Migne Reading Room

PG 29 · cols. 96–105 · Read from the page

Hexaemeron, Homily 5: On the sprouting of the earth

Hexaemeron, Homily 5: On the sprouting of the earth

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:96Read from the page
σαι πρῶτον βοτάνην, ἔπειτα ξύλον· ὅπερ ἔτι καὶ νῦν ὁρῶμεν γινόμενον. Ἡ γὰρ τότε φωνὴ, καὶ τὸ πρῶτον ἐκεῖνο πρόσταγμα, οἷον νόμος τις ἐγένετο φύσεως, καὶ ἐναπέμεινε τῇ γῇ, τὴν τοῦ γεννᾷν αὐτῇ καὶ καρποφορεῖν δύναμιν εἰς τὸ ἑξῆς παρεχόμενος. Βλαστησάτω ἡ γῆ. Πρῶτόν ἐστιν ἐν τῇ γενέσει τῶν φυομένων ἡ βλάστησις· ἔπειτα, ὅταν προκύψῃ μικρὸν τὰ βλαστήματα, βοτάνη γίνεται· εἶτ' ἐπειδὰν αὐξηθῇ, χόρτος ἐστὶ, κατὰ μικρὸν διαρθρουμένων τῶν φυομένων, καὶ μέχρι τῆς ἐπὶ τὸ σπέρμα τελειώσεως προϊόντων. Τὸ γὰρ χλοερὸν καὶ ποάζον παραπλήσιόν ἐστιν ἁπάντων. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Καθ' ἑαυτὴν ἡ γῆ προφερέτω τὴν βλάστησιν, οὐδεμιᾶς συνεργείας ἑτέρωθεν δεομένη. Ἐπειδή τινες οἴονται τὸν ἥλιον αἴτιον εἶναι τῶν ἀπὸ τῆς γῆς φυομένων, τῇ ὁλκῇ τοῦ θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τὴν ἐκ τοῦ βάθους δύναμιν ἐπισπώμενον· διὰ τοῦτο πρεσβυτέρα τοῦ ἡλίου ἡ περὶ γῆν διακόσμησις· ἵνα καὶ τοῦ προσκυνεῖν τὸν ἥλιον, ὡς αὐτὸν τὴν αἰτίαν τῆς ζωῆς παρεχόμενον, οἱ πεπλανημένοι παύσωνται. Ἐὰν ἄρα πεισθῶσιν, ὅτι πρὸ τῆς ἐκείνου γενέσεως τὰ περὶ τὴν γῆν πάντα διακεκόσμητο, καὶ τοῦ ἀμέτρου περὶ αὐτὸν θαύματος καθυφῶσιν, ἐνθυμηθέντες, ὅτι χόρτου καὶ βοτάνης νεώτερός ἐστι κατὰ τὴν γένεσιν. Ἆρα οὖν τοῖς μὲν βοσκήμασιν ἡ τροφὴ προαπετέθη, τὸ δὲ ἡμέτερον οὐδεμιᾶς ἐφάνη προνοίας ἄξιον; Ἀλλὰ μάλιστα μὲν ὁ βουσὶ καὶ ἵπποις τὸν χιλὸν προαποθέμενος, σοὶ τὸν πλοῦτον καὶ τὴν ἀπόλαυσιν παρασκευάζει· ὁ γὰρ τὰ κτήνεά σου διατρέφων τὴν σὴν συναύξει τοῦ βίου κατασκευήν· ἔπειτα ἡ τῶν σπερμάτων γένεσις τί ἄλλο ἐστὶ, καὶ οὐχὶ τῆς
forth first herb, and next tree—which even now we still see taking place. For the voice spoken at that time, and that first command, became as it were a law of nature, and remained in the earth, imparting to her the power of bringing forth and bearing fruit thereafter. "Let the earth bring forth." First in the generation of growing things is germination; next, when the shoots peep forth a little, it becomes herb; then, once it has grown up, it is grass, as the growing plants are gradually articulated with joints and advance unto their perfection in seed. For the green and grassy stage is similar in all of them. "Let the earth bring forth herb of grass." Of herself let the earth put forth germination, standing in need of no co-operation from elsewhere. Since some suppose the sun to be the cause of the things growing out of the earth, drawing the power out of the depth towards the surface by the attraction of heat, on this account the adornment of the earth is older than the sun, so that those led astray may also cease worshipping the sun as though it furnished the cause of life. If indeed they are persuaded that before its generation all things upon the earth had been adorned, they may also abate their immoderate wonder over it, reflecting that in generation it is younger than grass and herb. Was nourishment, then, laid up beforehand for cattle, while our own state appeared worthy of no providence at all? Nay, above all, He Who laid up forage beforehand for oxen and horses prepares wealth and enjoyment for you; for He Who feeds your livestock increases the provision of your life; and next, what else is the generation of seeds, if not for
2. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε, κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται, καὶ ἡμῖν ἡ χρῆσις τῶν σπερμάτων ἀφώρισται· ὥστε εἶναι τὸν νοῦν τῶν εἰρημένων τοιοῦτον· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ σπέρμα σπεῖρον κατὰ γένος. Οὕτω γὰρ καὶ τὸ τῆς λέξεως ἀκόλουθον ἀποκαταστῆναι δυνήσεται, ἀκαταλλήλως νῦν τῆς συντάξεως ἔχειν δοκούσης, καὶ
2. "Let the earth bring forth herb of grass, sowing seed," it says, "according to kind." Thus, even if some kind of herb belongs to other creatures, the profit of those too comes back to us, and the use of seeds has been set apart for us; so that the sense of what was said is as follows: "Let the earth bring forth herb of grass, and seed sowing according to kind." For thus the logical sequence of the wording will also be able to be restored, whereas at present the construction appears incongruous, and
PG 29:97Read from the page
τὸ ἀναγκαῖον τῶν ὑπὸ τῆς φύσεως οἰκονομουμένων διασωθήσεται. Πρῶτον μὲν γὰρ βλάστησις, εἶτα χλόη, εἶτα χόρτου αὔξησις, εἶτα ὁ ἀπαρτισμὸς τῶν αὐξομένων διὰ τοῦ σπέρματος. Πῶς οὖν, φασὶ, πάντα εἶναι τὰ ἐκ τῆς γῆς φυόμενα σπερματικὰ ὁ λόγος ἐνδείκνυται, ὅπου γε οὔτε κάλαμος, οὔτε ἄγρωστις, οὔτε ἡ μίνθη, οὐ κρόκος, οὐ σκόροδον, οὐ βούτομον, οὐδ' ἄλλα μυρία γένη φυτῶν σπερματίζοντα φαίνεται; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι πολλὰ τῶν φυομένων ἐκ τῆς γῆς ἐπὶ τοῦ πυθμένος καὶ τῆς ῥίζης ἔχει τὴν δύναμιν τῶν σπερμάτων. Ὥσπερ ὁ κάλαμος μετὰ τὴν ἐπέτειον αὔξησιν ἀπὸ τῆς ῥίζης ἀφίησί τινα προβολὴν, σπέρματος λόγον ἔχουσαν πρὸς τὸ μέλλον. Τοῦτο δὲ ποιεῖ καὶ ἄλλα μυρία, ὅσα διὰ γῆς νεμόμενα ἐν ταῖς ῥίζαις τὴν διαδοχὴν κέκτηται. Ὥστε παντός ἐστιν ἀληθέστερον τὸ ἑκάστῳ τῶν φυομένων ἢ σπέρμα εἶναι, ἢ δύναμίν τινα σπερματικὴν ἐνυπάρχειν. Καὶ τοῦτό ἐστι τὸ, Κατὰ γένος. Οὐ γὰρ ἡ προβολὴ τοῦ καλάμου ἐλαίας ἐστὶ ποιητικὴ, ἀλλὰ ἐκ καλάμου μὲν ἕτερος κάλαμος, ἐκ δὲ τῶν σπερμάτων τὰ συγγενῆ τοῖς καταβληθεῖσιν ἀποβλαστάνει. Καὶ οὕτω τὸ ἐν τῇ πρώτῃ γενέσει προβληθὲν παρὰ τῆς γῆς μέχρι νῦν διασώζεται, τῇ ἀκολουθίᾳ τῆς διαδοχῆς φυλασσομένου τοῦ γένους. Βλαστησάτω ἡ γῆ. Νόησόν μοι ἐκ μικρᾶς φωνῆς, καὶ προστάγματος οὕτω βραχέος, τὴν κατεψυγμένην καὶ ἄγονον ὠδίνουσαν ἀθρόως καὶ πρὸς καρπογονίαν συγκινουμένην, ὥσπερ τινὰ σκυθρωπὴν καὶ πενθήρη ἀποῤῥίψασαν περιβολὴν, μεταμφιεννυμένην τὴν φαιδροτέραν καὶ τοῖς οἰκείοις κόσμοις ἀγαλλομένην, καὶ τὰ μυρία γένη τῶν φυομένων προβάλλουσαν. Βούλομαί σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα, ἵν' ὅπου περ ἂν εὑρεθῇς, καὶ ὁποίῳ δήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. Πρῶτον μὲν οὖν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἠσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος. Σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον ὁ αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. Ὁ δεινὰ περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ· καὶ πλῆθος περὶ αὐτὸν κολάκων· δορυφορία φίλων προσποιητῶν τὴν ἀπ' αὐτοῦ χάριν θηρευόντων· πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης· ἑσμὸς τῶν ἐφεπομένων μυρίος τῶν τε
the necessary order of the things administered by nature will be preserved. For first comes germination, then green shoot, then growth of grass, then the completion of the growing plants through the seed. How then, they say, does Scripture indicate that all things growing out of the earth are seed-bearing, seeing that neither reed, nor couch-grass, nor mint, nor crocus, nor garlic, nor flowering rush, nor countless other kinds of plants appear to produce seed? To this indeed we say that many of the plants growing out of the earth hold the power of seeds at their base and root. Thus the reed, after its annual growth, sends forth from its root a certain offshoot possessing the function of a seed for the future. And countless other plants as well do this, as many as spread through the earth and possess their succession in their roots. Most true of all, therefore, is it that every growing plant either has seed or holds some seminal power within it. And this is the meaning of "According to kind." For the offshoot of the reed is not productive of an olive-tree; rather, from a reed springs another reed, and from seeds sprout forth plants akin to those that were sown. And thus what was put forth by the earth in the first generation is preserved down to the present, as the kind is guarded through the sequence of succession. "Let the earth bring forth." Conceive with me how, from a brief utterance and so short a command, she that was chilled and barren all at once travails and is stirred together unto fruitfulness, having cast off as it were some gloomy and mournful garment, clothing herself instead in a brighter robe, exulting in her proper ornaments, and putting forth the countless kinds of growing plants. I wish wonder at creation to be implanted more deeply within you, so that wherever you may find yourself, and beside whatever kind of growing plant you may stand, you may receive a vivid reminder of Him Who made it. First, then, whenever you see herb of grass and a flower, come to the thought of human nature, remembering the image of the wise Isaiah, that "All flesh is as grass, and all the glory of man as the flower of grass." For the short span of life, and the brief gladness and cheerfulness of human prosperity, has met with a most fitting image in the prophet. Today vigorous in body, grown fleshy from luxury, having a blooming complexion from the prime of age, bursting with health and energetic, and irresistible in his dash—tomorrow this very same man is pitiable, either withered by time or wasted away by disease. Another is dreadfully conspicuous for abundance of wealth: around him is a multitude of flatterers; a bodyguard of feigned friends hunting after favour from him; a multitude of kinsfolk, and that too put on for show; a countless swarm of attendants, both those
PG 29:100Read from the page
ἐπὶ σιτίων κὰι τῶν κατὰ τὰς χρείας αὐτῷ προσευρευόντων, οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικήν τινα δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμάς· ἢ ἐθνῶν ἐπιμέλειαν· ἢ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ· τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας· τὰς πληγάς· τὰς δημεύσεις· τὰς ἀπαγωγάς· τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; μία νὺξ, ἢ πυρετὸς εἷς, ἢ πλευρῖτις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης.
over provisions and those attending upon him for his needs, trailing whom after himself both when going forth and when returning again he is an object of envy to those who meet him. Add to wealth some civil dominion as well, or else honours from kings; or the governance of nations; or the command of armies; the herald crying aloud before him; the lictors on this side and on that striking the heaviest terror into the governed; the blows; the confiscations; the arrests; the prisons, from which intolerable fear is gathered among those under his hand. And what after this? One night, or one fever, or pleurisy, or inflammation of the lungs, snatching the man away from among men, departs, stripping bare on a sudden all the stage-play around him, and that glory is exposed like a dream. So that the prophet has hit the mark in likening human glory to the frailest flower.
3. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βοτάνης καὶ πάσης πόας. Εἴτε γὰρ ἀπὸ ῥίζης ἐκδίδοταί τι ἐκ τῆς κάτωθεν προβολῆς, ὡς κρόκος καὶ ἄγρωστις, ἀναβλαστῆσαι δεῖ καὶ ἐπὶ τὸ ἔξω προκύψαι· εἴτε ἀπὸ σπέρματος, καὶ οὕτως ἀνάγκη πρῶτον βλάστησιν, εἶτα βοτάνην γενέσθαι, εἶτα χόρτον χλοάζοντα, εἶτα τὸν καρπὸν ἐπὶ ξηρᾶς ἤδη καὶ παχείας τῆς καλάμης ἀδρυνόμενον. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Ὅταν εἰς γῆν καταπέσῃ τὸ σπέρμα συμμέτρως νοτίδος καὶ θέρμης ἔχουσαν, χαῦνον γενόμενον καὶ πολύπορον, τῆς παρακειμένης γῆς περιδραξάμενον, τὰ οἰκεῖα καὶ σύμφυλα πρὸς ἑαυτὸ ἐπισπᾶται. Ἐμπίπτοντα δὲ τοῖς πόροις καὶ περιολισθαίνοντα τῆς γῆς τὰ λεπτότατα μόρια, ἐπὶ πλέον ἀνευρύνει τοὺς ὄγκους αὐτοῦ· ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, ἐπὶ τὸ ἄνω δὲ προκύπτειν, ἰσαρίθμων ταῖς ῥίζαις τῶν καλάμων προβαλλομένων· θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένην διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τῇ ὁλκῇ τοῦ θερμοῦ συνεπάγεσθαι τοῦ τροφίμου τῆς γῆς ὅσον μέτριον, καὶ τοῦτο καταμερίζειν εἰς καλάμην καὶ φλοιὸν, καὶ τὰς θήκας τοῦ σίτου, καὶ αὐτὸν τὸν σῖτον καὶ τοὺς ἀνθέρικας· καὶ οὕτω κατὰ μικρὸν τῆς αὐξήσεως γινομένης, ἐπὶ τὸ οἰκεῖον μέτρον ἕκαστον τῶν φυομένων ἀποκαθίστασθαι, εἴτε τι τῶν σιτηρῶν, εἴτε τῶν χεδρόπων, εἴτε τῶν λαχανωδῶν ἢ φρυγανικῶν τυγχάνοι. Εἷς χόρτος καὶ μία βοτάνη ἐξαρκεῖ τὴν διάνοιάν σου πᾶσαν εις τὴν θεωρίαν τῆς ἐξεργασαμένης αὐτὰ τέχνης ἀπ-
3. Let the earth bring forth the herb of grass, sowing seed according to kind and according to likeness. Even now the order of growing things bears witness to the first arrangement. For sprouting leads the way for every herb and every grass. For whether something is put forth from a root out of the projection below, such as saffron and couch-grass, it must sprout up and peep out towards the surface; or whether from seed, even so there must first come sprouting, then the herb, then greening grass, and then the fruit ripening upon the stalk now dry and thick. Let the earth bring forth the herb of grass. When the seed falls into earth possessing moisture and warmth in due measure, becoming porous and full of passages, grasping the surrounding earth, it draws to itself what is akin and congenial. And the finest particles of the earth, falling into the pores and slipping in around them, widen its bulk still further; so that it strikes root downwards on the one hand, and peeps forth upwards on the other, with stalks put forth equal in number to the roots; and as the shoot is continually warmed, the moisture drawn through the roots brings along with itself by the attraction of the heat a due measure of the nourishment of the earth, and distributes this into stalk and bark, and the husks of the wheat, and the wheat itself and the awns; and as growth thus takes place little by little, each of the growing plants is brought to its proper measure, whether it happen to be one of the grains, or of the pulses, or of the potherbs or undershrubs. One blade of grass and one herb suffices to keep your whole mind, unto the contemplation of the art that wrought them, oc-
Notes, col. 100

On the reading

Printed κὰι, for καὶ.

Printed προσευρευόντων, for προσεδρευόντων.

Printed ἀδρυνόμενον, for ἁδρυνόμενον.

Printed εις, for εἰς.

PG 29:101Read from the page
ασχολῆσαι· πῶς γόνασι διαζώννυται ἡ καλάμη τοῦ σίτου, ἵνα ὥσπερ σύνδεσμοί τινες ῥᾳδίως τὸ βάρος τῶν ἀσταχύων φέρωσιν, ὅταν πλήρεις ὄντες καρπῶν πρὸς τὴν γῆν κατακλίνωνται. Διὰ τοῦτο ὁ μὲν βρόμος διόλου κενὸς, ἅτε μηδενὶ τὴν κεφαλὴν βαρυνόμενος· τὸν δὲ σῖτον τοῖς συνδέσμοις τούτοις ἡ φύσις κατησφαλίσατο. Ἐν θήκῃ δὲ τὸν κόκκον ἀποθεμένη, ὡς μὴ εὐδιάρπαστον εἶναι τοῖς σπερμολόγοις· ἔτι καὶ τῇ προβολῇ τῶν ἀνθερίκων οἷον ἀκίσι τὰς ἐκ τῶν μικρῶν ζώων ἀφίστησι βλάβας.
cupied: how the stalk of the wheat is girded round with joints, so that like bonds of some sort they may easily bear the weight of the ears when, being full of fruit, they bend down towards the earth. On this account the oat is altogether hollow, inasmuch as its head is weighed down with nothing; whereas nature has secured the wheat with these bonds. And having laid the grain away in a husk, so as not to be easily snatched away by seed-picking birds, she moreover wards off harms from small creatures by the projection of the awns, as though by barbs.
4. Τί εἴπω; τί σιωπήσω; Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Καὶ εὐθέως συνεξεδόθη τοῖς τροφίμοις τὰ δηλητήρια· μετὰ τοῦ σίτου τὸ κώνειον, μετὰ τῶν λοιπῶν τροφίμων ἑλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ ὁ τῆς μήκωνος ὀπός. Τί οὖν; ἀφέντες τὸ ἐπὶ τοῖς χρησίμοις τὴν χάριν ὁμολογεῖν, ἐγκαλέσομεν τῷ Δημιουργῷ ἐπὶ τοῖς φθαρτικοῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνο δὲ οὐ λογισόμεθα, ὅτι οὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς ἡμετέρας δεδημιούργηται; Ἀλλ' ἡμῖν μὲν αἱ ἀποτεταγμέναι τροφαὶ πρόχειροι, καὶ πᾶσιν εὔγνωστοι· ἕκαστον δὲ τῶν γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ. Μὴ γὰρ, ἐπειδή σοι δηλητήριον τὸ ταύριον αἷμα, τούτου ἕνεκεν ἔδει ἢ μὴ παραχθῆναι τὸ ζῶον, ἢ παραχθὲν ἄναιμον εἶναι, οὗ τῆς ἰσχύος πρὸς τοσαῦτα ἡμῶν ἐπιδεῖται ὁ βίος; Ἀλλὰ σοὶ μὲν αὐτάρκης ὁ σύνοικος λόγος πρὸς τὴν φυλακὴν τῶν ὀλεθρίων. Οὐ δήπου γὰρ πρόβατα μὲν καὶ αἶγες ἴσασιν ἀποφεύγειν τὰ κακοῦντα αὐτῶν τὴν ζωὴν, μόνῃ τῇ αἰσθήσει τὸ βλαβερὸν διακρίνοντα· σοὶ δὲ, ᾧ καὶ λόγος πάρεστι, καὶ ἰατρικὴ τέχνη τὸ χρήσιμον ἐκπορίζουσα, καὶ ἡ τῶν προλαβόντων πεῖρα, τῶν βλαπτόντων τὴν φυγὴν ὑποβάλλουσα, χαλεπόν ἐστιν, εἰπέ μοι, ἐκκλῖναι τὰ δηλητήρια; Ἔστι δὲ τούτων οὐδὲν ἀργῶς, οὐδὲν ἀχρήστως γεγενημένον. Ἢ γὰρ τροφὴν παρέχει τινὶ τῶν ἀλόγων, ἢ καὶ ἡμῖν αὐτοῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀῤῥωστημάτων ἐξεύρηται. Τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποδιδράσκοντες· λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τῆς καρδίας πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν, πρὶν τὴν ἀπ' αὐτοῦ ψῦξιν τῶν καιρίων καθάψασθαι. Ἐλλέβορος δὲ ὀρτύγων ἐστὶ τροφὴ, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων. Ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτε καὶ ἡμῖν χρήσιμα. Διὰ μὲν γὰρ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσιν· ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας τῶν σωμάτων κατακοιμίζουσιν. Ἤδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν· καὶ τῷ ἑλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν. Ὥστε ὃ ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλη-
4. What shall I say? What shall I pass over in silence? In the rich treasuries of creation the discovery of what is more precious is difficult, while the loss of what is omitted is most grievous. Let the earth bring forth the herb of grass. And straightway poisons were given forth together with edible plants: with wheat, hemlock; with the rest of edible plants, hellebore, and monkshood, and mandrake, and the juice of the poppy. What then? Leaving aside the giving of thanks for what is useful, shall we bring a charge against the Creator for the things destructive of our life? And shall we not reckon this, that not all things have been fashioned for the sake of our belly? Rather, the foods appointed for us are at hand and well known to all; while each of the things that have come into being fulfils some proper reason of its own in creation. Surely it was not needful, because bull's blood is poisonous to you, that on this account the animal whose strength our life requires for so many purposes should either not be brought forth, or when brought forth be bloodless? Nay, the indwelling reason in you is self-sufficient for guarding against deadly things. For surely it cannot be that sheep and goats know how to shun the things that harm their life, discerning what is hurtful by sense alone, whereas for you, to whom reason is present, and the medical art supplying what is serviceable, and the experience of predecessors suggesting the avoidance of harmful things, it is hard, tell me, to shun poisons? Yet none of these things has come into being idly, none uselessly. For either it furnishes food to some one of the irrational creatures, or else it has been discovered by the medical art for ourselves also for the relief of certain infirmities. For starlings feed on hemlock, escaping the harm from the poison through the constitution of their body; for having fine passages over the heart, they digest what has been swallowed before the chilling from it lays hold of the vital parts. And hellebore is food for quails, which escape the harm through the peculiarity of their temperament. Moreover these very things are at times serviceable to us as well in due season. For by means of mandrake physicians induce sleep, and with opium they lull to rest violent bodily pains. Indeed some with hemlock have even quenched the raging of appetites, and with hellebore have rooted out many chronic ailments. So that what you supposed you had against the Creator as an accusa-
PG 29:104Read from the page
μα, τοῦτό σοι εἰς προσθήκην εὐχαριστίας περιελήλυθεν.
tion, this has come round for you as an addition to thanksgiving.
5. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη! πόσην δὲ τὴν ἐξ ἐπιμελείας καὶ γεωργίας ἡμῖν προσγινομένην! Οὐκ εὐθὺς ἐκέλευσε σπέρμα καὶ καρπὸν ἀναδοθῆναι, ἀλλὰ βλαστῆσαι καὶ χλοάσαι τὴν γῆν, καὶ τότε εἰς σπέρμα τελειωθῆναι, ἵνα πρῶτον ἐκεῖνο πρόσταγμα διδασκάλιον τῇ φύσει γένηται πρὸς τὴν ἑξῆς ἀκολουθίαν. Πῶς οὖν κατὰ γένος, φασὶν, ἡ γῆ προφέρει τὰ σπέρματα, ὁπότε, σῖτον πολλάκις καταβαλόντες, τὸν μέλανα τοῦτον πυρὸν συγκομίζομεν; Ἀλλὰ τοῦτο οὐχὶ πρὸς ἕτερον γένος ἐστὶ μεταβολὴ, ἀλλ' οἰονεὶ νόσος τις καὶ ἀῤῥωστία τοῦ σπέρματος. Οὐ γὰρ ἀπέθετο τὸ εἶναι σῖτος, ἀλλ' ἐμελάνθη διὰ τῆς καύσεως, ὡς καὶ ἐξ αὐτῆς ἐστι τῆς προσηγορίας μαθεῖν. Τῇ ὑπερβολῇ γὰρ τοῦ κρύους ὑπερκαεὶς, πρὸς ἑτέραν καὶ χρόαν καὶ γεῦσιν μετέπεσε. Καὶ μέντοι καὶ πάλιν λέγεται, ἐπειδὰν γῆς ἐπιτηδείας καὶ ἀέρων εὐκράτων λάβηται, πρὸς τὸ ἀρχαῖον εἶδος ἐπανιέναι. Ὥστε οὐδὲν παρὰ τὸ πρόσταγμα εὕροις ἂν ἐν τοῖς φυομένοις ἐπιτελούμενον. Ἡ δὲ λεγομένη αἶρα, καὶ ὅσα λοιπὰ νόθα σπέρματα τοῖς τροφίμοις ἐγκαταμέμικται, ἅπερ ζιζάνια προσαγορεύειν σύνηθες τῇ Γραφῇ, οὐκ ἐκ τῆς τοῦ σίτου μεταβολῆς γίνεται, ἀλλ' ἐξ οἰκείας ἀρχῆς ὑπέστη, ἴδιον ἔχοντα γένος. Ἅπερ τὴν εἰκόνα πληροῖ τῶν παραχαρασσόντων τὰ τοῦ Κυρίου διδάγματα, καὶ μὴ γνησίως μαθητευομένων τῷ λόγῳ, ἀλλ' ἐκ τῆς τοῦ πονηροῦ διδασκαλίας διεφθαρμένων, καταμιγνύντων δὲ ἑαυτοὺς τῷ ὑγιαίνοντι σώματι τῆς Ἐκκλησίας, ἵν' ἐκ τοῦ ἀφανοῦς τὰς παρ' ἑαυτῶν βλάβας τοῖς ἀκεραιοτέροις ἐμβάλωσιν. Ἤδη δὲ ὁ Κύριος καὶ τὴν τελείωσιν τῶν εἰς αὐτὸν πεπιστευκότων τῇ τῶν σπερμάτων αὐξήσει παρεικάζει, λέγων· Ὡς ὅταν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ἐγείρηται, καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός. Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. Βλαστησάτω ἡ γῆ βοτάνην. Καὶ ἐν ἀκαριαίᾳ χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ γῆ, ἵνα φυλάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον
5. Let the earth bring forth the herb of grass. How much spontaneous food He speaks of in these words, both that in roots, and that in the herb itself, and that in fruits already! And how much that accrues to us from care and husbandry! He did not straightway command seed and fruit to be yielded up, but that the earth should sprout and grow green, and then be perfected into seed, so that that first command might become an instruction to nature for the subsequent sequence. How then, they say, does the earth bring forth seeds according to kind, when, after often sowing wheat, we harvest this black grain? Yet this is not a change into another kind, but as it were a disease and infirmity of the seed. For it did not lay aside being wheat, but was blackened through scorching, as one may learn from its very appellation. For having been scorched by excess of cold, it passed over into a different colour and taste. And indeed it is even said to return again to its original form whenever it meets with suitable soil and temperate airs. So that you would find nothing accomplished among growing things contrary to the command. As for what is called darnel, and whatever other spurious seeds are mixed in among edible plants, which Scripture is accustomed to call tares, they do not arise from a transformation of wheat, but subsisted from their own origin, possessing a kind of their own. And these fulfil the image of those who falsify the teachings of the Lord, and are not genuinely discipled in the word, but are corrupted by the teaching of the evil one, while mingling themselves with the healthy body of the Church, so that unseen they may inflict the harms that come from themselves upon the more guileless. Moreover the Lord likens the perfection of those also who have believed in Him to the growth of seeds, saying: As when a man casts seed upon the earth, and sleeps, and rises night and day, and the seed springs up and grows tall, how he himself knows not. For of itself the earth bears fruit, first the blade, then the ear, then the full wheat in the ear. Let the earth bring forth the herb. And in an instant turn of time, beginning from the sprouting, in order that it might keep the laws of the Creator, the earth, passing through every form of growth, straightway towards perfection
Notes, col. 104

On the reading

Printed οἰονεὶ, for οἱονεὶ.

PG 29:105Read from the page
ἤγαγε τὰ βλαστήματα. Καὶ λειμῶνες μὲν ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν δὲ πεδίων τὰ εὔκαρπα φρίσσοντα τοῖς ληΐοις, εἰκόνα πελάγους κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. Πᾶσα δὲ βοτάνη καὶ πᾶν λαχανηρὸν γένος, καὶ εἴ τι ἐν φρυγάνοις, καὶ εἴ τι ἐν ὀσπρίοις, κατὰ πᾶσαν ἀφθονίαν τότε τῆς γῆς ὑπερεῖχεν. Οὐδὲ γὰρ ἀπότευγμά τι ἦν ἐν τοῖς τότε προβληθεῖσιν, οὔτε γεωργῶν ἀπειρίας, οὔτε ἀέρων δυσκρασίας, οὔτε τινὸς ἄλλης αἰτίας τοῖς γινομένοις λυμαινομένης. Οὐ μὴν οὐδὲ ἡ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς. Πρεσβύτερα γὰρ ταῦτα τῆς ἁμαρτίας, δι' ἣν κατεκρίθημεν ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον.
brought the shoots. And meadows were deep with the abundance of grass, while the fruitful parts of the plains, bristling with standing crops, preserved the image of a billowing sea in the movement of the ears of corn. And every herb and every kind of potherb, and whatever there is among undershrubs, and whatever among pulses, rose above the earth at that time in all abundance. For neither was there any failure among the things put forth at that time, since neither inexperience of husbandmen, nor inclemency of airs, nor any other cause marred the things coming into being. Nor indeed did the sentence of condemnation hinder the fertility of the earth. For these things were older than the sin on account of which we were condemned to eat bread in the sweat of our face.
6. Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμαι κατεπυκνοῦντο· πάντα δὲ ἀνέτρεχε δένδρα, τά τε πρὸς μήκιστον ὕψος διανίστασθαι πεφυκότα, ἐλάται καὶ κέδροι, καὶ κυπάρισσοι, καὶ πεῦκαι· πάντες δὲ θάμνοι εὐθὺς ἦσαν ἀμφίκομοι καὶ δασεῖς· καὶ τὰ στεφανωματικὰ λεγόμενα τῶν φυτῶν, αἵ τε ῥωδωνιαὶ, καὶ μυρσίναι, καὶ δάφναι, πάντα ἐν μίᾳ καιροῦ ῥοπῇ, οὐκ ὄντα πρότερον ὑπὲρ τῆς γῆς, εἰς τὸ εἶναι παρῆλθε μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, ἐναργεστάταις μὲν διαφοραῖς ἀπὸ τῶν ἑτερογενῶν χωριζόμενα, οἰκείῳ δὲ ἕκαστον γνωριζόμενον χαρακτῆρι. Πλήν γε ὅτι τὸ ῥόδον τότε ἄνευ ἀκάνθης ἦν, ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύσεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἀνατέλλειν κατεδικάσθη ἡ γῆ. Ἀλλὰ προσετάχθη, φησὶ, Ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, ἐκδοῦναι ἡ γῆ· πολλὰ δὲ τῶν δένδρων ὁρῶμεν οὔτε καρποῖς οὔτε σπέρματι κεχρημένα. Τί οὖν ἐροῦμεν; Ὅτι τὰ τιμιώτερα τῇ φύσει προηγουμένης τῆς μνήμης τετύχηκεν· ἔπειτα, ὅτι ἀκριβῶς θεωροῦντι καὶ πάντα φανήσεται ἢ σπέρματι κεχρημένα, ἢ τὰ ἰσοδυναμοῦντα τοῖς σπέρμασιν ἔχοντα. Αἴγειροι γὰρ καὶ ἰτέαι, καὶ πτελέαι, καὶ λεῦκαι, καὶ ὅσα τοιαῦτα,
6. Yet And the fruit-bearing tree, He says, yielding fruit, whose seed is in itself according to kind and according to likeness upon the earth. At this word all thickets grew dense; all trees shot up, both those fitted by nature to rise to the greatest height, firs and cedars, and cypresses, and pines; and all shrubs were straightway leafy all round and bushy; and what are called the garland plants, rose-bushes, and myrtles, and laurels, all in a single turn of time, though not previously existing above the earth, came into being, each with its proper peculiarity, separated by the clearest differences from those of other kinds, and each recognized by its proper mark. Save only that the rose at that time was without a thorn, whereas afterwards the thorn was yoked beside the beauty of the flower, so that close beside the pleasantness of enjoyment we might have grief lying near at hand, remembering the sin on account of which the earth was condemned to bring forth thorns and thistles for us. Yet the earth was commanded, someone says, to put forth A fruit-bearing tree, yielding fruit upon the earth, whose seed is in itself; whereas we see many of the trees furnished with neither fruits nor seed. What then shall we say? That the things more honourable by nature obtained precedence of mention; and next, that to one who observes closely all trees too will be seen either furnished with seed or possessing what is equivalent to seeds. For black poplars and willows, and elms, and white poplars, and all such trees,
Notes, col. 105

On the reading

Printed ῥωδωνιαὶ, for ῥοδωνιαὶ.

Printed μίᾳ, for μιᾷ.