Migne Reading Room

PG 29 · cols. 224–228 · Read from the page

Homily on Psalm 1

Homily on Psalm 1

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:224Read from the page
τέλος τοὺς ἑπομένους ἄγοντα. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ ἤδη γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κακίαν, καὶ πυκνὰ πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσόντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων, μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνεται τὴν ἀπόλαυσιν. Ἰλιγγιᾷ οὖν πᾶσα ψυχὴ, καὶ μετοκλάζει τοῖς λογισμοῖς, ὅταν μὲν ἐνθυμηθῇ τὰ αἰώνια, τὴν ἀρετὴν αἱρουμένη, ὅταν δὲ ἀποβλέψῃ πρὸς τὰ παρόντα, τὴν ἡδονὴν προτιμῶσα. Ὧδε βλέπει σαρκὸς εὐπάθειαν, ἐκεῖ δουλαγωγίαν σαρκός· ὧδε μέθην, ἐκεῖ νηστείαν· ὧδε γέλωτας ἀκρατεῖς, ἐκεῖ δάκρυον δαψιλές· ἐνταῦθα ὄρχησιν, κἀκεῖ προσευχήν· αὐλοὺς ὧδε, κἀκεῖ στεναγμούς· ὧδε πορνείαν, κἀκεῖ παρθενίαν. Ἐπεὶ οὖν τὸ μὲν ἀληθινῶς ἀγαθὸν λογισμῷ ληπτόν ἐστι διὰ πίστεως (μακρὰν γὰρ ἀπῴκισται, καὶ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε), τὸ δὲ τῆς ἁμαρτίας ἡδὺ πρόχειρον ἔχει καὶ διὰ πάσης αἰσθήσεως ῥέουσαν τὴν ἀπόλαυσιν· μακάριος ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, ἀλλὰ δι' ὑπομονῆς τὴν ἐλπίδα τῆς σωτηρίας ἀπεκδεχόμενος, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ ἀγούσης ἐπὶ τὰ χείρονα.
end leading those who follow. Now so long as each of us is a child, pursuing what is pleasant in the present, he takes no care at all for the future; but once he has become a man, after the completion of his conceptions, he seems as it were to behold life splitting before him towards virtue and vice, and turning the eye of his soul frequently towards either side, he judges side by side the qualities belonging to each. And the life of sinners displays all the pleasant things of the present age; whereas that of the righteous discloses solely the good things of the future. And the way of those who are being saved, in proportion as it promises noble things in the future, presents toilsome things in the present; whereas the pleasant and dissolute life holds out enjoyment not awaited hereafter, but already at hand. Every soul, therefore, grows dizzy, and wavers in its thoughts—when it reflects upon things eternal, choosing virtue, yet when it looks away towards things present, preferring pleasure. Here it beholds pampering of the flesh, there subjection of the flesh; here drunkenness, there fasting; here unrestrained laughter, there abundant weeping; here dancing, and there prayer; flutes here, and groans there; here fornication, and there virginity. Since, then, what is truly good is graspable by reason through faith (for it dwells far away, and eye has not seen, and ear has not heard), whereas the sweetness of sin has its enjoyment ready at hand and flowing through every sense, blessed is he who is not turned aside by the allurements of pleasure towards destruction, but through endurance awaits the hope of salvation, and in choosing between the two ways has not set foot upon the way leading towards what is worse.
6. Καὶ ἐπὶ καθέδρας λοιμῶν οὐκ ἐκάθισεν. Ἆρα ταύτας λέγει τὰς καθέδρας, ἐφ' ὧν ἀναπαύομεν ἡμῶν τὰ σώματα; Καὶ τίς ἡ ἀπὸ τοῦ ξύλου πρὸς ἁμαρτίαν μετάδοσις, ὥστε με τὴν ὑπὸ τοῦ ἁμαρτωλοῦ προκαταληφθεῖσαν καθέδραν ὡς βλαβερὰν ἀποφεύγειν; Ἢ νομίζειν ἡμᾶς χρὴ καθέδραν λέγεσθαι τὴν ἑδραίαν καὶ μόνιμον ἐν τῇ κρίσει τῆς κακίας διατριβήν; Ὃ φυλακτέον ἡμῖν, διότι τὸ φιλοπόνως προσδιατρίβειν ταῖς ἁμαρτίαις ἕξιν τινὰ δυσκίνητον ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ πάθος ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν, ἢ καὶ ἀνίατος παντελῶς, εἰς φύσιν, ὡς τὰ πολλὰ, τοῦ ἔθους μεθισταμένου. Εὐχῆς μὲν οὖν ἄξιον μὴ προσάψασθαι τοῦ κακοῦ. Δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν, κατὰ τὸ γεγραμμένον παρὰ τοῦ Σολομῶντος περὶ τῆς γυναικὸς τῆς φαύλης, ὅτι Μὴ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτὴν, ἀλλ' ἀποπήδησον· μὴ ἐγχρονίσῃς. Νῦν δὲ οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς
6. "And has not sat upon the seat of pestilent men." Does he mean these seats upon which we rest our bodies? And what transmission towards sin comes from the wood, that I should shun as harmful a seat previously occupied by a sinner? Or ought we to suppose that by "seat" is meant a settled and permanent tarrying in the deliberate choice of vice? Which we must guard against, because laboriously lingering over sins produces in souls a certain habit hard to dislodge. For an inveterate passion of the soul, and a practice of evil confirmed by time, is hard to heal, or even altogether incurable, since habit for the most part passes over into nature. Worthy of prayer, indeed, is it not to touch evil at all. But the second-best course is straightway after experience to flee from it like the bite of a venomous creature, according to what was written by Solomon concerning the wicked woman: "Fix not your eye towards her, but leap away; do not linger." Yet nowadays I know some who in youth have slipped down towards the flesh's
PG 29:225Read from the page
πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένοντας. Ὡς γὰρ οἱ ἐν βορβόρῳ καλινδούμενοι χοῖροι ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλόν· οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν προσαναμάσσονται. Μακάριον μὲν οὖν τὸ μὴ διανοηθῆναι τὸ πονηρόν· εἰ δὲ κατὰ συναρπαγὴν τοῦ ἐχθροῦ ἐδέξω τῇ ψυχῇ βουλεύματα ἀσεβείας, μὴ στῇς ἐπὶ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ τοῦτο πέπονθας, μὴ ἐνιδρυνθῇς τῷ κακῷ. Μὴ τοίνυν καθεσθῇς ἐπὶ καθέδρας τῆς τῶν λοιμῶν. Εἰ ἐνόησας καθέδραν τίνα φησὶν ὁ λόγος, ὅτι τὴν διαρκῆ λέγει τοῦ κακοῦ προσεδρίαν, ἐξέτασον λοιπὸν τίνας ὠνόμασε τοὺς λοιμούς. Φασὶ δὴ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι· φύσιν γὰρ εἶναι τῆς νόσου τοιαύτην, τὸ ἐξ ἀλλήλων πάντας ἀναπιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀνομίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες συννοσοῦσιν ἀλλήλοις, καὶ συναπόλλυνται. Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους τοὺς ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων, καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας ἀπαριθμουμένους ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδραγαθίας; Οὗτοί εἰσιν οἱ λοιμοὶ οἱ τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦντες, καὶ πολλοὺς ἑαυτοῖς παραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφύγωσι τὰ ὀνείδη. Οὔτε γὰρ πῦρ εὐκαταπρήστου ὕλης ἁψάμενον δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρτίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ ἐπὶ πάντας τοὺς ἐγγίζοντας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν πνευμάτων τῆς πονηρίας. Τὸ γὰρ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτιμίαν, ἀλλ' εὐθὺς ἡλικιῶται συμπαρελήφθησαν· κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα· ἑταίρα συμπίνουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτὴν ἁμαρτίαν συμφλέγουσα. Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ κακοῦ; Τί δὲ, ὁ τὸν πλεονέκτην ζηλῶν, ἢ ὁ τὸν ἐξ ἄλλης τινὸς πονηρίας περιφανῆ τινα πολιτικὴν δυναστείαν περιβεβλημένον, ἢ ἐθνῶν ἡγεμονίαν ἔχοντα, ἢ στρατοπέδων ἄρχοντα, εἶτα τοῖς αἰσχίστοις πάθεσιν ἐμφυρόμενον, οὐχὶ αὐτῇ τῇ ψυχῇ τὸν λοιμὸν παρεδέξατο, τὸ τοῦ ζηλουμένου κακὸν οἰκεῖον ποιούμενος; Αἱ γὰρ κατὰ τὸν βίον λαμπρότητες συναναφαίνουσιν ἑαυταῖς καὶ τοὺς βίους τῶν περιβλέπτων· καὶ στρατιῶται μὲν ὡς τὰ πολλὰ τοῖς στρατοπεδάρχαις ἐξομοιοῦνται· οἱ δὲ ἐν
passions, and even unto grey hair itself abide in their sins through habit of evil. For just as swine wallowing in mire ever plaster mud onto themselves, so these men day by day wipe off onto themselves the shame that comes from pleasure. Blessed indeed is it not to conceive evil in mind; but if through a sudden seizure of the enemy you have admitted counsels of ungodliness into your soul, do not stand upon sin. And if you have suffered even this, do not become settled in evil. Do not, therefore, sit down upon the seat of pestilent men. If you have understood what sort of seat the Word means—that it speaks of persistent sitting beside evil—examine next whom it has named "pestilent men". Those skilled in such matters say that pestilence, once it touches a single man or beast, spreads by transmission unto all who come near; for such, they say, is the nature of the disease, that all infect one another with the sickness. Of such a sort also are certain workers of iniquity. For imparting the disease one to another, they are sick together with one another, and perish together. Or do you not see the fornicators sitting in the marketplace, mocking those who live soberly, recounting their own deeds of shame, the pursuits of darkness, and enumerating the passions of dishonour as deeds of prowess or certain other manly feats? These are the pestilent men, who strive contentiously to bring their own evil upon all, and are ambitious for many to become like themselves, so that in the fellowship of evils they may escape reproach. For neither is it possible for fire, once it has touched easily kindled fuel, not to pass over all of it, especially if it happens upon a favouring wind carrying the flame across; nor for sin, once it has touched one person, not to pass through unto all who come near, when the spirits of wickedness fan it into flame. For the spirit of fornication cannot bear that dishonour should stop at one man, but straightway comrades of like age are swept along with him: revels, and bouts of drunkenness, and shameful tales; a courtesan drinking with them, smiling at this one, provoking that one, and inflaming them all together towards the same sin. Is this pestilence small, or is the transmission of evil small? What too of him who envies the covetous man, or him who out of some other wickedness is invested with some conspicuous civil power, or holds command over nations, or rules over armies, and then wallows in the most shameful passions—has he not welcomed the pestilence into his very soul, making the evil of the man he envies his own? For the splendours of life display along with themselves the lives of prominent men as well; and soldiers for the most part assimilate themselves to their commanders, while in
PG 29:228Read from the page
ταῖς πόλεσι δῆμοι ζηλοῦσι τοὺς ἐν δυνάμει. Καὶ ὅλως, ἐπειδὰν τὸ τοῦ ἑνὸς κακὸν μιμήσεως ἄξιον τοῖς πολλοῖς νομισθῇ, οἰκείως καὶ προσηκόντως λεχθήσεται λοιμός τις ψυχῶν ἐπιπολάζειν τῷ βίῳ. Τὸ γὰρ ἐν κακίᾳ περίβλεπτον πολλοὺς τῶν εὐολισθήτων εἰς τὸν ὅμοιον ζῆλον ἐφέλκεται. Ἐπεὶ οὖν ἄλλος ἐξ ἄλλου τῆς φθορᾶς ἀναπίμπλαται, λοιμώσσειν τὰς ψυχὰς οἱ τοιοῦτοι λεγέσθωσαν. Μὴ τοίνυν καθίσῃς ἐπὶ καθέδρας λοιμῶν, ἢ μὴ μετάσχῃς συνεδρίου ἀνθρώπων φθορέων καὶ λυμεώνων, ἢ μὴ ἐναπομείνῃς τοῖς κακῶς βουλευθεῖσιν. Ἀλλ' ὁ μὲν λόγος ἔτι ἐν προοιμίοις, τὸ δὲ πλῆθος ὁρῶ τὴν συμμετρίαν ἐκβαῖνον· ὡς μήτε ὑμῖν ῥᾳδίαν εἶναι τῶν πλειόνων τὴν φυλακὴν, μήτε ἐμοὶ τὴν διακονίαν τοῦ λόγου, διὰ τὴν σύντροφον ἀσθένειαν τῆς φωνῆς ἡμᾶς ἐπιλειπούσης. Εἰ δὲ καὶ ἀτελῶς εἴρηται τὰ εἰρημένα, τοῦ μὲν κακοῦ τῆς φυγῆς ὑποδειχθείσης, τῆς δὲ διὰ τῶν ἀγαθῶν ἔργων τελειώσεως παρεθείσης, ὅμως εὐγνώμοσιν ἀκοαῖς παραθέμενοι τὰ παρόντα, ἐπαγγελλόμεθα, Θεοῦ διδόντος, ἀναπληρώσειν καὶ τὰ λειπόμενα, ἐάν γε μὴ τὴν παντελῆ λοιπὸν ὑπέλθωμεν σιωπήν. Παράσχοι δὲ ὁ Κύριος καὶ ἡμῖν τῶν εἰρημένων μισθὸν, καὶ ὑμῖν καρπὸν ὧν ἠκούσατε, χάριτι τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
cities the common people emulate those in power. And in general, whenever the evil of one man is accounted by the many worthy of imitation, a pestilence of souls will fitly and suitably be said to prevail in life. For distinction in vice draws many of those who slip easily into the like zeal. Since, then, one man is infected with corruption from another, let such men be said to plague souls with pestilence. Do not, therefore, sit upon a seat of pestilent men, nor take part in an assembly of corrupting and destructive men, nor abide in things wickedly resolved upon. Yet our discourse is still in its prefaces, while I behold its bulk exceeding due proportion, so that neither is it easy for you to retain more, nor for me to minister the word, as our voice fails us through congenital weakness. Even if what has been spoken has been stated incompletely—since flight from evil has been shown, whereas perfection through good works has been left aside—nevertheless, having set present matters before grateful ears, we promise, God granting it, to supply what remains as well, provided at least we do not hereafter pass into complete silence. And may the Lord grant both to us a reward for the things spoken, and to you fruit from what you have heard, by the grace of His Christ, for to Him belong glory and dominion unto the ages of ages. Amen.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ.
By the Same, on the Seventh Psalm.
Ψαλμὸς τῷ Δαβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.
A Psalm for David, which he sang to the Lord concerning the words of Chusi the son of Iemenei.
1. Δοκεῖ πως ἐναντίως ἔχειν πρὸς τὴν ἐν ταῖς Βασιλείαις ἱστορίαν, ἔνθα τὰ περὶ τοῦ Δαβὶδ ἀναγέγρα-
1. Somehow there seems to stand in opposition towards the history in Kingdoms, where the matters concerning David have been