Migne Reading Room

PG 29 · cols. 252–261 · Read from the page

Two Homilies on Psalm 14 (15)

Two Homilies on Psalm 14 (15)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:252Read from the page
νος, τὸν τῶν μακαρισμῶν ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχεστέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Ἡ παροικία ἐστὶ διαγωγὴ πρόσκαιρος, οὐχ ἱδρυμένην ζωὴν, ἀλλὰ παροδικὴν, ἐπ' ἐλπίδι τῆς ἐπὶ τὰ κρείττονα μεταστάσεως, ὑποφαίνουσα. Ἁγίου δὲ ἀνδρὸς, παροδεύειν μὲν τὸν βίον τοῦτον, ἐπείγεσθαι δὲ πρὸς ἑτέραν ζωήν. Διὸ καὶ ὁ Δαβὶδ περὶ ἑαυτοῦ φησι· Πάροικος ἐγώ εἰμι παρὰ σοι, καὶ παρεπίδημος, καθὼς οι πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κεκτημένος, ἀλλ' ὅτε ταφῆς αὐτῷ ἐδέησεν, ἀργυρίου κτησάμενος ταύτην φαίνεται· δεικνύντος τοῦ λόγου, ὅτι ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει, μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύεσθαι. Διὰ τοῦτο ἐν μὲν τῇ ζωῇ ταύτῃ παροικεῖ τοῖς ἀλλοφύλοις, ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ την δεξομένην αὐτοῦ τὸ σῶμα γῆν ἐπραγματεύσατο. Μακάριον δὲ τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα, ἀλλ' ειδέναι την ἀπὸ τῶν βελτιόνων ἀπόπτωσιν, καὶ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνάμενον, οὕτω παροικεῖν, ὡς οἱ ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντες. Σπάνιος δὲ ὁ τοιοῦτος, ὁ μὴ ὡς ἰδίοις προσέχων τοῖς παροῦσιν· ὁ τοῦ πλούτου τὴν χρῆσιν πρόσκαιρον ἐπιστάμενος· ὁ τοῦ σώματος τὴν εὐεξίαν ὀλιγοχρόνιον τιθείς· ὁ γνωρίζων τῆς ἀνθρωπίνης δόξης τὸ ἄνθος ἀβέβαιον. Τίς οὖν παροικήσει ἐν τῷ σκηνώματί σου; Σκήνωμα τοῦ Θεοῦ ἡ παρ' αὐτοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰς ἐνοίκησιν ὀνομάζεται. Τίς ὡς ἀλλοτρίᾳ τῇ σαρκὶ ταύτῃ προσέξει; Ὥσπερ οἱ πάροικοι, ἀλλοτρίαν ἐκμισθούμενοι γῆν, πρὸς τὸ βούλημα τοῦ ἐκδεδωκότος γεωργοῦσι τὴν χώραν· οὕτω καὶ ἡμῖν κατὰ συγγραφὴν ἡ τῆς σαρκὸς ἐπιμέλεια παραδέδοται, ὥστε προσηκόντως αὐτὴν φιλοπονήσαντας, ἔγκαρπον ἀποδοῦναι τῷ δεδωκότι. Ἐὰν δὲ ᾖ Θεοῦ ἀξία ἡ σὰρξ, γίνεται τῷ ὄντι Θεοῦ σκήνωμα κατὰ τὴν ἐνοίκησιν αὐτοῦ τὴν εἰς τοὺς ἁγίους. Τοιαύτη δέ ἐστιν ἡ τοῦ παροικοῦντος. Διὰ τοῦτο, Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Εἶτα προκοπὴ καὶ πρόοδος ἡ ἐπὶ τὸ τελειότερον. Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἰουδαῖος μὲν ὁ γήϊνος, ὅταν ὄρος ἀκούσῃ, πρὸς τὴν Σιὼν ἀποτρέχει. Τίς κατασκηνώσει ἐν
[desir]ing him who is about to attain the beatitudes, making use of a certain order and way among the things contemplated concerning him, has made his beginning from the things nearer at hand and first. Lord, who shall sojourn in Thy tabernacle? Sojourning is a temporary manner of life, indicating a life not settled, but passing by on the road, in the hope of removal to better things. And it belongs to a holy man to pass through this life as a traveller, while hastening on towards another life. Wherefore David also says concerning himself: I am a sojourner with Thee, and a stranger, as my fathers. For Abraham was a sojourner, possessing not even a footstep of land of his own, yet when he had need of a burial-place, he is seen acquiring this for silver; the word showing that while living in the flesh it befits one to be a sojourner, whereas when departing from this life, to rest in one's own places. On this account, in this life indeed he sojourns among foreigners, whereas in his burial he procured as his own the land that was to receive his body. Blessed indeed it is in truth not to cleave to the things on earth as one's own, nor to cling to the things here as to some natural fatherland, but to know the fall from better things, and, weighed down by the manner of life here arising from condemnation, so to sojourn as those driven away from the land that bore them into exile by certain judges for certain offences. Yet rare is such a man, who does not attend to things present as his own; who knows the use of wealth to be temporary; who reckons the good condition of the body short-lived; who recognizes the bloom of human glory to be unstable. Who then shall sojourn in Thy tabernacle? The flesh given by Him to the soul of man for a dwelling is called the tabernacle of God. Who will attend to this flesh as belonging to another? Just as tenant-sojourners, leasing another's land, cultivate the ground according to the will of him who let it out; so also to us under bond has the care of the flesh been entrusted, so that having laboured upon it fittingly, we may render it fruitful to Him Who gave it. And if the flesh be worthy of God, it becomes in very truth a tabernacle of God according to His indwelling in the saints. Such is the state of him who sojourns. On this account, Lord, who shall sojourn in Thy tabernacle? Next comes advancement and progress towards what is more perfect. And who shall dwell on Thy holy mountain? The earthly Jew, indeed, whenever he hears of a mountain, runs back to Sion. Who shall dwell on
Notes, col. 252

On the reading

Printed οι, for οἱ.

Printed την, for τὴν.

Printed ειδέναι, for εἰδέναι.

Printed την, for τὴν.

Printed βαρυνάμενον, for βαρυνόμενον.

PG 29:253Read from the page
τῷ ὄρει τῷ ἁγίῳ σου; Ὁ τῇ σαρκὶ παροικήσας ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσει. Ὄρος ἐκεῖνο, τὴν ὑπερουράνιον χώραν, τὴν περιφανῆ καὶ λαμπράν· περὶ οὗ ὁ Ἀπόστολος λέγει, ὅτι Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ
Thy holy mountain? He who has sojourned in the flesh shall dwell on the holy mountain. That mountain [means] the supercelestial country, the conspicuous and radiant one; concerning which the Apostle says: You have come to Mount Sion, and to the city of the living God, Jerusalem
2. Ἐπὰν οὖν τις παρέλθῃ τὴν σάρκα ταύτην ἀπροσπαθῶς ὡς ἀλλοτρίαν παροικῶν, καὶ οὐχ ὡς ἰδίας ἐξηρτημένος, οὗτος, διὰ τὸ νεκρῶσαι αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγιασμὸν κατορθώσας, ἄξιός ἐστι τῆς ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσεως· ἧς ἐπιθυμῶν ὁ Ψαλμῳδὸς ἔλεγεν, ὅτι Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς· καὶ τὸ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐκεῖ ἡμᾶς καὶ ἡ πρὸς τοὺς πλησίον τῷ λόγῳ ἐκείνης τῆς ἐν τῷ ὄρει κατασκηνώσεως, καὶ ἡ ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας γινομένη φιλία κατασκηνοῖ. Ποιήσατε γὰρ ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Περὶ ἐκείνης τῆς διαγωγῆς ὁ Κύριος ἐν εὐχῆς εἴδει ἔλεγε τὸ, Πάτερ ἅγιε, δὸς ἵνα, ὅπου ἐγώ εἰμι, καὶ αὐτοὶ ὦσι. Σπάνιος καὶ ὁ παροικῶν ἐν τῷ σώματι, καὶ ὁ κατασκηνῶν ἐν τῷ ὄρει. Διὰ τοῦτο ὡς ἀπορῶν ὁ λόγος φησί· Τίς παροικήσει; καὶ, Τίς κατασκηνώσει; ὡς τὸ, Τίς ἔγνω νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ τὸ, Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; Τάχα δὲ καὶ ἐρωτηματικόν ἐστι τὸ, Τίς, ὡς ἀπόκρισιν ἐπιζητοῦντος παρὰ τοῦ Κυρίου τοῦ ἁγίου, ᾧ διαλέγεται. Πρὸς ὃν ἡ θεία φωνὴ, λύουσα τὸ ἐπερώτημα, τί φησι; Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην. Ει ἄμωμός ἐστιν ὁ μηδενὸς τῶν ἀγαθῶν ἐλλιπὴς, ἀπὸ πάσης κακίας ἀπταίστως τὸν βίον ἑαυτοῦ διεξάγων, τίνα ἔχει πρὸς τὸν ποιοῦντα δικαιοσύνην διαφοράν; Ἆρ' οὖν τὸν αὐτὸν νοῦν ἐν διπλοῖς ῥήμασιν ἀπαγγέλλει· Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην; Ἢ ἰδίαν τινὰ διάνοιαν ἑκάτερον τῶν ειρημένων παρίστησιν; ἵνα ᾖ ὁ μὲν ἄμωμος ὁ κατὰ τὸν ἐν κρυπτῷ ἄνθρωπον εἰς πᾶσαν τελείωσιν ἀρετῆς ἀπηρτισμένος, ὁ δὲ ἐργαζόμενος δικαιοσύνην ὁ τὸ πρακτικὸν ἑαυτοῦ διὰ τῶν σωματικῶν ἐνεργειῶν τελειῶν. Δεῖ γὰρ οὐ μόνον ποιεῖν την δικαίαν πρᾶξιν, ἀλλὰ καὶ ἀπὸ διαθέσεως δικαίας ἐργάζεσθαι· κατὰ τὸ εἰρημένον, ὅτι Δικαίως τὸ δίκαιον διώξεις·
2. Whenever, therefore, someone passes through this flesh without attachment, sojourning in it as belonging to another, and not clinging to it as his own, this man, having achieved sanctification through putting to death his members that are upon the earth, is worthy of the dwelling on the holy mountain; desiring which, the Psalmist said: I shall pass through in the place of a marvellous tabernacle; and: How beloved are Thy tabernacles, O Lord of hosts! There both friendship towards our neighbours on account of that dwelling on the mountain, and the friendship made out of the mammon of unrighteousness, causes us to dwell. For make for yourselves friends out of the mammon of unrighteousness, that, when you fail, they may receive you into the eternal tabernacles. Concerning that manner of life the Lord in the form of prayer said: Holy Father, grant that, where I am, they also may be. Rare is both he who sojourns in the body, and he who dwells on the mountain. On this account the word speaks as if at a loss: Who shall sojourn? and, Who shall dwell? like: Who has known the mind of the Lord? and: Who shall declare to you that a fire is burning? and: Who shall declare to you the eternal place? and: Who then is the faithful and prudent steward? And perhaps the word Who is also interrogative, as though the holy man were seeking an answer from the Lord, with Whom he converses. To whom what does the divine voice say, resolving the inquiry? He who walks blameless, and works righteousness. If he is blameless who lacks none of the good things, conducting his own life without stumbling away from every vice, what difference does he have in relation to him who does righteousness? Does it then declare the same meaning in twofold expressions: He who walks blameless, and works righteousness? Or does each of the things said present a certain distinct sense; so that the blameless man may be he who according to the hidden man is perfected unto every completion of virtue, while he who works righteousness is he who perfects his practical faculty through bodily activities? For one must not only perform the righteous deed, but also work from a righteous disposition; according to what has been said: Justly shall you pursue what is just;
Notes, col. 253

On the reading

Printed Ει, for Εἰ.

Printed ειρημένων, for εἰρημένων.

Printed την, for τὴν.

PG 29:256Read from the page
τουτέστι, μετὰ τοῦ λόγου τῆς δικαιοσύνης ἐπιτελεῖν τὴν πρᾶξιν. Οἷον ποιεῖ μὲν γάρ τι ἰατρικὸν πρὸς ὠφέλειαν φέρον τῶν ἀσθενούντων ὁ ἰδιώτης, ἀλλ' οὐχὶ καὶ ἰατρικῶς ἐποίησεν ὁ τοιοῦτος, τῷ μὴ ἔχειν τι τῆς τέχνης τῇ ἐνεργείᾳ συνεπόμενον. Πορευόμενος οὖν ἄμωμος ὁ κατὰ νοῦν τέλειος· ἐργαζόμενος δὲ δικαιοσύνην ὁ κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν ἀνεπαίσχυντος τοῦ Κυρίου ἐργάτης.
that is, to accomplish the deed with the principle of righteousness. For instance, the layman indeed does something medical conducive to the benefit of the sick, yet such a man did not also do it medically, because he does not have anything of the art accompanying the action. He who walks blameless, therefore, is he who is perfect in mind; whereas he who works righteousness is, according to the voice of the Apostle, an unashamed workman of the Lord.
3. Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς λέξεως. Οὐκ ειπε, Πορευθεὶς ἄμωμος, ἀλλὰ, Πορευόμενος ἄμωμος· οὐδὲ, Ἐργασάμενος δικαιοσύνην, ἀλλ', Ἐργαζόμενος. Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσῆκε τῷ βίῳ τὰς κατ' ἀρετὴν ἐνεργείας συμπαρατείνεσθαι. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πάλιν καὶ ἐνταῦθα τὴν αὐτὴν ἔχει κοινωνίαν πρὸς ἄλληλα τὸ λαλεῖν ἀλήθειαν ἐν καρδίᾳ, καὶ τὸ μὴ δολοῦν ἐν γλώσσῃ αὐτοῦ· ὁπυίαν εἶχε τὸ εἶναι ἄμωμον πρὸς τὸ ἐργάζεσθαι δικαιοσύνην. Ὡς γὰρ ἐκεῖ καὶ τὸν ἐν κρυπτῷ τέλειον, καὶ τὸν ἐν τῷ πρακτικῷ εὐοδούμενον ὁ λόγος παρίστησιν, οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ τὸ λαλούμενον ἐκ τοῦ περισσεύματός ἐστι τῆς καρδίας, οἷον ἀπὸ πηγῆς τῆς ἔνδον διαθέσεως τοῦ λόγου ῥέοντος, πρότερον εἶπε τὴν ἐν καρδίᾳ ἀλήθειαν, εἶτα τὸ ἐν τῷ λόγῳ ἄδολον τῷ διὰ τῆς γλώσσης ἐνεργουμένῳ. Δύο δὲ τὰ σημαινόμενα τῆς ἀληθείας εὑρήσομεν· ἓν μὲν τὴν περὶ τῶν πραγμάτων τῶν ἐπὶ τὸν μακάριον βίον φερόντων κατάληψιν, ἕτερον δὲ τὴν περὶ οἱουδήποτε τῶν κατὰ τὸν βίον εἴδησιν ὑγιῆ. Ἐκείνην μὲν οὖν τὴν ἀλήθειαν, τὴν συνεργὸν τῆς σωτηρίας ἐν τῇ καρδίᾳ οὖσαν τοῦ τελείου, χρὴ ἀδόλως ἐν πᾶσι τῷ πλησίον παραδιδόναι· ἐν δὲ τοῖς κατὰ τὸν βίον πράγμασιν, ἐάν που καὶ διαπίπτη τῆς ἀληθείας ὁ σπουδαῖος, οὐδὲν ἐμπόδιον αὐτῷ εἰς τὰ προκείμενα ἔσται. Πόσοι γὰρ στάδιοι γῆς ἢ θαλάσσης, καὶ πόσοι κινοῦνται τῶν ἀστέρων, καὶ πόσον ἕτερος τοῦ ἑτέρου προέχει τῷ τάχει, ἐὰν μὴ εἰδῶμεν τὴν ἐν τούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὸ ἐπιτυχεῖν τῆς ἐν ἐπαγγελίαις μακαριότητος. Τάχα δέ τι καὶ τοιοῦτον ἡμῖν ὁ λόγος παρίστησιν, ὅτι τὰ περὶ ἀληθείας, τουτέστι, τὰ μυστικὰ, λαλεῖν προσῆκεν οὐ παντὶ, ἀλλὰ τῷ πλησίον· ἀντὶ τοῦ, οὐκ εις τοὺς τυχόντας ἐκφαίνειν, ἀλλὰ τοὺς κεκοινωνηκότας τῶν μυστηρίων. Εἰ δὲ ἀλήθεια ὁ Κύριος ἡμῶν ἐστιν, ἐντετυπωμένην καὶ οἱονεὶ ἐσφραγισμένην τῇ ἑαυτοῦ καρδίᾳ ταύτην τὴν ἀλήθειαν ἕκαστος ἔχωμεν· περὶ ἧς λαλοῦντες ἐν ταῖς καρδίαις ἑαυτοῖς, μὴ δολῶμεν τὸν λόγον τοῦ Εὐαγγελίου ἐν τῷ ἀναγγέλλειν τοῖς πλησίον ἡμῶν τὸ κήρυγμα. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πολλαχοῦ ὡς ἐχθρὸς τοῦ Θεοῦ ὁ
3. Attend to the exactness of the wording. It did not say, Having walked blameless, but, Walking blameless; nor, Having worked righteousness, but, Working. For a single deed does not perfect the earnest man, rather virtuous activities ought to be co-extended with his whole life. Speaking truth in his heart, who has not practised deceit with his tongue. Again here too, speaking truth in the heart and not practising deceit with one's tongue have the same relation to each other as being blameless had to working righteousness. For just as there the word presents both him who is perfect in secret and him who prospers in practical action, so here also, since what is spoken is out of the abundance of the heart, speech flowing as though from a spring of the inward disposition, it first spoke of the truth in the heart, and then of the guilelessness in speech wrought through the tongue. Now we shall find two meanings of truth: one, the comprehension concerning the realities that lead to the blessed life; the other, sound knowledge concerning any matter whatever in life. That former truth, then, the fellow-worker of salvation residing in the heart of the perfect man, one ought in all things to impart without deceit to one's neighbour; whereas in the affairs of life, even if perchance the earnest man falls short of the truth somewhere, it will be no hindrance to him with respect to the goals set before him. For how many stadia there are of land or of sea, and how many of the stars are in motion, and by how much one surpasses another in speed, if we do not know the truth in these matters, it will hinder us not at all towards attaining the blessedness promised. And perhaps the word also presents something of this sort to us, that the things concerning truth, that is, mystical things, ought to be spoken not to everyone, but to one's neighbour; meaning, not to disclose them to chance comers, but to those who have shared in the mysteries. And if our Lord is truth, let each of us hold this truth imprinted and as it were sealed upon his own heart; speaking of which to ourselves in our hearts, let us not adulterate with deceit the word of the Gospel in proclaiming the message to our neighbours. Who has not practised deceit with his tongue. In many places, as an enemy of God,
Notes, col. 256

On the reading

Printed ειπε, for εἶπε.

Printed ὁπυίαν, for ὁποίαν.

Printed διαπίπτη, for διαπίπτῃ.

Printed εις, for εἰς.

PG 29:257Read from the page
δόλος ἐν τῇ Γραφῇ διαβέβληται. Ἐξολοθρεύσαι, φησὶ, Κύριος πάντα τὰ χείλη τὰ δόλια· καὶ, Δόλος ἐν καρδίᾳ τεκταινομένων κακά. Πᾶν δὲ τὸ κρεῖττον ἐν τῇ τοῦ χείρονος ἐπιμιξίᾳ δολοῦσθαι λέγεται, ὡς οἶνος δολοῦται τῷ χείρονα αὐτῷ παραμίγνυσθαι, ἢ τὸ ὕδωρ αὐτῷ παρακίρνασθαι· καὶ χρυσὸς δολοῦται ἐν τῇ πρὸς ἄργυρον καὶ χαλκὸν κοινωνίᾳ· οὕτω καὶ ἀλήθεια δολοῦται, τοῖς ἁγίοις λόγοις τῶν δυσφημοτέρων παραπλακέντων.
deceit is denounced in Scripture. May the Lord destroy, it says, all the deceitful lips; and, Deceit is in the heart of those who devise evils. Now everything superior is said to be adulterated in the admixture of what is inferior, as wine is adulterated by an inferior sort being mixed in with it, or water being blended in beside it; and gold is adulterated in its combination with silver and bronze; so too truth is adulterated when more blasphemous words are interwoven with holy words.
4. Οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Τίνα λέγει τὸν πλησίον ὁ λόγος, οὐδεὶς ἀμφιβάλλει τῶν ἀκουσάντων τοῦ Εὐαγγελίου πρὸς τὸν ἐρωτήσαντα· Καὶ τίς ἐστί μου πλησίον; ᾯ ὁ Κύριος εἶπε τὴν παραβολὴν τοῦ ἀπὸ Ἱερουσαλὴμ καταβαίνοντος εἰς Ἱεριχώ· ὃν καὶ ἠρώτησε· Τίς τούτων δοκεῖ σοι γεγονέναι πλησίον; Κἀκεῖνος ἀπεκρίνατο, Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. Ἐδίδαξε γὰρ διὰ τούτων πάντα ἄνθρωπον ἡγεῖσθαι πλησίον. Δυσκατόρθωτον δὲ καὶ τοῦτο, καὶ πολλῆς δεόμενον ἐπιμελείας, μήτε μικρῷ τινι, μήτε μείζονι καταβλάπτειν τὸν πλησίον· μὴ ἐν ῥήματι βλάψαι· μὴ ἀποστερῆσαί τι τῶν καθηκόντων· μὴ βουληθῆναι αὐτῷ πονηρόν· μὴ βασκανίᾳ χρήσασθαι πρὸς τὰς εὐπραγίας τῶν πέλας. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πότερον αὐτὸς ἄξια τοῦ ὀνειδίζεσθαι παρὰ τῶν ἔγγιστα οὐκ ἐποίησε, καὶ διὰ τοῦτο οὐκ ἔλαβε παρ' αὐτῶν ὀνειδισμὸν, ἢ οὐδένα τῶν ἔγγιστα αὐτὸς ὠνείδισε, τῶν ἐν ἀνθρωπίνοις πταίσμασι γενομένων, ἢ ἐν πηρώμασι σωματικοῖς, ἢ ἄλλοις τισὶν ὑστερήμασι τῆς σαρκὸς εὑρισκομένων. Οὔτε γὰρ τὸν ἁμαρτάνοντα ὀνειδιστέον κατὰ τὸ γεγραμμένον· Μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας. Οὐδὲ γὰρ ἔγνωμέν ποτε ἐπ' ὠφελείᾳ τῶν πλημμελούντων τὸν ὀνειδισμὸν παρειλημμένον, τοῦ Ἀποστόλου ἐν ταῖς πρὸς τὸν ἑαυτοῦ μαθητὴν Τιμόθεον ὑποθήκαις ἔλεγχον μὲν καὶ παράκλησιν καὶ ἐπιτίμησιν ἐπιτρέψαντος, οὐδαμοῦ δὲ τὸν ὀνειδισμὸν, ὡς ἐναντίον, παραλαβόντος. Καὶ ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος, ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἐπταικότος γίνεσθαι. Πενίαν δὲ, ἢ δυσγένειαν, ἢ ἀμάθειαν, ἢ σώματος ἀῤῥωστίαν ὀνειδίζειν πάντη ἄλογον, καὶ ἀλλότριον τοῦ σπουδαίου. Ἃ γὰρ οὐκ ἐκ προαιρέσεως ἡμῖν συμβαίνει, ταῦτα ἀκούσια· ἐπὶ δὲ τοῖς ἀκουσίοις ἐλαττώμασιν ἐλεεῖ-
4. Nor has he done evil to his neighbour. Whom the word calls one's neighbour, no one doubts among those who have heard the Gospel in reply to him who asked: And who is my neighbour? To whom the Lord told the parable of the man going down from Jerusalem to Jericho; whom He also asked: Which of these seems to you to have proved a neighbour? And he answered: He who showed mercy towards him. For through these things He taught us to regard every human being as a neighbour. Yet this too is hard to achieve, and requires much care, neither in anything small nor in anything greater to harm one's neighbour: not to injure in word; not to deprive of anything due; not to wish evil for him; not to indulge envy towards the successes of those near us. And he has not taken up reproach against those nearest him. The expression is ambiguous: whether he himself did nothing worthy of being reproached by those nearest him, and on this account received no reproach from them, or whether he himself reproached none of those nearest him, of those who have fallen into human faults, or are found in bodily maimings, or in certain other defects of the flesh. For neither ought one who sins to be reproached, according to what is written: Do not reproach a man turning away from sin. For neither have we ever known reproach to have been employed for the benefit of offenders, since the Apostle in his counsels to his own disciple Timothy permitted reproof indeed and exhortation and rebuke, yet nowhere admitted reproach, as being contrary. And reproof seems to have as its end the correction of him who sins, whereas reproach comes about for the disgrace of him who has stumbled. And to reproach poverty, or low birth, or lack of learning, or bodily infirmity is altogether irrational, and foreign to the earnest man. For the things that happen to us not from choice, these are involuntary; and over involuntary shortcomings to be pit-
PG 29:260Read from the page
σθαι μᾶλλον ἢ καθυβρίζεσθαι τοὺς ἀτυχοῦντας προσῆκεν.
ied rather than insulted is what befitted the unfortunate.
5. Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Μεγαλοφυοῦς διανοίας καὶ πρὸς οὐδὲν κατακλινομένης τῶν ἀνθρωπίνων χρείᾳ, καὶ ἀνδρὸς τὴν τῆς δικαιοσύνης ἕξιν εἰς ἄκρον κατωρθωκότος, τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν· τούς τε πονηρευημένους ἐξουδενοῦν, κἂν τὰς μεγάλας τύχωσι δυναστείας περιβεβλημένοι, κἂν πλούτω κομῶντες κἂν περιφανείᾳ γένους, κἂν λαμπρότητα ἑαυτοῖς ἐπιφημίζοντες, πονηρία δὲ μόνη ἐνυπάρχουσα αὐτοῖς φωραθῇ, ἐξουδενοῦν τοὺς τοιούτους, τουτέστιν ἀντ' οὐδενὸς λογίζεσθαι. Ἔμπαλιν δὲ, τοὺς φοβουμένους τὸν Κύριον, κἂν πένητες ὦσι, κἂν ἀγενεῖς, κἂν ἰδιῶται τῷ λόγῳ, κἂν ἀσθενεῖς τῷ σώματι, δοξάζειν καὶ ὑπεραίρειν καὶ μακαρίους ἡγεῖσθαι, δεδιδαγμένον παρὰ τοῦ Πνεύματος μακαρίζειν τοὺς τοιούτους. Μακάριοι γὰρ, φησὶ, πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τῆς αὐτῆς δέ ἐστι διανοίας τόν τε πονηρευόμενον ἐξουδενῶσαι, κἂν ὑπεραίρηται λαμπρότητι, καὶ τὸν φοβούμενον τὸν Κύριον δοξάζειν, κἂν εὐτελὴς ᾖ, κἂν πένης ἐν τῷ βίῳ, κἂν εὐκαταφρόνητος, κἂν μηδὲν τῶν ἐκτὸς προκαλουμένων εἰς ἀποδοχὴν κεκτημένος. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Τί δή ποτε ἐνταῦθα μὲν ἡ εὐορκία συγχωρεῖται ἐν τοῖς τῷ τελείῳ πρέπουσιν ἀνδραγαθήμασιν, ἐν δὲ τῷ Εὐαγγελίῳ παντελῶς ἀπηγόρευται; Τίς παροικήσει, καὶ τίς κατασκηνώσει; Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Ἐκεῖ δὲ, Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. Τί οὖν φαμεν; Ὅτι πανταχοῦ τοῦ αὐτοῦ σκοποῦ ἔχεται ὁ Κύριος, προλαμβάνων τῶν ἁμαρτημάτων τὰ ἀποτελέσματα, καὶ ἐκ τῆς πρώτης ἀρχῆς ἐκτέμνων τὴν πονηρίαν. Ὡς γὰρ ὁ μὲν παλαιὸς ἔλεγε νόμος, Οὐ μοιχεύσεις· ὁ δὲ Κύριος, Οὐδὲ ἐπιθυμήσεις· κἀκεῖνος μὲν, Οὐ φονεύσεις· ὁ δὲ τὰ τελειότερα νομοθετῶν, Οὐδὲ ὀργισθήσῃ· οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν ἀρκεῖται τῇ εὐορκίᾳ, ὁ δὲ τῆς ἐπιορκίας τὴν ἀφορμὴν διακόπτει. Ὁ μὲν γὰρ εὐορκῶν, τυχὸν ἄν ποτε καὶ παρασφαλείη ἄκων· ὁ δὲ μὴ ὀμνύων, τὸν τῆς ἐπιορκίας κίνδυνον διαπέφευγε. Τὸν ὅρκον δὲ πολλαχοῦ καὶ τὴν ἀμετάθετον περὶ ἑκάστου πράγματος διαβεβαίωσιν ὀνομάζει· ὡς τὸ, Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ τὸ, Ὤμοσε Κύριος, καὶ οὐ
5. In his sight an evil-doer is brought to naught; while those who fear the Lord he glorifies. It belongs to a noble mind and one bent down towards nothing human through need, and to a man who has brought the habit of righteousness to the highest perfection, to apportion to each what accords with worth: both to hold evil-doers as naught, even if they happen to be invested with great powers, even if pluming themselves on wealth or on splendour of birth, even if acclaiming brilliance for themselves, yet wickedness alone be detected residing in them, to hold such men as naught, that is, to reckon them as nothing. And conversely, those who fear the Lord, even if they be poor, even if of low birth, even if unskilled in speech, even if weak in body, to glorify and exalt and account them blessed, having been taught by the Spirit to call such men blessed. For blessed, it says, are all who fear the Lord. And it belongs to the same mind both to count the evil-doer as naught, even if he be lifted up in brilliance, and to glorify him who fears the Lord, even if he be lowly, even if poor in livelihood, even if easily despised, even if possessing none of the external things that invite acceptance. He who swears to his neighbour, and does not break faith. Why ever is true swearing here permitted among the manly deeds befitting the perfect man, whereas in the Gospel it has been altogether forbidden? Who shall sojourn, and who shall dwell? He who swears to his neighbour, and does not break faith. Yet there: But I say to you not to swear at all. What then do we say? That everywhere the Lord holds to the same aim, forestalling the outcomes of sins, and cutting out wickedness from its very first beginning. For just as the old law said, You shall not commit adultery, while the Lord said, Neither shall you lust; and the former, You shall not murder, while He Who legislates more perfect things, Neither shall you be angry; so indeed here also the former is content with true swearing, while He cuts off the occasion of perjury. For he who swears truly might perchance at some time even slip involuntarily; whereas he who does not swear has escaped the danger of perjury. Yet in many places Scripture also calls an unchangeable affirmation concerning each matter an oath; as: I have sworn, and determined to keep the judgements of Thy righteousness; and: The Lord has sworn, and will not
Notes, col. 260

On the reading

Printed πονηρευημένους, for πονηρευομένους.

Printed πλούτω, for πλούτῳ.

PG 29:261Read from the page
μεταμεληθήσεται. Οὐχ ὅτι Θεὸν εἰς μαρτυρίαν τῶν λαλουμένων πιστοποιούμενον αὐτοῦ τὴν ἀμφιβολίαν παρήγαγεν, ἀλλ' ὅτι ἀτρέπτοις καὶ ἀκινήτοις δόγμασι τὴν τῆς ἐπαγγελίας χάριν τῷ Δαβὶδ ἐβεβαίωσεν. Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν εἰρῆσθαι· Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ· τουτέστι, διαβεβαιούμενος τῷ πλησίον, καὶ οὐκ ἀθετῶν· ἵνα ᾖ σύμφωνον τῷ παρὰ τοῦ Κυρίου εἰρημένῳ, τῷ, Ἔστω δὲ ὑμῶν ὁ λόγος, ναὶ ναὶ, καὶ οὒ οὔ. Περὶ τῶν τοιούτων πραγμάτων διαβεβαιούμενος κατάνευε· καὶ περὶ τῶν μὴ ὄντων, κἂν πάντες ἄνθρωποι παρακαλῶσι, μὴ συμπεισθῇς ποτε παρὰ τὴν τῆς φύσεως ἀλήθειαν διαβεβαιώσασθαι. Οὐ γέγονε τὸ πρᾶγμα, ἄρνησις ἐπακολουθείτω· γέγονε τὸ πρᾶγμα, συγκατάθεσις διαβεβαιούτω. Χωρὶς τῆς πρὸς ἕτερον ἐπιπλοκῆς αὐτὴν καθ' ἑαυτὴν πειρῶ τὴν ἀλήθειαν παριστᾷν, ψιλαῖς ταῖς διαβεβαιώσεσι κεχρημένος. Ὁ ἄπιστος ἐχέτω τὴν βλάβην τῆς ἀπιστίας. Αισχρὸν γὰρ παντελῶς καὶ ἀνόητον ἑαυτοῦ κατηγορεῖν ὡς ἀναξίου πίστεως, καὶ τὴν ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐπιφέρεσθαι. Εισὶ δέ τινες λόγοι, σχήματα μὲν ὅρκων ἔχοντες, οὐχ ὅρκοι δὲ ὄντες, ἀλλὰ θεραπεία πρὸς τοὺς ἀκούοντας. Ὡς ὁ Ἰωσὴφ τὸν Αιγύπτιον οικειούμενος, νὴ τὴν ὑγίειαν ὤμνυε Φαραώ. Καὶ ὁ Ἀπόστολος τὴν πρὸς Κορινθίους ἀγάπην ἑαυτοῦ παριστῶν, ἔφη· Νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οὐ γὰρ παρήκουσε τῆς εὐαγγελικῆς διδασκαλίας ὁ τὸ Εὐαγγέλιον πεπιστευμένος, ἀλλὰ λόγον ψιλὸν ἐν σχήματι παρέδωκεν ὅρκου, τὴν ἐπ' αὐτοῖς καύχησιν ὡς τοῦ παντὸς αὐτῷ ἀξίαν οὖσαν διὰ τοῦ τοιούτου τρόπου δεικνύς.
repent. Not that it brought God forward as a witness of the things spoken to accredit doubtfulness concerning Him, but because by unchangeable and immovable decrees He confirmed the grace of the promise to David. Thus, therefore, here also it is possible that it was said: He who swears to his neighbour; that is, affirming earnestly to his neighbour, and not breaking faith; so that it may agree with what was said by the Lord: Let your word be, Yes, yes, and No, no. Concerning matters that are so, nod assent in affirmation; and concerning things that are not, even if all men urge you, never be persuaded to affirm contrary to the truth of nature. The thing has not happened: let denial follow; the thing has happened: let assent affirm it. Without entanglement with anything else, try to present the truth itself by itself, using bare affirmations. Let the distrustful man bear the harm of his distrust. For it is altogether shameful and foolish to accuse oneself as unworthy of trust, and to bring in security from oaths. Yet there are certain expressions that have indeed the forms of oaths, while not being oaths, but an accommodation towards the hearers. As Joseph, winning over the Egyptian, swore by the health of Pharaoh. And the Apostle, presenting his own love towards the Corinthians, said: By the boasting over you which I have in Christ Jesus our Lord. For he who had been entrusted with the Gospel did not disobey the evangelical teaching, but delivered a bare statement in the form of an oath, showing through such a manner that his boasting over them was worth everything to him.
6. Τῷ αἰτοῦντί σε δός· και ἀπὸ τοῦ θέλοντος δανείσασθαι μὴ ἀποστραφῇς. Ἐπὶ τὸ κοινωνικὸν, καὶ φιλάλληλον, καὶ τῇ φύσει οἰκεῖον ὁ λόγος ἡμᾶς προκαλεῖται. Πολιτικὸν γὰρ ζῶον καὶ συναγελαστικὸν ὁ ἄνθρωπος. Ἐν δὲ τῇ κοινῇ πολιτείᾳ καὶ τῇ μετ' ἀλλήλων ἀναστροφῇ ἀναγκαῖον τὸ εὐμετάδοτον εἰς ἐπανόρθωσιν τοῦ ἐνδέοντος. Τῷ αἰτοῦντί σε δός. Βούλεταί σε διὰ μὲν τὴν ἀγάπην ἐν ἁπλότητι ἀνειμένον εἶναι πρὸς τοὺς αἰτοῦντας, λογισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν
6. Give to him who asks you; and from him who wishes to borrow do not turn away. The word summons us to what is sociable, and mutually loving, and akin to nature. For man is a civic and gregarious animal. And in common civic life and mutual conduct with one another, generosity in sharing is necessary for setting right what is lacking. Give to him who asks you. It wishes you on account of love indeed to be open in simplicity towards those who ask, yet again by reason to discern the need of each of those
Notes, col. 261

On the reading

Printed Αισχρὸν, for Αἰσχρὸν.

Printed Εισὶ, for Εἰσὶ.

Printed Αιγύπτιον, for Αἰγύπτιον.

Printed οικειούμενος, for οἰκειούμενος.

Printed και, for καὶ.