Migne Reading Room

PG 29 · cols. 65–76 · Read from the page

Hexaemeron, Homily 3: On the firmament

Hexaemeron, Homily 3: On the firmament

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:65Read from the page
Ἔδει δὲ μήτε στάσιν εἶναι πρὸς ἄλληλα, μήτε ἐν τῇ παντελεῖ τοῦ ἑτέρου ἐκλείψει ἀφορμὴν παρασχεθῆναι τῷ παντὶ πρὸς διάλυσιν. Τοσαύτην τοῦ ὑγροῦ τὴν φύσιν οἰκονομῶν τὸ πᾶν προαπέθετο, ὥστε μέχρι τῶν τεταγμένων ὅρων τῆς τοῦ κόσμου συστάσεως κατὰ μικρὸν τῇ δυνάμει τοῦ πυρὸς ἐξαναλισκόμενον ἀντισχεῖν. Ὁ τοίνυν ἅπαντα σταθμῷ καὶ μέτρῳ διαταξάμενος (ἀριθμηταὶ γὰρ αὐτῷ, κατὰ τὸν Ἰὼβ, καὶ σταγόνες εἰσὶν ὑετοῦ) ᾔδει πόσον τῷ κόσμῳ χρόνον ἀφώρισεν εἰς διαμονὴν, καὶ πόσην χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. Οὗτος ὁ λόγος τῆς τοῦ ὕδατος περιουσίας κατὰ τὴν κτίσιν. Ἀλλὰ μὴν τό γε τοῦ πυρὸς ἀναγκαῖον τῷ κόσμῳ, οὐδεὶς οὕτως ἔξω τοῦ βίου παντάπασιν, ὥστε τῆς ἐκ τοῦ λόγου διδασκαλίας προσδεῖσθαι· οὐ μόνον ὅτι αἱ συνεκτικαὶ τῆς ζωῆς ἡμῶν τέχναι τῆς ἐμπύρου ἐργασίας ἐπιδέονται πᾶσαι, ὑφαντικὴ, λέγω, καὶ σκυτοτομικὴ, καὶ οἰκοδομικὴ, καὶ γεωργία, ἀλλ' ὅτι οὔτε δένδρων βλάστησις, οὐ καρπῶν πέψις, οὐ ζώων ἐγγείων ἢ τῶν ἐνύδρων γένεσις, οὐκ αἱ τούτων τροφαὶ ἢ ἐξ ἀρχῆς ἂν συνέστησαν, ἢ πρὸς χρόνον διήρκεσαν, τοῦ θερμοῦ μὴ παρόντος. Οὐκοῦν ἀναγκαία μὲν τοῦ θερμοῦ ἡ κτίσις διὰ τὴν τῶν γιγνομένων σύστασίν τε καὶ διαμονήν· ἀναγκαία δὲ τοῦ ὑγροῦ ἡ δαψίλεια, διὰ τὸ ἄπαυστον εἶναι καὶ ἀπαραίτητον τοῦ πυρὸς τὴν δαπάνην.
Yet there needed neither to be strife against one another, nor in the complete failure of the one for an occasion towards dissolution to be furnished to the universe. Governing the universe, He laid up beforehand so great a nature of moisture that, being consumed little by little through the power of fire, it might hold out until the appointed bounds of the constitution of the world. He, therefore, Who ordered all things by weight and measure (for even drops of rain, according to Job, are numbered by Him) knew how much time He appointed to the world for permanence, and how much fuel ought to be laid up beforehand for the fire. This is the reason for the superabundance of water at the creation. Moreover, as to the necessity of fire for the world, no one is so altogether removed from life as to stand in need of instruction from our discourse: not only because all the arts that sustain our life require work with fire—weaving, I mean, and cobbling, and building, and husbandry—but because neither the sprouting of trees, nor the ripening of fruits, nor the generation of land or aquatic animals, nor their nutriments would either have come together from the beginning or have lasted for a time, if heat were not present. Necessary, therefore, is the creation of heat on account of the constitution and permanence of things that come to be; and necessary too is the abundance of moisture, on account of the consumption of fire being unceasing and inescapable.
6. Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένον, καὶ ὑπερέκεινα τῶν ὁρωμένων ἀπενεχθὲν, καὶ προσέτι παντὶ τῷ βάθει τῆς γῆς ἐνεσπαρμένον. Ὅθεν πηγῶν ἀφθονίαι, καὶ φρεάτων σύῤῥοιαι, καὶ ποταμῶν ῥεύματα, χειμάῤῥων τε καὶ ἀεννάων, ὑπὲρ τοῦ ἐν πολλοῖς καὶ ποικίλοις ταμείοις διατηρεῖσθαι τὴν ὑγρασίαν. Ἐκ μέν γε τῆς ἕω ἀπὸ μὲν χειμερινῶν τροπῶν ὁ Ἰνδὸς ῥεῖ ποταμὸς, ῥεῦμα πάντων ποταμίων ὑδάτων πλεῖστον, ὡς οἱ τὰς περιόδους τῆς γῆς ἀναγράφοντες ἱστορήκασιν· ἀπὸ δὲ τῶν μέσων τῆς ἀνατολῆς ὅ τε Βάκτρος, καὶ ὁ Χοάσπης, καὶ ὁ Ἀράξης, ἀφ' οὗ καὶ ὁ Τάναϊς ἀποσχιζόμενος εἰς τὴν Μαιῶτιν ἔξεισι λίμνην· καὶ πρὸς τούτοις ὁ Φάσις, τῶν Καυκασίων ὀρῶν ἀποῤῥέων, καὶ μυρίοι ἕτεροι ἀπὸ τῶν ἀρκτῴων τόπων ἐπὶ τὸν Εὔξεινον Πόντον φέρονται· ἀπὸ δὲ δυσμῶν τῶν θερινῶν ὑπὸ τὸ Πυρηναῖον ὄρος Ταρτησός τε καὶ Ἴστρος· ὧν ὁ μὲν ἐπὶ τὴν ἔξω Στηλῶν ἀφίεται θάλασσαν, ὁ δὲ Ἴστρος, διὰ τῆς Εὐρώπης ρέων, ἐπὶ τὸν Πόντον ἐκδίδωσι. Καὶ τί δεῖ τοὺς ἄλλους ἀπαριθμεῖσθαι, οὓς αἱ Ῥιπαι γεννῶ-
6. Look round upon all creation, and you will see the power of heat holding sway in all things subject to generation and corruption. On this account much water has been poured out over the earth, and carried away beyond the things seen, and furthermore disseminated throughout the whole depth of the earth. Hence come abundances of springs, and confluences of wells, and streams of rivers, both winter-torrents and ever-flowing ones, in order that moisture may be preserved in many and varied storehouses. From the east, on the one hand, from the winter solstice flows the river Indus, the greatest stream of all river waters, as those who write descriptions of the circuits of the earth have recorded; and from the middle regions of the east both the Bactrus, and the Choaspes, and the Araxes, from which the Tanais also splits off and issues into Lake Maeotis; and besides these the Phasis, flowing down from the Caucasian mountains, and countless others from the northern regions are borne towards the Euxine Sea; and from the summer west beneath the Pyrenean mountain, both the Tartessus and the Ister, of which the former is discharged into the sea outside the Pillars, while the Ister, flowing through Europe, empties into the Pontus. And what need is there to enumerate the others, to which the Rhipaean mountains give birth
Notes, col. 65

On the reading

Printed ρέων, for ῥέων.

Printed Ῥιπαι, for Ῥῖπαι.

PG 29:68Read from the page
σι, τὰ ὑπὲρ τῆς ἐνδοτάτω Σκυθίας ὄρη; Ὧν ἐστι καὶ ὁ Ῥοδανὸς μετὰ μυρίων ἄλλων ποταμῶν, καὶ αὐτῶν ναυσιπόρων, οἳ, τοὺς ἑσπερίους Γαλάτας καὶ Κελτοὺς, καὶ τοὺς προσεχεῖς αὐτοῖς βαρβάρους παραμειψάμενοι, ἐπὶ τὸ ἑσπέριον πάντες εἰσχέονται πέλαγος. Ἄλλοι ἐκ τῆς μεσημβρίας ἄνωθεν διὰ τῆς Αἰθιοπίας, οἱ μὲν ἐπὶ τὴν πρὸς ἡμᾶς ἔρχονται θάλασσαν, οἱ δὲ ἐπὶ τὴν ἔξω τῆς πλεομένης ἀποκενοῦνται· ὅ τε Αἰγὼν καὶ ὁ Νύσης, καὶ ὁ καλούμενος Χρεμέτης, καὶ πρός γε ἔτι ὁ Νεῖλος, ὃς οὐδὲ ποταμοῖς τὴν φύσιν ἔοικεν, ὅταν ἴσα θαλάσσῃ πελαγίζῃ τὴν Αἴγυπτον. Οὕτως ὁ τῆς καθ' ἡμᾶς οἰκουμένης τόπος ὕδατι περιείληπται, πελάγεσί τε ἀπλέτοις ἐνδεδεμένος καὶ μυρίοις ποταμοῖς ἀεννάοις κατάῤῥυτος, διὰ τὴν ἄῤῥητον σοφίαν τοῦ τὴν ἀντίπαλον τῷ πυρὶ φύσιν δυσεξανάλωτον εἶναι οἰκονομήσαντος. Ἔσται μέντοι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρὶ, ὥς φησιν Ἠσαΐας ἐν οἷς πρὸς τὸν τῶν ὅλων Θεὸν διαλέγεται· Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ πάντας τοὺς ποταμούς σου ξηρανῶ. Ὥστε, ἀποῤῥίψας τὴν μωρανθεῖσαν σοφίαν, κατάδεξαι μεθ' ἡμῶν τὸ διδασκάλιον τῆς ἀληθείας, ἰδιωτικὸν μὲν τῷ λόγῳ, ἀδιάπτωτον δὲ κατὰ τὴν γνῶσιν.
the mountains beyond innermost Scythia? Among which is also the Rhone with countless other rivers, themselves navigable as well, which, after passing by the western Galatians and Celts and the barbarians neighbouring them, all pour into the western sea. Others from the south above through Ethiopia come in part to the sea towards us, and in part empty out into that which lies beyond the navigable sea: both the Aegon and the Nyses, and the so-called Chremetes, and moreover the Nile besides, which does not even resemble rivers in nature when like a sea it floods Egypt. Thus the region of our inhabited earth is encompassed with water, bound fast by boundless seas and watered by countless ever-flowing rivers, through the ineffable wisdom of Him Who ordered that the nature opposed to fire should be hard to consume utterly. Yet there will be a time when all things too shall be parched up by fire, as Isaiah says in the words wherein he speaks to the God of all: He Who says to the abyss: You shall be laid waste, and all your rivers I will dry up. Wherefore, casting away the wisdom that has been made foolish, receive with us the teaching of the truth, unlearned indeed in speech, yet unerring in knowledge.
7. Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερεώματος ὄνομα. Ὅτι οὐχὶ τὴν ἀντίτυπον καὶ στερέμνιον φύσιν, τὴν ἔχουσαν βάρος καὶ ἀντέρεισιν, οὐ ταύτην λέγει στερέωμα. Ἢ οὕτως ἂν κυριώτερον ἡ γῆ τῆς τοιαύτης κλήσεως ἠξιώθη. Ἀλλὰ διὰ τὴν φύσιν τῶν ὑπερκειμένων λεπτὴν οὖσαν καὶ ἀραιὰν καὶ οὐδεμιᾷ αἰσθήσει καταληπτὴν, στερέωμα τοῦτο ὠνόμασε, συγκρίσει τῶν λεπτοτάτων καὶ τῇ αἰσθήσει ἀκαταλήπτων. Καὶ νόει μοι τόπον τινὰ διακριτικὸν τοῦ ὑγροῦ· τὸ μὲν λεπτὸν καὶ διηθούμενον ἐπὶ τὰ ἄνω διιέντα, τὸ δὲ παχύτατον καὶ γεῶδες ἐναφιέντα τοῖς κάτω, ἵν' ἐξ ἀρχῆς μέχρι τέλους ἡ αὐτὴ εὐκρασία συντηρηθῇ, κατὰ μέρος τῆς ὑφαιρέσεως τῶν ὑγρῶν γινομένης. Σὺ δὲ τῷ μὲν
7. On this account, Let there be a firmament in the midst of the water, and let it be dividing between water and water. It has been stated what the name of firmament signifies in Scripture: that it is not the resistant and solid nature, which has weight and counter-pressure, not this that it calls firmament; otherwise the earth would more properly have been deemed worthy of such an appellation. Rather, because the nature of the overlying substances is fine and rare and graspable by no sense, it named this a firmament by comparison with the finest things that are imperceptible to sense. And conceive with me a certain place that separates moisture, letting pass upwards that which is fine and filtered through, while discharging downwards that which is thickest and earthy, so that from beginning to end the same temperate balance may be preserved as the withdrawal of the fluids takes place gradually. Yet you, while
PG 29:69Read from the page
πλήθει τόῦ ὕδατος ἀπιστεῖς, πρὸς δὲ τοῦ θερμοῦ τὸ πλῆθος οὐκ ἀποβλέπεις· ὃ, κἂν ὀλίγον ᾖ τῷ μεγέθει, πολλῆς ἐστι διὰ τὴν δύναμιν ἀναλώτικὸν ὑγρασίας. Ἐφέλκεται μὲν γὰρ τὸ παρακείμενον ὑγρὸν, ὡς δηλοῖ ἡ σικύα· δαπανητικὸν δέ ἐστι τοῦ ἑλκυσθέντος κατὰ την εἰκόνα τοῦ λυχνιαίου πυρὸς, ὃ, διὰ τῆς θρυαλλίδος τὴν παρακειμένην τροφὴν ἐπισπασάμενον, ταχέως διὰ τῆς μεταβολῆς ἀπῃθάλωσε. Τὸν δὲ αἰθέρα τίς ἀμφιβάλλει μὴ οὐχὶ πυρώδη εἶναι καὶ διακαῆ; ὃς εἰ μὴ τῷ ἀναγκαίῳ τοῦ ποιήσαντος αὐτὸν ὅρῳ κατείχετο, τί ἂν ἐκώλυσεν αὐτὸν πάντα φλογίζοντα καὶ καταπιμπρῶντα τὰ συνεχῆ, πᾶσαν ὁμοῦ τὴν ἐν τοῖς οὖσιν ἐξαναλῶσαι νοτίδα; Διὰ ταῦτα ὕδωρ ἀέριον, νεφουμένου τοῦ ἄνω τόπου ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν, οὓς ποταμοὶ, καὶ κρῆναι, καὶ τενάγη, καὶ λίμναι, καὶ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα πυρακτῶν ὁ αἰθὴρ ἐπιλάβοι· ὅπου γε καὶ τὸν ἥλιον τοῦτον ὁρῶμεν ὥρᾳ θέρους διάβροχον πολλάκις καὶ τεναγώδη χώραν ἐν βραχυτάτῃ χρόνου ῥοπῇ ἄνικμον παντελῶς καὶ ξηρὰν καταλιμπάνοντα. Ποῦ τοίνυν ἐκεῖνο τὸ ὕδωρ; Δεικνύτωσαν ἡμῖν οι τὰ πάντα δεινοί. Ἄρ' οὐχὶ παντὶ δῆλον, ὅτι τῇ θερμότητι τοῦ ἡλίου διατμηθὲν ἀνηλώθη; Καίτοιγε οὐδὲ θερμὸν εἶναι τὸν ἥλιον ἐκεῖνοι λέγουσι· τοσοῦτον αὐτοῖς τοῦ λέγειν περίεστι. Καὶ σκοπεῖτε ποταπῇ ἀποδείξει ἐπερειδόμενοι πρὸς τὴν ἐνάργειαν ἀντιβαίνουσιν. Ἐπειδὴ λευκός ἐστι, φασὶ, τὴν χροιὰν, ἀλλ' οὐχὶ ὑπέρυθρος, οὐδὲ ξανθὸς, τούτου ἕνεκεν οὐδὲ πυρώδης τὴν φύσιν· ἀλλὰ καὶ τούτου φασὶ τὸ θερμὸν ἐκ τῆς ταχείας εἶναι περιστροφῆς. Τί ἐντεῦθεν ἑαυτοῖς διοικούμενοι; Ὡς μηδὲν δόξαι τῶν ὑγρῶν ἀπαναλίσκειν τὸν ἥλιον. Ἐγὼ δὲ, κἂν μὴ ἀληθὲς ᾖ τὸ λεγόμενον, ἀλλ' ὡς συγκατασκευάζον ἐμοὶ τὸν λόγον οὐκ ἀπωθοῦμαι. Ἐλέγετο γὰρ διὰ τὴν ἐκ τοῦ θερμοῦ δαπάνην ἀναγκαῖον εἶναι τῶν ὑδάτων τὸ πλῆθος. Διαφέρει δὲ οὐδὲν ἐκ φύσεως εἶναι θερμὸν, ἢ ἐκ πάθους ἔχειν τὴν πύρωσιν πρός γε τὸ τὰ αὐτὰ συμπτώματα περὶ τὰς αὐτὰς ὕλας ἀπογεννᾷν. Ἐάν τε γὰρ τριβόμενα ξύλα πρὸς ἄλληλα πῦρ καὶ φλόγα ἀνάψῃ, ἐάν τε ἐκ φλογὸς ἀναπτομένης κατακαυθῇ, ἶσον ἐστὶ καὶ παραπλήσιον ἐξ ἀμφοτέρων τὸ τέλος. Καίτοιγε ὁρῶμεν τὴν μεγάλην τοῦ τὰ πάντα κυβερνῶντος σοφίαν, μετατιθεῖσαν τὸν ἥλιον ἐξ ἑτέρων εἰς ἕτερα, ἵνα μὴ, τοῖς αὐτοῖς ἀεὶ προσδιατρίβων, τῇ πλεονεξίᾳ τοῦ θερμοῦ λυμήνηται τὴν διακό-
disbelieving the abundance of the water, do not look towards the abundance of the heat, which, even though slight in bulk, is capable through its power of consuming much moisture. For it draws to itself the adjacent moisture, as the cupping-vessel shows; and it consumes what has been drawn in after the likeness of the lamp-fire, which, drawing to itself through the wick the adjacent fuel, swiftly reduces it to ashes through transformation. And as for the ether, who doubts that it is fiery and burning hot? Had it not been restrained by the binding ordinance of Him Who made it, what would have hindered it from setting all things ablaze and burning up what adjoins it, and consuming all at once the whole moisture present in existing things? On this account there is aerial water, the upper region being clouded over from the rising of the vapours which rivers, and springs, and marshes, and lakes, and seas all send forth, lest the ether, heating all things red-hot, should seize upon them; seeing that we behold even this sun in the season of summer oftentimes leaving a soaked and marshy land altogether moistureless and dry in the briefest turn of time. Where then is that water? Let those who are clever in all things show us. Is it not plain to everyone that, cloven apart by the heat of the sun, it was consumed? And yet those men say that the sun is not even hot: such is their superfluity of talk. And consider upon what sort of demonstration they lean in opposing plain evidence. Since it is white in colour, they say, and neither reddish nor yellow, on this account it is not fiery by nature either; rather, its heat too, they say, arises from its swift revolution. What advantage do they contrive for themselves therefrom? That the sun may seem to consume none of the fluids. For my part, even if what is said be not true, yet inasmuch as it helps to establish my argument I do not reject it. For it was said that because of the expenditure wrought by heat the abundance of the waters is necessary. Now it makes no difference at all whether a thing is hot by nature or possesses its fiery heat from an affection, so far at least as generating the same effects upon the same materials is concerned. For whether pieces of wood rubbed against one another kindle fire and flame, or whether they are burned up from a flame already kindled, the outcome from both is equal and much the same. And yet we behold the great wisdom of Him Who governs all things shifting the sun from one region to another, lest, lingering always over the same places, through excess of heat it mar the
Notes, col. 69

On the reading

Printed τόῦ, for τοῦ.

Printed ἀναλώτικὸν, for ἀναλωτικὸν.

Printed την, for τὴν.

Printed οι, for οἱ.

Printed Ἄρ', for Ἆρ'.

PG 29:72Read from the page
σμησιν· ἀλλὰ νῦν μὲν αὐτὸν ἐπὶ τὸ νότιον μέρος κατὰ τὰς χειμερινὰς τροπὰς ἀπάγοντα, νῦν δὲ ἐπὶ τὰ ἰσημερινὰ σημεῖα μετατιθέντα, κἀκεῖθεν ἐπὶ τὰ προσάρκτια ὑπὸ τὰς θερινὰς τροπὰς ἐπανάγοντα· ὥστε τῇ κατὰ μικρὸν αὐτοῦ μεταβάσει τῷ περὶ γῆν τόπῳ τὴν εὐκρασίαν φυλάσσεσθαι. Σκοπείτωσαν δὲ εἰ μὴ αὐτοὶ ἑαυτοῖς περιπίπτουσιν, οἵ γε τὴν θάλασσαν λέγουσι μήτε πλημμυρεῖν τοῖς ποταμοῖς ἐκ τῆς τοῦ ἡλίου δαπάνης, καὶ προσέτι ἁλμυρὰν καὶ πικρὰν ἀπολείπεσθαι, τοῦ λεπτοῦ καὶ ποτίμου ὑπὸ τῆς θέρμης ἀναλωθέντος· ὅπερ ἐκ τῆς τοῦ ἡλίου μάλιστα γίνεται διακρίσεως, τὸ μὲν κοῦφον ἀπάγοντος, τὸ δὲ παχὺ καὶ γεῶδες οἷόν τινα ἰλὺν καὶ ὑποστάθμην ἐναφιέντος· ἐξ οὗ τὸ πικρὸν καὶ ἁλμυρὸν καὶ ξηραντικὸν τῇ θαλάσσῃ προσεῖναι. Οἱ δὴ ταῦτα περὶ θαλάσσης λέγοντες, πάλιν μεταβαλλόμενοι, μηδεμίαν τοῦ ὑγροῦ γίνεσθαι μείωσιν ἐκ τοῦ ἡλίου φασί.
ordering; but now leading it away to the southern part at the winter solstice, now shifting it to the equinoctial signs, and thence bringing it back to the northern parts towards the summer solstice, so that by its gradual transition a temperate balance is preserved for the region around the earth. Let them consider whether they do not contradict themselves, seeing that they say the sea does not overflow from the rivers because of its consumption by the sun, and moreover is left salt and bitter when what is fine and drinkable has been consumed by the warmth; which comes about above all from the separation wrought by the sun, carrying off what is light while leaving behind what is thick and earthy like a sort of silt and sediment, whence bitterness and saltness and a drying quality belong to the sea. Yet the very men who say these things about the sea, shifting their ground again, say that no diminution at all of moisture takes place from the sun.
8. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν· ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ' ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τετηρήκαμεν δὲ πολλαχοῦ τὸν ὁρώμενον τόπον οὐρανὸν λεγόμενον (διὰ τὸ ναστὸν καὶ συνεχὲς τοῦ ἀέρος ἐναργῶς ἡμῶν ταῖς ὄψεσιν ὑποπίπτοντος, καὶ παρὰ τὸ ὁρᾶσθαι τῆς τοῦ οὐρανοῦ προσηγορίας ἀξιουμένου ἐν οἷς φησι· Τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ πάλιν· Τὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Τοιοῦτόν ἐστι καὶ τό· Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν. Καὶ Μωῦσῆς, εὐλογῶν τὴν φυλὴν τοῦ Ἰωσὴφ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἡλίου τροπῶν, καὶ συνόδων μηνῶν, καὶ ἀπὸ κορυφῆς ὀρέων καὶ βουνῶν ἀεν-
8. And God called the firmament heaven: inasmuch as the designation applies properly to another, while by likeness this too shares in the appellation. Now we have observed in many places that the visible region is called heaven (because the dense and continuous body of the air falls plainly beneath our sight, and from its being seen is deemed worthy of the designation of heaven, where it says: The birds of heaven; and again: The creatures flying along the firmament of heaven. Such too is the saying: They go up as far as the heavens. And Moses, blessing the tribe of Joseph, from the seasons of heaven, and dew, and from the turnings of the sun, and conjunctions of months, and from the summit of mountains and ever-
Notes, col. 72

On the reading

Printed Μωῦσῆς, for Μωϋσῆς.

PG 29:73Read from the page
νάων, τὰς εὐλογίας δίδωσιν, ὡς τοῦ περὶ γῆν τόπου διὰ τῆς ἐν τούτοις εὐταξίας εὐθηνουμένου. Ἀλλὰ καὶ ἐν ταῖς κατάραις τῷ Ἰσραὴλ, Ἔσται σοι, φησὶν, ὁ ὑπὲρ κεφαλῆς οὐρανὸς χαλκοῦς. Τί τοῦτο λέγων; Τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ἀερίων ὑδάτων, δι' ὧν τῇ γῇ τὸ γόνιμον τῶν καρπῶν ἐνυπάρχει. Ὅταν οὖν ἐκ τοῦ οὐρανοῦ φέρεσθαι λέγῃ δρόσον ἢ ὑετὸν, περὶ ὑδάτων νοοῦμεν ὅσα τὴν ἄνω κατέχειν διατέτακται χώραν. Συναγομένων γὰρ τῶν ἀναθυμιάσεων περὶ τὸ ὕψος, καὶ πυκνουμένου τοῦ ἀέρος ταῖς ἐκ τῶν πνευμάτων πιλήσεσιν, ὅταν μὲν αἱ τέως ἀτμοειδῶς καὶ λεπτῶς ἐνεσπαρμέναι τῷ νέφει νοτίδες ἀλλήλαις προσχωρήσωσι, σταγόνες γίγνονται, τῷ βάρει τῶν συγκριθέντων φερόμεναι πρὸς τὸ κάτω· καὶ αὕτη ὑετοῦ γένεσις· ὅταν δὲ τὸ ὑγρὸν ἐξαφρισθῇ, ταῖς βίαις τῶν ἀνέμων ἀνακοπὲν, εἶτα εἰς ἄκρον καταψυχθὲν, ὅλον διόλου παγῇ, θραυομένου τοῦ νέφους, ἡ χιὼν καταφέρεται. Καὶ ὅλως, κατὰ τὸν αὐτὸν λόγον, ἔξεστί σοι ὁρᾷν πᾶσαν τοῦ ὑγροῦ τὴν φύσιν περὶ τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα συνισταμένην. Καὶ μηδεὶς τῇ περιεργίᾳ τῶν περὶ οὐρανοῦ φιλοσοφησάντων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῶν πνευματικῶν λόγων παραβαλλέτω. Ὅσῳ γὰρ τὸ ἐν ταῖς σώφροσι κάλλος τοῦ ἑταιρικοῦ προτιμότερον, τοσοῦτον καὶ τῶν ἡμετέρων λόγων πρὸς τοὺς ἔξωθεν τὸ διάφορον. Οἱ μὲν γὰρ κατηναγκασμένον τὸ πιθανὸν τοῖς λόγοις ἐπάγουσιν· ἐνταῦθα δὲ γυμνὴ τεχνασμάτων ἡ ἀλήθεια πρόκειται. Καὶ τί δεῖ πράγματα ἔχειν ἡμᾶς τὸ ψευδὲς αὐτῶν διελέγχοντας, οἷς ἐξαρκεῖ τὰς αὐτῶν ἐκείνων βίβλους ἀλλήλαις ἀντιπαραθέντας ἐν ἡσυχίᾳ πολλῇ θεατὰς αὐτῶν τοῦ πολέμου καθῆσθαι; Οὔτε γὰρ ἀριθμῷ ἐλάττους, οὔτε ἀξιώματι ὑφειμένοι, πολυφωνίᾳ δὲ καὶ παρὰ πολὺ διαφέροντες πρὸς τὸν ἐναντίον αὐτοῖς ἀντικαθίστανται λόγον, οι τὸ πᾶν ἐκπυροῦσθαι λέγοντες, καὶ ἀναβιώσκεσθαι πάλιν ἐκ τῶν σπερματικῶν λόγων τῶν ἐναπομενόντων τοῖς ἐκπυρωθεῖσιν· ὅθεν καὶ ἀπείρους φθορὰς κόσμου καὶ παλιγγενεσίας εἰσάγουσιν. Ἀλλ' ἐκεῖνοι μὲν, ἐφ' ἑκάτερα τῆς ἀληθείας ἀποσχιζόμενοι, ἔνθεν καὶ ἔνθεν τὰς ἐπὶ τὴν πλάνην ἑαυτοῖς ἐκτροπὰς ἐξευρίσκουσιν.
lasting hills, bestows the blessings, since the region around the earth flourishes through the good order maintained in these things. Moreover, in the curses upon Israel as well, The heaven over your head, he says, shall be bronze to you. What does he mean by this? Complete drought and failure of the aerial waters, through which fertility of fruits is present in the earth. Whenever, therefore, Scripture says that dew or rain is borne down from heaven, we understand those waters which have been appointed to occupy the upper region. For when exhalations gather on high and the air is thickened by the compressions caused by winds, whenever the particles of moisture hitherto dispersed vapour-like and finely within the cloud draw together towards one another, drops are formed, borne downwards by the weight of the coalesced particles; and this is the generation of rain; whereas whenever the moisture is beaten into foam, dashed back by the violence of the winds, and then, chilled to the uttermost, freezes solid throughout, as the cloud breaks up snow is borne down. And in general, by the same principle, it is open to you to see the whole nature of moisture gathering around the air above our head. And let no one compare the simplicity and unadorned character of the spiritual discourses with the meddlesome subtlety of those who have philosophized about heaven. For by as much as beauty in chaste women is preferable to that of a courtesan, so great too is the superiority of our discourses over those from outside. For they bring in a forced plausibility upon their arguments, whereas here the truth lies set forth stripped of artifices. And what need is there for us to trouble ourselves refuting their falsehood, when it suffices for us to set the books of those very men alongside one another and sit in great quietness as spectators of their war? For neither fewer in number nor inferior in repute, and in copiousness of speech surpassing them by far, there stand arrayed for the contrary argument against them those who say that the universe is consumed by fire and comes to life again out of the seminal principles remaining behind in the things consumed by fire; whence they introduce infinite destructions and rebirths of the world. But those men, splitting off on either side of the truth, devise for themselves turnings aside into error this way and that.
9. Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς, καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατέφυγον, δυνάμεις λέγοντες πνευματικὰς καὶ ἀσωμάτους τροπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι· καὶ ἄνω μὲν ἐπὶ τοῦ στερεώματος μεμενηκέναι τὰς κρείττονας, κάτω δὲ τοῖς περιγείοις καὶ ὑλικοῖς τόποις προσαπομεῖναι τὰς πονηράς. Διὰ τοῦτο δὴ, φασὶ, καὶ τὰ ἐπάνω τῶν οὐρανῶν ὕδατα αἰνεῖν τὸν Θεόν· τουτέστι, τὰς ἀγαθὰς δυνάμεις ἀξίας οὔσας διὰ καθαρότητα τοῦ ἡγεμονικοῦ τὸν πρέ-
9. Yet we also have a word to say regarding the separated waters against certain men from the Church who, under pretext of anagogical interpretation and loftier conceptions, have fled to allegories, saying that spiritual and incorporeal powers are figuratively signified by the waters, and that higher up upon the firmament the better powers have remained, whereas down below in the earthly and material places the wicked ones have stayed behind. On this very account, they say, the waters above the heavens also praise God: that is to say, the good powers, being worthy by reason of the purity of their governing faculty to
Notes, col. 73

On the reading

Printed οι, for οἱ.

PG 29:76Read from the page
ποντα αἶνον ἀποδιδόναι τῷ κτίσαντι· τὰ δὲ ὑποκάτω τῶν οὐρανῶν ὕδατα τὰ πνευματικὰ εἶναι τῆς πονηρίας, ἀπὸ τοῦ κατὰ φύσιν ὕψους εἰς τὸ τῆς κακίας βάθος καταπεσόντα· ἅπερ, ὡς ταραχώδη ὄντα καὶ στασιαστικὰ, καὶ τοῖς θορύβοις τῶν παθῶν κυμαινόμενα, θάλασσαν ὠνομάσθαι διὰ τὸ εὐμετάβλητον καὶ ἄστατον τῶν κατὰ προαίρεσιν κινημάτων. Τοὺς δὴ τοιούτους λόγους ὡς ὀνειράτων συγκρίσεις καὶ γραώδεις μύθους ἀποπεμψάμενοι, τὸ ὕδωρ ὕδωρ νοήσωμεν, καὶ τὴν διάκρισιν τὴν ὑπὸ τοῦ στερεώματος γενομένην κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν δεξώμεθα. Καὶ μέντοι, κἂν εἰς δοξολογίαν ποτὲ τοῦ κοινοῦ τῶν ὅλων Δεσπότου τὰ ὑπεράνω τῶν οὐρανῶν παραλαμβάνηται ὕδατα, οὐ λογικὴν αὐτὰ φύσιν παρὰ τοῦτο τιθέμέθα. Οὔτε γὰρ οἱ οὐρανοὶ ἔμψυχοι, ἐπειδὴ Διηγοῦνται δόξαν Θεοῦ· οὔτε τὸ στερέωμα ζῶόν ἐστιν αἰσθητικὸν, ἐπειδὴ Ἀναγγέλλει ποίησιν τῶν χειρῶν αὐτοῦ. Κἂν λέγῃ τις οὐρανοὺς μὲν εἶναι τὰς θεωρητικὰς δυνάμεις, στερέωμα δὲ τὰς πρακτικὰς καὶ ποιητικὰς τῶν καθηκόντων, ὡς κεκομψευμένον μὲν τὸν λόγον ἀποδεχόμεθα, ἀληθῆ δὲ εἶναι οὐ πάνυ τι δώσομεν. Οὕτω γὰρ ἂν καὶ δρόσος, καὶ πάχνη, καὶ ψῦχος, καὶ καῦμα, ἐπειδὴ ὑμνεῖν παρὰ τῷ Δανιὴλ τὸν τῶν ὅλων Δημιουργὸν ἐπετάχθη, νοερά τις ἔσται καὶ ἀόρατος φύσις. Ἀλλ' ὁ ἐν τούτοις λόγος, παρὰ τῶν νοῦν ἐχόντων τεθεωρημένως ἐκλαμβανόμενος, συμπληρωτικός ἐστι τῆς δοξολογίας τοῦ κτίσαντος. Οὐ μόνον γὰρ τὸ ἐπάνω τῶν οὐρανῶν ὕδωρ, ὡς προηγούμενον ταῖς τιμαῖς διὰ τὴν ἐξ ἀρετῆς προσοῦσαν αὐτῷ ὑπεροχὴν τῷ Θεῷ τὸν αἶνον ἀποπληροῖ, ἀλλ', Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, καὶ τὰ ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Ὥστε καὶ ἡ ἄβυσσος, ἣν εἰς την χείρονα μοῖραν οἱ ἀλληγοροῦντες ἀπέῤῥιψαν, οὐδὲ αὐτὴ ἀπόβλητος ἐκρίθη τῷ ψαλμῳδῷ, εἰς τὴν κοινὴν τῆς κτίσεως χοροστασίαν παραληφθεῖσα· ἀλλὰ καὶ αὐτὴ κατὰ τοὺς ἐνυπάρχοντας αὐτῇ λόγους ἁρμονίως συμπληροῖ τὴν ὑμνῳδίαν τῷ ποιητῇ.
render fitting praise to Him Who created them; whereas the waters beneath the heavens are the spiritual forces of wickedness, fallen down from their natural height into the depth of malice; which, as being turbulent and factious and tossed in waves by the tumults of passions, have been named sea because of the changeableness and instability of the movements arising from free choice. Sending away such discourses as interpretations of dreams and old wives' fables, let us understand water as water, and receive the separation brought about by the firmament in accordance with the reason already given. And indeed, even if the waters above the heavens are at times taken up into the doxology of the common Master of all, we do not on that account count them a rational nature. For neither are the heavens animate because They declare the glory of God; nor is the firmament a sentient living creature because It proclaims the work of His hands. And even if someone should say that the heavens are the contemplative powers, and the firmament the active powers that perform what is fitting, we accept the saying as neatly turned indeed, yet we will by no means grant that it is true. For in that way dew as well, and frost, and cold, and burning heat, since in Daniel they were commanded to hymn the Creator of all, will be some intellectual and invisible nature. Rather, the expression in these passages, when understood reflectively by men of sense, goes to complete the doxology of Him Who created. For not only does the water above the heavens—as though taking precedence in honours because of the pre-eminence belonging to it from virtue—fulfil praise to God, nay rather: For praise Him, it says, you also that are from the earth, dragons and all abysses. Consequently even the abyss, which the allegorizers cast away into the worse lot, was itself judged not to be rejected by the psalmist, having been received into the common choir of creation; rather, it too, in accordance with the principles inherent within it, harmoniously completes the hymnody to the Maker.
10. Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν· ἀλλὰ καλὸν τὸ τῷ λόγῳ τῆς τέχνης ἐκτελεσθὲν, καὶ πρὸς τὴν τοῦ τέλους εὐχρηστίαν συντεῖνον. Ὁ τοίνυν ἐναργῆ τὸν σκοπὸν τῶν γινομένων προθέμενος, τὰ κατὰ μέρος γινόμενα ὡς συμπληρωτικὰ τοῦ τέλους τοῖς τεχνικοῖς ἑαυτοῦ λόγοις ἐπελθὼν ἀπεδέξατο. Ἐπεὶ καὶ χεὶρ καθ' ἑαυτὴν, καὶ ὀφθαλμὸς ἰδίᾳ, καὶ ἕκαστον τῶν τοῦ
10. And God saw that it was good. The things brought into being by Him do not afford pleasure to the eyes of God, nor is the approval of beautiful things with Him such as it is with us; rather, that is good which has been brought to perfection according to the principle of art and tends towards the usefulness of its end. He, therefore, Who set before Himself a clear aim for the things coming into being, having reviewed part by part the things coming into being by His own artistic principles as fulfilling the end, approved them. For a hand by itself, and an eye apart, and each of the members of a
Notes, col. 76

On the reading

Printed τιθέμέθα, for τιθέμεθα.

Printed την, for τὴν.