Migne Reading Room

PG 29 · cols. 212–221 · Read from the page

Homily on Psalm 1

Homily on Psalm 1

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:212Read from the page
γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἄλλα μὲν οὖν προφῆται παιδεύουσι, καὶ ἄλλα ἱστορικοὶ, καὶ ὁ νόμος ἕτερα, καὶ ἄλλα τὸ εἶδος τῆς παροιμιακῆς παραινέσεως. Ἡ δὲ τῶν Ψαλμῶν βίβλος τὸ ἐκ πάντων ὠφέλιμον περιείληφε. Προφητεύει τὰ μέλλοντα· ἱστορίας ὑπομιμνήσκει· νομοθετεῖ τῷ βίῳ· ὑποτίθεται τὰ πρακτέα· καὶ ἁπαξαπλῶς κοινὸν ταμιεῖόν ἐστιν ἀγαθῶν διδαγμάτων, τὸ ἑκάστῳ πρέςφορον κατὰ τὴν ἐπιμέλειαν ἐξευρίσκουσα. Τά τε γὰρ παλαιὰ τραύματα τῶν ψυχῶν ἐξιᾶται, καὶ τῷ νεοτρώτῳ ταχεῖαν ἐπάγει τὴν ἐπανόρθωσιν, καὶ τὸ νενοσηκὸς περιποιεῖται, καὶ τὸ ἀκέραιον διασώζει· καὶ ὅλως ἐξαιρεῖ τὰ πάθη, καθ' ὅσον οἷόν τε, τὰ ποικίλως ταῖς ψυχαῖς ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυναστεύοντα· καὶ τοῦτο μετά τινος ψυχαγωγίας ἐμμελοῦς καὶ ἡδονῆς σώφρονα λογισμὸν ἐμποιούσης. Ἐπειδὴ γὰρ εἶδε τὸ Πνεῦμα τὸ ἅγιον δυσάγωγον πρὸς ἀρετὴν τὸ γένος τῶν ἀνθρώπων, καὶ διὰ τὸ πρὸς ἡδονὴν ἐπιῤῥεπὲς τοῦ ὀρθοῦ βίου καταμελοῦντας ἡμᾶς· τί ποιεῖ; Τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑποδεξώμεθα· κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ, τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσι. Διὰ τοῦτο τὰ ἐναρμόνια ταῦτα μέλη τῶν ψαλμῶν ἡμῖν ἐπινενόηται, ἵνα οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Οὔτε γὰρ ἀποστολικόν τις οὔτε προφητικὸν παράγγελμα τῶν πολλῶν καὶ ῥαθύμων ῥᾳδίως ποτὲ τῇ μνήμῃ κατασχὼν ἀπῆλθε· τὰ δὲ τῶν ψαλμῶν λόγια καὶ κατ' οἶκον μελῳδοῦσι, καὶ ἐπὶ τῆς ἀγορᾶς περιφέρουσι· καί πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπὸ θυμοῦ, ἐπειδὰν ἄρξηται τῷ ψαλμῷ κατεπᾴδεσθαι, ἀπῆλθεν εὐθὺς, τὸ ἀγριαῖον τῆς ψυχῆς τῇ μελῳδίᾳ κατακοιμίσας.
for, it says, will put an end to great sins. Now prophets teach some things, and historians others, and the law yet others, and the form of proverbial exhortation others again. Yet the Book of Psalms has comprehended what is profitable out of them all. It prophesies things to come; it calls history to mind; it frames laws for life; it suggests what things are to be done; and, in a word, it is a common treasury of good teachings, carefully discovering what is fitting for each person. For it heals completely the old wounds of souls, and brings swift restoration to one newly wounded; it tends what is diseased, and preserves what is unharmed; and on the whole it removes, so far as may be, the passions that in manifold ways lord it over souls in the life of men; and this with a certain tuneful winning of the soul and a pleasure that engenders temperate thought. For since the Holy Spirit saw the race of men hard to lead towards virtue, and us neglecting the upright life because of our proneness towards pleasure, what does He do? He mingled the delight from melody into the doctrines, so that through the gentleness and smoothness of the hearing we might unawares receive the benefit from the words: just like wise physicians, who, when giving the more bitter medicines to squeamish patients to drink, oftentimes smear the cup round with honey. On this account these harmonious melodies of the psalms have been devised for us, so that those who are children in age, or even wholly youthful in character, while in appearance singing a melody, may in truth have their souls educated. For hardly anyone among the negligent multitude has ever gone away easily retaining in memory either an apostolic or a prophetic precept; whereas the oracles of the psalms they chant at home and carry round in the marketplace; and if perchance someone among those grown utterly savage through wrath begins to be charmed by the psalm, straightway he departs having lulled to sleep the fierceness of his soul by the melody.
2. Ψαλμὸς γαλήνη ψυχῶν, βραβευτὴς εἰρήνης, τὸ θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων. Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον, τὸ δὲ ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς, ἕνωσις διεστώτων, ἐχθραινόντων διαλλακτήριον. Τίς γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ' οὗ μίαν ἀφῆκε πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται, οἱονεὶ σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπινοήσασα, καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον, τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις ἀσφάλεια, ἀκμάζουσιν ἐγκαλλώπισμα, πρεσβυτέροις παρηγορία, γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρη-
2. A psalm is a calm of souls, an arbiter of peace, stilling the tumult and surging of thoughts. For it softens the wrathful part of the soul, and chastens what is intemperate. A psalm is a gatherer of friendship, a union of the separated, a reconciliation of those at enmity. For who can any longer account as an enemy him with whom he has sent forth one voice towards God? So that psalmody also provides the greatest of good things, love, having devised singing together as a kind of bond towards unity, and fitting the people together into the concord of a single choir. A psalm puts demons to flight, and brings in the help of angels; it is a weapon in nightly fears, a rest from daily labours; safety for infants, an ornament for those in their prime, comfort for elders, a most fitting adornment for women. The wilder-
Notes, col. 212

On the reading

Printed πρέςφορον, for πρόσφορον.

PG 29:213Read from the page
μίας οἰκίζει, τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομένοις στοιχείωσις, προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα, Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει, οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ. Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον, τὸ οὐράνιον πολίτευμα, τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου, ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! ὅθεν καὶ μᾶλλόν πως ἐντυποῦται ταῖς ψυχαῖς τὰ διδάγματα. Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν, τὰ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενα μονιμώτερόν πως ταῖς ψυχαῖς ἡμῶν ἐνιζάνει. Τί γὰρ οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρίας τὸ μεγαλοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ σωφροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέλειον; οὐ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα; οὐχ ὅ τι ἂν εἴποις τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδημίας Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς, φόβος κολάσεως, ἐπαγγελίαι δόξης, μυστηρίων ἀποκαλύψεις· πάντα, ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμιείῳ, τῇ βίβλῳ τῶν Ψαλμῶν τεθησαύρισται, ἣν, πολλῶν ὄντων ὀργάνων μουσικῶν, πρὸς τὸ λεγόμενον ψαλτήριον ἥρμοσεν ὁ προφήτης, τὴν ἄνωθεν, ἐμοὶ δοκεῖν, ἐνηχοῦσαν αὐτῷ χάριν παρὰ τοῦ Πνεύματος ἐνδεικνύμενος, διότι τοῦτο μόνον τῶν μουσικῶν ὀργάνων την αιτίαν τῶν φθόγγων ἐκ τῶν ἄνωθεν ἔχει. Τῇ κιθάρᾳ μὲν γὰρ καὶ τῇ λύρᾳ κάτωθεν ὁ χαλκὸς ὑπηχεῖ πρὸς τὸ πλῆκτρον· τὸ ψαλτήριον δὲ τοῦτο τῶν ἁρμονικῶν ῥυθμῶν ἄνωθεν ἔχει τὰς ἀφορμάς· ἵνα καὶ ἡμεῖς τὰ ἄνω ζητεῖν μελετῶμεν, καὶ μὴ τῇ ἡδονῇ τοῦ μέλους ἐπὶ τὰ τῆς σαρκὸς πάθη καταφερώμεθα. Κἀκεῖνο δὲ οἶμαι τὸν προφητικὸν λόγον βαθέως ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργάνου κατασκευῆς ἐνδεδεῖχθαι, ὅτι οἱ ἐμμελεῖς καὶ εὐάρμοστοι τὰς ψυχὰς ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω πορείαν. Ἴδωμεν δὲ λοιπὸν καὶ τὴν ἀρχὴν τῶν Ψαλμῶν.
nesses it settles, the marketplaces it sobers; for beginners it is elementary instruction, for those advancing an increase, for those being perfected a firm support, the voice of the Church. This brightens feast days; this creates sorrow according to God. For a psalm calls forth a tear even from a heart of stone; a psalm is the work of angels, the heavenly commonwealth, the spiritual incense. O the wise contrivance of the Teacher, devising that we should at once sing and learn the things that are profitable! Whence the teachings too are somehow imprinted all the more upon our souls. For a lesson forced by compulsion does not naturally abide, whereas things that slip in with delight and grace settle somehow more lastingly into our souls. For what might you not learn from hence? Not the magnificence of courage? Not the exactness of justice? Not the dignity of temperance? Not the perfection of prudence? Not the manner of repentance? Not the measures of patience? Not whatever good thing you might name? Here is perfect theology, foretelling of Christ's sojourn in the flesh, threat of judgement, hope of resurrection, fear of punishment, promises of glory, unveilings of mysteries: all things, as though in some great and common treasury, have been treasured up in the Book of Psalms, which, there being many musical instruments, the prophet fitted to that called the psaltery, indicating, as it seems to me, the grace resounding in it from above from the Spirit, because this alone among musical instruments has the cause of its sounds from the parts above. For in the cithara and the lyre the bronze sounds in answer from below towards the plectrum; whereas this psaltery has the sources of its harmonic rhythms from above, so that we too may practise seeking the things above, and not be borne down by the pleasure of the melody towards the passions of the flesh. And this too I suppose the prophetic word has deeply and wisely shown to us through the construction of the instrument, that those who are harmonious and well-ordered in their souls have an easy journey upwards. Let us now behold the beginning of the Psalms as well.
3. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῄ ἀσεβῶν. Οἰκοδόμοι μὲν οὖν μεγέθη κατασκευασμάτων εἰς ὕψος αἴροντες, ἀναλογοῦντας τῷ ὕψει τοὺς θεμελίους ὑποβάλλονται· καὶ ναυπηγοὶ, μυριοφόρον συμπηγνύντες ὁλκάδα, συμβαίνουσαν τῷ βάρει τῶν ἀγωγίμων τὴν τρόπιν πήγνυνται. Καὶ ἐν τῇ γενέσει τῶν ζώων ἡ καρδία πρώτη καταβληθεῖσα παρὰ τῆς φύσεως, ἀναλογοῦσαν τῷ μέλλοντι συνίστασθαι ζώῳ τὴν παρὰ τῆς φύσεως λαμβάνει καταβολήν· διότι συμμέτρως ταῖς οἰκείαις ἀρχαῖς περιυφαινομένου τοῦ σώματος, αἱ κατὰ τὰ μεγέθη διαφοραὶ τῶν ζώων ἀποτελοῦνται. Ὅπερ οὖν θεμέλιος ἐν οἴκῳ, καὶ
3. Blessed is the man who has not walked in the counsel of the ungodly. Builders, then, when raising great structures to a height, lay foundations proportioned to that height; and shipwrights, when framing a merchantman of ten-thousandfold burden, fix a keel corresponding to the weight of the cargo. And in the generation of animals the heart, laid down first by nature, receives from nature a foundation proportioned to the animal that is about to be constituted; because as the body is woven round its own beginnings in due measure, the differences among animals in size are brought to pass. What a foundation is in a house, therefore, and
Notes, col. 213

On the reading

Printed την, for τὴν.

Printed αιτίαν, for αἰτίαν.

Printed βουλῄ, for βουλῇ.

PG 29:216Read from the page
ἐν πλοίῳ τρόπις, καὶ ἐν σώματι ζώου καρδία, ταύτην μοι δοκεῖ τὴν δύναμιν ἔχειν πρὸς τὴν ὅλην τῶν Ψαλμῶν κατασκευὴν [καὶ] τὸ βραχὺ τοῦτο προοίμιον. Ἐπειδὴ γὰρ πολλὰ καὶ ἐπίπονα καὶ μυρίων ἱδρώτων καὶ πόνων γέμοντα παραινεῖν μέλλει, προϊόντος τοῦ λόγου, τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς προλαβὼν ὑπέδειξε τὸ μακάριον τέλος, ἵνα τῇ ἐλπίδι τῶν ἀποκειμένων ἀγαθῶν ἀλύπως τοῦ βίου τὰ ἀλγεινὰ διαφέρωμεν. Οὕτως καὶ ὁδοιπόροις τραχεῖαν ὁδὸν πορευομένοις καὶ δύσβατον κουφίζει τὸν μόχθον ἐπιτήδειον αὐτοῖς προσδοκηθὲν καταγώγιον· καὶ ἐμπόρους ποιεῖ τῆς θαλάσσης κατατολμᾷν ἡ ἐπιθυμία τῶν ἀγωγίμων· καὶ γεωργῶν ὑποκλέπτει τοὺς πόνους ἡ τῆς ἐπικαρπίας ἐλπίς. Διὸ καὶ ὁ κοινὸς τοῦ βίου διορθωτὴς, ὁ μέγας διδάσκαλος, τὸ πνεῦμα τῆς ἀληθείας, σοφῶς καὶ ἐντέχνως τοὺς μισθοὺς προεβάλετο, ἵνα, ὑπερκύπτοντες τοὺς ἐν χερσὶ πόνους, τῇ διανοίᾳ πρὸς τὴν ἀπόλαυσιν τῶν αιωνίων ἀγαθῶν ἐπειγώμεθα. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Ἔστι μὲν οὖν τὸ κυρίως καὶ πρώτως μακαριστὸν, τὸ ἀληθινῶς ἀγαθόν. Τοῦτο δέ ἐστιν ὁ Θεός. Ὅθεν καὶ Παῦλος, ὑπόμνησιν μέλλων ποιεῖσθαι Χριστοῦ, Κατὰ τὴν ἐπιφάνειαν, φησὶ, τοῦ μακαρίου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μακάριον γὰρ τῷ ὄντι τὸ αὐτόκαλον, πρὸς ὃ πάντα ἀποβλέπει, οὗ πάντα ἐφίεται, ἡ ἄτρεπτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ ἀόχλητος ζωὴ, ἡ ἄλυπος διεξαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός. Ἀμαθεῖς δὲ ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγάθοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγίειαν, περιφάνειαν βίου· ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει· οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Τίς γὰρ δίκαιος διὰ χρήματα; τίς σώφρων διὰ ὑγίειαν; Τούναντίον μὲν οὖν, καὶ ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἕκαστον γίνεται. Μακάριος οὖν ὁ τὰ πλείστου ἄξια κεκτημένος, ὁ τῶν ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον δὲ πῶς ἐπιγνωσόμεθα; Ὅς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Καὶ πρίν γε ειπεῖν, τί τὸ μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, βούλομαι ὑμῖν τὸ ἐν τῷ τόπῳ ζητούμενον διαλῦσαι. Διὰ τί, φησὶν, ὁ προφήτης τὸν ἄνδρα μόνον ἐκλεξάμενος μακαρίζει; ἆρα μὴ τοῦ μακαρισμοῦ τὰς γυναῖκας ἀπέκλεισε; Μὴ γένοιτο! Μία γὰρ ἀρετὴ ἀνδρὸς καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ἀμφοτέροις ὁμότιμος, ὥστε καὶ ὁ μισθὸς ὁ αὐτὸς ἀμφοτέροις. Ἄκουε τῆς Γενέσεως· Ἐποίησε,
a keel in a ship, and the heart in an animal's body, this same power, it seems to me, [even] this brief prelude holds towards the whole structure of the Psalms. For since, as the discourse advances, it is about to exhort to many laborious things teeming with countless sweats and toils, anticipating this he showed the blessed end beforehand to the contestants for godliness, so that in the hope of the good things laid up in store we might bear the painful things of life without grief. Thus also for travellers journeying along a rough and hard-trodden road, a suitable lodging-place awaited lightens their toil; and desire for merchandise makes merchants brave the sea; and hope of the harvest steals away the labours of husbandmen. Wherefore also the common Reformer of life, the great Teacher, the Spirit of truth, wisely and skilfully set forth the rewards beforehand, so that, stooping past the toils in our hands, we might hasten on in mind towards the enjoyment of eternal goods. Blessed is the man who has not walked in the counsel of the ungodly. Now that which is strictly and primarily to be called blessed is that which is truly good. And this is God. Whence Paul also, when about to make mention of Christ, says: According to the appearing of the blessed God, and our Saviour Jesus Christ. For blessed in very truth is the Good itself, towards which all things look, after which all things long: the unchangeable nature, the sovereign dignity, the untroubled life, the griefless manner of existence, about which there is no alteration, which change does not touch; the gushing spring, the ungrudging grace, the inexhaustible treasure. Yet ignorant and world-loving men, not knowing the nature of that Good itself, oftentimes count blessed things worth nothing—wealth, health, splendour of life—none of which is good by its own nature, not only because it has an easy turning round towards its opposites, but because it cannot even render its possessors good. For who is righteous on account of money? Who is temperate on account of health? On the contrary, indeed, each of these oftentimes becomes even a service towards sin for those who use them ill. Blessed therefore is he who possesses the things of greatest worth, who is a partaker of the good things that cannot be taken away. And how shall we recognize this man? Who has not walked in the counsel of the ungodly. And before saying what it is not to have walked in the counsel of the ungodly, I wish to resolve for you the question raised at this passage. Why, says someone, does the prophet single out the man alone and call him blessed? Surely he has not shut women out from the beatitude? Far be it! For the virtue of man and of woman is one, since creation too is of equal honour for both, so that the reward also is the same for both. Hear Genesis: He made,
Notes, col. 216

On the reading

Printed αιωνίων, for αἰωνίων.

Printed ἀγάθοῦ, for ἀγαθοῦ.

Printed ειπεῖν, for εἰπεῖν.

PG 29:217Read from the page
φησὶ, ὁ Θεος τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ὧν δὲ ἡ φύσις μία, τούτων καὶ ἐνέργειαι αι αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ ὁ μισθὸς ὁ αὐτός. Διὰ τί οὖν, ἀνδρὸς μνησθεὶς, τὴν γυναῖκα ἀπεσιώπησεν; Ὅτι ἀρκεῖν ἡγήσατο, μιᾶς οὔσης τῆς φύσεως, ἐκ τοῦ ἡγεμονικωτέρου τὸ ὅλον ἐνδείξασθαι. Μακάριος οὖν ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Σκόπει τῶν ῥημάτων τὸ ἀκριβὲς, πῶς ἑκάστη λέξις δογμάτων πεπλήρωται. Οὐκ εἶπεν, Ὅς οὐ πορεύεται ἐν βουλῇ ἀσεβῶν, ἀλλ', Ὅς οὐκ ἐπορεύθη. Ὁ μὲν γὰρ ἐν τῷ βίῳ τυγχάνων οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Διὰ τί οὖν μακάριοι οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου; οὐ γὰρ τοὺς πορευθέντας ἐκεῖ, ἀλλὰ τοὺς ἔτι πορευομένους μακαριστοὺς ὁ λόγος τίθεται· ὅτι οἱ τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἀπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες οὐκ, ἐὰν ἅπαξ που ἢ δεύτερον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Ἐκ δὲ τῆς τοῦ λόγου ἀκολουθίας καὶ ἕτερον ἡμῖν ἄπορογ ἀνεφάνη. Διὰ τί οὐχὶ τὸν κατορθοῦντα τὴν ἀρετὴν μακαρίζει, ἀλλὰ τὸν μὴ πεποιηκότα τὴν ἁμαρτίαν; Οὕτως γὰρ καὶ ἵππος, καὶ βοῦς, καὶ λίθος μακαρισθήσεται. Ποῖον γὰρ ἄψυχον ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν; ἢ ποῖον ἄλογον ἐπὶ καθέδρᾳ λοιμῶν ἐκάθισε; Μικρὸν μὲν οὖν ἀναμείνας, εὑρήσεις τὸ ἴαμα. Ἐπάγει γάρ· Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Θείου δὲ νόμου μελέτη ἐπὶ τὸν λογικὸν μόνον πίπτει. Ἡμεῖς δὲ κἀκεῖνο λέγομεν, ὅτι ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.
it says, God [made] man; according to the image of God He made him; male and female He made them. Now those whose nature is one, their activities too are the same; and those whose work is equal, their reward too is the same. Why then, having made mention of the man, did he pass over the woman in silence? Because he judged it sufficient, since their nature is one, to indicate the whole from the more authoritative part. Blessed therefore is the man who has not walked in the counsel of the ungodly. Consider the exactness of the words, how each expression is filled with doctrines. He did not say, Who does not walk in the counsel of the ungodly, but, Who has not walked. For one who is still in this life is not yet to be called blessed, on account of the uncertainty of the outcome; whereas he who has fulfilled the duties that fall to him, and has closed his life with an indisputable end, this man is already safely called blessed. Why then are those blessed who walk in the law of the Lord? For there the word sets down as blessed not those who have walked, but those who are still walking: because those who work what is good possess what is acceptable in the very work itself; whereas those who flee what is evil are praiseworthy not if perchance once or a second time they turn aside from sin, but if they are able to escape the experience of evil altogether. And out of the sequence of the discourse another difficulty also came to light for us. Why does he not call blessed him who achieves virtue, rather than him who has not committed sin? For in that way a horse too, and an ox, and a stone will be called blessed. For what inanimate thing ever stood in the way of sinners, or what irrational creature ever sat upon the seat of pestilences? Waiting a little while, then, you will find the remedy. For he adds: Rather, his will is in the law of the Lord. Now meditation upon the divine law falls to the rational being alone. And we say that thing too, that the beginning towards taking up good things is withdrawal from evil things. For turn aside from evil, it says, and do good.
4. Σοφῶς οὖν καὶ ἐντέχνως προσάγων ἡμᾶς εις ἀρετὴν, τὴν ἀναχώρησιν τῆς κακίας ἀρχὴν ἐποιήσατο τῶν καλῶν. Ει γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Κλίμακι γὰρ προσεοικέναι φαίην ἂν ἔγωγε τῆς εὐσεβείας τὴν ἄσκησιν· κλίμακι ἐκείνῃ, ἣν εἶδέ ποτε ὁ μακάριος Ἰακώβ. ἧς τὰ μὲν ἦν πρόσγειά τε καὶ χαμαίζηλα, τὰ δὲ ὑπὲρ αὐτὸν ἤδη τὸν οὐρανὸν ἀνετείνετο. Ὥστε δεῖ τοὺς εἰσαγομένους πρὸς τὸν κατ' ἀρετὴν βίον τοῖς πρώτοις βαθμοῖς ἐπιβάλλειν τὸ ἴχνος, κἀκεῖθεν ἀεὶ τῶν ἐφεξῆς ἐπιβαίνειν, ἕως ἂν πρὸς τὸ ἐφικτὸν ὕψος τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς κατ' ὀλίγον προκοπῆς ἀναβῶσιν. Ὥσπερ οὖν ἐπὶ τῆς
4. Wisely and skilfully leading us on towards virtue, therefore, he made withdrawal from vice the beginning of good things. For if he had set things perfect before you straightway, you would have shrunk back towards the undertaking; whereas now he accustoms you to things easier to grasp, so that you may venture boldly upon what follows. For I for my part would say that the practice of godliness resembles a ladder—that ladder which the blessed Jacob once saw, part of which was near the earth and low-lying, while the other part stretched up already above heaven itself. So that those being introduced towards the life according to virtue must set their footstep upon the first steps, and from thence ever mount the next ones in turn, until through progress little by little they ascend towards the height attainable by human nature. Just as, therefore, in the case of the
Notes, col. 217

On the reading

Printed Θεος, for Θεὸς.

Printed αι, for αἱ.

Printed ἄπορογ, for ἄπορον.

Printed εις, for εἰς.

Printed Ει, for Εἰ.

PG 29:220Read from the page
κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς ὁ χωρισμὸς τοῦ κακοῦ. Ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα· οἷον, Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις. Ἀργίας τούτων ἕκαστον καὶ ἀκινησίας δεῖται. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· καὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ, Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο, ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, καὶ ψυχῆς ἤδη νεανικῆς δεόμενα πρὸς κατόρθωσιν. Ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. Τρία δὲ προέβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν, μὴ καθεσθῆναι ἐπὶ καθέδρας λοιμῶν. Τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, τὴν τάξιν ταύτην τοῖς εἰρημένοις ἐπέθηκεν. Βουλευόμεθα γὰρ πρότερον, εἶτα ἱστῶμεν τὸ βούλευμα, εἶτα τοῖς βουλευθεῖσιν ἐναπομένομεν. Πρώτως οὖν μακαριστὸν τὸ ἐν τῇ διανοίᾳ ἡμῶν καθαρὸν, ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τὸ ἐν καρδίᾳ βούλευμα. Ἡ γὰρ μοιχεία, ἐν τῇ ψυχῇ τοῦ φιληδόνου πρῶτον ἀναφλεχθεῖσα, οὕτω τὴν διὰ τοῦ σώματος φθορὰν ἀπεργάζεται. Ὅθεν καὶ ὁ Κύριός φησιν ἔνδοθεν εἶναι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
a ladder the first step up is withdrawal from the ground, so in the way of life that is according to God, the beginning of progress is separation from evil. Now altogether, every abstention from action is easier than even an ordinary deed; for instance, "You shall not murder; you shall not commit adultery; you shall not steal." Each of these requires mere inaction and stillness. "You shall love your neighbour as yourself"; and, "Sell your possessions, and give to the poor"; and, "If anyone compels you to go one mile, go with him two"—these are activities befitting athletes, and needing a soul already vigorous towards their accomplishment. Marvel, therefore, at the wisdom of Him Who through things easier and more readily grasped leads us on towards perfection. And He set before us three things worthy of our guard: not to walk in the counsel of the ungodly, not to stand in the way of sinners, not to sit upon the seat of pestilent men. Following the nature of things, He imposed this order upon the words spoken. For first we deliberate, next we establish our resolve, and then we abide in the things resolved upon. Primarily, therefore, purity in our mind is to be pronounced blessed, since the resolve in the heart is the root of the activities carried out through the body. For adultery, having first been kindled in the soul of the pleasure-lover, thus works out corruption through the body. Hence the Lord also says that the things which defile a man come from within.
Ἐπειδὴ δὲ ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία, μὴ γένοιτο δέξασθαι ἡμᾶς ἐξ ἀπιστίας ποτὲ ἀμφιβολίαν περὶ Θεοῦ! Τοῦτο γάρ ἐστι τὸ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ἆρα ἔστι Θεὸς κυβερνῶν τὰ σύμπαντα; ἆρα ἔστι Θεὸς ἐν οὐρανῷ, οἰκονομῶν τὰ καθ' ἕκαστον; ἆρα κρίσις; ἆρα ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ; Διὰ τί οὖν δίκαιοι πένονται, καὶ ἁμαρτωλοὶ πλουτοῦσιν; οὗτοι ἀσθενοῦσι, κἀκεῖνοι ἔῤῥωνται; οὗτοι ἄτιμοι, κἀκεῖνοι ἔνδοξοι; Μήποτε αὐτομάτως ὁ κόσμος φέρεται, καὶ συντυχίαι τινὲς ἄλογοι ἀτάκτως ἑκάστῳ ἀποκληροῦσι τοὺς βίους; Ἐὰν ταῦτα διανοηθῇς, ἐπορεύθης ἐν βουλῇ ἀσεβῶν. Μακάριος οὖν ὃς οὐκ ἔλαβε περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας περὶ τὰ παρόντα, ἀλλ' ἀναμένων τὰ προσδοκώμενα· ὃς οὐκ ἔσχε περὶ τοῦ κτίσαντος ἡμᾶς ὑπόληψιν ἄπιστον. Μακάριος δὲ κἀκεῖνος, ὃς ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. Ὁδὸς μὲν οὖν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθάνωνται, ἀλλ' ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπείγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέοντος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Οἷον, καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγορας, καὶ ἄσχολος εἶ
Now since sin against God is properly called ungodliness, far be it from us ever to admit out of unbelief any doubt concerning God! For this is what it is "to walk in the counsel of the ungodly", if you say in your heart: Is there a God governing the universe? Is there a God in heaven, administering each particular thing? Is there judgement? Is there a recompense for each man according to his work? Why then are righteous men poor, while sinners grow rich? Why are these weak, while those enjoy robust health? Why are these dishonoured, while those are held in glory? Perhaps the world is borne along of its own accord, and certain irrational chances disorderly allot to each man his life? If you ponder these things, you have walked in the counsel of the ungodly. Blessed, therefore, is he who has entertained no hesitation concerning God, who has not lost heart over things present, but awaits the things hoped for; who has held no unbelieving supposition concerning Him Who created us. And blessed also is that man who has not stood in the way of sinners. Now life has been called a "way" because of the haste of everyone born towards his end. For just as those sleeping on board ships are borne of themselves by the wind towards harbours, and even though they themselves do not perceive it, yet the course hastens them towards the end; so we too, as the time of our life flows past, are hurried along as if by some continuous and unceasing motion, each towards his own limit, by the unperceived course of our life. For example, you sleep, and time runs past you; you are awake, and are occupied
PG 29:221Read from the page
τὴν διάνοιαν· ἀλλ' ὅμως ἡ ζωὴ δαπανᾶται, κἂν τὴν αἴσθησιν ἡμῶν διαφεύγῃ. Δρόμον οὖν τινα τρέχομεν πάντες ἄνθρωποι, πρὸς τὸ οἰκεῖον τέλος ἕκαστος ἐπειγόμενοι· διὰ τοῦτο πάντες ἐσμὲν ἐν ὁδῷ. Καὶ οὕτω δ' ἂν λάβοις τῆς ὁδοῦ τὴν ἔννοιαν. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατόπιν σου γίνεται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν, ἢ πόαν ἢ ὕδωρ, ἢ ὅ τι ἂν τύχῃ τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις, καὶ φάραγξι, καὶ κρημνοῖς, καὶ σκοπέλοις, καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἠνιάθης, εἶτα κατέλιπες. Τοιοῦτος ὁ βίος, οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Ἡ ὁδὸς οὐκ ἔστι σὴ, ἀλλ' οὐδὲ τὰ παρόντα σά. Ἐπὶ τῶν ὁδευόντων, ὁμοῦ τε ὁ πρῶτος τὸ ἴχνος ἐκίνησε, καὶ εὐθὺς ὁ μετ' αὐτὸν τὴν βάσιν ἤνεγκε, καὶ μετ' ἐκεῖνον ὁ ἐφεπόμενος.
in mind; yet none the less life is being spent, even if it escapes our perception. All we human beings, therefore, are running a certain race, each hastening towards his own end; for this reason we are all on a way. And thus too you might grasp the notion of the way. As a wayfarer you have set foot upon this life; you pass everything by, everything comes to be behind you. You saw along the way a plant, or grass or water, or whatever else happens to be worthy of beholding; you took delight for a little while, then ran past. Again you came upon stones, and ravines, and precipices, and crags, and stakes, or perhaps even wild beasts, and reptiles, and thorns, and certain other troublesome things; you were distressed for a little while, then left them behind. Such is life, possessing neither its pleasant things as permanent, nor its painful things as lasting. The way is not yours, nor even are present things yours. Among travellers, no sooner has the first shifted his footprint than straightway the one after him has planted his step there, and after him the one following.
5. Σκόπει δὲ καὶ τὰ τοῦ βίου εἰ μὴ παραπλήσια. Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ' ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; Πόσα ἤδη ὀνόματα ἀφ' οὗ γέγονε τούτων ἕκαστον ἤμειψε! Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον· πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ' οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Μακάριος οὖν ὃς ἐπὶ τῆς ὁδοῦ τῶν ἁμαρτωλῶν οὐκ ἔστη. Τὸ δὲ, Οὐκ ἔστη, τί ἐστιν; Ἔτι ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ (ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκατέρας)· ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Ἐπανατέλλουσι γὰρ λογισμοὶ πονηροὶ, ἐκ τῶν παθῶν τῆς σαρκὸς ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. Τῷ ὄντι γὰρ ἐλθοῦσα ἡ ἐντολὴ, τουτέστιν ἡ διάγνωσις τῶν καλῶν, ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ, ἀλλὰ συγχωρήσῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμόν· ἀνέζησε μὲν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς, νεκρὸς γενόμενος τοῖς παραπτώμασι. Μακάριος οὖν ὁ μὴ ἐγχρονίσας τῇ ὁδῷ τῶν ἁμαρτανόντων, ἀλλὰ λογισμῷ βελτίονι πρὸς τὴν εὐσεβῆ πολιτείαν μεταπηδήσας. Δύο γάρ εἰσιν ὁδοὶ ἐναντίαι ἀλλήλαις· ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη. Καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπιστρέφειν ἐπιχειρῶν. Ἔχει οὖν ἡ μὲν λεία ὁδὸς καὶ πρανὴς ὁδηγὸν ἀπατηλὸν, δαίμονα πονηρὸν, δι' ἡδονῆς πρὸς τὴν ἀπώλειαν τοὺς ἑπομένους ἐπισυρόμενον· ἡ δὲ τραχεῖα καὶ ἀνάντης ἄγγελον ἀγαθὸν, διὰ τῶν ἐπιπόνων τῆς ἀρετῆς πρὸς τὸ μακάριον
5. Consider also whether the affairs of life are not similar. Today you tilled the land, and tomorrow another will, and after him yet another. Do you see these fields and costly houses? How many names has each of these already exchanged since it came into being! It was said to belong to so-and-so, then its name was changed to another's; it passed over to so-and-so, then now it is called someone else's. Is not our life, then, a way, taking on first one and then another at different times, and having everyone following one after another? "Blessed, therefore, is he who has not stood in the way of sinners." Now what is meant by "has not stood"? While we human beings are still in our earliest age, we are neither in vice nor in virtue (for that age is incapable of either habit); but once our reason has reached its fullness, then what is written comes to pass: "When the commandment came, sin sprang to life, and I died." For evil thoughts rise up, engendered in our souls out of the passions of the flesh. Indeed, when the commandment has come—that is, the discernment of things good—if it does not prevail over the worse thought, but permits reason to be enslaved by the passions, sin has sprung to life, while the mind has died, having become dead through trespasses. Blessed, therefore, is he who has not lingered in the way of those who sin, but by a better reasoning has leapt over towards the godly way of life. For there are two ways opposed to one another: the one broad and spacious, the other narrow and straitened. And there are two guides, each attempting to turn [us] towards himself. Thus the smooth and downhill way has a deceitful guide, an evil demon, dragging those who follow him down through pleasure towards destruction; whereas the rough and uphill way has a good angel, through the toils of virtue towards the blessed