Migne Reading Room

PG 29 · cols. 132–141 · Read from the page

Hexaemeron, Homily 6: On the making of the lights

Hexaemeron, Homily 6: On the making of the lights

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:132Read from the page
κλου. Πῶς οὖν ἐκεῖθεν τὰς προηγουμένας αἰτίας λέγων ὑπάρχειν τοῖς τῶν ἀνθρώπων βίοις, ἐκ τῶν παρ' ἡμῖν βοσκημάτων τῶν γεννωμένων ἀνθρώπων τὰ ἤθη χαρακτηρίζεις; Εὐμετάδοτος γὰρ ὁ Κριανὸς, οὐκ ἐπειδὴ τοιούτου ἤθους ποιητικὸν ἐκεῖνο τὸ μέρος τοῦ οὐρανοῦ, ἀλλ' ἐπειδὴ τοιαύτης φύσεώς ἐστι τὸ πρόβατον. Τί οὖν δυσωπεῖς μὲν ἡμᾶς ἀπὸ τῆς ἀξιοπιστίας τῶν ἄστρων, πείθειν δὲ ἐπιχειρεῖς διὰ τῶν βληχημάτων; Εἰ μὲν γὰρ παρὰ τῶν ζώων λαβὼν ὁ οὐρανὸς ἔχει τὰ τοιαῦτα τῶν ἠθῶν ἰδιώματα, καὶ αὐτὸς ὑπόκειται ἀλλοτρίαις ἀρχαῖς, ἐκ τῶν βοσκημάτων ἔχων τὰς αἰτίας ἀπηρτημένας· εἰ δὲ καταγέλαστον τοῦτο εἰπεῖν, καταγελαστότερον πολλῷ ἐκ τῶν μηδὲν κοινωνούντων ἐπάγειν ἐπιχειρεῖν τῷ λόγῳ τὰς πιθανότητας. Ἀλλὰ ταῦτα μὲν αὐτῶν τὰ σοφὰ τοῖς ἀραχνείοις ὑφάσμασιν ἔοικεν, οἷς ὅταν μὲν κώνωψ, ἢ μυῖα, ἤ τι τῶν παραπλησίως τούτοις ἀσθενῶν ἐνσχεθῇ, καταδεθέντα κρατεῖται· ἐπειδὰν δὲ τῶν ἰσχυροτέρων τι ζώων ἐγγίσῃ, αὐτό τε ῥᾳδίως διεκπίπτει, καὶ τὰ ἀδρανῆ ὑφάσματα διέῤῥηξε καὶ ἠφάνισε.
cle. How then, while asserting that the primary causes for human lives come from yonder, do you characterize the dispositions of the men who are born from the livestock kept among us? For the man of the Ram is generous, not because that part of heaven is productive of such a disposition, but because the sheep is of such a nature. Why then do you overawe us with the authority of the stars, while attempting to persuade us through bleatings? For if heaven possesses such peculiarities of character by having received them from animals, it too is subject to alien principles, having its causes dependent upon livestock; and if it is laughable to say this, far more laughable is it to attempt to adduce probabilities for the argument from things that have nothing in common. Yet these clever inventions of theirs resemble spiders' webs: whenever a gnat, or a fly, or anything weak in like manner to these gets entangled in them, they are bound fast and held; whereas whenever one of the stronger creatures approaches, both does it easily break right through of itself, and it rends and destroys the feeble webs.
7. Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖς οὐρανίοις συνάπτουσιν. Οἷς τὸ ἀντιλέγειν ἄλλως μὲν καταγέλαστον, διὰ δὲ τὸ προκατέχεσθαι τοὺς πολλοὺς τῇ ἀπάτῃ, ἀναγκαῖον ἴσως μὴ σιωπῇ παρελθεῖν. Πρῶτον μὲν οὖν ἐκεῖνο αὐτοὺς ἐρωτήσωμεν, εἰ μὴ ἐφ' ἑκάστης ἡμέρας μυριάκις ἀμείβεται τῶν ἀστέρων τὰ σχήματα; Ἀεικίνητοι γὰρ ὄντες οἱ πλανῆται λεγόμενοι, καὶ οἱ μὲν θᾶττον ἐπικαταλαμβάνοντες ἀλλήλους, οἱ δὲ βραδυτέρας τὰς περιόδους ποιούμενοι, ἐπὶ τῆς αὐτῆς ὥρας πολλάκις καὶ ὁρῶσιν ἀλλήλους καὶ ἀποκρύπτονται, μεγίστην τε ἔχει δύναμιν ἐν ταῖς γενέσεσι τὸ ἢ παρὰ ἀγαθοποιοῦ ἐφορᾶσθαι, ἢ κακοποιοῦ, ὡς αὐτοὶ λέγουσι. Καὶ πολλάκις καθ' ὃν ἐπεμαρτύρει ὁ ἀγαθοποιὸς ἀστὴρ τὸν καιρὸν οὐκ ἐξευρόντες, παρὰ τὴν ἑνὸς τῶν λεπτοτάτων ἄγνοιαν, ὡς ἐν τῷ κακοδαιμονήματι αὐτὸν κείμενον ἀπεγράψαντο. Τοῖς γὰρ αὐτῶν ἐκείνων συγχρήσασθαι ῥήμασιν ἀναγκάζομαι. Ἐν δὴ τοῖς τοιούτοις λόγοις πολὺ μὲν τὸ ἀνόητον, πολλαπλάσιον δὲ τὸ ἀσεβές. Οἱ γὰρ κακοποιοὶ τῶν ἀστέρων τῆς ἑαυτῶν πονηρίας ἐπὶ τὸν ποιήσαντα αὐτοὺς τὴν αἰτίαν μετατιθέασιν. Εἰ μὲν γὰρ ἐκ φύσεως αὐτῶν τὸ κακὸν, ὁ δημιουργὸς ἔσται τοῦ κακοῦ ποιητής· εἰ δὲ προαιρέσει κακύνονται, πρῶτον μὲν ἔσται ζῶα προαιρετικὰ, λελυμέναις καὶ αὐτοκρατορικαῖς ταῖς ὁρμαῖς κεχρημένα· ὃ μανίας ἐστὶν ἐπέκεινα καταψεύδεσθαι τῶν ἀψύχων. Ἔπειτα πόσον τὸ ἄλογον, τὸ κακὸν καὶ τὸ ἀγαθὸν μὴ κατὰ
7. And they do not stop at these things alone, but even of the matters over which the free choice of each of us is sovereign (I mean, of course, our pursuits of virtue or of vice), of these too they attach the causes to the heavenly bodies. To argue against them is otherwise laughable, yet because the multitude are preoccupied by the deception, it is perhaps necessary not to pass it by in silence. First of all, then, let us ask them this: do not the configurations of the stars change ten thousand times each day? For what are called the planets, being ever in motion, and some overtaking one another more swiftly while others make their circuits slower, oftentimes within the very same hour both behold one another and are hidden away; and according as they themselves say, being looked upon either by a beneficent star or by a maleficent one has the greatest power in nativities. And oftentimes, failing to discover the moment at which the beneficent star bore witness, owing to ignorance of a single one of the minutest fractions, they registered the person as lying under an evil genius; for I am compelled to make use along with them of their very own terms. Now in arguments of such a sort there is much folly, and manifold more impiety. For the maleficent among the stars transfer the blame for their own wickedness onto Him Who made them. For if evil belongs to them by nature, the Maker will be the creator of evil; whereas if they turn evil by free choice, first they will be living creatures endowed with free choice, exercising unrestrained and self-governing impulses—a thing which it is beyond madness to allege falsely of inanimate bodies. Next, how great is the absurdity that evil and good are not according to
PG 29:133Read from the page
τὴν ἀξίαν διανέμειν ἑκάστῳ, ἀλλ' ἐπειδὴ ἐν τῷδε τῷ τόπῳ γέγονεν, ἀγαθοποιὸν ὑπάρχειν, καὶ ἐπειδὴ ὑπὸ τοῦδε ὁρᾶται, κακοποιὸν γίνεσθαι τὸν αὐτόν· καὶ ἐπειδὰν πάλιν μικρόν τι παρεκκλίνῃ τοῦ σχήματος, εὐθὺς τῆς κακίας ἐπιλανθάνεσθαι; Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Εἰ δὲ καθ' ἕκαστον ἀκαριαῖον τοῦ χρόνου ἐπ' ἄλλο καὶ ἄλλο μεθαρμόζονται σχῆμα, ἐν δὲ ταῖς μυρίαις ταύταις μεταβολαῖς, πολλάκις τῆς ἡμέρας, οἱ τῶν βασιλικῶν γενέσεων ἀποτελοῦνται σχηματισμοί· διὰ τί οὐκ ἐφ' ἑκάστης ἡμέρας γεννῶνται βασιλεῖς; ἢ διὰ τί ὅλως πατρικαὶ παρ' αὐτοῖς εἰσι βασιλείας διαδοχαί; Οὐ δήπου γὰρ ἕκαστος τῶν βασιλέων παρατετηρημένως εἰς τὸ βασιλικὸν τῶν ἀστέρων σχῆμα τοῦ ἰδίου υἱοῦ τὴν γένεσιν ἐναρμόζει. Τίς γὰρ ἀνθρώπων κύριος τοῦ τοιούτου; Πῶς οὖν Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ; Ἰωάθαμ τὸν Ἄχαζ; Ἄχαζ τὸν Ἑζεκίαν; καὶ οὐδεὶς ἐν τούτοις δουλικῇ συνέτυχεν ὥρᾳ γενέσεως; Ἔπειτα εἰ καὶ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσιν αἱ ἀρχαὶ, ἀλλ' ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οι νομοθέται, τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορίζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ, ἀρετὴν τιμῶντες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως· ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις αὐτὸν κατεπειγούσης ἀνάγκης. Ματαιότατοι δὲ πάντων καὶ οἱ περὶ τὰς τέχνας πονούμενοι· ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρματα καταβάλλων, μήτε δρεπάνην θηξάμενος· ὑπερπλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδαι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κατακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προαίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ἐξαίρετόν ἐστι. Καὶ πρὸς μὲν ἐκείνους ἐπὶ τοσοῦτον. Οὔτε γὰρ ὑμεῖς πλειόνων δεῖσθε λόγων παρ' ἑαυτῶν ὑγιαίνοντες, ὅ τε καιρὸς οὐκ ἐνδίδωσι πέρα τοῦ μέτρου πρὸς αὐτοὺς ἀποτείνεσθαι.
to distribute to each his due, yet because it has come to be in this place, it is beneficent, and because it is beheld by that one, the very same becomes maleficent; and whenever again it declines a little from the configuration, does it straightway forget its malice? So much, then, for these matters. Yet if at every instant of time they are refashioned into one configuration after another, and in these myriad changes, many times a day, the configurations of royal nativities are brought to completion, why are kings not born every day? Or why at all are there hereditary successions of kingship among them? For surely each of the kings does not by careful observation fit the birth of his own son to the royal configuration of the stars. For what man is master of such a thing? How then did Ozias beget Joatham; Joatham, Achaz; Achaz, Ezechias; and not one among these chanced upon a servile hour of birth? Furthermore, if the origins of our activities in accordance with vice and virtue do not lie in what depends on us, but rather the necessities arise from our nativity, superfluous indeed are lawgivers, who define for us what is to be done and what is to be shunned, and superfluous too are judges, who honour virtue and punish wickedness. For the wrongdoing belongs not to the thief, nor to the murderer, for whom not even had he wished was it possible to restrain his hand, on account of the inescapability of the necessity driving him on towards his deeds. Most vain of all, too, are those who labour over the arts: for the husbandman will thrive though neither casting seeds nor sharpening his sickle; and the merchant will grow exceedingly rich, whether he wish it or not, while fate gathers together wealth for him. And those great hopes of Christians will vanish away from us as things gone to naught, neither righteousness being honoured nor sin being condemned, because nothing is accomplished by men according to deliberate choice. For where necessity and fate prevail, desert according to merit has no place at all, which is the chief mark of righteous judgement. Towards those men, then, let so much suffice. For neither do you need more words, being sound of mind of yourselves, nor does the time permit us to extend our discourse against them beyond measure.
8. Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημείων. Καιροὺς δὲ ἡγούμεθα λέγειν τὰς τῶν ὡρῶν ἐναλλαγὰς, χειμῶνος, καὶ ἔαρος, καὶ θέρους, καὶ μετοπώρου· ἃς εὐτάκτως
8. Let us return, however, to the words that follow. Let them be, it says, for signs, and for seasons, and for days, and for years. What concerns signs has been spoken of by us. By seasons we consider it to mean the alternations of the times of year, of winter, and of spring, and of summer, and of autumn; which in orderly fashion
Notes, col. 133

On the reading

Printed οι, for οἱ.

PG 29:136Read from the page
περιοδεύειν ἡμᾶς τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει. Χειμὼν μὲν γὰρ γίνεται, τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος· ὥστε καταψύχεσθαι μὲν τὸν περὶ γὴν ἀέρα, πάσας δὲ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας περὶ ἡμᾶς, ὄμβρων τε αἰτίαν καὶ κρυμῶν καὶ νιφάδος ἀμυθήτου παρέχειν. Ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ὥστε ἐξίσου μερίζειν νυκτὶ πρὸς ἡμέραν τὸν χρόνον, ὅσῳ πλεῖον τοῖς ὑπὲρ γῆς προσδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν. Καὶ γίνεται ἔαρ, πᾶσι μὲν φυτοῖς τῆς βλαστήσεως ἀρχηγὸν, δένδρων δὲ τοῖς πλείστοις παρέχον τὴν ἀναβίωσιν, ζώοις δὲ χερσαίοις καὶ ἐνύδροις ἅπασι τὸ γένος φυλάσσον ἐκ τῆς τῶν ἐπιγινομένων διαδοχῆς. Ἐκεῖθεν δὲ ἤδη πρὸς θερινὰς τροπὰς ἐπ' αὐτὴν τὴν ἄρκτον ἀπελαύνων ὁ ἥλιος, τὰς μεγίστας ἡμῖν τῶν ἡμερῶν παρίστησι. Καὶ διὰ τὸ ἐπὶ πλεῖστον προσομιλεῖν τῷ ἀέρι, αὐτόν τε καταφρύσσει τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, τοῖς τε σπέρμασιν ἐκ τούτου συνεργῶν πρὸς τὴν ἄδρησιν, καὶ τοὺς τῶν δένδρων καρποὺς κατεπείγων ἐπὶ τὴν πέψιν· ὅτε καὶ φλογωδέστατός ἐστιν ἑαυτοῦ ὁ ἥλιος, βραχείας ποιῶν τὰς σκιὰς ἐπὶ τῆς μεσημβρίας, διὰ τὸ ἀφ' ὑψηλοῦ τὸν περὶ ἡμᾶς καταλάμπειν τόπον. Μέγισται γάρ εἰσιν ἡμερῶν, ἐν αἷς βραχύταταί εἰσιν αἱ σκιαὶ, καὶ βραχύταται πάλιν ἡμέραι, αἱ τὰς σκιὰς ἔχουσαι μακροτάτας. Καὶ τοῦτο παρ' ἡμῖν τοῖς ἑτεροσκίοις λεγομένοις ὅσοι τὰ ἀρκτῷα τῆς γῆς ἐποικοῦμεν· ἐπεί εἰσί γε ἤδη τινὲς οἱ κατὰ δύο ἡμέρας τοῦ παντὸς ἐνιαυτοῦ καὶ ἄσκιοι παντελῶς κατὰ τὴν μεσημβρίαν γινόμενοι, οὓς κατὰ κορυφῆς ἐπιλάμπων ὁ ἥλιος, ἐξίσου πανταχόθεν περιφωτίζει, ὥστε καὶ τῶν ἐν βάθει φρεάτων τὸ ὕδωρ διὰ στομίων στενῶν καταλάμπεσθαι· ὅθεν αὐτούς τινες καὶ ἀσκίους καλοῦσιν. Οἱ δὲ ἐπέκεινα τῆς ἀρωματοφόρου γῆς ἐπ' ἀμφότερα τὰς σκιὰς παραλλάσσουσιν. Μόνοι γὰρ ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ ἐπὶ τὰ νότια κατὰ τὴν μεσημβρίαν τὰς σκιὰς ἀποπέμπουσιν· ὅθεν αὐτούς τινες καὶ ἀμφισκίους ὠνόμασαν. Ταῦτα δὲ πάντα πρὸς τὸ βόρειον μέρος παροδεύσαντος ἤδη γίνεται τοῦ ἡλίου. Ἐκ δὲ τούτων εἰκάζειν ἔστι τὴν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος
the appointed regularity of the movement of the luminaries causes to come round to us. For winter comes about when the sun lingers in the southern parts and produces a great nocturnal shadow around the region where we dwell; so that the air around the earth is chilled, and all the moist exhalations gathering together around us furnish the cause of rains and frosts and unspeakable snowfall. And whenever, ascending again from the southern regions, it comes to be at the middle, so as to divide time equally between night and day, the longer it lingers in the places above the earth, the more it gradually brings back a mild temperature. And spring comes about, the originator of sprouting for all plants, granting revival to most trees, and preserving the kind for all animals both terrestrial and aquatic through the succession of offspring that come after. And from there, driving on now towards the summer solstice right up to the Bear itself, the sun brings before us the longest of days. And on account of keeping company with the air for the greatest length of time, it both scorches thoroughly the very air above our heads and dries up all the earth, thereby cooperating with seeds towards their ripening, and hastening the fruits of trees on to maturity; when indeed the sun is at its most fiery, making shadows short at midday, because it shines down upon the region around us from on high. For those are the longest of days in which the shadows are shortest, and again those days are shortest which have the longest shadows. And this happens among us who are called heteroscians, as many of us as inhabit the northern parts of the earth; since there are indeed some who on two days of the entire year become altogether shadowless at midday, whom the sun, shining upon them directly overhead, illuminates equally on every side, so that even the water of deep wells is shone upon through narrow mouths; whence some also call them ascians. Those, however, beyond the spice-bearing land shift their shadows to both sides. For they alone in our inhabited world cast their shadows towards the south at midday; whence some have also named them amphiscians. All these things come about once the sun has already passed over towards the northern part. And from these things it is possible to conjecture as to that which from the solar ray
Notes, col. 136

On the reading

Printed γὴν, for γῆν.

PG 29:137Read from the page
ἐγγινομένην πύρωσιν τῷ ἀέρι, ὅση τίς ἐστι, καὶ ποταπῶν ἀποτελεστικὴ συμπτωμάτων. Ἐντεῦθεν διαδεξαμένη ἡμᾶς τοῦ μετοπώρου ἡ ὥρα, ὑποθραύει μὲν τοῦ πνίγους τὸ ὑπερβάλλον, κατὰ μικρὸν δὲ ὑφιεῖσα τῆς θέρμης, διὰ τῆς κατὰ τὴν κρᾶσιν μεσότητος ἀβλαβῶς ἡμᾶς δι' ἑαυτῆς τῷ χειμῶνι προσάγει· δηλονότι τοῦ ἡλίου πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια ὑποστρέφοντος. Αὗται τῶν ὡρῶν αἱ περιτροπαὶ, ταῖς κινήσεσιν ἑπόμεναι τοῦ ἡλίου, τὸν βίον ἡμῖν οἰκονομοῦσιν. Ἔστωσαν δὲ, φησὶ, καὶ εἰς ἡμέρας· οὐχ ὥστε ἡμέρας ποιεῖν, ἀλλ' ὥστε κατάρχειν τῶν ἡμερῶν. Ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως. Τοῦτο γὰρ ἐνδείκνυται ἡμῖν καὶ ὁ ψαλμὸς λέγων· Ἔθετο ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Πῶς οὖν ἔχει τὴν ἐξουσίαν τῆς ἡμέρας ὁ ἥλιος; Ὅτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπειδάν ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, ἡμέραν ὁρισάμενος εἶναι τὸν ὑπὸ τοῦ ἡλίου πεφωτισμένον ἀέρα· ἢ, ἡμέραν εἶναι χρόνου μέτρον ἐν ᾧ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ὁ ἥλιος διατρίβει. Ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς ἐτάχθησαν ἥλιος καὶ σελήνη. Σελήνη μὲν, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκ-
is engendered as a fiery heat in the air, how great it is, and of what sort of effects it is productive. Thence the season of autumn, receiving us in turn, breaks the excess of the stifling heat, and relaxing the warmth little by little, through the moderation of its temperature brings us harmlessly through itself to winter; manifestly as the sun turns back again from the northern parts towards the south. These revolutions of the seasons, following upon the movements of the sun, regulate our life. And let them be, it says, also for days: not so as to make days, but so as to rule over the days. For day and night are older than the generation of the luminaries. This indeed the psalm also declares to us, saying: He appointed the sun for authority over the day, the moon and the stars for authority over the night. How then does the sun hold authority over the day? Because carrying the light within itself, whenever it rises above the horizon where we dwell, it furnishes day by dispelling the darkness. So that one would not err in defining day to be the air illuminated by the sun; or day to be the measure of time during which the sun tarries in the hemisphere above the earth. Moreover, sun and moon were appointed also for years. The moon, indeed, whenever twelve times her own she com-
9. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. Ἐπειδὴ τὸ μέγα, τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν· ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη ἡ θάλασσα· τὰ δὲ ὡς τὰ πολλὰ πέφυκε πρὸς ἕτερον ἀναφέρεσθαι, ὡς μέγας ὁ ἵππος, καὶ ὁ βοῦς ὁ μέγας (οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τῶν τοῦ σώματος ὄγκων, ἀλλ' ἐν τῇ πρὸς τὰ ὅμοια παραθέσει τὴν μαρτυρίαν τοῦ μεγέθους τὰ τοιαῦτα λαμβάνει)· πῶς τοίνυν τοῦ μεγάλου τὴν ἔννοιαν ἐκδεξόμεθα; Πότερον ὡς τὸν μύρμηκα, ἢ ἄλλο τι τῶν φύσει μικρῶν, μέγα προσαγορεύομεν διὰ τὴν πρὸς τὰ ὁμογενῆ σύγκρισιν τὴν ὑπεροχὴν μαρτυροῦντες; ἢ τὸ μέγα νῦν οὕτως, ὡς ἐν τῇ οἰκείᾳ τῶν φωστήρων κατασκευῇ τοῦ μεγέθους ἐμφαινομένου; Ἐγὼ μὲν οἶμαι τοῦτο. Οὐ γὰρ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων, διὰ τοῦτο μεγάλοι· ἀλλ' ἐπειδὴ τοσοῦτοι τὴν περιγραφήν, ὥστε ἐξαρκεῖν τὴν ἀπ' αὐτῶν ἀναχεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ πάσῃ τῇ γῇ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. Οἵ γε κατὰ πᾶν μέρος τοῦ οὐρανοῦ γινόμενοι, καὶ ἀνατέλλοντες καὶ δυόμενοι καὶ τὸ μέσον ἐπέχοντες, ἴσοι πανταχόθεν τοῖς ἀνθρώποις προφαίνονται, ὅπερ ἀπό-
9. And God made the two great luminaries. Since the term great in one sense has an absolute meaning—as heaven is great, and the earth is great, and the sea is great—while in most cases things are naturally referred to something else, as a horse is great, and the ox is great (for not in the excess of their bodily bulks, but in comparison with things of like kind do such things receive the testimony of greatness): how then shall we understand the meaning of great? Do we call them great as we do the ant, or something else among things small by nature, attesting superiority through comparison with things of the same kind; or do we take great now in such a way that greatness is manifested in the luminaries' own constitution? For my part I think the latter. For not because they are greater than the smaller stars are they on that account great; but because they are so vast in circumference that the radiance poured forth from them suffices both to illumine heaven and the air, and at the same time to stretch out alongside the whole earth and the sea. Indeed, coming to be in every part of heaven, both rising and setting and holding the mid-heaven, they appear equal from every side to men, which a dem-
PG 29:140Read from the page
δειξιν ἔχει σαφῆ τῆς τοῦ μεγέθους περιουσίας, τῷ μηδὲν αὐτοῖς ἐπισημαίνειν τὸ πλάτος τῆς γῆς πρὸς τὸ μείζονας δοκεῖν ἢ ἐλάττονας εἶναι. Τὰ μὲν γὰρ πόῤῥωθεν ἀφεστῶτα μικρότερά πως ὁρῶμεν· οἷς δ' ἂν μᾶλλον ἐγγίσωμεν, μᾶλλον αὐτῶν τὸ μέγεθος ἐξευρίσκομεν. Τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτέρω καὶ οὐδεὶς ποῤῥωτέρω, ἀλλὰ ἀπ' ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει. Σημεῖον δὲ, ὅτι καὶ Ἰνδοὶ καὶ Βρεττανοὶ τὸν ἴσον βλέπουσιν. Οὔτε γὰρ τοῖς τὴν ἑῴαν οἰκοῦσι καταδυόμενος τοῦ μεγέθους ὑφίησιν, οὔτε τοῖς πρὸς δυσμαῖς κατῳκισμένοις ἀνατέλλων ἐλάττων φαίνεται· οὔτε μὴν ἐν τῷ μεσουρανήματι γινόμενος, τῆς ἐφ' ἑκάτερα ὄψεως παραλλάττει. Μὴ ἐξαπατάτω σε τὸ φαινόμενον· μηδ' ὅτι πηχυαῖος τοῖς ὁρῶσι δοκεῖ, τοσοῦτον αὐτὸν εἶναι λογίσῃ. Συναιρεῖσθαι γὰρ πέφυκεν ἐν τοῖς μεγίστοις διαστήμασι τὰ μεγέθη τῶν ὁρωμένων, τῆς ὁρατικῆς δυνάμεως οὐκ ἐξικνουμένης τὸν μεταξὺ τόπον διαπερᾷν, ἀλλ' οἱονεὶ ἐνδαπανωμένης τῷ μέσῳ, καὶ κατ' ὀλίγον αὐτῆς μέρος προσβαλλούσης τοῖς ὁρατοῖς. Μικρὰ οὖν ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥστε εἰ ψεύδεται ἡ ὄψις, ἄπιστον τὸ κριτήριον. Ὑπομνήσθητι δὲ τῶν οἰκείων παθῶν, καὶ παρὰ σεαυτοῦ ἕξεις τῶν λεγομένων τὴν πίστιν. Εἴ ποτε ἀπὸ ἀκρωρείας μεγάλης πεδίον εἶδες πολύ τε καὶ ὕπτιον, ἡλίκα μέν σοι τῶν βοῶν κατεφάνη τὰ ζεύγη; πηλίκοι δὲ οἱ ἀροτῆρες αὐτοί; Εἰ μὴ μυρμήκων τινά σοι παρέσχον φαντασίαν; Εἰ δὲ καὶ ἀπὸ σκοπιᾶς ἐπὶ μέγα πέλαγος τετραμμένης τῇ θαλάσσῃ τὰς ὄψεις ἐπέβαλες, ἡλίκαι μέν σοι ἔδοξαν εἶναι τῶν νήσων αἱ μέγισται; πηλίκη δέ σοι κατεφάνη μία τῶν μυριοφόρων ὁλκάδων λευκοῖς ἱστίοις ὑπὲρ κυανῆς κομιζομένη θαλάσσης; Εἰ μὴ πάσης περιστερᾶς μικροτέραν σοι παρέσχετο τὴν φαντασίαν; Διότι, καθάπερ ἔφην, ἐνδαπανηθεῖσα τῷ ἀέρι ἡ ὄψις, ἐξίτηλος γινομένη, πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Ἤδη δέ που καὶ τῶν ὀρῶν τὰ μέγιστα, βαθείαις φάραγξιν ἐκτετμημένα, περιφερῆ καὶ λεῖα ἡ ὄψις εἶναί φησι, ταῖς ἐξοχαῖς προσβάλλουσα μόναις, ταῖς δὲ μεταξὺ κοιλότησιν ἐμβῆναι δι' ἀτονίαν μὴ δυναμένη. Οὕτως οὐδὲ τὰ σχήματα τῶν σωμάτων ὁποῖά ἐστι διασώζει· ἀλλὰ περιφερεῖς οἴεται εἶναι τοὺς τετραγώνους τῶν πύργων. Ὥστε πανταχόθεν δῆλον, ὅτι ἐν ταῖς μεγίσταις ἀποστάσεσιν οὐκ ἔναρθρον, ἀλλὰ συγκεχυμένην τῶν σωμάτων λαμβάνει τὴν εικασίαν.
onstration holds, a clear one, of the superabundance of their size, by the breadth of the earth signifying nothing to them towards seeming greater or smaller. For things standing far off at a distance we see as somewhat smaller; and the closer we draw near to them, the more we discover their size. Yet to the sun no one is nearer and no one further off, but from an equal distance it strikes those settled in every part of the earth. A proof of this is that both Indians and Britons behold it of equal size. For neither to those who inhabit the east does it abate in size as it sets, nor to those settled towards the west does it appear smaller as it rises; nor yet when it comes to be in mid-heaven does it vary from its appearance on either side. Let not the appearance deceive you; nor because it seems a cubit wide to beholders, reckon it to be so great. For the sizes of things seen naturally contract across the greatest distances, since the visual power does not reach across to traverse the intervening space, but is as it were spent in the midst, and strikes visible objects with only a small part of itself. Our sight, then, becoming small, makes the things seen be thought small, transferring its own affection to the visible objects. So that if sight plays false, the criterion is untrustworthy. Call to mind your own affections, and from yourself you will have assurance of what is said. If ever from a great mountain crest you have looked upon a vast and level plain, how large did the yokes of oxen appear to you? And how large the ploughmen themselves? Did they not present to you a sort of image of ants? And if from a lookout turned towards a wide sea you have cast your eyes upon the deep, how large did the greatest of the islands seem to you to be? And how large did one of the cargo-ships of ten thousand amphorae appear to you, borne with white sails over the dark-blue sea? Did it not present to you an image smaller than any dove? Because, just as I said, our sight, spent in the air and growing faint, does not suffice for the exact apprehension of things seen. Indeed even the greatest of mountains, cleft by deep ravines, sight pronounces to be round and smooth, striking only their prominences, while unable through weakness to enter into the hollows between. Thus neither does it preserve the shapes of bodies as they are, but supposes square towers to be round. So that from every side it is plain that across the greatest distances it receives not a distinct, but a confused impression of bodies.
Notes, col. 140

On the reading

Printed εικασίαν, for εἰκασίαν.

PG 29:141Read from the page
Μέγας οὖν ὁ φωστὴρ, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν, καὶ ἀπειροπλασίων τοῦ φαινομένου.
Great, therefore, is the luminary, according to the testimony of Scripture, and infinitely manifold times greater than what appears.
10. Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς νυκτὸς τὴν κατήφειαν διαλῦσαι. Μόνος δὲ οὗτος, ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον δὲ ἔτι καὶ προσδοκώμενος, πρὶν καὶ ὑπερσχεῖν ὅλως τῆς γῆς, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύγασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένον τὸν περὶ γῆν ἀέρα κατέτηξε καὶ διέχεεν. Ὅθεν καὶ ἄνεμοι ἑωθινοὶ καὶ δρόσοι ἐν αἰθρίᾳ τὴν γῆν περιῤῥέουσι. Τοσαύτην δὲ οὖσαν τὴν γῆν πῶς ἂν ἠδυνήθη ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλου τοῦ κύκλου τὴν αὐγὴν ἐπηφίει; Ἐνταῦθά μοι την σοφίαν τοῦ τεχνίτου κατάμαθε, πῶς τῷ διαστήματι τούτῳ σύμμετρον ἔδωκεν αὐτῷ τὴν θερμότητα. Τοσοῦτον γάρ ἐστιν αὐτοῦ τὸ πυρῶδες, ὡς μήτε δι' ὑπερβολὴν καταφλέξαι τὴν γῆν, μήτε διὰ τὴν ἔλλειψιν κατεψυγμένην αὐτὴν καὶ ἄγονον ἀπολιπεῖν. Ἀδελφὰ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τῆς σελήνης νοείσθω. Μέγα γὰρ καὶ τὸ ταύτης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἥλιον. Οὐκ ἀεὶ μέντοι ὁρατὸν αὐτῆς διαμένει τὸ μέγεθος· ἀλλὰ νῦν μὲν ἀπηρτισμένη τῷ κύκλῳ, νῦν δὲ ἐλλείπουσα καὶ μειουμένη φαίνεται, καθ' ἕτερον ἑαυτῆς μέρος προδεικνῦσα τὸ λεῖπον. Ἄλλῳ μὲν γὰρ μέρει σκιάζεται αὐξομένη, ἄλλο δὲ μέρος αὐτῆς ἐν τῷ καιρῷ τῆς λήξεως ἀποκρύπτεται. Λόγος δέ τις ἄῤῥητος τοῦ σοφοῦ δημιουργοῦ τῆς ποικίλης ταύτης ἐναλλαγῆς τῶν σχημάτων. Ἢ γὰρ ὥστε ἡμῖν ὑπόδειγμα ἐναργὲς παρέχειν τῆς ἡμετέρας φύσεως· ὅτι οὐδὲν μόνιμον τῶν ἀνθρωπίνων, ἀλλὰ τὰ μὲν ἐκ τοῦ μὴ ὄντος πρόεισιν εἰς τὸ τέλειον, τὰ δὲ πρὸς τὴν οἰκείαν ἀκμὴν φθάσαντα καὶ τὸ ἀκρότατον μέτρον ἑαυτῶν αὐξηθέντα, πάλιν ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι φθίνει τε καὶ διόλλυται, καὶ μειούμενα καθαιρεῖται. Ὥστε ἐκ τοῦ κατὰ τὴν σελήνην θεάματος παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα, καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτροπῆς λαμβάνοντας ἔννοιαν, μὴ μέγα φρονεῖν ταῖς εὐημερίαις τοῦ βίου, μὴ ἐπαγάλλεσθαι δυναστείαις, μὴ ἐπαίρεσθαι πλούτου ἀδηλότητι, περιφρονεῖν τῆς σαρκὸς περὶ ἣν ἡ ἀλλοίωσις, ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς ἧς τὸ ἀγαθόν ἐστιν ἀκίνητον. Εἰ δὲ λυπεῖ σε ἡ σελήνη ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι τὸ φέγγος ἐξαναλίσκουσα· λυπείτω σε πλέον ψυχὴ ἀρετὴν κτησαμένη, καὶ διὰ ἀπροσεξίας τὸ καλὸν ἀφανίζουσα, καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς διαθέσεως μένουσα, ἀλλὰ πυκνὰ τρεπομένη καὶ μεταβαλλομένη
10. And let this too be for you a clear sign of its greatness. Though the stars across heaven are infinite in multitude, the light contributed together by them does not suffice to dispel the gloom of night. Yet this luminary alone, once it has appeared above the horizon, or rather while still even awaited, before it has altogether risen above the earth, causes the darkness to vanish, outshines the stars, and melts and diffuses the air around the earth that until then was congealed and compressed. Whence both morning breezes and dews in clear weather flow round the earth. And the earth being so vast, how could it have been able in a single instant of time to illuminate the whole of it, unless it sent forth its radiance from a great circle? Here learn thoroughly with me the wisdom of the Artificer, how in this distance He gave to it a proportionate heat. For such is its fiery power as neither through excess to burn up the earth, nor through deficiency to leave it chilled and barren. And let things akin to what has been said be understood concerning the moon also. For great too is her body, and most bright indeed after the sun. Yet her size does not always remain visible: rather, now she appears complete in her circle, and now deficient and waning, displaying beforehand on one side of herself what is lacking. For on one side she is shadowed as she waxes, while another side of her is hidden away at the time of her waning. And there is a certain ineffable reason of the wise Creator for this varied alternation of her phases. Either indeed it is so as to furnish us with a clear pattern of our own nature: that nothing human abides, but some things advance from non-being to completeness, while others, having reached their own prime and grown to their highest measure, again through gradual subtractions waste away and perish, and by diminishing are undone. So that from the spectacle of the moon we are taught our own affairs, and grasping the thought of the swift revolution of human things, we should not be high-minded in the prosperities of life, nor glory in positions of power, nor be lifted up by the uncertainty of wealth, should despise the flesh around which change takes place, and care for the soul whose good is immovable. And if the moon grieves you as by gradual subtractions she spends her light, let a soul grieve you still more that has acquired virtue and through carelessness destroys the good, and never abides in the same disposition, but frequently turning and changing
Notes, col. 141

On the reading

Printed την, for τὴν.