Migne Reading Room

PG 29 · cols. 108–117 · Read from the page

Hexaemeron, Homily 5: On the sprouting of the earth

Hexaemeron, Homily 5: On the sprouting of the earth

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:108Read from the page
καρπὸν μὲν οὐδένα δοκεῖ φέρειν ἐκ τοῦ προδήλου, σπέρμα δὲ ἕκαστον τούτων ἔχον ἀκριβῶς ἄν τις ἐξετάζων ἐξεύροι. Ὁ γὰρ ὑποκείμενος τῷ φύλλῳ κόκκος, ὃν μίσχον τινὲς τῶν περὶ τὰς ὀνοματοποιίας ἐσχολακότων προσαγορεύουσι, τοῦτο σπέρματος ἔχει δύναμιν. Ὅσα γὰρ ἀπὸ κλάδων γίνεσθαι πέφυκεν, ἐντεῦθεν ὡς τὰ πολλὰ προβάλλει τὰς ῥίζας. Τάχα δὲ σπέρματος ἐπέχουσι λόγον καὶ αἱ τῶν ῥιζῶν ἀποφύσεις, ἃς παρασπῶντες οἱ φυτοκόμοι τὸ γένος αὔξουσι. Πρότερον μέντοι, ὥσπερ ἔφαμεν, μνήμης ἠξιώθη τὰ συνεκτικώτερα τῆς ζωῆς ἡμῶν, ὅσα ἔμελλε, τοῖς οἰκείοις καρποῖς τὸν ἄνθρωπον δεξιούμενα, ἄφθονον αὐτῷ παρασκευάζειν τὴν δίαιταν· ἄμπελος μὲν οἶνον γεννῶσα εὐφραίνειν μέλλοντα καρδίαν ἀνθρώπου· ἐλαία δὲ καρπὸν παρεχομένη ἱλαρύνειν δυνάμενον πρόσωπον ἐν ἐλαίῳ. Πόσα συνέτρεχε κατὰ ταυτὸν ἠπειγμένως ὑπὸ τῆς φύσεως παραγόμενα! Ἡ ῥίζα τῆς ἀμπέλου· τὰ κλήματα ἐν κύκλῳ εὐθαλῆ καὶ μεγάλα ὑπὲρ γῆς κεχυμένα· ὁ βλαστὸς, οἱ ἕλικες, ὁ ὄμφαξ, οἱ βότρυες. Ἀρκεῖ σου τῇ ὄψει καὶ ἄμπελος συνετῶς ὁραθεῖσα ὑπόμνησίν σοι τῆς φύσεως ἐμποιῆσαι. Μέμνησαι γὰρ δηλονότι τῆς τοῦ Κυρίου εἰκόνος, ὅτι ἄμπελον ἑαυτὸν λέγει, καὶ τὸν Πατέρα τὸν γεωργὸν, καὶ τοὺς καθ' ἕνα ἡμῶν διὰ τῆς πίστεως ἐμπεφυτευμένους τῇ Ἐκκλησίᾳ κλήματα προσηγόρευσε· καὶ προσκαλεῖται ἡμᾶς εις πολυκαρπίαν, ἵνα μὴ ἀχρηστίαν καταγνωσθέντες τῷ πυρὶ παραδοθῶμεν· καὶ οὐ παύεται πανταχοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ταῖς ἀμπέλοις ἐξομοιῶν. Ἀμπελὼν γὰρ ἐγενήθη τῷ ἠγαπημένῳ, φησὶν, ἐν κέρατι, ἐν τόπῳ πίονι· καὶ, Ἀμπελῶνα ἐφύτευσα, καὶ περιέθηκα φραγμόν. Τὰς ἀνθρωπίνας ψυχὰς δηλονότι λέγει τὸν ἀμπελῶνα, αἷς φραγμὸν περιέθηκε τὴν ἐκ τῶν προσταγμάτων ἀσφάλειαν καὶ τὴν φυλακὴν τῶν ἀγγέλων. Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Ἔπειτα καὶ οἱονεὶ χάρακας ἡμῖν παρακατέπηξε θέμενος ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. Καὶ τοῖς τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ὑποδείγμασιν εις ὕψος ἡμῶν ἀνάγων τὰ φρονήματα, οὐκ ἀφῆκεν ἐῤῥιμμένα χαμαὶ, καὶ τοῦ πατεῖσθαι ἄξια. Βούλεται δὲ ἡμᾶς καὶ οἱονεὶ ἕλιξί τισι ταῖς περιπλοκαῖς τῆς ἀγάπης τῶν πλησίον ἀντέχεσθαι, καὶ ἐπαναπαύεσθαι αὐτοῖς, ἵν', ἀεὶ πρὸς τὸ ἄνω τὴν ὁρμὴν ἔχοντες, οἷόν τινες ἀναδενδράδες ταῖς κορυφαῖς τῶν ὑψηλοτάτων ἑαυτοὺς παρισάζωμεν. Ἀπαιτεῖ δὲ ἡμᾶς καὶ τὸ καταδέχεσθαι σκαπτομένους. Ἀποσκάπτεται δὲ ψυχὴ ἐν τῇ ἀποθέσει τῶν
seem openly to bear no fruit indeed, yet if anyone examines closely he will find that each of these possesses seed. For the granule lying beneath the leaf, which some of those who have devoted themselves to the coining of names call mischos, this has the power of seed. For whatever trees naturally grow from branches for the most part put forth their roots from there. And perhaps the offshoots of roots also hold the place of seed, tearing off which plant-tenders increase the stock. First, however, as we said, the trees more sustaining for our life were deemed worthy of mention, such as by welcoming man with their proper fruits were to provide him an abundant livelihood: the vine generating wine that would gladden the heart of man, and the olive offering fruit able to brighten the face with oil. How many parts ran together at the same moment, swiftly brought forth by nature! The root of the vine; the branches flourishing round about and poured out large above the earth; the shoot, the tendrils, the unripe grape, the clusters. Even a vine viewed intelligently suffices for your sight to implant in you a reminder of your nature. For plainly you remember the image of the Lord, that He calls Himself the vine, and the Father the husbandman, and addressed each one of us who through faith are grafted into the Church as branches; and He invites us to fruitfulness, lest being condemned for uselessness we be delivered over to the fire; and everywhere He ceases not to liken the souls of men to vines. For a vineyard came to be for the beloved, He says, on a hill, in a fat place; and, I planted a vineyard, and set a hedge around it. Plainly He calls human souls the vineyard, around which He set as a hedge the security coming from the commandments and the guardianship of the angels. For the angel of the Lord will encamp round about those who fear Him. Next He also fixed stakes, as it were, beside us, appointing in the Church first apostles, second prophets, third teachers. And raising our thoughts on high by the examples of ancient and blessed men, He did not leave them cast down on the ground and worthy to be trampled underfoot. And He wills that we also, by the claspings of love as by tendrils of some sort, cleave to our neighbours and rest upon them, so that, ever keeping our impulse upwards, like climbing vines we may match ourselves with the summits of the loftiest trees. And He demands of us also that we submit to being dug around. And a soul is dug around in the laying aside of the
Notes, col. 108

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

PG 29:109Read from the page
τοῦ κόσμου μεριμνῶν, αἳ βάρος εισὶ ταῖς καρδίαις ἡμῶν. Ὥστε ὁ τὴν σαρκίνην ἀγάπην ἀποθέμενος, καὶ τὴν πρὸς τὰ χρήματα φιλίαν, ἢ τὴν περὶ τὸ δύστηνον δοξάριον τοῦτο πτόησιν ἀπόπτυστον καὶ εὐκαταφρόνητον ἡγησάμενος, ὥσπερ ἐσκάφη καὶ ἀνέπνευσεν ἀποσκευασάμενος τὸ μάταιον βάρος τοῦ γηΐνου φρονήματος. Δεῖ δὲ, κατὰ τὸν λόγον τῆς παροιμίας, μηδὲ ὑλομανεῖν, τουτέστι, μὴ ἐπιδεικτικῶς πολιτεύεσθαι, μηδὲ τὸν παρὰ τῶν ἔξωθεν ἔπαινον θηρᾶσθαι, ἀλλ' ἔγκαρπον εἶναι, τῷ ἀληθινῷ γεωργῷ τὴν ἐπίδειξιν τῶν ἔργων ταμιευόμενον. Σὺ δὲ καὶ Ὡς ἐλαία κατάκαρπος ἔσο ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μηδέποτε γυμνούμενος τῆς ἐλπίδος, ἀλλ' ἀεὶ θάλλουσαν ἔχων περὶ σεαυτὸν τὴν διὰ πίστεως σωτηρίαν. Οὕτω γὰρ τὸ ἀειθαλὲς τοῦ φυτοῦ μι-
cares of the world, which are a burden to our hearts. So that he who has laid aside carnal love, and fondness for money, or who has accounted the fluttering excitement over this wretched little glory abominable and contemptible, has as it were been dug around and has breathed freely upon ridding himself of the vain burden of an earthly mindset. And one must, according to the saying of the proverb, neither run wild in wood, that is, not conduct one's life ostentatiously, nor hunt after praise from outsiders, but be fruitful, reserving the display of one's works for the true Husbandman. And do you too Be like a fruit-laden olive tree in the house of God, never stripped bare of hope, but ever keeping salvation through faith flourishing around yourself. For thus the evergreen nature of the plant you will imi-
7. Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδεια, ἄλλα πρὸς καῦσιν! Ἐν τούτοις πάλιν ποικίλη μὲν ἐν ἑκάστῳ δένδρῳ ἡ τῶν μερῶν αὐτοῦ διακόσμησις, δυσέφικτος δὲ καὶ ἡ ἐξεύρεσις τῆς ἑκάστου ἰδιότητος, καὶ ἡ θεωρία τῆς πρὸς ἕκαστον τῶν ἑτερογενῶν διαφορᾶς. Πῶς τὰ μὲν αὐτῶν βαθύῤῥιζα, τὰ δὲ ἀκρόῤῥιζα· καὶ τὰ μὲν ὀρθοφυῆ καὶ μονοστέλεχα, τὰ δὲ χαμαίζηλα καὶ εὐθὺς ἀπὸ τῆς ῥίζης εις πολλὰς ἐκφύσεις διῃρημένα. Πῶς ὅσων μὲν οἱ κλάδοι προμήκεις ἐπὶ πολὺ τοῦ ἀέρος ἐκτεταμένοι, τούτων καὶ αἱ ῥίζαι βαθεῖαι, ἐπὶ πλεῖστον ἐν κύκλῳ διανεμόμεναι, οἷον θεμελίους τινὰς ἀναλογοῦντας τῷ βάρει τῶν ἄνωθεν ὑποτιθείσης τῆς φύσεως. Πόσαι τῶν φλοιῶν αἱ διαφοραί! Τὰ μὲν γὰρ λειόφλοια τῶν φυτῶν, τὰ δὲ ῥηξίφλοια· καὶ τὰ μὲν μονόλοπα αὐτῶν, τὰ δὲ πολύπτυχα. Ὅ δὲ θαυμαστὸν, ὅτι καὶ τῆς ἀνθρωπίνης νεότητος καὶ τοῦ γήρως εὕροις ἂν καὶ ἐν τοῖς φυτοῖς παραπλήσια τὰ συμπτώματα. Τοῖς μὲν γὰρ νέοις καὶ εὐθαλέσιν ὁ φλοιὸς περιτέταται· τοῖς δὲ γηράσκουσιν οἷον ῥυσσοῦται καὶ ἐκτραχύνεται. Καὶ τὰ μὲν κοπέντα ἐπιβλαστάνει· τὰ δὲ μένει ἀδιάδοχα, ὥσπερ τινὰ θάνατον τὴν τομὴν ὑπομείναντα. Ἤδη δέ τινες τετηρήκασιν ἐκτεμνομένας ἢ καὶ ἐπικαιομένας τὰς πίτυς εἰς δρυμῶνας μεθίστασθαι. Τινὰ δὲ καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον τὰς ὀξείας ῥοιὰς, καὶ τῶν ἀμυγδαλῶν τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων, ἑαυτὸν ἀπογινωσκέτω, εἰδὼς ὅτι γεωργία μὲν τὰς τῶν φυτῶν ποιότητας μεταβάλλει, ἡ δὲ
7. Yet let us return to the investigation of the skilful arrangements. How many kinds of plants sprang up at that time, some fruit-bearing, others fit for roofing, others suitable for shipbuilding, others for burning! Among these, again, varied in each tree is the arrangement of its parts, and hard to attain is both the discovery of the peculiarity of each and the contemplation of its difference towards each of those of other kinds. How some of them are deep-rooted, others shallow-rooted; and some straight-growing and single-stemmed, others low-growing and divided straight from the root into many offshoots. How those whose branches are long and stretched far out into the air have roots that are deep as well, distributed very widely in a circle, as though nature had laid beneath them foundations proportionate to the weight of the parts above. How many are the differences of barks! For some of the plants are smooth-barked, others split-barked; and some of them have a single coat, others many layers. And what is marvellous is that you may find in plants too conditions resembling those of human youth and old age. For in the young and flourishing the bark is stretched smooth around them; whereas in those growing old it becomes as it were wrinkled and roughened. And some when cut sprout afresh; while others remain without succession, as though having undergone a kind of death in the cutting. Indeed some have observed that pine trees when felled or even burnt over change into oak groves. And we know that certain trees even have their natural defect cured by the care of husbandmen: such as sour pomegranates, and the bitterer of almonds, when they have their trunk pierced near the root and receive a fat wedge of pine driven right through the middle of the pith, they then change the harshness of their juice into wholesomeness. Let no one, therefore, who lives in vice despair of himself, knowing that agriculture changes the qualities of plants, while the
Notes, col. 109

On the reading

Printed εισὶ, for εἰσὶ.

Printed εις, for εἰς.

PG 29:112Read from the page
κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δυνατή ἐστι παντοδαπῶν ἀῤῥωστημάτων ἐπικρατῆσαι. Ἡ δὲ περὶ τὰς καρπογονίας διαφορὰ τῶν καρπίμων φυτῶν τοσαύτη, ὅσην οὐδ' ἂν ἐπελθεῖν τις δυνηθείη τῷ λόγῳ. Οὐ γὰρ μόνον ἐν τοῖς ἑτερογενέσιν αἱ διαφοραὶ τῶν καρπῶν, ἀλλ' ἤδη καὶ ἐν αὐτῷ τῷ εἴδει τοῦ δένδρου πολὺ τὸ διάφορον· ὅπουγε καὶ ἄλλος μὲν χαρακτὴρ τοῦ καρποῦ τῶν ἀῤῥένων, ἄλλος δὲ τῶν θηλειῶν, παρὰ τῶν φυτουργῶν διακέκριται, οἵ γε καὶ τοὺς φοίνικας εἰς ἄῤῥενας καὶ θηλείας διιστῶσι. Καὶ ἴδοις ἄν ποτε τὴν παρ' αὐτῶν ὀνομαζομένην θήλειαν καθιεῖσαν τοὺς κλάδους, οἷον ὀργῶσαν, καὶ τῆς συμπλοκῆς ἐφιεμένην τοῦ ἄῤῥενος, τοὺς δὲ θεραπευτὰς τῶν φυτῶν ἐμβάλλοντας τοῖς κλάδοις, οἷόν τινα σπέρματα τῶν ἀῤῥένων, τοὺς λεγομένους ψῆνας· καὶ οὕτως οἷον ἐν συναισθήσει τῆς ἀπολαύσεως γίνεσθαι καὶ ἀνορθοῦσθαι πάλιν τοὺς κλάδους, καὶ πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ φυτοῦ τὴν κόμην ἀπηκαθίστασθαι. Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν συκῶν φασιν. Ὅθεν οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέροις· οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες. Τί σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα βούλεται; Ὅτι χρὴ πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πίστεως εὐτονίαν τινὰ προσλαμβάνειν εις τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκκλησίας ἀπεσχισμέ⟨…⟩, βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλεῖον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφούσῃ.
care of the soul according to virtue is able to prevail over infirmities of every kind. And the difference in fruit-bearing among fruitful plants is so great that no one could even recount it in speech. For not only among trees of different kinds are there differences of fruits, but even within the very same species of tree there is much variation; seeing that one character of the fruit of the males, and another of the females, has been distinguished by plant-growers, who indeed divide date-palms also into males and females. And you may sometimes see the one called female by them letting down its branches, as though yearning, and desiring the embrace of the male, while the tenders of the plants insert into the branches, like seeds of some sort from the males, what are called psenes; and thus it comes as it were into a perception of enjoyment and raises its branches upright again, and the foliage of the plant is restored to its proper form. And they say these very same things concerning fig-trees as well. Hence some plant wild fig-trees beside cultivated ones; while others, tying on the wild figs, heal the weakness of fruitful and cultivated fig-trees, checking with the wild figs the fruit that is already dropping and scattering. What does this riddle from nature mean for you? That oftentimes we must take to ourselves a certain vigour even from those alien to the faith for the display of good works. For if you see someone in a pagan way of life, or through some perverse heresy split off from the Church, caring for a temperate life and the rest of moral good order, intensify your own earnestness all the more, so that you may become like the fruit-bearing fig-tree, gathering strength from the presence of the wild ones, checking the dropping on the one hand, and nourishing its fruit more carefully on the other.
8. Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα ειπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ σχήματα, τὰς χρόας, τῶν χυμῶν τὴν ἰδιότητα, τὸ ἀφ' ἑκάστου χρήσιμον; Πῶς τινὰ μὲν γυμνὰ πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτροις κεκαλυμμένα πληροῦται; καὶ ὧν μὲν ἁπαλὸς ὁ καρπὸς, παχὺ τοῦ φύλλου τὸ σλεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς, ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων ἡ προβολὴ, ὡς ἐπὶ τῆς καρύας; Ὅτι ἐκεῖνα μὲν διὰ τὸ ἀσθενὲς πλείονος ἐδεῖτο τῆς βοηθείας· τούτοις δ' ἂν προσβλαβὴς ἐγένετο ἡ παχυτέρα περιβολὴ ἐκ τῆς ἀπ' αὐτῶν σκιᾶς. Πῶς κατέσχισται τῆς ἀμπέλου τὸ φύλλον, ἵνα καὶ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας ὁ βότρυς ἀντέχῃ, καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου διὰ τῆς
8. Such, then, are the differences concerning the manner of their generation, to say very little out of very much. As for the fruits themselves, who could recount their variety, their shapes, their colours, the peculiarity of their juices, the usefulness coming from each? How some are ripened bare by the sun, while others come to fullness covered over in husks? And how those whose fruit is tender have a thick covering of leaf, as in the case of the fig-tree, whereas those whose fruits are firmer have a light screen of leaves, as in the case of the walnut? Because the former on account of their weakness needed greater help, while to the latter a thicker wrapping would have proved injurious from the shade cast by them. How is the leaf of the vine cleft, so that the cluster may both withstand the harms from the air, and the ray of the sun through its
Notes, col. 112

On the reading

Printed ἀπηκαθίστασθαι, for ἀποκαθίστασθαι.

Printed εις, for εἰς.

Printed ειπεῖν, for εἰπεῖν.

Printed σλεπαστήριον, for σκεπαστήριον.

PG 29:113Read from the page
ἀραιότητος δαψιλῶς ὑποδέχηται; Οὐδὲν ἀναίτιον· οὐδὲν ἀπὸ ταυτομάτου· πάντα ἔχει τινὰ σοφίαν ἀπόῤῥητον. Τίς ἂν ἐφίκοιτο λόγος; Πῶς ἀνθρώπινος νοῦς πάντα μετ' ἀκριβείας ἐπέλθοι, ὥστε καὶ κατιδεῖν τὰς ἰδιότητας, καὶ τὰς πρὸς ἕκαστον διαφορὰς ἐναργῶς διακρῖναι, καὶ τὰς κεκρυμμένας αιτίας ἀνενδεῶς παραστῆσαι; Ἕν ὕδωρ, διὰ τῆς ῥίζης ἑλκόμενον, ἄλλως μὲν τρέφει τὴν ῥίζαν αὐτὴν, ἄλλως δὲ τὸν φλοιὸν τοῦ στελέχους, καὶ ἄλλως τὸ ξύλον, καὶ τὴν ἐντεριώνην ἑτέρως. Τὸ αὐτὸ καὶ φύλλον γίνεται, καὶ εἰς ἀκρέμονας καὶ κλάδους κατασχίζεται, καὶ τοῖς καρποῖς παρέχει τὴν αὔξησιν, καὶ δάκρυον τοῦ φυτοῦ καὶ ὀπὸς ἐκ τῆς αὐτῆς αἰτίας προέρχεται· οἷς πόση πρὸς ἄλληλά ἐστιν ἡ διαφορὰ, οὐδεὶς ἂν λόγος ἐξίκοιτο. Ἄλλο γὰρ τοῦ σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ ὀπὸς τοῦ βαλσάμου· καὶ νάρθηκές τινες ἐπὶ τῆς Αἰγύπτου καὶ Λιβύης ἕτερον ὀπῶν γένος ἀποδακρύουσι. Λόγος δέ τίς ἐστι καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀποπηγνύμενον. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ ἐμφαινόμενα κάρφη καὶ τὰ λεπτότατα τῶν ζώων, ἅπερ, ἁπαλοῦ ὄντος τοῦ ὀποῦ, ἐναποληφθέντα κατέχεται. Καὶ ὅλως τὴν κατὰ τὰς ποιότητας τῶν ὀπῶν διαφορὰν ὁ μὴ τῇ πείρᾳ διδαχθεὶς οὐδένα λόγον εὑρήσει τὴν ἐνέργειαν παριστῶντα. Πῶς πάλιν ἀπὸ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ τὸ ἔλαιον; Καὶ οὐ τοῦτο μόνον θαυμαστὸν, πῶς ὧδε μὲν τὸ ὑγρὸν ἀπεγλυκάνθη, ἐκεῖ δὲ λιπαρὸν γέγονεν, ἀλλ' ὅτι καὶ ἐν τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς ποιότητος. Ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο τὸ ἐν μηλέᾳ, καὶ σύκῳ, καὶ φοίνικι. Ἔτι σε βούλομαι περὶ τὴν ἐξέτασιν ταύτην φιλοτεχνῆσαι, πῶς τὸ αὐτὸ ὕδωρ νῦν μὲν λεῖόν ἐστι τῇ αἰσθήσει, ὅταν ἐν τοῖσδέ τισι τοῖς φυτοῖς γενόμενον ἀπογλυκανθῇ· νῦν δὲ πληκτικόν ἐστι τῆς γεύσεως, ὅταν δι' ἄλλων φυτῶν ἐνεχθὲν ἀποξύνηται. Καὶ πάλιν εἰς τὴν ἐσχάτην πικρότητα μεταβάλλον ἐκτραχύνει τὴν αἴσθησιν, ὅταν ἐν ἀψίνθῳ ἢ σκαμμωνίᾳ γένηται· καὶ ἐν μὲν ταῖς βαλάνοις ἢ τῷ καρπῷ τῆς κρανείας πρὸς τὴν στυφὴν καὶ αὐστηρὰν ποιότητα μεταβάλλει· ἐν δὲ ταῖς τερεβίνθοις καὶ ταῖς καρύαις πρὸς ἁπαλὴν καὶ ἐλαιώδη φύσιν μεθίσταται.
openness abundantly receive? Nothing is without a cause; nothing is by chance; all things possess a certain ineffable wisdom. What speech could attain to it? How could a human mind go through all things with exactness, so as both to perceive their peculiarities, and to distinguish clearly the differences towards each, and to set forth without deficiency the hidden causes? One and the same water, drawn through the root, in one way nourishes the root itself, in another the bark of the trunk, in another the wood, and in yet another the pith. The very same becomes leaf as well, and is split into boughs and branches, and furnishes growth to the fruits, and the gum-drop of the plant and its sap proceed from the same cause; yet how great is their difference towards one another, no speech could reach. For one thing is the gum-drop of the mastic-tree, and another the sap of the balsam; and certain giant fennels in Egypt and Libya weep forth another kind of saps. And there is an account that amber too is a sap of plants congealing into the nature of stone. And witness is borne to the account by the bits of straw and the tiniest of creatures appearing in it, which, while the sap is soft, are caught inside and held fast. And altogether, as to the difference in the qualities of saps, one not taught by experience will find no speech setting forth its working. How again from the same moisture does wine form in the vine, and oil in the olive? And not this alone is marvellous, how here the fluid was sweetened while there it became oily, but that even among sweet fruits the variation of quality is untold. For one thing is the sweetness in the vine, and another that in the apple-tree, and in the fig, and in the date-palm. Still further I wish you to busy your skill over this inquiry: how the same water now is smooth to the sense, when after entering into certain particular plants it is sweetened; and now is pungent to the taste, when carried through other plants it turns sour. And again, changing into extreme bitterness, it roughens the sense, when it comes to be in wormwood or scammony; and in acorns or the fruit of the cornel-cherry it changes towards an astringent and harsh quality; while in terebinths and walnuts it passes over into a soft and oily nature.
9. Καὶ τί δεῖ τὰ πόῤῥω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας; Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ ἐν αὐτῷ τῷ καρπῷ. Καὶ ἐπὶ τῆς ἀμπέλου στυπτικώτατον μὲν ἐπὶ τῶν ἀκρεμόνων, ἥδιστον δὲ ἐν τοῖς βότρυσιν. Αἱ δὲ κατὰ τὰς χρόας διαφοραὶ πόσαι! Ἴδοις ἂν ἐν λειμῶνι τὸ αὐτὸ ὕδωρ ἐρυθραινόμενον μὲν ἐν τῷδε τῷ ἄνθει, καὶ ἐν ἄλλῳ παρφυροῦν, καὶ κυανὸν ἐν τῷδε, καὶ ἐν ἑτέρῳ λευκόν· καὶ πλείονα πάλιν τῆς ἐν ταῖς χρόαις ποικιλίας τὴν κατὰ τὰς ὀδμὰς διαφορὰν παρεχόμενον. Ἀλλὰ γὰρ
9. And what need is there to speak of distant examples, seeing that in the very same fig-tree it passes over to the most opposite qualities? For it is most bitter in the sap, and sweetest in the fruit itself. And in the vine it is most astringent in the shoots, and most pleasant in the clusters. And how many are the differences in colours! You may see in a meadow the same water reddening in this flower, and purple in another, and deep blue in this one, and white in another; and again affording a difference in odours greater than the variety in colours. Yet indeed
Notes, col. 113

On the reading

Printed αιτίας, for αἰτίας.

Printed παρφυροῦν, for πορφυροῦν.

PG 29:116Read from the page
ὁρῶ μοι τὸν λόγον τῇ ἀπληστίᾳ τῆς θεωρίας εις ἀμετρίαν ἐκπίπτοντα, ὃν ἐὰν μὴ δήσας πρὸς ἀνάγκην ἀπαγάγω τῆς κτίσεως, ἐπιλείψει με ἡ ἡμέρα τὴν μεγάλην σοφίαν ἐκ τῶν μικροτάτων ὑμῖν παριστῶντα. Βλαστησάτω ἡ γῆ ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς. Καὶ εὐθὺς αἱ κορυφαὶ τῶν ὀρέων ἐκόμων· καὶ ἐφιλοτεχνοῦντο παράδεισοι, καὶ ποταμῶν ὄχθαι μυρίοις γένεσι φυτῶν ὡραΐζοντο. Καὶ τὰ μὲν τὴν ἀνθρωπίνην ηὐτρέπιστο κατακοσμῆσαι τράπεζαν· τὰ δὲ βοσκήμασι τροφὴν παρεσκεύαζεν ἐκ τῶν φύλλων, ἐκ τῶν καρπῶν. Ἄλλα τὰς ἐκ τῆς ἰατρικῆς ὠφελείας ἡμῖν προεξένει· τοὺς χυλοὺς, τοὺς ὀποὺς, τὰ κάρφη, τοὺς φλοιοὺς, τὸν καρπόν· καὶ ἁπαξαπλῶς ὅσα ἡμῖν ἡ χρονία πεῖρα ἐξεῦρεν, ἐκ τῶν κατὰ μέρος περιπτώσεων συλλεγομένη τὸ χρήσιμον, ταῦτα ἡ ὀξεῖα τοῦ κτίσαντος πρόνοια, ἐξ ἀρχῆς προβλεψαμένη, εἰς γένεσιν ἤγαγε. Σὺ δὲ ὅταν ἴδῃς τὰ ἥμερα, τὰ ἄγρια, τὰ φίλυδρα, τὰ χερσαῖα, τὰ ἀνθοφοροῦντα, ἢ τὰ ἀνανθῆ, ἐν μικρῷ τὸν μέγαν ἐπιγινώσκων, πρόσθες ἀεὶ τῷ θαύματι, καὶ αὔξησόν μοι τὴν ἀγάπην τοῦ κτίσαντος. Ἐξέταζε, πῶς τὰ μὲν ἀειθαλῆ ἐποίησε, τὰ δὲ γυμνούμενα· καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα, τὰ δὲ ἀείφυλλα. Φυλλοβολεῖ γὰρ καὶ ἐλαία καὶ πίτυς, εἰ καὶ λεληθότως ὑπαλλάσσει τὰ φύλλα, ὥστε μηδέποτε δοκεῖν τῆς κόμης ἀπογυμνοῦσθαι. Ἀείφυλλον δὲ ὁ φοίνιξ, τῷ αὐτῷ φύλλῳ ἐκ τῆς πρώτης βλαστήσεως εἰς τέλος συμπαραμένων. Ἔπειτα κἀκεῖνο σκόπει, πῶς ἡ μυρίκη ὥσπερ ἀμφίβιόν ἐστι, καὶ τοῖς φιλύδροις συναριθμούμενον, καὶ κατὰ τὰς ἐρήμους πληθυνόμενον. Διὸ καὶ ὁ Ἱερεμίας δικαίως τὰ πονηρότερα καὶ ἐπαμφοτερίζοντα τῶν ἠθῶν τῷ τοιούτῳ φυτῷ παρεικάζει.
I see my discourse, through insatiability of contemplation, slipping into excess; and unless I bind it perforce and lead it back to the creation, the day will fail me as I set before you the great wisdom from the smallest things. Let the earth sprout forth a fruit-bearing tree, producing fruit upon the earth. And straightway the summits of the mountains grew leafy with foliage; and parks were artfully wrought, and the banks of rivers were adorned with myriad kinds of plants. And some stood ready to deck the human table, while others provided nourishment for livestock from their leaves and from their fruits. Others procured for us benefits through the healing art: juices, saps, dry stalks, barks, fruit; and in a word, whatever things long experience has discovered for us, gathering what is useful out of particular occurrences, these the keen providence of the Creator, foreseeing them from the beginning, brought into being. And you, whenever you behold the cultivated, the wild, the water-loving, the dry-land, the flower-bearing, or the flowerless, recognizing the Great One in a small thing, add continually to your wonder, and increase, I pray, your love of the Creator. Examine how He made some evergreen and others stripped bare; and of the evergreens, some shedding their leaves and others ever-leaved. For both the olive and the pine shed their leaves, even though they imperceptibly exchange their leaves so as never to seem stripped bare of their foliage. Yet the date-palm is ever-leaved, abiding to the end with the very same leaf from its first budding. Next observe this too, how the tamarisk is as it were amphibious, both numbered among water-loving plants and multiplying across desert places. Wherefore Jeremiah also rightly likens the more wicked and double-dealing of characters to such a plant.
10. Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκτελῶν. Ἐκεῖνο ἔτι καὶ νῦν ἐνυπάρχον τῇ γῇ τὸ πρόσταγμα, ἐπείγει αὐτὴν καθ' ἑκάστην ἔτους περίοδον ἐξάγειν τὴν δύναμιν ἑαυτῆς ὅσην ἔχει πρός τε βοτανῶν καὶ σπερμάτων καὶ δένδρων γένεσιν. Ὡς γὰρ οἱ στρόβιλοι ἐκ τῆς πρώτης αὐτοῖς ἐνδοθείσης πληγῆς τὰς ἐφεξῆς ποιοῦνται περιστροφὰς, ὅταν πήξαντες τὸ κέντρον ἐν ἑαυτοῖς περιφέρωνται· οὕτω καὶ ἡ τῆς φύσεως ἀκολουθία, ἐκ τοῦ πρώτου προστάγματος τὴν ἀρχὴν δεξαμένη, πρὸς πάντα τὸν ἐφεξῆς διεξέρχεται χρόνον, μέχρις ἂν πρὸς τὴν κοινὴν συντέλειαν τοῦ παντὸς καταντήσῃ. Ἐφ' ἣν καὶ ἡμεῖς πάντες ἔγκαρποι καὶ πλήρεις ἔργων ἀγαθῶν ἐπειγώμεθα, ἵνα, φυτευ-
10. Let the earth sprout forth. This brief command was straightway a mighty nature and a skilful principle, bringing to completion swifter than our thought the myriad properties of growing things. That command, still indwelling in the earth even now, urges it at each yearly cycle to put forth all the power it possesses towards the generation of herbs and seeds and trees. For just as spinning-tops from the first stroke imparted to them perform their successive revolutions, when having fixed their centre within themselves they whirl round; so too the sequence of nature, having received its beginning from the first command, passes on through all subsequent time, until it arrives at the common consummation of the universe. Unto which let all of us also hasten, fruitful and full of good works, so that, having been plant-
Notes, col. 116

On the reading

Printed εις, for εἰς.

PG 29:117Read from the page
θέντες ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ed in the house of the Lord, we may blossom forth in the courts of our God, in Christ Jesus our Lord
ΟΜΙΛΙΑ Ϛʹ.
Homily VI.
Περὶ γενέσεως φωστήρων.
On the generation of the luminaries.
1. Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδιον γυμνῇ καθῆσθαι τῇ κεφαλῇ διαγορεύουσιν· ἐμοὶ δοκεῖν, ἵνα μὴ θεατὴς μόνον ἀγωνιστῶν, ἀλλὰ καὶ ἀγωνιστὴς ἕκαστος αὐτός ἐν τῷ μέρει τυγχάνῃ. Οὕτω τοίνυν καὶ τὸν τῶν μεγάλων καὶ ὑπερφυῶν θεαμάτων ἐξεταστὴν, καὶ τὸν τῆς ἄκρας ὄντως καὶ ἀποῤῥήτου σοφίας ἀκροατὴν προσῆκεν οἴκοθεν ἔχειν ἥκοντά τινας ἀφορμὰς πρὸς τὴν θεωρίαν τῶν προκειμένων, καὶ κοινωνεῖν ἐμοὶ τῆς ἀγωνίας εἰς δύναμιν, οὐχὶ κριτὴν μᾶλλον ἢ συναγωνιστὴν παρεστῶτα· μήποτε ἄρα διαλάθῃ ἡμᾶς τῆς ἀληθείας ἡ εὕρεσις, καὶ τὸ ἐμὸν σφάλμα κοινὴ ζημία τῶν ἀκουόντων γένηται. Πρὸς οὖν τί ταῦτα λέγω; Ὅτι, ἐπειδὴ πρόκειται ἡμῖν εἰς τὴν τοῦ κόσμου σύστασιν ἐξέτασις καὶ θεωρία τοῦ παντὸς, οὐκ ἐκ τῆς τοῦ κόσμου σοφίας τὰς ἀρχὰς ἔχουσα, ἀλλ' ἐξ ὧν τὸν ἑαυτοῦ θεράποντα ὁ Θεὸς ἐξεπαίδευσεν, ἐν εἴδει λαλήσας πρὸς αὐτὸν, καὶ οὐ δι' αἰνιγμάτων, ἀνάγκη που πάντως τοὺς τῶν μεγάλων φιλοθεάμονας μὴ ἀγύμναστον ἔχειν τὸν νοῦν πρὸς τὴν τῶν προκειμένων ἡμῖν κατανόησιν. Εἴ ποτε οὖν, ἐν αἰθρίᾳ νυκτερινῇ, πρὸς τὰ ἄῤῥητα κάλλη τῶν ἄστρων ἐνατενίσας, ἔννοιαν ἔλαβες τοῦ τεχνίτου τῶν ὅλων, τίς ὁ τοῖς ἄνθεσι τούτοις διαποικίλας τὸν οὐρανὸν, καὶ ὅπως ἐν τοῖς ὁρωμένοις πλέον τοῦ τερπνοῦ τὸ ἀναγκαῖόν ἐστι· πάλιν ἐν ἡμέρᾳ ει νήφοντι τῷ λογισμῷ κατέμαθες τὰ τῆς ἡμέρας θαύματα, καὶ διὰ τῶν ὁρωμένων ἀνελογίσω τὸν οὐχ ὁρώμενον, ἐμπαράσκευος ἥκεις ἀκροατὴς καὶ πρέπων τῷ πληρώματι τοῦ σεμνοῦ τούτου καὶ μακαρίου θεάτρου. Δεῦρο δὴ οὖν, ὥσπερ οἱ τοὺς ἀήθεις τῶν πόλεων τῆς χειρὸς λαβόμενοι περιηγοῦνται, οὕτω δὴ καὶ αὐτὸς ἐπὶ τὰ κεκρυμμένα θαύματα ὑμᾶς τῆς μεγάλης ταύτης πόλεως ξεναγήσω. Ἐν τῇ πόλει ταύτῃ, ἐν ᾗ ἡ ἀρχαία πατρὶς ἡμῶν, ἧς μετανέστησεν ἡμᾶς ὁ ἀνθρωποκτόνος δαίμων, τοῖς ἑαυτοῦ δελεάσμασιν ἀνδραποδίσας τὸν ἄνθρωπον· ἐνταῦθα κατόψει τὴν πρώτην τοῦ ἀνθρώπου γένεσιν, καὶ τὸν εὐθὺς ἡμᾶς ἐπικαταλαβόντα θάνατον· ὃν ἐγέννησεν ἡ ἁμαρτία, τὸ πρωτότοκον ἔκγονον τοῦ ἀρχεκάκου δαίμονος. Καὶ γνωρίσεις σαυτὸν γήινον μὲν τῇ φύσει, ἔργον δὲ θείων χειρῶν· δυνάμει μὲν καὶ παραπολὺ τῶν ἀλόγων λειπόμενον, ἄρχοντα δὲ χειροτονητὸν τῶν ἀλόγων καὶ τῶν ἀψύχων· ταῖς μὲν ἐκ τῆς φύσεως παρα-
1. It befitted the spectator of athletes to share in a certain vigour himself as well. And one might discern this from the statutes of the public games, which ordain that those seated together in the stadium should sit bare-headed; to my thinking, so that each man may not merely be a spectator of contestants, but also in some measure a contestant himself. Thus then it also befitted both the investigator of great and transcendent spectacles and the hearer of truly supreme and ineffable wisdom to come bringing from within himself certain starting-points towards the contemplation of the matters set before us, and to share with me in the struggle according to his power, standing by not so much as a judge as a fellow contestant, lest perchance the discovery of the truth escape us, and my slip become a common loss to the hearers. To what end, then, do I say these things? Because, since there lies before us an inquiry into the constitution of the world and a contemplation of the universe, taking its principles not from the wisdom of the world, but from the things wherein God instructed His own servant, speaking to him in visible form and not through riddles, it is surely altogether necessary that lovers of great spectacles keep a mind not unexercised towards the comprehension of the matters set before us. If ever, therefore, on a clear night, fixing your gaze upon the ineffable beauties of the stars, you formed a conception of the Artificer of all things, Who it is Who variegated the heaven with these flowers, and how in things seen necessity surpasses delight; and again by day, if with sober reasoning you learned the wonders of the day, and through things seen reckoned upon Him Who is unseen, you have come as a well-prepared hearer and one worthy to fill out this solemn and blessed theatre. Come hither, then: just as those who take by the hand persons unacquainted with cities lead them round, even so I myself shall guide you as guests to the hidden wonders of this great city. In this city, wherein is our ancient fatherland, from which the manslaying demon removed us after enslaving man by his own lures, here you will behold the first generation of man, and the death that straightway overtook us, to which sin gave birth, the firstborn offspring of the demon who is the author of evil. And you will recognize yourself as earthen indeed by nature, yet a work of divine hands; in strength falling far short even of irrational creatures, yet an appointed ruler of irrational and inanimate things; in natural equip-
Notes, col. 117

On the reading

Printed αὐτός, for αὐτὸς.

Printed ει, for εἰ.