Migne Reading Room

PG 29 · cols. 120–129 · Read from the page

Hexaemeron, Homily 6: On the making of the lights

Hexaemeron, Homily 6: On the making of the lights

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:120Read from the page
σκευαῖς ἐλαττούμενον, τῇ δὲ τοῦ λόγου περιουσίᾳ πρὸς οὐρανὸν αὐτὸν ὑπεραρθῆναι δυνάμενον. Ἐὰν ταῦτα μάθωμεν, ἑαυτοὺς ἐπιγνωσόμεθα, Θεὸν γνωρίσομεν, τὸν κτίσαντα προσκυνήσομεν, τῷ Δεσπότῃ δουλεύσομεν, τὸν Πατέρα δοξάσομεν, τὸν τροφέα ἡμῶν ἀγαπήσομεν, τὸν εὐεργέτην αἰδεσθησόμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης καὶ τῆς μελλούσης προσκυνοῦντες οὐκ ἀπολήξομεν, τὸν δι' οὗ παρέσχετο ἤδη πλούτου καὶ τὰ ἐν ἐπαγγελίαις πιστούμενον, καὶ τῇ πείρᾳ τῶν παρόντων βεβαιοῦντα ἡμῖν τὰ προσδοκώμενα. Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕτω καλὰ, ποταπὰ τὰ ἀόρατα; Εἰ οὐρανοῦ μέγεθος μέτρον ἀνθρωπίνης διανοίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα νοῦς ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς, οὕτω μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν· τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει· εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι;
ments falling short, yet by the abundance of reason able to be raised aloft unto heaven itself. If we learn these things, we shall come to know ourselves, we shall know God, we shall worship the Creator, we shall serve the Master, we shall glorify the Father, we shall love our Nourisher, we shall reverence our Benefactor, we shall not cease worshipping the Author of our life both present and to come, Him Who through the wealth He has already granted gives assurance even of the things in His promises, and by the experience of things present confirms for us the things awaited. For if temporal things are such, of what sort are the eternal? And if things seen are so fair, of what sort are the unseen? If the magnitude of heaven exceeds the measure of human thought, what mind then will be able to trace out the nature of eternal things? If the sun, which is subject to corruption, is so fair, so great, swift to move yet rendering its circuits well-ordered, having its magnitude proportioned to the universe so as not to exceed its due ratio towards the whole, and by the beauty of its nature shining forth in creation like some clear eye; if the sight of this is insatiable, of what sort in beauty is the Sun of righteousness? If it is a loss for a blind man not to behold this sun, how great a loss is it for the sinner to be deprived of the true Light?
2. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς· ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Οὐρανὸς προειλήφει καὶ γῆ· τὸ φῶς ἐπὶ τούτοις δεδημιούργητο· ἡμέρα καὶ νὺξ διεκέκριτο· πάλιν στερέωμα, καὶ ξηρᾶς φανέρωσις. Τὸ ὕδωρ συνήθροιστο εἰς συνεστηκυῖαν καὶ ἀφωρισμένην συναγωγήν. Ἡ γῆ πεπλήρωτο τοῖς οἰκείοις γεννήμασι, τά τε μυρία γένη τῶν βοτανῶν ἐκβλαστήσασα, καὶ παντοδαποῖς εἴδεσι φυτῶν εὐθηνουμένη. Ἥλιος δὲ οὔπω ἦν καὶ σελήνη, ἵνα μήτε φωτὸς ἀρχηγὸν καὶ πατέρα τὸν ἥλιον ὀνομάσωσι, μήτε τῶν ἐκ τῆς γῆς φυομένων δημιουργὸν οἱ τὸν Θεὸν ἀγνοήσαντες ἡγήσωνται. Διὰ τοῦτο τετάρτη ἡμέρα· καὶ τότε εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Ὅταν τὸν εἰπόντα διδαχθῇς, εὐθὺς τῇ ἐννοίᾳ σύναπτε τὸν ἀκούσαντα. Εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες, καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας. Τίς εἶπε, καὶ τίς ἐποίησεν; Οὐκ ἐννοεῖς ἐν τούτοις τὸ διπλοῦν τῶν προσώπων; Πανταχοῦ τῇ ἱστορίᾳ τὸ δόγμα τῆς θεολογίας μυστικῶς συμπαρέσπαρται. Καὶ ἡ χρεία πρόσκειται τῆς τῶν φωστήρων γενέσεως· Εἰς φαῦσιν, φησὶν, ἐπὶ τῆς γῆς. Εἰ προειλήφει τοῦ φωτὸς ἡ γένεσις, πῶς νῦν ὁ ἥλιος πάλιν εἰς φαῦσιν λέγεται γεγονέναι; Πρῶτον μὲν οὖν τῆς λέξεως τὸ ἰδιότροπον μηδένα σοι κινείτω γέλωτα,
2. And God said: Let there be luminaries in the firmament of heaven for illumination upon the earth, so as to divide between the day and between the night. Heaven and earth had gone before; after these, light had been fashioned; day and night had been parted; again, the firmament, and the manifestation of the dry land. The water had been gathered into a consistent and bounded gathering. The earth had been filled with its own offspring, having sprouted forth myriad kinds of herbs and flourishing with all manner of species of plants. Yet sun and moon were not yet, lest those ignorant of God should call the sun the author and father of light, or deem it the maker of the things growing out of the earth. Wherefore came the fourth day; and then God said: Let there be luminaries in the firmament of heaven. Whenever you are taught Him Who spoke, straightway join in your thought Him Who heard. God said: Let there be luminaries, and God made the two luminaries. Who spoke, and Who made? Do you not perceive in these words the duality of the Persons? Everywhere the doctrine of theology has been mystically sown alongside the narrative. And the need for the generation of the luminaries is added: For illumination, it says, upon the earth. If the generation of light had gone before, how is the sun now said again to have come into being for illumination? First of all, then, let the peculiarity of the expression stir no laughter in you,
PG 29:121Read from the page
εἴπερ μὴ ἑπόμεθα ταῖς παρ' ὑμῖν ἐκλογαῖς τῶν ῥημάτων, μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμον ἐπιτηδεύομεν. Οὐ γὰρ τορευταὶ λέξεων παρ' ἡμῖν· οὐδὲ τὸ εὔηχον τῶν φωνῶν, ἀλλὰ τὸ εὔσημον τῶν ὀνομάτων πανταχοῦ προτιμότερον. Σκόπει τοίνυν εἰ μὴ διὰ τῆς φαύσεως ἀρκούντως ἐνέφηνεν ὃ ἐβούλετο· ἀντὶ γὰρ τοῦ φωτισμοῦ τὴν φαῦσιν εἴρηκεν. Ἔστι δὲ οὐδὲν μαχόμενον τοῦτο τοῖς περὶ τοῦ φωτὸς εἰρημένοις. Τότε μὲν γὰρ αὐτὴ τοῦ φωτὸς ἡ φύσις παρήχθη· νῦν δὲ τὸ ἡλιακὸν τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκευάσται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ἄλλο ὁ λύχνος· τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παραφαίνειν τοῖς δεομένοις πεποιημένον· οὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν. Ὡς γὰρ ὁ Ἀπόστολος λέγει τινὰς φωστῆρας ἐν κόσμῳ, ἄλλο δέ ἐστι φῶς τοῦ κόσμου τὸ ἀληθινὸν, οὗ κατὰ μέθεξιν οἱ ἅγιοι φωστῆρες ἐγίνοντο τῶν ψυχῶν, ἃς ἐπαίδευον, τοῦ σκότους αὐτὰς τῆς ἀγνοίας ῥυόμενοι· οὕτω καὶ νῦν τὸν ἥλιον τοῦτον τῷ φανοτάτῳ ἐκείνῳ ἐπισκευάσας φωτὶ ὁ τῶν ὅλων δημιουργὸς περὶ τὸν κόσμον ἀνῆψεν.
if we do not follow the choice of words practised among you, nor cultivate rhythmic cadence in their arrangement. For among us there are no chisellers of phrases; nor is euphony of sounds preferred anywhere, but rather clear signification of terms. Consider, then, whether through the word illumination he did not sufficiently indicate what he meant; for instead of lighting he said illumination. And this is in no way at variance with what was said concerning light. For at that time the very nature of light was brought forth; whereas now this solar body has been prepared to be a vehicle for that first-begotten light. For just as fire is one thing and a lamp another, the one having the power to give light, and the other made to shine beside those who need it, so too the luminaries have now been fashioned as a vehicle for that most pure and unmixed and immaterial light. For just as the Apostle calls certain men luminaries in the world, while the true Light of the world is another, by participation in Whom the saints became luminaries of the souls whom they instructed, rescuing them from the darkness of ignorance; so too now the Maker of all things, having equipped this sun with that brightest light, kindled it round about the world.
3. Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ σύνθετα πάντα οὕτω παρ' ἡμῶν διαιρεῖσθαι, εἴς τε τὴν δεκτικὴν οὐσίαν καὶ εἰς τὴν ἐπισυμβᾶσαν αὐτῇ ποιότητα. Ὡς οὖν ἕτερον μέν τι τῇ φύσει ἡ λευκότης, ἕτερον δέ τι τὸ λελευκασμένον σῶμα, οὕτω καὶ τὰ νῦν εἰρημένα, διάφορα ὄντα τῇ φύσει, ἥνωται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μή μοι λέγε ἀδύνατα εἶναι ταῦτα ἀπ' ἀλλήλων διαιρεῖσθαι. Οὐδὲ γὰρ ἐγὼ τὴν διαίρεσιν τοῦ φωτὸς ἀπὸ τοῦ ἡλιακοῦ σώματος ἐμοὶ καὶ σοὶ δυνατὴν εἶναί φημι, ἀλλ' ὅτι ἃ ἡμῖν τῇ ἐπινοίᾳ ἐστὶ χωριστὰ, ταῦτα δύναται καὶ αὐτῇ τῇ ἐνεργείᾳ παρὰ τοῦ ποιητοῦ τῆς φύσεως αὐτῶν διαστῆναι. Ἐπεὶ καὶ σοὶ τὴν καυστικὴν δύναμιν τοῦ πυρὸς ἀπὸ τῆς λαμπρότητος χωρίσαι ἀμήχανον· ὁ δὲ Θεὸς, παραδόξῳ θεάματι τὸν ἑαυτοῦ θεράποντα ἐπιστρέψαι βουλόμενος, πῦρ ἐπέθηκε τῇ βάτῳ ἀπὸ μόνης τῆς λαμπρότητος ἐνεργοῦν, τὴν δὲ τοῦ καίειν δύναμιν σχολάζουσαν ἔχον. Ὡς καὶ ὁ Ψαλμῳδὸς μαρτυρεῖ λέγων· Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Ὅθεν καὶ ἐν ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι λόγος τις ἡμᾶς ἐν ἀποῤῥήτῳ παιδεύει, διαιρεθήσεσθαι τοῦ πυρὸς τὴν φύσιν, καὶ τὸ μὲν φῶς εἰς ἀπόλαυσιν τοῖς δικαίοις, τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν τοῖς κολαζομένοις ἀποταχθήσεσθαι. Ἔπειτα μέντοι καὶ ἐκ τῶν περὶ σελήνην παθῶν δυνατὸν ἡμᾶς τὴν πίστιν τῶν ζητουμένων εὕρασθαι. Λήγουσα γὰρ, καὶ μειουμένη, οὐχὶ τῷ παντὶ ἑαυτῆς σώματι δαπανᾶται,
3. And let what has been said seem incredible to no one, namely that the splendour of light is one thing, and the body underlying the light is another. First of all, then, from the fact that all composite things are thus divided by us both into the receptive substance and into the quality supervening upon it. Just as whiteness, therefore, is one thing by nature and the whitened body another, so too the things now spoken of, though different by nature, have been united by the power of the Creator. And do not say to me that it is impossible for these to be divided from one another. For neither do I say that the division of the light from the solar body is possible for me and for you, but rather that things which are separable by us in thought can also be parted in actual operation by the Maker of their nature. For even for you it is impossible to separate the burning power of fire from its splendour; yet God, wishing to turn His own servant aside by a marvellous sight, set upon the bush a fire operating by its splendour alone, while keeping its power of burning idle. As the Psalmist also bears witness, saying: The voice of the Lord cleaving a flame of fire. Whence also in the recompenses of the lives we have lived a certain teaching instructs us in secret that the nature of fire will be divided, and that its light will be assigned for enjoyment to the righteous, whereas the painfulness of its burning will be assigned to those undergoing punishment. Next, however, from the phases of the moon as well it is possible for us to find assurance regarding the matters under inquiry. For when waning and diminishing, she is not consumed throughout her whole body,
PG 29:124Read from the page
ἀλλὰ τὸ περικείμενον φῶς ἀποτιθεμένη καὶ προσλαμβάνουσα πάλιν, ἐλαττώσεως ἡμῖν καὶ αὐξήσεως τὰς φαντασίας παρέχεται. Τοῦ δὲ μὴ αὐτὸ τὸ σῶμα αὐτῆς ληγούσης ἀπαναλίσκεσθαι ἐναργὲς μαρτύριον τὰ ὁρώμενα. Ἔξεστι γάρ σοι καὶ ἐν καθαρῷ τῷ ἀέρι καὶ πάσης ἀχλύος ἀπηλλαγμένῳ, ὅταν μάλιστα μηνοειδὴς τυγχάνῃ κατὰ τὸ σχῆμα ἐπιτηρήσαντι, κατιδεῖν τὸ ἀλαμπὲς αὐτῆς καὶ ἀφώτιστον ὑπὸ τηλικαύτης ἁψῖδος περιγραφόμενον, ἡλίκη ἐν ταῖς πανσελήνοις τὴν πᾶσαν αὐτὴν ἐκπληροῖ. Ὥστε τηλαυγῶς ἀπηρτισμένον καθορᾶσθαι τὸν κύκλον τῷ περιλαμπομένῳ μέρει τὸν σκιερὸν καὶ ἀερώδη κόλπον συναναφερούσης τῆς ὄψεως. Καὶ μή μοι λέγε ἐπείσακτον εἶναι τῆς σελήνης τὸ φῶς, διότι μειοῦται μὲν πρὸς ἥλιον φερομένη, αὔξεται δὲ πάλιν ἀφισταμένη. Οὐδὲ γὰρ ἐκεῖνο ἡμῖν ἐξεταζειν ἐν τῷ παρόντι πρόκειται, ἀλλ' ὅτι ἕτερον μὲν αὐτῆς τὸ σῶμα, ἕτερον δὲ τὸ φωτίζον. Τοιοῦτον δή τί μοι νόει καὶ ἐπὶ τοῦ ἡλίου· πλὴν ὅτι ὁ μὲν, λαβὼν ἅπαξ καὶ ἐγκεκραμένον ἑαυτῷ τὸ φῶς ἔχων, οὐκ ἀποτίθεται· ἡ δὲ, συνεχῶς οἷον ἀποδυομένη καὶ πάλιν ἐπαμφιαζομένη τὸ φῶς, δι' ἑαυτῆς καὶ τὰ περὶ τοῦ ἡλίου εἰρημένα πιστοῦται. Οὗτοι καὶ διαχωρίζειν ἐτάχθησαν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Ἄνω μὲν γὰρ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· τότε δὲ τὴν φύσιν αὐτῶν πρὸς τὸ ἐναντίον ἀπέστησεν· ὥστε ἀμίκτως ἔχειν πρὸς ἄλληλα, καὶ φωτὶ πρὸς σκότος μηδεμίαν εἶναι κοινότητα. Ὃ γὰρ ἐν ἡμέρᾳ ἐστὶν ἡ σκιὰ, τοῦτο οἴεσθαι χρὴ ἐν νυκτὶ τοῦ σκότους εἶναι τὴν φύσιν. Εἰ γὰρ πᾶσα σκιὰ, αὐγῆς τινος διαφαινούσης, ἀντικειμένως τῷ φωτὶ ἀπὸ τῶν σωμάτων ἐκπίπτει· καὶ ἕωθεν μὲν πρὸς δυσμὰς τέταται, ἑσπέρας δὲ πρὸς ἀνατολὴν ἀποκλίνει, ἐν δὲ τῇ μεσημβρίᾳ ἀρκτῷα γίνεται· καὶ ἡ νὺξ ἐπὶ τὸ ἐναντίον ταῖς ἀκτῖσιν ὑποχωρεῖ, οὐδὲν ἕτερον οὖσα κατὰ τὴν φύσιν ἢ σκίασμα γῆς. Ὡς γὰρ ἐν ἡμέρᾳ ἡ σκιὰ τῷ ἀντιφράσσοντι τὴν αὐγὴν παρυφίσταται, οὕτως ἡ νὺξ σκιαζομένου τοῦ περὶ γῆν ἀέρος συνίστασθαι πέφυκε. Τοῦτο τοίνυν ἐστὶ τὸ εἰρημένον, ὅτι Διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· ἐπειδὴ τὸ σκότος ὑποφεύγει τοῦ φωτὸς τὰς ἐπιδρομὰς, ἐν τῇ πρώτῃ δημιουργίᾳ φυσικῆς αὐτοῖς τῆς ἀλλοτριώσεως κατασκευασθείσης πρὸς ἄλληλα. Νῦν δὲ ἥλιον ἐπέταξε τοῖς μέτροις τῆς ἡμέρας· καὶ σελήνην, ὅταν ποτὲ πρὸς τὸν ἴδιον κύκλον ἀπαρτισθῇ, ἀρχηγὸν ἐποίησε τῆς νυκτός. Σχεδὸν γὰρ τότε κατὰ διάμετρον οἱ φωστῆρες ἀλλήλοις ἀντικαθίστανται. Ἀνατέλλοντος μὲν γὰρ τοῦ ἡλίου, ἐν ταῖς πανσελήνοις καταφέρεται πρὸς τὸ ἀφανὲς ἡ σελήνη· δυομένου δὲ πάλιν τοῦ ἡλίου, αὕτη πολλάκις ἐξ ἀνατολῶν ἀντανίσχει.
but laying aside the light wrapped around her and taking it up again, she presents to us the appearances of diminution and increase. And that her body itself is not consumed away when she wanes, the things seen are clear evidence. For it is possible for you, watching closely in clear air freed from all mist, especially when she happens to be crescent-shaped in form, to perceive her unlit and unilluminated part circumscribed by just as great an arc as fills out the whole of her at full moons; so that the circle is seen distinctly completed when our sight refers the shadowy and misty hollow together with the part shone around. And do not tell me that the light of the moon is adventitious because she diminishes as she approaches the sun and increases again as she withdraws. For neither does it lie before us at present to examine that point, but rather that her body is one thing and that which illuminates it is another. Understand something of just this sort, I pray, in the case of the sun as well; save that the one, having once received the light and holding it blended within itself, does not lay it aside, whereas the other, continually stripping off and putting on the light again, as it were, through herself confirms also what has been said concerning the sun. These were also appointed to divide between the day and between the night. For above, God divided between the light and between the darkness; at that time He set their natures apart in mutual opposition, so that they keep unmixed towards one another, and light has no fellowship with darkness. For what shadow is by day, this one must deem the nature of darkness to be by night. For if every shadow, when some gleam shines through, falls from bodies in the direction opposite to the light, and at dawn stretches towards the west, at evening inclines towards the east, and at midday turns northward, night likewise withdraws to the side opposite the rays, being by nature nothing other than the shading of the earth. For just as by day shadow subsists beside that which intercepts the brightness, so night naturally arises when the air around the earth is shaded. This, then, is the meaning of what was said, that God divided between the light and between the darkness: since darkness flees before the onsets of light, their natural estrangement towards one another having been established at the first creation. Now, however, He set the sun over the measures of the day; and the moon, whenever she is rounded out to her full circle, He made ruler of the night. For at that time the luminaries stand almost diametrically opposite one another. For when the sun rises at full moons, the moon sinks down out of sight; and again when the sun sets, she oftentimes rises opposite him out of the east.
Notes, col. 124

On the reading

Printed ἐξεταζειν, for ἐξετάζειν.

Printed ἀρκτῷα, for ἀρκτῴα.

PG 29:125Read from the page
Εἰ δὲ κατὰ τὰ ἄλλα σχήματα οὐ συναπαρτίζεται τῇ νυκτὶ τὸ σεληναῖον φῶς, οὐδὲν πρὸς τὸν προκείμενον
And if in her other phases the moonlight is not coextensive with the night, that makes no difference towards the present
4. Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν γὰρ μή τις πέρα τοῦ μέτρου τὰ ἀπ' αὐτῶν σημεῖα περιεργάζηται, χρησίμους αὐτῶν τὰς ἐκ τῆς μακρᾶς ἐμπειρίας παρατηρήσεις εὑρήσει. Πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἔστι μαθεῖν, πολλὰ δὲ περὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως, ἢ μερικῶν ἢ καθόλου, βιαίων ἢ ἀνειμένων. Ἕν γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παραδεικνυμένων καὶ ὁ Κύριος ἡμῖν παραδέδωκεν εἰπὼν, ὅτι Χειμὼν ἔσται· στυγνάζει γὰρ πυῤῥάζων ὁ οὐρανός. Ἐπειδὰν γὰρ δι' ἀχλύος ἡ ἀναφορὰ γένηται τοῦ ἡλίου, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες, ἀνθρακώδης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶται, τῆς παχύτητος τοῦ ἀέρος ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσι. Μὴ διαχυθεὶς δὲ ὑπὸ τῆς ἀκτῖνος ὁ πεπυκνωμένος τέως καὶ συνεστὼς ἀὴρ δῆλός ἐστι διὰ τὴν ἐπίῤῥοιαν τῶν ἐκ τῆς γῆς ἀτμῶν κρατηθῆναι μὴ δυνηθεὶς, ἀλλὰ τῷ πλεονασμῷ τοῦ ὑγροῦ χειμῶνα ἐπάξων τοῖς χωρίοις περὶ ἃ συναθροίζεται. Ὁμοίως δὲ καὶ ἐπειδὰν ἡ σελήνη περιλιμνάζηται· καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλωες περιγραφῶσιν, ἢ ὕδατος ἀερίου πλῆθος, ἢ πνευμάτων βιαίων κίνησιν ὑποφαίνουσιν· ἢ καὶ, οὓς ὀνομάζουσιν ἀνθηλίους, ὅταν συμπεριτρέχωσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτωμάτων τινῶν ἀερίων σημεῖα γίνεται. Ὥσπερ οὖν καὶ αἱ ῥάβδοι, αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὀρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι, ὄμβρους ἢ χειμῶνας ἐξαισίους, ἢ ὅλως τὴν ἐπὶ πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυνται. Πολλὰ δὲ καὶ περὶ σελήνην αὐξομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλλομένου. Λεπτὴ μὲν γὰρ οὖσα περὶ τρίτην ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν, ἢ νότου βιαίαν κίνησιν ἀπειλεῖ. Τὴν δὲ ἐκ τούτων σημείωσιν ὅσον τῷ βίῳ παρέχεται τὸ ὠφέλιμον, τίς ἀγνοεῖ; Ἔξεστι μὲν γὰρ τῷ πλωτῆρι εἴσω λιμένων κατέχειν τὸ σκάφος, τοὺς ἐκ τῶν πνευμάτων κινδύνους προορωμένῳ· ἔξεστι δὲ τῷ ὁδοιπόρῳ πόῤῥωθεν ἐκκλίνειν τὰς βλάβας, ἐκ τῆς στυγνότητος τοῦ ἀέρος τὴν μεταβολὴν ἀναμένοντι. Γεωργοὶ δὲ, οἱ περὶ τὰ σπέρματα καὶ τὰς τῶν φυτῶν θεραπείας πονούμενοι, πάσας ἐντεῦθεν εὑρίσκουσι τὰς εὐκαιρίας τῶν ἔργων. Ἤδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος
4. And let them be for signs, and for seasons, and for days, and for years. Necessary towards human life are the indications drawn from the luminaries. For if one does not pry beyond due measure into the signs coming from them, one will find the observations of them derived from long experience useful. For many things may be learned concerning heavy rain, and many concerning droughts and the movement of winds, whether local or general, violent or gentle. Indeed, the Lord Himself handed down to us one of the things indicated by the sun, saying: There will be foul weather, for the sky lowers, glowing red. For whenever the rising of the sun takes place through mist, its rays are dimmed, and it is seen coal-like and blood-red in colour, the thickness of the air producing this appearance to the eyes. And when the air thus far condensed and compacted is not dispersed by the ray, it has manifestly been unable to be mastered owing to the influx of vapours from the earth, and through excess of moisture is about to bring a storm upon the districts round which it gathers. Similarly also whenever the moon is ringed as by a marshy haze; and around the sun too, whenever what are called haloes are traced round it, they indicate either an abundance of water in the air or a movement of violent winds; or again, what men call mock suns, whenever they run round along with the course of the sun, become signs of certain atmospheric disturbances. Just so also the streaks which appear upright in the clouds with the colour of the rainbow point to downpours or extraordinary storms, or in general a very great change in the air. And those who have devoted study to these matters have observed many noteworthy signs regarding the waxing or waning moon as well, inasmuch as the air around the earth necessarily changes along with her phases. For when she is slender and clear around the third day, she promises settled fair weather; whereas when she appears thick at her horns and reddish, she threatens either pelting water from the clouds or a violent movement of the south wind. And how great a benefit the indication drawn from these things affords to life, who does not know? For it is possible for the mariner, foreseeing the dangers from the winds, to keep his vessel within harbours; and it is possible for the wayfarer, awaiting the change from the gloominess of the air, to turn aside from harm from afar. Husbandmen too, who toil over seeds and the tending of plants, find thence all the fitting seasons for their labours. Moreover, that signs of the dissolution of the universe will also appear in sun and moon and stars, the Lord
PG 29:128Read from the page
προηγόρευσεν· Ὁ ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ταῦτα σημεῖα τῆς τοῦ παντὸς συμπληρώσεως.
foretold: The sun will be turned into blood, and the moon will not give her gleam. These are signs of the completion of the universe.
5. Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν οὐρανίων· καὶ διὰ τοῦτο ἐκ τῶν ἄστρων γίνεσθαι παρὰ τῶν Χαλδαίων τὰς σημειώσεις τῶν περὶ ἡμᾶς συμπτωμάτων. Καὶ ἁπλοῦν ὄντα τῆς Γραφῆς τὸν λόγον, Ἔστωσαν εἰς σημεῖα, οὐχὶ τῶν περὶ τὸν ἀέρα τροπῶν, οὐδὲ τῶν περὶ τὰς ὥρας μεταβολῶν, ἀλλ' ἐπὶ τῆς τῶν βίων ἀποκληρώσεως, πρὸς τὸ δοκοῦν ἑαυτοῖς, ἐξακούουσι. Τί γάρ φασιν; Ὅτι τῶνδε μὲν τῶν κινουμένων ἄστρων ἡ ἐπιπλοκὴ, πρὸς τοὺς ἐν τῷ ζωδιακῷ κειμένους ἀστέρας κατὰ τοιόνδε σχῆμα συνελθόντων ἀλλήλοις, τὰς τοιάσδε γενέσεις ἀποτελεῖ· ἡ δὲ τοιάδε σχέσις τῶν αὐτῶν τὴν ἐναντίαν ἀποκλήρωσιν τοῦ βίου ποιεῖ. Περὶ ὧν οὐκ ἄχρηστον ἴσως σαφηνείας ἕνεκεν μικρὸν ἄνωθεν ἀναλαβόντας εἰπεῖν. Ἐρῶ δὲ οὐδὲν ἐμαυτοῦ ἴδιον, ἀλλὰ τοῖς αὐτῶν ἐκείνων πρὸς τὸν κατ' αὐτῶν ἔλεγχον ἀποχρήσομαι, τοῖς μὲν ἤδη προειλημμένοις εἰς τὴν βλάβην ἴασίν τινα παρεχόμενος, τοῖς δὲ λοιποῖς ἀσφάλειαν πρὸς τὸ μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Οἱ τῆς γενεθλιαλογίας ταύτης εὑρεταὶ, καταμαθόντες, ὅτι ἐν τῷ πλάτει τοῦ χρόνου πολλὰ τῶν σχημάτων αὐτοὺς διαφεύγει, εἰς στενὸν παντελῶς ἀπέκλεισαν τοῦ χρόνου τὰ μέτρα· ὡς καὶ παρὰ τὸ μικρότατον καὶ ἀκαριαῖον, οἷόν φησιν ὁ Ἀπόστολος, τὸ ἐν ἀτόμῳ, καὶ τὸ ἐν ῥιπῇ ὀφθαλμοῦ, μεγίστης οὔσης διαφορᾶς γενέσει πρὸς γένεσιν· καὶ τὸν ἓν τούτῳ τῷ ἀκαριαίῳ γεννηθέντα τύραννον εἶναι πόλεων, καὶ ἄρχοντα δήμων, ὑπερπλουτοῦντα καὶ δυναστεύοντα· τὸν δὲ ἐν τῇ ἑτέρᾳ ῥοπῇ τοῦ καιροῦ γεννηθέντα, προσαίτην τινὰ καὶ ἀγύρτην, θύρας ἐκ θυρῶν ἀμείβοντα τῆς ἐφ' ἡμέραν τροφῆς ἕνεκα. Διὰ τοῦτο τὸν ζωοφόρον λεγόμενον κύκλον διελόντες εἰς δώδεκα μέρη, ἐπειδὴ διὰ τριάκοντα ἡμερῶν ἐκβαίνει τὸ δωδέκατον τῆς ἀπλανοῦς λεγομένης σφαίρας ὁ ἥλιος, εἰς τριάκοντα μοίρας τῶν δωδεκατημορίων ἕκαστον διῃρήκασιν. Εἶτα ἑκάστην μοῖραν εἰς ἑξήκοντα διελόντες, ἕκαστον πάλιν τῶν ἑξηκοστῶν ἑξηκοντάκις ἔτεμον. Τιθέντες τοίνυν τὰς γενέσεις τῶν τικτομένων, ἴδωμεν
5. Yet those who leap beyond the marked bounds drag this saying into advocacy of nativity-casting, and assert that our life is fastened upon the motion of the heavenly bodies, and that on this account indications of the events befalling us are drawn from the stars among the Chaldaeans. And though the word of Scripture, Let them be for signs, is simple, they interpret it according to their own pleasure, not of turns in the air nor of changes in the seasons, but of the allotment of lives. For what do they say? That the interweaving of these moving stars, when they come together with one another in such-and-such a configuration in relation to the stars situated in the zodiac, brings about births of such-and-such a sort; whereas another disposition of the very same stars produces the opposite allotment of life. Concerning these matters it will perhaps not be useless, for the sake of clarity, to take up the subject from a little higher up and speak. And I shall say nothing of my own, but shall make full use of their own statements towards their refutation, affording some healing to those already preoccupied to their harm, and to the rest security against falling into the like errors. The inventors of this nativity-casting, having perceived that in a broad span of time many of the configurations escape them, shut up the measures of time within an altogether narrow compass, as though even within the smallest and briefest instant—such as the Apostle speaks of, in an indivisible moment, and in the twinkling of an eye—there were the greatest difference between one birth and another; and he who was born in this instant is a ruler of cities and a leader of peoples, abounding in wealth and holding sway, whereas he who was born at the next turn of the moment is some beggar and vagrant, passing from door to door for the sake of daily sustenance. Wherefore, having divided what is called the animal-bearing circle into twelve parts, since in thirty days the sun traverses a twelfth part of what is called the fixed sphere, they have divided each of the twelfth-parts into thirty degrees. Then having divided each degree into sixty, they again cut each of the sixtieths sixty times. Setting down, therefore, the births of those brought forth, let us see
Notes, col. 128

On the reading

Printed ἓν, for ἐν.

PG 29:129Read from the page
εἰ τὴν ἀκρίβειαν ταύτην τῆς τοῦ χρόνου διαιρέσεως ἀποσῶσαι δυνήσονται. Ὁμοῦ τε γὰρ ἐτέχθη τὸ παιδίον, καὶ ἡ μαῖα κατασκοπεῖ τὸ γεννηθὲν ἄῤῥεν ἢ θῆλυ· εἶτα ἀναμένει τὸν κλαυθμὸν, ὅπερ σημεῖόν ἐστι τῆς ζωῆς τοῦ τεχθέντος. Πόσα βούλει ἐν τούτῳ τῷ χρόνῳ παραδραμεῖν ἑξηκοστά; Εἶπε τῷ Χαλδαίῳ τὸ γεννηθέν. Διὰ πόσων, βούλει, θῶμεν τῶν λεπτοτάτων τῆς μαίας τὴν φωνὴν παρελθεῖν· ἄλλως τε καὶ εἰ τύχοι ἔξω τῆς γυναικωνίτιδος ἑστὼς ὁ τὴν ὥραν ἀποτιθέμενος; Δεῖ γὰρ τὸν τὰ ὡροσκοπεῖα καταμαθεῖν μέλλοντα πρὸς ἀκρίβειαν τὴν ὥραν ἀπογράφεσθαι, εἴτε ἡμερινὰ ταῦτα, εἴτε νυκτερινὰ τυγχάνοι. Πόσων ἑξηκοστῶν σμῆνος ἐν τούτῳ πάλιν παρατρέχει τῷ χρόνῳ; Ἀνάγκη γὰρ εὑρεθῆναι τὸν ὡροσκοποῦντα ἀστέρα οὐ μόνον κατὰ πόστου δωδεκατημορίου ἐστὶν, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου, καὶ ἐν πόστῳ ἑξηκοστῷ, εἰς ἃ ἔφαμεν διαιρεῖσθαι τὴν μοῖραν· ἢ, ἵνα τὸ ἀκριβὲς εὑρεθῇ, ἐν πόστῳ ἑξηκοστῷ τῶν ὑποδιῃρημένων ἀπὸ τῶν πρώτων ἑξηκοστῶν. Καὶ ταύτην τὴν οὕτω λεπτὴν καὶ ἀκατάληπτον εὕρεσιν τοῦ χρόνου ἐφ' ἑκάστου τῶν πλανητῶν ἀναγκαῖον εἶναι ποιεῖσθαι λέγουσιν, ὥστε εὑρεθῆναι ποταπὴν εἶχον σχέσιν πρὸς τοὺς ἀπλανεῖς, καὶ ποταπὸν ἦν τὸ σχῆμα αὐτῶν πρὸς ἀλλήλους ἐν τῇ τότε γενέσει τοῦ τικτομένου. Ὥστε εἰ τῆς ὥρας ἐπιτυχεῖν ἀκριβῶς ἀδύνατον, ἡ δὲ τοῦ βραχυτάτου παραλλαγὴ τοῦ παντὸς διαμαρτεῖν ποιεῖ, καταγέλαστοι καὶ οἱ περὶ τὴν ἀνύπαρκτον ταύτην τέχνην ἐσχολακότες, καὶ οἱ πρὸς αὐτοὺς κεχηνότες, ὡς δυναμένους εἰδέναι τὰ κατ' αὐτούς.
whether they will be able to preserve this exactness in the division of time. For no sooner is the infant born than the midwife inspects whether the newborn is male or female; then she awaits its cry, which is a sign of the newborn child's life. How many sixtieths do you wish to have slipped past during this time? She reports to the Chaldaean what has been born. Through how many of the minutest fractions, if you please, shall we suppose the voice of the midwife to pass—especially if he who records the hour happens to stand outside the women's quarters? For he who is going to ascertain the horoscopes must write down the hour with precision, whether these happen to fall by day or by night. What a swarm of sixtieths again runs past during this time! For the ascendant star must be found not only at which twelfth-part it stands, but also at what degree of the twelfth-part, and in which sixtieth, into which we said the degree is divided; or, so that exactness may be found, in which sixtieth of those subdivided from the first sixtieths. And they say that this so minute and incomprehensible determination of the time must be made in the case of each of the planets, so that it may be discovered what sort of relation they held towards the fixed stars, and what sort of configuration they had towards one another at that birth of the child brought forth. Consequently, if it is impossible to hit upon the hour precisely, and yet a deviation of the briefest fraction causes one to miss everything altogether, laughable are both those who have busied themselves over this non-existent art, and those who gape towards them as though they were able to know their affairs.
6. Οἷα δὲ καὶ τὰ ἀποτελεσματικά; Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός Κριοῦ γὰρ ἔχει τὴν ὥραν· τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῶον. Ἀλλὰ καὶ μεγαλόφρων· ἐπειδὴ ἡγεμονικὸν ὁ Κριός· καὶ προετικὸς, καὶ πάλιν ποριστικός· ἐπειδὴ τὸ ζῶον τοῦτο καὶ ἀποτίθεται ἀλύπως τὸ ἔριον, καὶ πάλιν παρὰ τῆς φύσεως ῥᾳδίως ἐπαμφιέννυται. Ἀλλὰ καὶ ὁ Ταυριανὸς τληπαθὴς, φησὶ, καὶ δουλικός· ἐπειδὴ ὑπὸ ζυγὸν ὁ ταῦρος. Καὶ ὁ Σκορπιανὸς πλήκτης διὰ τὴν πρὸς τὸ θηρίον ὁμοίωσιν. Ὁ δὲ Ζυγιανὸς δίκαιος, διὰ τὴν παρ' ἡμῖν τῶν ζυγῶν ἰσότητα. Τούτων τί ἂν γένοιτο καταγελαστότερον; Ὁ Κριὸς, ἀφ' οὗ τὴν γένεσιν τοῦ ἀνθρώπου λαμβάνεις, οὐρανοῦ μέρος ἐστὶ τὸ δωδέκατον, ἐν ᾧ γενόμενος ὁ ἥλιος τῶν ἐαρινῶν σημείων ἅπτεται. Καὶ Ζυγὸς, καὶ Ταῦρος ὡσαύτως, ἕκαστον τούτων δωδεκατημόριόν ἐστι τοῦ ζωδιακοῦ λεγομένου κύ-
6. And of what sort too are their astrological predictions? So-and-so is curly in his hair, it says, and bright-eyed; for he has the hour of the Ram, and that animal is somehow of such an appearance. Moreover he is high-minded as well, since the Ram is a leader; and munificent, and again acquisitive, since this animal both lays aside its wool without pain and again is easily clothed anew by nature. Moreover the Taurian, it says, is patient of toil and servile, since the bull comes under the yoke. And the Scorpian is a striker, owing to the likeness towards the creature. And the Libran is just, owing to the equality of balances among us. What could be more laughable than these things? The Ram, from which you derive the nativity of the man, is a twelfth part of heaven, on entering which the sun touches the vernal signs. And the Balance and the Bull likewise: each of these is a twelfth-part of the so-called zodiacal cir-
Notes, col. 129

On the reading

Printed χαροπός Κριοῦ, for χαροπός· Κριοῦ.