ καρδίᾳ, καὶ μεθ' ἡμέραν τὰς ἐννοίας κατείληφεν. Ἐὰν τὴν θύραν πατάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην. Σφοδρῶς εισέδραμέ τις· τοῦ δὲ ἐπάταξεν ἡ καρδία. Ὑλακτεῖ ὁ κύων: ὁ δὲ ἱδρῶτι περιῤῥεῖται, καὶ ἀγωνίᾳ συνέχεται, καὶ περισκοπεῖ πόθεν φύγῃ. Ὅταν ἡ προθεσμία προσάγῃ, μεριμνᾷ τί ψεύσεται· ποίαν πλασάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Μὴ μόνον λαμβάνοντα σεαυτὸν ἐννόει, ἀλλὰ καὶ ἀπαιτούμενον. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παραζευγνύεις; Τοὺς λαγωούς φασι καὶ τίκτειν ὁμοῦ καὶ τρέφειν καὶ ἐπικυΐσκεσθαι. Καὶ τοῖς τοκογλύφοις τὰ χρήματα ὁμοῦ δανείζεται καὶ γεννᾶται καὶ ὑποφύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόντος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτερον, καὶ τὸ κακὸν εἰς ἄπειρον. Διὰ τοῦτο καὶ τῆς προσηγορίας ταύτης ἠξίωται τὸ εἶδος τοῦτο τῆς πλεονεξίας. Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανεισαμένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑπόχρεῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Ταῦτα λεγέσθω γεννήματα ἐχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι. Καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ φύεται, καὶ τὰ ζῶα χρόνῳ τελεσφορεῖται· ὁ δὲ τόκος
Are you poor? Do not borrow. For if you are well off, you have no need of a loan; whereas if you have nothing, you will not repay the loan. Do not hand your own life over to after-repentance, lest one day you count blessed the days before the interest. In this one thing let us who are poor excel the rich, in freedom from care. And let us laugh at them as they lie awake, while we ourselves sleep; and at those who are ever tense and anxious, while we ourselves are free from anxiety and at ease. Yet he who owes is both poor and full of cares: sleepless by night, sleepless by day, preoccupied all the time; now valuing his own property, now the sumptuous houses, the fields of the rich, the garments of those he meets, the vessels of those who give feasts. If these were mine, he says, I would sell them for so much and so much, and be rid of the interest. These things settle upon his heart even by night, and by day have seized hold of his thoughts. If you knock at the door, the debtor gets under the couch. Someone ran in swiftly, and his heart pounded. Does the dog bark: he is drenched with sweat, and gripped by anguish, and looks round whence he may flee. When the appointed day draws near, he worries over what lie he will tell, devising what excuse he will put off the moneylender. Consider yourself not only as receiving, but also as being demanded repayment. Why do you yoke yourself to a prolific beast? They say that hares at the same time give birth and rear their young and conceive anew. And for usurers money at the same time is lent out and is born and springs up anew. For not yet have you received it into your hands, and you have been demanded the profit of the present month. And this again, being lent out, has reared another evil, and that one another, and the evil goes on to infinity. On this account too this kind of covetousness has been deemed worthy of this appellation. For tokos, interest, as I suppose, has been so named because of the prolificness of the evil. For whence else? Or perhaps it is called tokos, childbirth, because of the birth-pangs and griefs which by nature it produces in the souls of borrowers. For just as the birth-pang comes upon a woman in travail, so the appointed day comes upon the debtor. Interest upon interest, evil offspring of evil parents. Let these be called broods of vipers, the spawnings of interest. They say that vipers are born by eating through their mother's belly. And interest-charges are brought forth after devouring the houses of debtors. Seeds grow with time, and living creatures come to maturity with time; whereas interest
Notes, col. 273

On the reading

Printed εισέδραμέ, for εἰσέδραμέ.

Printed κύων:, for κύων;.